Pular para o conteúdo

Categorias (Grego–Português)

Aristóteles · Aphorismo 48 (6a26)

Aphorismo 48 (6a26)

Grego

[6a26] Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. Ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον τε καὶ ἄνισον λέγεται, οἷον σῶμα καὶ ἴσον καὶ ἄνισον λέγεται, καὶ χρόνος καὶ ἴσος καὶ ἄνισος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων [6a30] τῶν ῥηθέντων ἕκαστον ἴσον τε καὶ ἄνισον λέγεται. Τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ᾿ ὅμοιον. Ὥστε τοῦ ποσοῦ μάλιστα [6a35] ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.

Português

[48] [6a26] O que he principalmente particular ás quantidades, he o dizerem-se iguaes ou desiguaes [e44].