Livro 3
3. Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς διαλόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντός. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, [4] [5.1] ἔλεγχος, ψεῦδος, παράδοξον, σολοικισμός, πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον· τὸ δέ ἐστι τὸ πολλάκις ἀναγκάζεσθαι τὰ αὐτὰ λέγειν. ὃ δὲ διὰ πάσης τῆς πραγματείας ἰσχυριζόμεθα, καὶ νῦν προδιαστείλασθαι ἀναγκαῖον, | ὡς οὐδὲν κατ’ ἀλήθειαν τούτων ὃ λέγεται καὶ ἔστιν· οὔτε γὰρ [5.5] ὁ ἔλεγχος ἔλεγχος ἢ τὸ ψεῦδος ψεῦδος καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἀλλ’ ἢ τῷ φαίνεσθαι καὶ δοκεῖν τούτων ἕκαστον. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον σολοικίζειν ποιεῖν· σολοικισμὸς δὲ ἐνταῦθα οὐχ ὁ κατὰ τὴν τοῦ λόγου σύνταξιν καὶ παρὰ γραμματικοῖς, ἀλλὰ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον κατὰ μεταλλαγὴν γένους ἢ πτώσεως· καὶ τελευταῖον τὸ πλεονάκις τὰ αὐτὰ λέγειν καὶ ἀδολεσχεῖν.