Pular para o conteúdo

Categorias (Grego–Português)

Aristóteles · Aphorismo 40 (3b33)

Aphorismo 40 (3b33)

Grego

[3b33] Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία ([3b35] τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ᾿ ὅτι ἑκάστη οὐσία τοῦθ᾿ ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον. Οἷον εἰ ἔστιν αὐτὴ ἡ οὐσία ἄνθρωπος, οὐκ ἔσται μᾶλλον καὶ ἦττον ἄνθρωπος, οὔτε αὐτὸς ἑαυτοῦ οὔτε ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ [4a] τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλόν ἐστι καὶ ἧττον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καλὸν καὶ ἧττον λέγεται. Καὶ αὐτὸ δὲ αὑτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν εἶναι λέγεται νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον [4a5] θερμὸν καὶ ἧττον λέγεται. Ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐδέν, ὅσα ἐστὶν οὐσίαι. Ὥστε οὐκ ἂν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον.

Português

[40] [3b33] Parece outrosim que as essencias não são susceptiveis de mais nem de menos [e38].