Capítulo 2
[2.1] Καὶ ποῖαι δόξαι ἤτοι ὑπολήψεις, ἤτοι καὶ ποίαν ὑπόληψιν ἔχοντες περὶ τοῦ λέγοντος οἱ δικασταὶ ἢ πρὸς οἶκτον κινοῦνται ἢ πρὸς ὀργὴν ἢ πρὸς φόβον καὶ πιστεύουσι καὶ τῷ λέγοντι κατ’ αὐτοῦ. [155] προτάσεις δὲ λέγει τὰ ἐνθυμήματα. τὰ γὰρ ἐνθυμήματα ὥρμηνται ἐκ τούτων ἤτοι τοῦ δικαίου, τοῦ καλοῦ, τοῦ συμφέροντος, καὶ περὶ τὰ αὐτὰ στρέφονται, ἤτοι δίκαιον, καλόν, συμφέρον. [b 20] περὶ ἕκαστον γένος ἤτοι εἶδος τῶν λόγων, τοῦ τε δικανικοῦ φημι καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ, πλὴν ἰδίᾳ καὶ ἰδίᾳ μέλλω θεωρεῖν τὸ καλὸν καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον τὸ ἐν τῷ συμβουλευτικῷ καὶ ἰδίᾳ τὸ καλὸν καὶ τὸ δίκαιον τὸ ἐν τῷ δικανικῷ καὶ ἰδίᾳ τὸ ἐν τῷ πανηγυρικῷ· καὶ γὰρ οἱ ἀκροαταὶ κρίνουσι καὶ τὰς συμβουλὰς ἐπὶ τοῦ συμβου λευτικοῦ· ἀλλὰ καὶ ἡ δίκη ἤτοι τὸ δικανικὸν ἐν κρίσει ἐστί. [b 22] δεῖ μὴ μόνον θαρρεῖν εἰς τὸ πείθειν, εἰ ὁ λόγος ἤτοι ὁ δικανικὸς ἢ ὁ συμβουλευτικὸς ἢ ὁ πανηγυρικὸς ἀποδεικτικός ἐστι καὶ ἰσχυρός, ἀλλὰ κατασκευάζειν καὶ δεικνύειν καὶ ἑαυτὸν ποιόν τινα ἤτοι ἀγα θὸν καὶ φιλαλήθη καὶ εὔνουν τῇ πόλει καὶ τὸν κριτὴν ποιὸν ἤτοι εἰς ὀργὴν κινῆσαι κατὰ τοῦ ἀντιδίκου ἢ οἶκτόν σου λαβεῖν· εἰ γὰρ λόγος ἐστὶν ἰσχυρός, πονηρὸς δὲ δοκεῖ τοῖς ἀκροαταῖς, οὔπω ἰσχύσεις πεῖσαι τὸν κριτὴν πιστεῦσαί σοι ἢ τοὺς ἀκροατὰς ὡς ἐχθρῷ ἢ τῇ πόλει ἢ τῷ ἀντιδίκῳ. [b 25] πολὺ γὰρ διαφέρει καὶ συμβάλλεται εἰς πίστιν τὸ δεικνύειν ἑαυτὸν ποιόν τινα ἢ τὸν κριτήν, κυρίως μὲν καὶ πρώτως ἐν ταῖς συμ βουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις ἤτοι τῷ δικανικῷ τό τε φαίνε σθαι τὸν λέγοντα ποιόν τινα ἤτοι εὔνουν ἢ ἀγαθὸν ἢ πονηρὸν καὶ τὸ τοὺς κριτὰς ὑπολαμβάνειν ἔχειν αὐτὸν τὸν λέγοντά πως ἤτοι διακεῖσθαι ἢ ἐχθρωδῶς ἢ φιλίως καὶ ἀγαθῶς πρὸς αὐτοὺς τοὺς κριτάς. [156] [b 28] πρὸς δὲ συμβάλλεται εἰς πίστιν, καὶ ἐὰν αὐτοὶ οἱ ἀκροαταὶ τυγχάνωσι διακείμενοί πως πρὸς αὐτόν· ἢ γὰρ οἰκτείρουσιν αὐτὸν ἢ ὀργίζονται κατ’ αὐτοῦ καὶ διὰ τοῦτο οὐκ ἄν ποτε αὐτῷ πιστεύσωσι. [b 30] τὸ δὲ διακεῖσθαί πως τὸν ἀκροατὴν ἤτοι ἢ ὀργίλον κατὰ τοῦ λέγον τος ἢ περίφοβον ἢ φιλίως συμβάλλεται εἰς τὸ δικανικόν. [157] ἀλλ’ ἢ τὸ παράπαν ἕτερα, οἷον εἰ ὁ κριτὴς ἐχθρός ἐστι τοῦ λέγοντος, κἂν δικαίως τι λέγῃ, ἄδικον τοῦτο φαίνεται τῷ κριτῇ, ἢ κατὰ μέγεθος, ἤγουν ἢ εἰ μέγα δίκαιόν ἐστι, νομισθήσεται τοῦτο μικρόν· ὥσπερ πάλιν, εἰ ἀγα θὸς δοκεῖ τῷ κριτῇ καὶ φιλεῖται αὐτῷ, κἂν ἄδικόν τι λέγῃ ὁ δικαζόμενος, ἕτερον τοῦτο νομίζεται τῷ δικάζοντι ἤτοι δίκαιον ἢ κατὰ μέγεθος ἕτερον, ἤτοι ἢ κἂν μικρὸν ἦ ὃ λέγει δίκαιον, μέγα τοῦτο νομίζεται τῷ φιλοῦντι δικαστῇ. [a 1] τῷ γὰρ φιλοῦντι τὸν ἄνθρωπον, περὶ οὗ ποιεῖται τὴν κρίσιν ἤτοι περὶ οὗ κρίνει, ἢ οὐκ ἀδικεῖν δόξει ὅλως αὐτὸν ἢ μικρὰ ἀδικήσει, εἰ δὲ μισεῖ ὁ κριτὴς τὸν λέγοντα, μεγάλως ἀδικήσει. [a 3] καὶ τῷ μὲν ἐπιθυμοῦντι κτήσασθαί τι καὶ ἐλπίζοντι τοῦτο λα βεῖν, εἰ καὶ τοῦτο, ὃ ἐλπίζει λαβεῖν, ἡδὺ δοκεῖ αὐτῷ, φαίνεται τοῦτο τῷ ἐπιθυμοῦντι αὐτῷ καὶ ἔσεσθαι ἤτοι προσγενέσθαι καὶ κτηθῆναι αὐτῷ καὶ ἀγαθὸν ἔσεσθαι· τῷ δὲ ἀπειθεῖ ἤτοι τῷ μισοῦντί τι τοὐναντίον, ἤτοι οὐδὲ ἐλπίζει τοῦτο κτηθῆναι αὐτῷ ποτε. [a 8] τὸ ἔξω τῶν ἀποδείξεων ἀντὶ τοῦ χωρὶς τῶν ἀποδείξεων. [a 9] ἢ διὰ ταῦτα πάντα διαψεύδονται ⟨ἢ διὰ τούτων τι⟩, ἤτοι εἰ μὴ πάντα ταῦτα ἔχει, ἤτοι καὶ ἀρετὴν καὶ φρόνησιν καὶ εὔνοιαν, ἀλλ’ ἐν ἀπ’ αὐτῶν λείψει, οὐ τὰ ἀληθῆ ὁ ῥήτωρ οὗτος