Capítulo 152
[152.1] Λέγεται περὶ τὰ Τύανα ὓδωρ εἶναι ὁρκίου Διός (καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον), οὗ πηγὴ ἀναδίδοται πάνυ ψυχρά. παφλάζει δὲ ὥσπερ οἱ λέβητες. Τοῦτο εὐόρκοις [846a] μὲν ἡδύ τε καὶ ἳλεων, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη. Ἀποσκήπτει γὰρ καὶ εἰς ὀφθαλμοὺς καὶ εἰς χεῖρας καὶ ες πόδας, ἁλίσκονταί τε ὑδέροις καὶ φθόαις· καὶ οὐδὲ πρόσθεν ἀπελθεῖν δυνατόν, ἀλλ’ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι, ὁμολογοῦντες ἃ ἐπιώρκησαν.