Aphorismo 86 (12b16)
Grego
[12b16] Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν· οὐ γὰρ λέγεται αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου. Ἡ γὰρ ὄψις οὐκ ἔστι τυφλότητος ὄψις, οὐδ᾿ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται. Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης [12b20] λέγοιτ᾿ ἂν τυφλότης ὄψεως, ἀλλὰ στέρησις μὲν ὄψεως ἡ τυφλότης λέγεται, τυφλότης δὲ ὄψεως οὐ λέγεται. Ἔτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται, ὥστε καὶ ἡ τυφλότης εἴπερ ἦν τῶν πρός τι, ἀντέστρεφεν ἂν κἀκεῖνο πρὸς ὃ λέγεται. Ἀλλ᾿ οὐκ ἀντιστρέφει· οὐ γὰρ λέγεται ἡ ὄψις [12b25] τυφλότητος ὄψις.
Português
[86] [12b16] Que a privação e a effectividade não são entre si oppostos como relativos, he evidente; pois que de nenhuma dellas se diz que o que ella he, o he da sua opposta [e82].