ἐρεῖ· κἂν γὰρ ἐνάρετος ᾖ καὶ εὔνους, οὐ φρόνιμος δέ, δι’ ἀφροσύνην οὐκ ὀρθῶς ἐρεῖ· ἢ δοξάζουσι μὲν καὶ νοοῦσιν ὡς φρόνιμοι τὸ ἀληθές, διὰ δὲ μοχθηρίαν καὶ πονηρίαν οὐ δοκοῦσι λέγειν τὰ ἀληθῆ ὑποπτεύονται γὰρ τοῖς ἀκροαταῖς ὡς πονηροὶ καὶ φυλάττονται. [a 12] ἢ φρόνιμοι μέν εἰσι καὶ ἐπιεικεῖς ἤτοι ἀγαθοί, ἀλλ’ οὐκ εὐνόητοι τῇ πόλει, καὶ διὰ τοῦτο ἐνδέχεται καὶ εἰκός ἐστιν αὐτούς, κἂν γινώσκωσι τὸ ἀληθές, μὴ συμβου λεῦσαι αὐτό. [a 17] ἐκ τῶν περὶ τὰς ἀρετὰς διῃρμένων ἢ ἐν ταῦθα ἢ ἐν τοῖς Ἠθικοῖς. [a 18] ἐκ τῶν αὐτῶν γὰρ τόπων ὁρμώ μενός [158] τις καὶ ἑαυτὸν δείξει ἀγαθὸν καὶ ἕτερον. [a 20] τὰ δὲ πάθη, καθ’ ἃ μεταβάλλοντες καὶ ἀλλοιούμενοι οἱ ἀκροαταὶ καὶ οἱ κριταὶ πρὸς τὰς κρίσεις διαφέρουσιν ἤτοι οὐκ ὀρθῶς ἀποφαίνονται, ταῦτά εἰσιν, οἷς ἕπεται λύπη καὶ ἡδονή. [a 25] καὶ ἐπὶ ποίοις πράγμασιν ὀργί ζονται·[159] εἰ γὰρ τὸ μὲν ἓν ἀπὸ τούτων τῶν τριῶν ἔχοιμεν ἢ τὰ δύο, τὸ δὲ ἕτερον οὐκ ἔχοιμεν, οὐκ ἂν ὀργισθῶμεν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἤτοι καὶ ἐλέους καὶ φόβου τρία εἰσί, καθ’ ἅ τις παρακινεῖται πρὸς φόβον ἢ ἔλεον. [a 28] ὥσπερ οὖν διεγράψαμεν καὶ διετυπώσαμεν τὰς προ τάσεις ἐπὶ τῶν εἰρημένων, οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν ποιήσωμεν καὶ διέλωμεν ταῦτα, ἐν τίσι καὶ ποίοις θεωροῦνται.
[2.2] Ἔστω δὴ ὀργὴ ὄρεξις τιμωρίας φαινομένης ἤτοι φανερᾶς μετὰ λύπης· λυπηθεὶς γὰρ ὁ ὀργιζόμενος ὥρμησεν εἰς τὸ τιμωρῆσαι τὸν λυπήσαντα, ἐλυπήθη δὲ διὰ τὸ ὀλιγωρηθῆναι καὶ καταφρονηθῆναι μὴ προσηκόντως ἢ αὐτὸς ἤ τις τῶν αὐτοῦ οἷον συγγενὴς ἢ φίλος. πρόσ κειται δὲ τὸ [a 31] φαινομένης, διότι εἰ τιμωρήσει τὸν λυπήσαντα, ἀγνοεῖ δὲ οὗτος, ὅτι παρ’ αὐτοῦ ἐτιμωρήθη, ὅν ποτε ἐλύπησεν. [a 33] εἰ δὲ ὀργή ἐστι τοῦτο, ὁ ὀργιζόμενος ὀργίζεταί τινι μερικῷ, οἷον τῷ Κλέωνι, ἀλλ’ οὐ τῷ τυχόντι ἀνθρώπῳ, διότι πεποίηκε καὶ ἔβλαψέ τινα τῶν αὐτοῦ ἢ αὐτὸν ἢ ἔμελλε βλάψαι· ὁ δὲ ὀργιζόμενος ἐλπίζων τιμωρῆσαι τὸν λυπήσαντα ἥδεται. ὅτι δὲ τῇ ὀργῇ καὶ ἡδονὴ ἕπεται, δηλοῖ καὶ Ὅμηρος ἐπὶ τοῦ Ἀχιλλέως λέγων περὶ τοῦ θυμοῦ [b 5] “ὅς τε πολὺ γλυκίων μέλιτος” ἀκολουθεῖ γοῦν ἡδονή τις διά τε τοῦτο ἤτοι τὸ ἐλπίζειν τιμωρῆσαι καὶ ὅτι διατρίβουσι τῇ διανοίᾳ ἐν τῷ τιμωρεῖσθαι, ἤτοι εὐφραίνεται καὶ † γὰρ ἀναλογιζόμενος ἐν τῇ διανοίᾳ καὶ οἷον ὑποτυπῶν, ὅπως αὐτὸν κατέχει ἐκ τῶν τριχῶν καὶ κολάζει. τὸ γοῦν φαντάζεσθαι ἐν τῇ διανοίᾳ, πῶς δεσμεῖ τὸν λυπήσαντα καὶ μαστιγοῖ, ἡδονὴν ποιεῖ· ὥσπερ ἥδεται καὶ εἴ τις ἐν ὕπνοις ὁρᾷ, ὅτι εὗρε θησαυρόν. [b 10] ὀλιγωρία δέ ἐστιν ἐνέργεια δόξης ἤτοι τὸ δοξάζειν ἐνέργειαν, ὅτι τόδε οὐδενὸς δοκεῖ ἄξιον. καὶ γὰρ τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἤγουν καὶ τὸν δυνάμενον ὠφελῆσαι καὶ τὸν δυνάμενον βλάψαι ἀξιοῦμεν τιμῆς καὶ σπουδῆς. ὅσα δὲ μηδὲν ἢ πάνυ μικρά, ἤτοι ὅσοι μήτε δύνανται ὠφελῆσαι μήτε βλάψαι ἢ δύνανται μικρὰ ὠφελῆσαι καὶ μικρὰ βλάψαι, ὀλιγωροῦνται καὶ καταφρονοῦνται παρ᾽ ἡμῶν. [b 14] ἔστι δὲ καὶ ὁ ἐπηρεασμὸς ὀλιγωρία· ἔστι δὲ οὗτος [b 18] ἐμποδισμὸς ταῖς βουλήσεσιν, οἷον εἰ Σωκράτης βούλεται ἀπελθεῖν εἰς τὸ δικαστήριον ἀπολογηθησόμενος, συμφωνήσας λίτρας χρυσίου κατα βαλέσθαι τρεῖς, εἰ μὴ παραβάλοι κατὰ τὴν δεῖνα ἡμέραν, εἶτα ἐλθούσης [160] τῆς ἡμέρας ἐμποδίζεται παρ’ ἐμοῦ ὥστε παραβαλεῖν εἰς τὸ δικαστήριον, οὐχ ἵνα αὐτῷ γένηται καὶ ἐμοὶ κέρδος τι καὶ ὠφέλεια ἐκ τοῦ μὴ ἀπελθεῖν ἐκεῖνον ἐκεῖ, ἀλλ’ ἵνα μὴ ἐκείνῳ τῷ Σωκράτει ὠφέλειά τις γένη ται. ἀρξάμενος ἀπὸ τοῦ [b 10] ἐπεὶ δὲ ἡ ὀλιγωρία καὶ ἐπεμβαλὼν μεταξύ, εἶτα ποιήσας ἐπανάληψιν εἰπὼν [b 19] ἐπεὶ οὖν οὐχ ἵνα τι αὐτῷ, τί ἀπέδωκεν εἰς τὸ ὀλιγωρεῖν; δῆλον γοῦν, ὅτι δ’ αὐτὸ ἐπηρεάζει τὸν Σωκράτην, διότι οὔτε ὑπολαμβάνει αὐτὸν δυνατὸν βλάψαι οὔτε δυνά μένον ὠφελῆσαι οὐδὲ ἄξιον λόγου ἤτοι ἀξιόλογόν τι καὶ μέγα· εἰ γὰρ ἠπίστατο αὐτὸν κανὸν ὠφελῆσαι μεγάλα, ἐφρόντιζε φίλος εἶναι αὐτοῦ.