Anonymi in Aristotelis Sophisticos Elenchos paraphrasis
Livro pr
[1.1] Οὐκ αὐτόθεν τοῖς φιλοσοφοῦσι τὸ περὶ τὴν σοφιστικὴν πραγματεύεσθαι, ὅτι μηδὲ προύργου τοῖς θεωροῦσι τὸ ἀληθὲς ἡ τοῦ ψεύδους εὕρεσις καὶ κατάληψις, ἀλλ’ ὥσπερ τοῖς κατὰ τὴν ἰατρικὴν οὐκ ἀπέχρησε περὶ ὑγείας [1.5] καὶ ὑγιεινῶν εἰποῦσι παραλιπεῖν ὅ τι νόσος καὶ ἀφ’ ὧν αἰτίων πρόεισιν οὐ γὰρ ἀσφαλῶς εἶχε πολλῶν πρὸ τῶν ὠφελούντων διὰ τὴν ἄγνοιαν περι- πιπτόντων τοῖς χείροσιν ὡς μᾶλλον προβεβλημένοις καὶ μᾶλλον ἀπαντῶσι κατὰ τὴν αἴσθησιν· ἔστι δ’ ἃ καὶ τῶν δηλητηρίων καὶ φθοροποιῶν ἐπὶ τὸ εὖ τῇ τέχνῃ προσείληπται), οὕτω κἀνταῦθα. τῷ γὰρ τὴν τῶν ὄντων ἐπιστήμην ζητοῦντι μᾶλλον ἂν τοῦ ἀληθοῦς ἡ τεῦξις καὶ ἔγγιον, καθ’ ὅσον ἄν ἐκποδὼν ἀπάτη καὶ ψεῦδος γένοιτο. τοῦτο δὲ τῷ εἰδέναι· λάθοι γὰρ ἄν τις ἀγνοῶν ἀντὶ τοὐ ἀληθοῦς τῆς ἀπάτης ἐχόμενος. καὶ δὴ τούτοις ἄν καὶ τοὺς ἐπ’ αὐτὸν χρωμένους ὡς εἰδὼς ἀποκρούσαιτο, τό τε περὶ πάντα γεγυμνάσθαι οὐκ ἄχρηστόν ἐστιν. ἐπεὶ δὲ σοφίαν | μὲν ἐπιστήμην τῆς ἐν [1.15] τοῖς οὖσιν ἀληθείας τιθέμεθα, τὸ δὲ δι’ ἀπόδειξιν, ἀπόδειξις δὲ συλλο- γισμὸς τοιόσδε τις, εἴη ἂν δήπου καὶ ἔλεγχος ἀληθὴς ὁ τῇ ἀποδείξει σύστοιχος καὶ ἑπόμενος καὶ βοηθῶν κἀκ τῶν ἀντικειμένων τὸ αὐτὸ αὐτῇ περαινόμενος. οὗτος δὲ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα ἃ δὴ προσ- διοριζόμεθα, ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν. πρὸς γὰρ τὸν ἐνιστάμενον ἐπὶ τὸ ἀποδεικτικῶς συναγόμενον τὸ τοῦ ἀληθοῦς συμπεράσματος λαμβάνοντες ἀντικείμενον καὶ μίαν τῶν κειμένων προτάσεων συνήγομέν τι ἄτοπον καὶ ἀδύνατον, ἐξ ὧν αὐτὸς ἔδωκεν, ὡς ἐντεῦθεν τὸ πρότερον συνεισάγεσθαι καὶ τὰς ἀποδείξεις ἐρρῶσθαι. ὅσαι δὲ κατ’ εὐθεῖαν [1] [2.1] ἀποδείξεις, τοσαῦται καὶ εἰς ἀδύνατον. εἰ δ’ αὗται ἄπειροι τῷ ἀεὶ ἐπιστήμας γίνεσθαι, εἰ τὸ πᾶν ἀίδιον, κἀκεῖναι. ὥστε οὐκ ἄν εἴη πραγματεία περὶ τῶν ἀληθινῶν ἐλέγχων· δεήσει γὰρ πρότερον τῶν ἐπιστημῶν ἁπάσας ἔχειν, ὡς καὶ προιοῦσι φανήσεται.
