Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 51

Capítulo 51

[51.1] Ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης πάντα τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις ἐναντία πέφυκεν· ἔξω γὰρ ἀλλ᾽ οὐκ ἐντὸς ἔχει τὰ χλωρά. Ἀφίησί τε τοὺς πτόρθους ὥσπερ ἡ μύρτος εἰς τοὺς στεφάνους συμμέτρως. Ἀπὸ ταύτης φυτὸν λαβῶν ὁ Ἠρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφ᾽ ἦς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ῎Εστι δὲ αὕτη παρὰ τὸν λισσὸν ποταμόν, σταδίους ἑξή κοντα τοῦ ποταμοῦ ἀπέχουσα. περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς ἐστίν. Ἀπὸ ταύτης δὲ τὸ φυτὸν λαβόντες ἐφύτευσαν Ἠλεῖοι ἐν Ὀλυμπίᾳ, καὶ τοὺς στεφάνους ἀπ᾽ αὐτῆς ἔδωκαν.