[b 22] ἀλλὰ καὶ ὁ ὑβρίζων ὀλιγωρεῖ. ὕβρις δέ ἐστι τὸ λάπτειν τὸν λυπήσαντα ἐπὶ τοῖς πράγμασιν ἐκείνοις, ἐφ’ οἷς ἕπεται τῷ πάσχοντι αἰσχύνη ἀλλ’ οὐ ζημία, οὐχ ἵνα τι ἄλλο αὐτῷ γένηται, ἤτοι οὐχ ἵνα ὠφεληθῇ, ἢ ὅτι ἐγένετο ἤτοι ὠφελήθη, ἀλλ’ ὅπως μόνον εὐφρανθῇ· [b 25] οἱ γὰρ ἀντιποιοῦντες ἤτοι οἱ σπουδάζοντες ἀντιτιμωρῆσαι τὸν τιμωρήσαντα, οἷον εἰ ἐβλάβην παρά τινός τι, εἷτα μετὰ λαοῦ κατ’ ἐκείνου χωρήσω, οὐχ ὑβρίζειν αὐτὸν λέγομαι ἀλλὰ τιμωρεῖν. εὐφραίνονται δὲ οἱ ὑβρίζοντες, διότι κακῶς δρῶντες τοὺς λυπήσαντας οἴονται ὑπερέχειν αὐτῶν. [b 28] διὰ τοῦτο καὶ οἱ νέοι εἰσὶν ὑβρισταί, ἵνα ἐκ τοῦ ὑβρί ζειν ὑπερέχειν δοκῶσι· τὸ γὰρ ἄξιον μηδενὸς οὔτε ὡς καλὸν τιμᾶται οὔτε ὡς ἀγαθόν. [b 31] διὸ καὶ ὁ Ἀχιλλεὺς ὀργιζόμενος λέγει διὰ τὸν Ἀγαμέμνονα “ἠτίμη|σεν· ἑλὼν γὰρ ἔχει τὸ γέρας” καὶ οὕτως [161] με τίμησεν, “ὡς εἴ τινα μετανάστην,” ὡς διὰ ταῦτα ὀργιζὀμενος ἤτοι τὴν ἀτιμίαν. [b 34] οἴονται δὲ οἱ ἄνθρωποι πολυωρεῖσθαι καὶ ὑπερέχειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, οἷον εἰ οἱ μὲν εὐγενεῖς, οἱ δὲ δυσγενεῖς. κατὰ δύναμιν καὶ οἱ δυνατοὶ καὶ ἀνδρεῖοι θέλουσι τιμᾶσθαι παρὰ τῶν ἀδυνάτων. κατὰ ἀρετὴν οἱ ἐνάρετοι θέλουσι τιμᾶσθαι παρὰ τῶν μὴ τοιούτων, οἷον ὁ πλούσιος ὑπερέχει τοῦ πένητος ἐν χρήμασι, καὶ ὁ οἰόμενος αὑτὸν ἄξιον τοῦ ἄρχεν ζητεῖ τιμᾶσθαι παρὰ τῶν ἀξίων ἄρχεσθαι. διὰ τούτων γὰρ εἴρηκε τὸ [162] “ἀλλά γε καὶ μετόπισθεν ἔχουσι κότον, ὄφρα τελέσσῃ”, διότι ἀγανακτοῦσιν ὡς ὑπερέχοντες καὶ διὰ τοῦτο μὴ θέλοντες καταφρονεῖσθαι. [a 6] ἔτι ὀργί ζειαί τις καὶ εἰ καταφρονεῖται ὑφ’ ὧν οἴεται δεῖν εὖ πάσχειν, διότι [163] αὐτοὺς εὐηργέτησεν ἢ αὐτὸς ἢ ἕτερός τις δι’ αὐτὸν ἢ βούλεται εὐεργετῆσαι.[a 10] αὐτοὶ μὲν ὀργίζονται, ὅταν λυπῶνται. ἐάν τε οὖν τις ἀντι κρούῃ τινὰ ἢ κατ’ εὐθυωρίαν ἤτοι φανερῶς καὶ ἀμέσως, † ἢ γὰρ φανε ρῶς κωλύει τὸν διψῶντα πιεῖν, ἐάν τε μή, ὁμοίως, ἤτοι ἐάν τε μὴ φανερῶς κωλύῃ τὸν διψῶντα πιεῖν, ἀλλ’ ἐκ πλαγίου οὐ κωλύει μὲν τὸν διψῶντα, θολοῖ δὲ τὴν κρήνην, ταὐτόν ἐστιν. [a 13] ὀργίζεταί τις καὶ ἐάν τις ἀντιπράττῃ αὐτῷ ἢ εἰ οὐ συμπράττει καὶ βοηθεῖ, καὶ ταῦτα βοηθεῖν δυνάμενος ἐν τῷ τοιούτῳ καιρῷ, ὅταν βοηθείας ἔχρῃζον· καὶ ἂν ἐνοχλῇ τι ἄλλο ἔχον οὕτως ἤτοι τοιοῦτόν τι, ὀργίζεται πᾶσι τούτοις ἤτοι καὶ τοῖς συμπράττουσι καὶ τοῖς ἀντιπράττουσι. [a 17] μάλιστα μὲν ὀργίζεται πρὸς τοὺς ὀλιγωροῦντας τοῦ παρόντος, οἷον ὁ κάμνων καὶ νοσῶν ὀργίζεται ⟨τοῖς⟩ πρὸς τὴν νόσον, οἷον τοῖς δυναμένοις βοηθεῖν καὶ θεραπεῦσαι τὴν νόσον καὶ μὴ ποιοῦσι τοῦτο. καὶ ὁ πενόμενος ὀργίζεται τοῖς πρὸς τὴν πενίαν ἤτοι τοῖς δυναμένοις τὴν πενίαν αὐτοῦ ἰάσασθαι καὶ μὴ τοῦτο ποιοῦσι. καὶ ὁ ἐρῶν ὀργίζεται τοῖς μὴ βοηθοῦσιν αὐτῷ εἰς τὸ τὸν ἔρωτα ἐκπληρῶσαι. [a 21] ὑπὸ γὰρ τοῦ ἐνόντος τινὶ πάθους προοδοποιεῖται εἰς τὴν ὀργὴν ἑκάστου πράγματος, οἷον ὁ ἐρῶν προωδοποίηται πρὸς τὸ ὀργισθῆναι κατὰ τῶν ἐμποδιζόντων αὐτὸν εἰς τὸ ἐκπληρῶσαι τὸν ἔρωτα καὶ ὁ νοσῶν πρὸς τοὺς δυναμένους βοηθεῖν αὐτῷ καὶ μὴ βοηθοῦντας. [a 