Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 27

Capítulo 27

[27.1] Λέγεται δὲ ἐκ Σούσων εἰς Μηδίαν ἰοῦσιν ἐν τῷ δευτέρῳ σταθμῷ σκορπίων ἄπλετόν τι πλῆθος γίνεσθαι. Διὸ καὶ ὁ βασιλεὺς ὁ Περσῶν, ὅτε διοδεύοι, τρεῖς ἡμέρας ἔμενε, πᾶσι τοῖς αὐτοῦ συντάσσων ἐκθηρεύειν· τῷ δὲ πλείστους θηρεύσαντι ἆθλον ἐδίδου.