Livro 27
27. τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένω μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἄν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, [60.15] οἷον εἰ δέοι λαβεῖν ἄψυχόν τι ζῶον καὶ ἐρωτᾷ, εἰ τὸ βιβλίον διδάσκει, οὐ δεῖ σε συγχωρεῖν τὴν ἀρχήν· λαβὼν γὰρ συμπερανεῖ, εἴπερ τὸ διδάσκον ἔμψυχον καὶ ἄνθρωπος· ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἄφθαρτος. ἀλλ’ εἰ μὲν ᾖ δῆλον, οὕτως ἀποκρίνεσθαι χρή· ἄν δὲ λαβὼν τὸ ἐν ἀρχῇ συλλογίσηται τὴν ἀντίφασιν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων, εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον τὴν μέμψιν ὡς οὐ καλῶς διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. ἔτι ῥητέον ὡς δέδοται οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων ἔχει.