22] ἔτι εἰ τὰ ἐναντία τύχῃ προσδεχόμενος. οἶον εἰ ἐν καιρῷ πολέμου ἢ δικαστηρίου ιὤμην τὸν Σωκράτην βοηθῆσαί μοι, ὁ δὲ παρὰ τὴν δόξαν μου καὶ τὸ ἐλπιζόμενον ἐχθρὸς μᾶλλον ἐφάνη· τὸ κατὰ πολὺ γοῦν παρὰ τὴν δόξαν καὶ τὸ ἐλπιζόμενον φανὲν λυπεῖ, ὥσπερ τέρπει καὶ τὸ κατὰ πολὺ παρὰ τὴν δόξαν, εἴ γε τέως γένηται ὃ βούλεται, οἶον εἰ ἐν δικαστηρίῳ χρῄζων βοηθηθῆναι παρά τινος καὶ μὴ ἐλπίζων παρά τινος βοηθηθῆναι τῶν ἱσταμένων ἐκεῖ διὰ τὸ ἐχθροὺς εἶναι ἐβοηθήθην παρά τινος αὐτῶν. [a 25] καὶ διαθέσεις ἤγουν κράσεις. [a 31] ἀνάγκη δὲ τοιαῦτα εἶναι ταῦτα τὰ ὕβρεως σημεῖα, ἃ μήτε ἀντί τινος ἐγένετο πραχθέντος, ἵνα δοκῇ ἀντίδρασίς, ἤτοι εἴ τις μὴ λυπηθεὶς παρ’ ἐμοῦ ἐσπούδασεν ὑβρίσαι με, μήτε ἐκ τούτων, ὧν με ὕβρισεν, ὠφελήθη ἐκεῖνος· εἰ γὰρ λυπηθεὶς ἀντέδρασε καὶ ἀντελύπησεν, οὐ καινόν· ἤδη γὰρ δοκεῖ δι’ ὕβριν ποιῆσαι πάντα, ὅσα ἂν ἐποίησε. [164] [a 33] καὶ τοῖς καταφρονήσασι, περὶ ἃ σπουδάζομεν, ὀργιζόμεθα, οἷον εἰ περὶ τὴν φιλοσοφίαν ἐνδείκνυμαι καὶ σπουδάζω, καταφρονήσει μου δέ τις περὶ τούτου, ὀργισθῶ ἂν κατ’ αὐτοῦ. οἱ δὲ ἐπὶ τῇ ἰδέᾳ ἤτοι δοκοῦντες εἶναι εὐειδεῖς ὀργίζονται τοῖς εἰς τὴν ἰδέαν ἀποσκώψασι. [a 36] πολλῷ δὲ μᾶλλον ὀργίζονται οἱ σπουδάζοντες σοφοὶ δοκεῖν κατὰ τῶν καταφρονη σάντων, καὶ μᾶλλον, εἴ γε καὶ ὑποπτεύουσι μὴ ὑπάρχειν αὐτοῖς τὴν φιλοσοφίαν, ἢ ὅλως, ἤτοι ἢ ὅλως οὔκ εἰσι φιλόσοφοι, ἢ μὴ ἰσχυρῶς, ἤτοι ἢ οὔκ εἰσι καλοί, ἢ σοφοὶ ὄντες οὐ δοκοῦσι σοφοί. [b 1] εἰ δὲ οἴονται εἶναι σοφοὶ ἀκριβεῖς ἢ εὐειδεῖς, σκώπτονται δὲ παρά τινων, οὐκ ὀργίζονται κατ’ αὐτῶν. [b 2] ὀργίζονται καὶ τοῖς φίλοις καταφρονή σασιν· ὀργίζονται καὶ τοῖς ἔθος ἔχουσι τιμᾶν καὶ προσκυνεῖν καὶ μετὰ φειδοῦς ὁμιλεῖν, εἴ γε συναντηθέντες αὐτοῖς οὐκ ἐτιμήθησαν παρ’ αὐτῶν, ὡς εἰώθασι τιμᾶσθαι ἀεί, ἢ οὐχ ὡμίλησαν αὐτοῖς μετὰ φειδοῦς, ὡς ᾠήθησαν ὁμιλεῖν· [b 6] ἔδει γὰρ ταὐτὸν ποιεῖν, ὃ εἰώθασιν ἀεὶ ποιεῖν. [165] ὀργίζονται δὲ καὶ τοῖς εὐεργετηθεῖσι παρ’ αὐτῶν, μὴ ἀντιποιήσασι δὲ μηδὲ τὰ ἴσα ἀποδοῦσι. καὶ τοῖς εὐεργετηθεῖσι μέν, μὴ μόνον δὲ ἀντευεργετή σασιν ἀλλὰ καὶ τἀναντία αὐτοῖς ποιήσασιν ἤτοι βλάψασι, καὶ ταῦτα, εἰ καὶ ἥττους εἰσὶν οἱ λυπήσαντες· [b 9] καὶ οἱ μὲν ἤτοι οἱ μὴ τιμήσαντες, οὓς εἰώθασι τιμᾶν, ὡς ἔθος εἶχον, καταφρονοῦσι τῶν πρότερον τιμωμένων καὶ ἡττόνων γενομένων, οἱ δὲ ἤτοι ⟨οἱ⟩ μὴ μόνον ἀντευεργε τήσαντες ἀλλὰ καὶ μᾶλλον βλάψαντες καταφρονοῦσι τῶν εὐεργετησάντων, ὡς παρ’ ἡττόνων δοκοῦντες εὐεργετηθῆναι. [b 10] ὀργίζονται μᾶλλον καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν ἤτοι τοῖς χυδαίοις, ἄν τι ὀλιγω ρήσωσι καὶ καταφρονήσωσιν αὐτῶν. [b 11] ὑπόκειται δὲ ἡ ὀργὴ τῆς καταφρονήσεως ἤτοι τὸ ὀργίζεσθαι πρὸς τοὺς προσήκοντας· προσ ῆκον γὰρ ὀργισθῆναι, εἴ γε οἱ ἥττους αὐτῶν καταφρονοῦσι. [b 13] τοῖς δὲ φίλοις ὀργίζονται, ἐάν τε μὴ λέγωσιν εὖ ἤτοι ἐπαινῶσιν, ἀλλὰ καὶ μᾶλλον τἀναντία ἤτοι ψέγουσι. καὶ ἐὰν φίλον ἔχω τὸν Σωκράτην, δέομαι δὲ βιβλίου, οὗ ἔχει οὗτος, καὶ οὐκ αἰσθάνεται οὗτος, ὅτι δέομαι τοῦδε τοῦ βιβλίου, ὀργίζομαι κατ᾽ αὐτοῦ, [b 15] ὥσπερ ὁ Πλήξιππος ἐλυπήθη κατὰ τοῦ Μελεάγρου, ὅτι ἀνεψιὸς ὤν αὐτοῦ ὁ Μελέαγρος οὐκ ᾐσθάνθη, ὅτι θέλει τοῦ Καλυδωνίου χοίρου τὸ δέρμα καὶ τὴν κεφαλήν, ὃν ἐφόνευσεν ὁ ελέ αγρος· δέδωκε δὲ ταύτην ὁ Μελέαγρος τῇ ἐρωένῃ αὑτοῦ τῇ Ἀταλάντῃ· ἔδει γοῦν τὸν Πλήξιππον διὰ τοῦτο ὀργισθῆναι. [b 16] οὐ λανθάνειν ἤτοι οὐ χρὴ λανθάνειν, ὧν φροντίζομεν. ὀργιζόμεθα