Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 155

Capítulo 155

[155.1] Λέγεται τὸν ἀγαλματοποιὸν Φεδίαν κατασκευάζοντα τὴν ἐν ἀκροπόλει Ἀθηνᾶν ἐν μεσότητι ταύτης τῆς ἀσπίδος τὸ ἑαυτοῦ πρόσωπον ἐντυπώσασθαι, καὶ συνδῆσαι τῷ ἀγάλματι διά τινος ἀφανοῦς δημιουργίας, ὥστ’ ἐξ ἀνάγκης, εἴ τις βούλοιτο αὐτὸ περιαιρεῖν, τὸ σύμπαν ἄγαλμα λύειν τε καὶ σνγχεῖν.