Pular para o conteúdo

Κατηγορίαι

Aristóteles · Capítulo 15

Capítulo 15

[15.1] Τὸ δὲ ἔχειν κατὰ πλείονας τρόπους λέγεται. Ἢ γὰρ ὡς ἕξιν καὶ διάθεσιν ἢ ἄλλην τινὰ ποιότητα· λεγόμεθα γὰρ καὶ ἐπιστήμην τινὰ ἔχειν καὶ ἀρετήν. Ἢ ὡς ποσόν, [15b20] οἷον ὃ τυγχάνει τις ἔχων μέγεθος· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν ἢ τετράπηχυ. Ἢ ὡς τὰ περὶ τὸ σῶμα, οἷον ἱμάτιον ἢ χιτῶνα. [15.2] Ἢ ὡς ἐν μορίῳ, οἷον ἐν χειρὶ δακτύλιον. Ἢ ὡς μέρος, οἷον χεῖρα ἢ πόδα. Ἢ ὡς ἐν ἀγγείῳ, οἷον ὁ μέδιμνος τοὺς πυροὺς ἢ τὸ κεράμιον τὸν οἶνον· οἶνον [15b25] γὰρ ἔχειν τὸ κεράμιον λέγεται, καὶ ὁ μέδιμνος πυρούς· ταῦτ᾿ οὖν πάντα ἔχειν λέγεται ὡς ἐν ἀγγείῳ. Ἢ ὡς κτῆμα· ἔχειν γὰρ οἰκίαν ἢ ἀγρὸν λεγόμεθα.

[15.3] Λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ ἄνδρα· ἔοικε δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν· οὐδὲν γὰρ ἄλλο τῷ ἔχει γυναῖκα [15b30] σημαίνομεν ἢ ὅτι συνοικεῖ.

[15.4] Ἴσως δ᾿ ἂν καὶ ἄλλοι τινὲς φανείησαν τοῦ ἔχειν τρόποι· οἱ δὲ εἰωθότες λέγεσθαι σχεδὸν ἅπαντες κατηρίθμηνται.