καὶ κατὰ τῶν [166] ἐπιχαιρόντων ταῖς ἡμῶν ἀκοαῖς. [b 19] ὀργιζόμεθα καὶ κατὰ τῶν μὴ φροντιζόντων, εἴ γε λυπήσουσιν. ὀργιζόμεθα καὶ κατὰ τῶν κακὰ λεγόντων καθ’ ἡμῶν ὡς μὴ φροντιζόντων λυπῆσαι. [b 21] ὀργιζόμεθα καὶ κατὰ τῶν ἀκουόντων, ὅπως τινὲς ἡμᾶς ὑβρίζουσι, καὶ κατὰ τῶν θεωμένων τὰ φαῦλα ἡμῶν, οἷον εἴ τις δαίρει ἡμᾶς καὶ ἵστανταί τινες καὶ ὁρῶσι καὶ ἢ οὐκ ἐπαρήγουσιν ἢ οὐκ ἀλγοῦσιν· οἱ γὰρ φίλοι συναλγοῦσι, πάντες δὲ οἱ βλέ ποντες τὰ ἴδια κακά, οἷον ὅτι κολάζονται καὶ δαίρονται, ἀλγοῦσιν. [b 24] ἔτι τοῖς ὀλιγωροῦσιν ὀργίζονται οἱ ἄνθρωποι διὰ πέντε τινά. ἐν μέν, εἴ τις αὐτῶν καταφρονεῖ ἐν τοῖς ἀνθρώποις, ἐν οἷς φιλοτιμοῦνται καὶ ἐπιδείκνυν ται εἴτε ὡς σοφοὶ εἴτε ὡς ἀνδρεῖοι. [b 26] δεύτερον, εἴ τις καταφρονεῖται ἔμπροσθεν τῶν αἰσχυνομένων καὶ ἐντρεπομένων αὐτούς. καὶ εἴ τις κατα φρονεῖ αὐτῶν εἰς τοιαῦτα, οἷον εἰς γονεῖς, εἰς τέκνα, οἷς μὴ βοηθεῖν αἰσχρὸν ἔσται. ὀργίζονται καὶ κατὰ τῶν εὐεργετηθέντων, μὴ ἀποδόντων δὲ τὴν ἀντίχαριν· [b 30] καὶ γὰρ ἡ ὀλιγωρία καὶ ἡ καταφρόνησις, καθ’ ἣν οὐκ ἀντευεργέτησε, παρὰ τὸ προσῆκόν ἐστιν. ὀργιζόμεθα καὶ τοῖς εἰρωνευομένοις πρὸς τοὺς σπουδάζοντας ἤτοι τοῖς σπουδάζουσι δεικνύειν ἑαυτοὺς σοφοὺς πρὸς τοὺς σπουδάζοντας ἤτοι πρὸς σοφούς. καὶ τοῖς σπουδάζουσιν ἄλλους μὲν εὐεργετεῖν, μὴ καὶ ἡμᾶς δέ. [b 34] οἶον καὶ ἡ τῶν ὀνομάτων οὕτως οὖσα παρὰ μικρόν, οἷον εἴ τις μέλλων καλέσαι τὸν δεῖνα ὡς δεῦρο, ὧ Θεόδωρε’ οἷον ἐπιλαθόμενος τοῦ ὀνόματος εἴπῃ “δεῦρο, Δωρόθεε”. [167] δῆλον δέ, ὡς δεῖ αὐτὸν τὸν λέγοντα κατασκευάζειν τοὺς ἀκροατὰς τοιούτους, οἷοί εἰσιν οἱ ὀργιζό μενοι, καὶ τοὺς ἐναντίους ἤτοι τοὺς ἀντιδίκους ποιεῖν τοιούτους ἤτοι ἐνόχους τοιούτοις ἐγκλήμασιν, ἐφ’ οἷς ὀργίζονται οἱ ἀκροαταὶ κατὰ τῶν ποιησάντων.
[2.3] Ἔστῶ δὴ πράυνσις κατάστασις καὶ ἠρέμησις τῆς ὀργῆς. [a 9] φανερὸν δέ, ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσι τῶν παρα κινούντων τινὰ εἰς ὀργὴν ἢ ποιήσασι μὲν ἀκουσίως δὲ ἢ φαινομένοις καὶ δοκοῦσιν ἀκουσίως ποιῆσαι πρᾶοί εἰσι. πρᾶοι φαινόμεθα καὶ τοῖς βουλομένοις τἀναντία ὧν ἐποίησαν, οἷον εἴ τις ἐποίησέ τι εἰς κατα φρόνησιν ἐμὴν καὶ ταῦτα δοκῶν μὴ διὰ καταφρόνησιν τοῦτο ποιῆσαι ἀλλὰ διὰ δόξαν ἐμήν. [a 12] ὅσοι καὶ αὐτοὶ ἑαυτῶν καταφρο|νοῦσι [168] καὶ πρὸς ἑαυτοὺς τοιοῦτοί εἰσιν ἤτοι ἑαυτῶν ἀμελοῦσι. [a 15] παύονται γὰρ τῆς ὀργῆς ὥσπερ ἔχοντες δίκην καὶ ἐκδίκησιν τοῦτο τὸ [169] μεταμέλεσθαι, ἐφ’ οἷς ἔδρασαν. [a 25] πραεῖς ἐσμεν καὶ τοῖς σπουδά ζουσι καὶ ἀξίους τιμῆς καὶ σπουδῆς ἑαυτοὺς νομίζουσι πρὸς τοὺς σπου δάζοντας καὶ ἡγουμένους ἑαυτοὺς τιμῆς ἀξίους· δοκεῖ γὰρ σπουδά ζεσθαι καὶ σπουδῆς ἄξιος νομίζεσθαι, ἀλλ’ οὐ καταφρονεῖσθαι.[a 27] πραεῖς φαινόμεθα καὶ τοῖς κεχαρισμένοις καὶ τὴν ἀντίχαριν μείζω ἐπιδειξαμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις ἤτοι παρακαλοῦσιν. [a 30] ἢ εἰς μὴ χρηστοὺς ἤτοι εἰς ἀπαιδεύτους. πραεῖς ἐσμεν καὶ τοῖς, οὓς φοβούμεθα ἢ αἰσχυνόμεθα· ἕως γὰρ οὕτως ἔχουσιν ἤτοι φοβοῦνται ἢ αἰσχύνονταί τινας, οὐκ ὀργίζονται κατ’ αὐτῶν. [a 34] καὶ τοῖς ἐξεστηκόσι τὸν λογισμὸν ἐκ τῆς ὀργῆς καὶ διὰ τοῦτο ὑβρίσασιν ἡμᾶς πραεῖς φαινόμεθα ἢ ἧττον ὀργιζόμεθα· οὐ γὰρ ὡς καταφρονῶν ἔπραξεν εἰς ἡμᾶς τι, ἀλλ’ ὑπ’ ὀργῆς παρακινηθείς· [a 36] ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἤτοι οὐ προηγησαμένης λύπης, ἤτοι “οὐ διότι με ἐλύπησεν ὁ Σωκράτης, διὰ τοῦτο ὠλιγώρησα αὐτοῦ, ἀλλὰ διὰ τὸ μηδὲν ἡγεῖσθαι αὐτόν”, ἡ δὲ ὀργὴ μετὰ λύπης ἐστίν οὕτως γὰρ ὀργίζεταί τις κατὰ τοῦ Σωκράτους, διότι ἔφθασεν αὐτὸν λυπῆσαι. [b 1] πραεῖς ἐσμεν καὶ τοῖς αἰσχυνομένοις ἡμᾶς. ἀλλὰ καὶ οἱ παίζοντες ἢ ἐν ἑορτῇ ὄντες ἅτε ἐναντίως διακείμενοι τῷ ὀργίζεσθαι πρᾶοί εἰσιν.