Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 30

Capítulo 30

[30.1] Ἐν δὲ Σκύθαις τοῖς καλουμένοις Γελωνοῖς φασὶ θηρίον τι γίνεσθαι, σπάνιον μὲν ὑπερβολῇ, ὃ ὀνομάζεται τάρανδος· λέγεται δὲ τοῦτο μεταβάλλειν τὰς χρόας τῆς τριχὸς καθ᾽ ὃν ἂν καὶ τόπον ᾖ.

[30.2] Διὰ δὲ τοῦτο εἶναι δυσθήρατον [καὶ διὰ τὴν μεταβολήν]· καὶ γὰρ δένδρεσι καὶ τόποις, καὶ ὅλως ἐν οἶς ἂν ᾖ, τοιοῦτον τῇ χροίᾳ γίνεσθαι. Θαυμασιώτατον δὲ τὸ τὴν τρίχα μεταβάλλειν· τὰ γὰρ λοιπὰ τὸν χρῶτα, οἶον ὅ τε χαμαιλέων καὶ ὁ πολύπους. Τὸ δὲ μέγεθος ὡσανεὶ βοῦς, Τοῦ δὲ προσώπου τὸν τύπον ὅμοιον ἔχει ἐλάφῳ.