Capítulo 128
[128.1] Λέγεται δὲ καὶ ἐν Ιλλυριοῖς τίκτειν τὰ βοσκήματα δὶς τοῦ ἐνιαυτοῦ, καὶ τὰ πλεῖστα διδυμοτοκεῖν, καὶ πολλὰ τρεῖς ἢ τέσσαρας ἐρίφους τίκτειν, ἕνια δὲ καὶ πέντε καὶ πλείους, ἔτι δὲ γάλακτος ἀφιέναι ῥᾳδίως τρία ἡμίχοα. Λέγουσι δὲ καὶ τὰς ἀλεκτορίδας οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἅπαξ τίκτειν, ἀλλὰ δὶς ἢ τρὶς τῆς ἡμέρας.