[b 4] ἐν πληρώσει, ἤτοι ὅτε κεκορεσμένοι ἐσμέν. καὶ ἡδονῇ μὴ ὑβρι στικῇ, οἵα ἐστὶν ἡ τῶν κιναίδων. [b 5] ἔτι δὲ πρᾶοί ἐσμεν κεχρονικό τες ἤτοι πολλοῦ χρόνου παραρρεύσαντος, ἀφ’ ὅτου παρεκινήθημεν παρά τινος εἰς ὀργήν, καὶ μὴ οὔσης τῆς ὀργῆς ὑπογύου ἤτοι προσφάτου. ἀλλὰ καὶ εἰ ὀργίζομαι κατὰ τοῦ Σωκράτους, φθάσω δὲ τιμωρῆσαι τὸν Πλά τωνα ὡς λυπήσαντα, ἡ πρὸς τὸν Πλάτωνα τιμωρία πραότερόν με ἐποίησε πρὸς τὸν Σωκράτην. [b 12] ὁ Ἐργόφιλος προδότης γέγονε τοῦ στρατοῦ τῶν Ἀθηναίων· μᾶλλον γὰρ ὀργιζόμενοι κατ’ αὐτοῦ παρ’ ὃ κατὰ τοῦ Καλλισθένους, ἐπεὶ ἔφθασαν τὸν Καλλισθένην τιμωρῆσαι καὶ ἐθανά τωσαν, ἀφῆκαν τὸν Ἐργόφιλον. [b 14] καὶ ἐὰν ἕλωσι καὶ ὑπο τάξωσι τὸν λυπήσαντα καὶ ὑποχείριον ἑαυτῶν ποιήσωσιν, οὐκέτι ὀργί ζονται κατ’ αὐτοῦ. καὶ εἴ τίς με ἐλύπησε καὶ διὰ τοῦτο κατ’ αὐτοῦ ὀργίζομαι, ἔφθασε δὲ οὗτος κολασθῆναι παρά τινος μειζόνως, παρ’ ὃ εἰ αὐτὸς καὶ ἐγὼ ἐκόλασα ἂν αὐτὸν ὡς λυπήσαντα καὶ ἔδρασα κακόν τι ὡς ὀργιζόμενος, παύομαι τοῦ ἔτι πρὸς αὐτὸν ὀργίζεσθαι. καὶ εἰ ὁμολογοῦσι καὶ ἐκεῖνοι οἱ πταίσαντες ἀδικεῖν, πραϋνόμεθα. [b 18] ἡ δὲ ὀργὴ τοῦτό ἐστι τὸ ὁμολογεῖν τινα πάσχειν παρὰ τὸ προσῆκον. διὸ δεῖ καὶ τῷ λόγῳ πρότερον κολάζειν καὶ δεικνύειν αὐτοὺς δικαίως κολασθησομένους· οὕτω γὰρ καὶ οἱ δοῦλοι νοήσαντες, ὅτι δικαίως πάσχουσιν, ἦττον ἤτοι [170] ἔλαττον ἀγανακτοῦσιν, εἰ κολάζονται. [b 20] καὶ εἰ ἔμελλον τιμωρῆ σαί τινα λυπήσαντά με πρότερον, οἴομαι δὲ αὐτὸν μὴ αἰσθέσθαι καὶ νοῆσαι, ὅτι ἐτιμωρήθη δι’ αὐτὸν ἤτοι δι’ ἐμὲ καὶ ἀνθ’ ὦν ἔπαθον παρ’ αὐτοῦ, οὐκ ὀργίζομαι· ὁ γὰρ ὀργιζόμενος οὐκ ὀργίζεται τῷ καθ’ ὅλου ἀνθρώπῳ ἀλλὰ τῷ μερικῷ. [b 22] διὸ ὀρθῶς πεποίηται ἤτοι ποιητικῶς ὁ Ὅμηρος εἴρηκε “φάσθαι τὸν Ὀδυσσέα” πρὸς τὸν Κύκλωπα, ὅτι “ἐγώ εἰμι ὁ τυφλώσας σε”· οὐ γὰρ ὁ Κύκλωψ ἐλυπήθη καὶ ὠργίσθη καὶ ἔδοξε τιμωρη θῆναι, εἰ μὴ ᾔσθετο καὶ ἔμαθεν, ὑφ’ οὗ ἤτοι ὑπὸ τοῦ δύσσεως ἐτιμωρήθη, καὶ ἀνθ’ ὅτου, ἤτοι διότι ἔφαγε τοὺς φίλους αὐτοῦ. [b 24] ὥστε οὔτε ὀργιζόμεθα, ὅσοι μὴ αἰσθάνονται, ἤτοι κατὰ τῶν ἀναι σθήτων, οὔτε κατὰ τῶν τεθνεώτων ὡς πεπονθότων τὸ ἔσχατον ἤτοι τὸ ἀποθανεῖν. [b 30] ἐκ τούτων οὖν τῶν τόπων ἤτοι ἐπιχειρημάτων δεῖ σε ἐπιχειρεῖν, ὥστε δύνασαι καταπραΰνειν τοὺς ὀργιζομένους· αὐτοὺς μὲν τοὺς δικαστὰς ὀργιζομένους δεῖ παρασκευάζειν τοιούτους ἤτοι πρα εῖς, τοὺς δὲ ἀνθρώπους, καθ’ ὧν ὀργίζονται, δεικνύειν φοβεροὺς καὶ ἐνδόξους καὶ διὰ τοῦτο μὴ δύνασθαι βλάψαι αὐτοὺς ἀλλὰ μᾶλλον ἐλπίζειν βλαβῆναι παρ’ αὐτῶν ἢ δεικνύειν αὐτούς, καθ’ ὧν ὀργίζονται, αἰσχύνης ἀξίους ἤτοι τιμῆς ἢ μηδενὸς ἀξίους ἢ κεχαρισμένους ἤτοι χαρίεντας καὶ ἀστείους ἢ ἄκοντας ποιήσαντας ἐκεῖνο, ὃ τούτους ἐλύπησεν, ἢ συνιέν τας τὸ οἰκεῖον πταῖσμα μεταμελομένους καὶ ὑπεραλγοῦντας ἐφ’ οἷς ἔπταισαν.