Livro 1
[2.5] 1. Περὶ μέντοι τῶν σοφιστικῶν καὶ τῶν φαινομένων μὲν ἐλέγχων, τῶν δὲ παραλογισμῶν καὶ οὐκ ἐλέγχων, ἐπεὶ κατ’ εἴδη πεπέρανται καὶ μίαν ἐπιστήμην τὴν διαλεκτικὴν ὑποδύονται, λέγομεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. καίτοι γε ἄλλως δήπου καὶ τὸ ψεῦδος ἄπειρον· ἀπείρως γὰρ ὁ προστυχὼν ἀπατηθήσεται, καὶ εἰς ὅσα ἀληθεύομεν, καὶ ψευσαίμεθα· ἐναντία γάρ, ἴσα | δὲ ταυτὶ καὶ ἀντίρροπα. ὥστε οὐδὲ περὶ αὐτῶν πάντων εἰπεῖν προεθέμεθα ἀλλὰ περὶ μόνων ὧν προειρήκαμεν τῶν διαλεκτικῶν. ὅτι μὲν οὖν οἱ μέν εἰσι συλλογισμοί, οἱ δὲ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται κομμώσαντες ἑαυτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ κασσιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τὸν αὐτὸν δὴ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν τῶν προσδιαλεγομένων· οἱ γὰρ ἄπειροι ὥσπερ ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν γὰρ συλλογισμός, εἴπερ καὶ μέμνησθε διορισαμένων τοῦτον ἡμῶν, λόγος ἦν, ἐν ᾧ τεθέντων τινῶν εἴτ’ οὖν ὁμολο- γηθέντων ταῦτα δὲ αἱ προτάσεις) ἕτερόν τι τῶν κειμένων τοῦτο δὲ τὸ συμπέρασμα) συνέβαινε τῷ ταῦτα εἶναι, τὸ δὲ τῷ ταῦτα εἶναι διὰ τὸ μηθὲν ἔξωθεν δεῖσθαι πρὸς τὸ συναγαγεῖν τὸ συμπέρασμα· ἔλεγχος δὲ ὡς ἀνωτέρω συλλογισμὸς μετ’ ἀντιφάσεως τοῦ συμ|περάσματος. οἱ δὲ σοφισταὶ τοῦτο ποιοῦσι μὲν οὔ οὔτε γὰρ ἀληθῶς συλλογίσαιντ’ ἄν οὗτ’ ἐλέγξαιεν), δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος αὐτοῖς εὐφυέστατος καὶ δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστι διαλεγομένους φέ- ρειν αὐτὰ καθ’ αὑτὰ τὰ πράγματα, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις. τὸ δὲ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, εἴπερ καὶ ἐξ ἀρχῶν πεπερασμένων τῶν εἴκοσι τεσσάρων στοιχείων, τὰ δὲ πράγματα διὰ τὸ ἀεὶ γίνεσθαι τῷ ἀριθμῷ ἄπειρα. ἀνάγκη οὖν πλείω τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν. ὥσπερ οὖν ἐκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν μηδὲ ψηφολογεῖν ἐπαΐοντες αὐτοί τε ὑπ’ αὐτῶν καὶ ὑπὸ τῶν ἐπιστημόνων καὶ ψηφηφορικῶν παρακρούονται [2] [3.1] λάθοι γὰρ ἄν τῷ τάχει τῆς μεταθέσεως, εἰ τοῖς δακτύλοις τοὺς ἀριθμοὺς ἐπισημαίνοι ὁ τῆς λογιστικῆς ἔμπειρος δανειστὴς ἀπατήσας καὶ ζημιώσας τὸν λαμβάνοντα ἀμαθῶς ὁρῶντα καὶ προσομολογοῦντα), τὸν αὐτὸν δήπου τρόπον καὶ ἐπὶ τῶν. λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι καὶ τοῦ ποσαχῶς ἕκαστον λέγεται παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν | καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ. ἐπεὶ δ’ ἐστὶ τισὶ μὲν πρὸ ἔργου δοκεῖν μᾶλλον εἶναι σοφοῖς ἢ εἶναι καὶ μὴ δοκεῖν ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δὲ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ’ οὐκ οὔσης, οἷον ἐν τοῖς ἀρχαίοις Γοργίας Ἱππίας Πρωταγόρας καὶ Πρόδικος), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοὐ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. οὐ μέντοι γε κατὰ τὰ αὐτὰ καὶ οἱ φιλοσοφοῦντες ὀρθῶς, ἀλλ’ ὡς πρὸς μόνον τὸ ἀληθὲς ὁρῶντες ἄνευ ἀπάτης τὰς πρὸς ἀλλήλους διαλέξεις καὶ συνουσίας ποιήσονται. ἔστι γὰρ ὡς εἰπεῖν ἓν πρὸς ἓν ἔργον τοῦ ἐπιστημονικῶς διαλεγομένου καὶ περὶ ἕκαστον ἀκριβῶς εἰδότος· ἐπεὶ γὰρ ἢ ἐρωτᾷ ἢ ἀποκρίνεται, καὶ ἀμφότερα ὀρθῶς, δεήσει ἐρωτῶντα μὲν οἷς ἐρωτᾷ ἀψευδεῖν καὶ περὶ ὧν ὡς εἰδὼς προτείνεται, ἀποκρινόμενον δὲ δύνασθαι ἐμφανίζειν τὸν ψευδόμενον. ταῦτα δέ ἐστι τὸ μὲν ἐν τῷ δύνασθαι λαμβάνειν λόγον, τὸ δὲ ἐν τῷ δοῦναι, καὶ τὸ μὲν ὀρθὴ ἐρώτησις τὸ δὲ ὀρθὴ ἀπόκρισις. ἀλλ’ ὅπερ ἐλέγομεν, ὡς ἀνάγκη τοῖς βουλομένοις σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν· πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι οὗ τυγχάνουσι την προαίρεσιν ἔχοντες·
Ὅτι μὲν οὖν ἐστί τι τοιοῦτον λόγων γένος καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὗς καλοῦμεν | σοφιστάς δῆλον. πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε καὶ ποῖα καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην λέγομεν.