Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 144

Capítulo 144

[144.1] Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκόν, αἳ ὅταν κυνηγῶνται, ἀφιᾶσι τοιαύτην πνοὴν ὥστε τῶν κυνῶν τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ τῶν λοιπῶν θηρίων, ἀβρώτους τε ποιεῖν. Εὰν δέ τις καὶ βιάσηται καὶ ἐγγίση, ἀφιᾶσιν ἐκ τοῦ σπόματος φλέγμα πάμπολύ τι, ὡς ἔοικεν, ὃ προσφυσᾷ πρὸς τὰ πρόσωπα τῶν κυνῶν, ὡσαύτως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε καὶ ἀποπνίγειν καὶ ἀποτυφλοῦν.