[2.4] Τίνας δὲ φιλοῦσι καὶ μισοῦσιν, ἔσται δῆλον, εἴ γε τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισόμεθα. [b 35] φιλεῖν γοῦν ἐστι τὸ βούλε σθαί τινι ἤτοι τῷ φίλῳ, ἃ οἴεται ὅτι εἰσὶν ἀγαθά, οὐχ ἵνα τι κερδήσῃ [171] αὐτὸς ἐκ τοῦ παθεῖν τὸν φίλον ἀγαθόν τι, ἀλλὰ χάριν ἐκείνου τοῦ φίλου, καὶ τὸ κατὰ δύναμιν ἤτοι ὅσον δύναται πρακτικὸν εἶναι τού των τῶν ἀγαθῶν. [172] οἴονται δὲ φίλοι εἶναι οἱ οἰόμενοι οὕτως ἔχειν πρὸς ἀλλήλους, ὡς καὶ φιλεῖν καὶ ἀντιφιλεῖσθαι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς τῶν φίλων καὶ συναλγοῦντα πάλιν τοῖς λυπηροῖς αὐτῶν μὴ δι’ ἕτερόν τι ἀλλὰ δι’ ἐκεῖνον τὸν φίλον. [a 6] γινομένων γάρ, ὧν βούλονται· τοῦτο κατασκευ αστικόν ἐστι τοῦ πῶς τοῖς τῶν φίλων ἀγαθοῖς συνήδονται. καί φησιν ὅτι “ἐπεί, ὅταν γένηται ὃ βούλομαι, χαίρω, βούλομαι δὲ τὰ ἀγαθὰ τῷ φίλῳ, διὰ τοῦτο καὶ τῶν ἀγαθῶν ἐπιγενομένων τῷ φίλῳ χαίρω, ὥσπερ πάλιν λυποῦμαι, εἰ μὴ ταῦτα αὐτῷ γένωνται, ἀλλὰ λυπηρά”. [a 8] εἰσὶ φίλοι καὶ οἷς ἀγαθά εἰσι ταὐτά. καὶ εἰ τὰ αὐτὰ κακὰ ἔχουσι, καὶ οὗτοι φίλοι εἰσί. καὶ οἱ τοὺς αὐτοὺς φίλους ἔχοντες ἢ τοὺς [173] αὐτοὺς ἐχθροὺς φίλοι εἰσίν. ἀνάγκη γὰρ τούτους τοὺς φίλους βούλε σθαι τὰ αὐτά, ἤτοι ἢ τοὺς αὐτοὺς φίλους ἔχειν ἢ τοὺς αὐτοὺς ἐχθρούς. [a 11] ἀλλὰ καὶ οὗτός μου φίλος ἐστίν, ὅστις πεποίηκε καὶ εὐηργέτησεν ἢ αὐτὸν καὶ ἐμὲ ἢ συγγενῆ μου, οὗ κήδομαι, ἢ εἰ μεγάλα με εὐηργέ τησεν ἢ εἰ προθύμως ἢ ἐν τοιούτῳ καιρῷ, ἤτοι ἐν λιμῷ ἢ ἐν πολέμῳ ἢ ὅτε παρὰ βασιλέως ὠργισμένος ἦν. καὶ εἰ εὐηργετήθην ἕνεκα αὐτῶν τῶν φίλων, φίλος μοί ἐστι. [a 14] καὶ ὃν † βούλεσθαι ποιεῖν εὖ ἡμᾶς ἤτοι εὐεργετεῖν. [a 18] πᾶσι γὰρ τούτοις ἤτοι τοῖς μισοῦσιν, οὓς μισοῦμεν, καὶ τοῖς φιλοῦσιν, οὓς φιλοῦμεν, φαίνονται ταὐτὰ ἀγαθὰ ὑπάρχειν καὶ ἑαυτοῖς ἤτοι ἡμῖν· ὥστε συμβαίνει καὶ ἐκείνους τοὺς φιλοῦντας τοὺς αὐτοὺς ἢ μισοῦντας εὐεργετεῖν. [a 20] εἰς χρήματα καὶ σωτηρίαν. τοὺς μὲν ἐλευθερίους φιλοῦμεν ὡς δυναμένους εἰς χρήματα εὐεργετεῖν, τοὺς δὲ ἀνδρείους φιλοῦμεν ὡς δυναμένους εὐεργενεικοι. τεῖν εἰς σωτηρίαν, καὶ τοὺς δικαίους φιλοῦμεν διὰ τὸ δύνασθαι τὴν ἀρετὴν αὐτῶν καὶ εἰς ἄλλους ἐμβιβάζεσθαι. [a 22] τοίουτους δὲ ὑπολαμβάνουσι δικαίους τοὺς μὴ ἀφ’ ἑτέρων ζῶντας ἤτοι τοὺς γεωργούς· τοιοῦτοι δέ εἰσι μὴ ἀφ’ ἑτέρων ζῶντες οἱ ἀπὸ τοῦ ἐργά ζεσθαι ζῶντες, καὶ ἀπὸ τῶν ἄλλων οἱ αὐτουργοὶ ἤτοι μετὰ χειρῶν ἐργαζόμενοι. [a 24] φιλοῦμεν καὶ τοὺς σώφρονας· οὐδὲ γὰρ ἄδικοι ἤτοι οὐκ ἐπιβουλεύουσι ταῖς ἀλλοτρίαις γυναιξί. καὶ τοὺς ἀπράγμονας φιλοῦμεν διὰ ταὐτό, ἤτοι οὔκ εἰσιν ἄδικοι. φιλοῦμεν καὶ οὓς βουλό μεθα φίλους ἔχειν, εἴ γε καὶ οὗτοι βούλονται φίλους ἔχειν ἡμᾶς. [a 28] ἢ οἱ εὐδοκιμοῦντες ἐν τοῖς θαυμαζομένοις ὑπ’ αὐτῶν, ἤτοι εἰ τὴν γεωμετρίαν θαυμάζω, εὕρω δέ τινα εὐδοκιμοῦντα ἐπὶ ταύτῃ, βούλομαι τοῦτον φίλον ἔχειν, ἢ εἰ θαυμάζομαι ἐν ἐπιτηδεύματι ἤτοι ἐν γεωμετρίᾳ, ἴδω δέ τινα εὐδοκιμοῦντα ἐν ταύτῃ, φιλῶ αὐτόν. [a 29] ἔτι φίλους ἔχομεν καὶ τοὺς ἡδεῖς εἰς τὸ συνδιάγειν καὶ συνομιλεῖν καὶ συνδιημερεύ ειν· τοιοῦτοι δέ εἰσιν ἡδεῖς εἰς τὸ συνδιάγειν οἱ εὔκολοι ἤτοι οἱ ἀγαθοὶ καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων ἤτοι καὶ μὴ ἐλέγχοντες τοὺς φίλους, εἴ γε κατά τι ἁμάρτωσιν, ἀλλὰ παρορώμενοι τοῦτο καὶ μὴ φιλό [a 32] πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχό τἀναντία βούλονται, οἱ δὲ μαχόμενοι πρὸς τοὺς φιλοῦντας τἀναν τία τοῖς φίλοις βούλονται, οἱ δὲ τἀναντία τοῖς φίλοις βουλόμενοι οὐ φίλοι αὐτῶν. [a 33] καὶ οἱ ἐπιδέξιοι καὶ εἰς τὸ παῖσαι καὶ εἰς τὸ δύνασθαι [174] ὑπομεῖναι, εἴ τις αὐτὸν ἀντιπαίσῃ ἢ ὑβρίσει, ἤτοι ὁ ὑβρίζων καὶ ὑβριζόμενος ἀνεχόμενος· καὶ γὰρ ἀμφότεροι, οἱ τωθάζοντες καὶ τωθαζόμενοι ἀνεχόμενοι, σπεύδουσιν ἐπὶ ταὐτὰ τῷ πλησίον ἤτοι τῷ φίλῳ ἤτοι ὁμονοεῖν τοῖς φίλοις σπεύδουσι. καὶ ἐμμλῶς ἤτοι ἐπιτηδείως