Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 5

Capítulo 5

[5.1] Φασί τινας ἐν Ἀχαΐᾳ τῶν ἐλάφων, ὅταν ἀποβάλωσι τὰ κέρατα, εἰς τοιούτους τόπους ἔρχεσθαι ὥστε μὴ ῥᾳδίως εὑρεθῆναι. Τοῦτο δὲ ποιεῖν διὰ τὸ μὴ ἔχειν ᾧ ἀμυνοῦνται, [831a] καὶ διὰ τὸ πονεῖν τοὺς τόπους ὅθεν τὰ κέρατα ἀπέβαλον. Πολλαῖς δὲ καὶ κισσὸν ἐπιπεφυκότα ἐν τῷ τῶν κεράτων τόπῳ ὁρᾶσθαι.