σκώπτοντες. [a 36] ἔχομεν φίλους καὶ τοὺς ἐπαινοῦντας τὰ ἐνόντα ἡμῖν ἀγαθά, καὶ ἀπὸ τῶν ἀγαθῶν εἰ ἐπαινοῦσιν ἐκεῖνα τὰ ὑπάρχοντα ἡμῖν ἀγαθά, ἃ ὑποκρινόμεθα καὶ δοκοῦμεν ἔχειν, φοβούμεθα δὲ μὴ ἔχειν αὐτά· οἷον εἰ ῥήτωρ εἶναι δοκῶ καὶ ταῦτα μὴ ὤν, φοβοῦμαι μή πως ἀπελεγχθῶ μὴ ὢν ῥήτωρ, καὶ διὰ τοῦτο, εἴ τίς με ἐπαινεῖ ὡς ὄντα ῥήτορα, φιλῶ αὐτὸν ὡς ἐπιβεβαιοῦντα, ὃ δοκῶ μὲν ἔχειν, φοβοῦμαι δέ, μή πως ἀπολέσω αὐτὸ καὶ μὴ ἔχειν ἀπελεγχθῶ. [b 1] φιλοῦμεν καὶ τοὺς καθαρίους περὶ [175] ὄψιν ἤτοι τοὺς εὐειδεῖς καὶ μὴ θέλοντας ῥυπαροὺς περιπατεῖν· καὶ τοὺς καθαροὺς περὶ ἀμπεχόνας ἤτοι ἱμάτια ἤτοι τοὺς μὴ ῥυπαρὰ ἐνδεδυμένους ἱμάτια· καὶ τοὺς μὴ ὀνειδιστὰς τῶν ἁμαρτημάτων, ἤτοι ὅτι † ἔπταισάς με τὸ μήποτε ὀνειδίζοντας, ὅτι εὐηργέτηκά σέ ποτε. [b 5] οἵους γὰρ ὑπο λάβωσιν εἶναι, ἤτοι εἰ γὰρ πρὸς τοὺς ἄλλους πταίσαντάς εἰσιν εὐδιάλλακτοι, λοιπὸν καὶ πρὸς ἡμᾶς αὐτοὺς τοιοῦτοι ἔσονται, εἴ γέ τι πταίσομεν. [b 7] καὶ μὴ εἰδότας μήτε τὰ κακὰ τῶν πλησίον ἤτοι τῶν φίλων μήτε τὰ αὐτῶν ἤτοι τὰ οἰκεῖα· ὁ γὰρ ἀγαθὸς ταῦτα μόνα δρᾷ τὰ ἀγαθά. φιλοῦμεν καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς σπουδάζουσιν, ἤτοι εἰ σπουδάζω ὡς ῥήτωρ ἐπιδείκνυσθαι, φιλῶ τὸν μὴ ἀντιπίπτοντά μοι, πρὸς ὃ σπουδάζω. [b 10] καὶ τοὺς πρὸς αὐτοὺς ὡσαύτως ἔχοντας ἤτοι φιλῶ καὶ τοὺς ἔχοντας πρὸς ἐμὲ οὕτως, ὡς ἐγὼ πρὸς αὐτοὺς ἔχω, ἤτοι οἴαν διάθεσιν ἔχω πρὸς αὐτούς, εἰ ἔχουσι καὶ αὐτοὶ τὴν αὐτὴν πρὸς ἐμέ. [b 13] φιλοῦ μεν καὶ τοὺς πεπονθότας τὰ αὐτὰ ἡμῖν, περὶ ἃ βουλόμεθα θαυμά ζεσθαι, οἷον εἰ βουλόμενος θαυμάζεσθαι ἐπὶ γεωμετρίᾳ ἐξωδίασα πολλὰ καὶ ἐκοπίασα, ἴδω δέ τινα ἐξοδιάσαντα πολλὰ καὶ κοπιάσαντα ἐπὶ τῇ ταύτης κτήσει, φιλῶ τοῦτον. [b 14] ἢ σπουδαίους δοκεῖν ἤτοι ἐναρέτους. καὶ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας, οἷον εἴ τίς ἐστι γεωμέτρης, εἰμὶ δὲ καὶ αὐτός, φιλῶ αὐτόν, εἰ μή που παρενοχλεῖ μοι, οἷον εἰ ὁ βίος καὶ τὸ ζῆν μοί ἐστιν ὁμοίως δὲ καὶ ἐκείνῳ ἀπὸ τοῦ αὐτοῦ ἔργου ἤτοι ἀπὸ τοῦ διδάσκειν τὴν γεωμετρίαν καὶ ἐκ τοῦ διδομένου μοι μισθοῦ πορίζομαι τὰ πρὸς τὸ ζῆν ἀναγκαιότατα, παρενοχλεῖ μοι οὗτος σπουδάζων τοὺς ἐμοὺς [176] μαθητὰς ἀποσυλᾶν, τότε μισῶ αὐτόν· εἰ δὲ ἀμφότεροι ἦμεν ἀνενδεεῖς, ἢ θάτερος μέν ἐστιν ἀνενδεὴς θέλων δὲ μόνον ἐπὶ τῇ γεωμετρίᾳ σπουδάζειν, θάτερος δὲ ἀποζῇ ἀπὸ τοῦ διδάσκειν ταύτην, οὐδὲν τὸ κωλύον φίλον ἔχειν αὐτόν· εἰ γὰρ ἀπὸ τοῦ αὐτοῦ ἔργου ὁ βίος ἐστί, γίνεταί μοι τότε φθόνος· τοῦτο γὰρ δηλοῖ τὸ [b 16] “κεραμεὺς ⟨κεραμεῖ⟩”. καὶ τοὺς ἐπιθυ μοῦντας τῶν αὐτῶν, ὧν ἐνδέχεται ἅμα μετέχειν· οἷον εἰ δύο τινὲς ἐπιθυμοῦσι μητροπολῖται γενέσθαι, εἰκὸς ἅμα καὶ τοὺς δύο γενέσθαι ἐπ’ ἄλλῃ καὶ ἄλλῃ μητροπόλει, καὶ οὗτοι φίλοι ἀλλήλοις εἰσίν· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ δυνατὸν τυχεῖν ἅμα καὶ τοὺς δύο, ὧν ἐφίενται, οἷον ἐπιθυμοῦσί τινες γενέσθαι ῥήτορες καὶ ῥητορεῖον λαβεῖν, ἅμα μὲν καὶ τοὺς δύο τὸ ῥητορεῖον λαβεῖν ἀδύνατον, ἀνάγκη δὲ τὸν ἕτερον λαβεῖν τὸ ῥητορεῖον, ἐπεὶ γοῦν οὐκ ἔστι δυνατὸν καὶ ἀμφοτέρους ἐπιτυχεῖν, οὗ ἐπιθυμοῦσι. [b 18] καὶ οὕτω συμβαίνει τὸ αὐτό, ἤτοι τὸ “κεραμεὺς κεραμεῖ κοτέει” ἤτοι φθόνος. φιλοῦμεν καὶ ἐκείνους, πρὸς οὓς οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν ἤτοι ὥστε ἀδοξῆσαι· οἷον εἰ φιλῶ τινα, οὐκ αἰσχύνομαι ἔμπροσθεν ἐκείνου ἄτακτόν τι ποιῆσαι, ἵνα μή με ἀδοξήσῃ· οὐκ αἰσχύνομαι δὲ ἀτακτῆσαι οὐχ ὡς καταφρονῶν αὐτοῦ, ἀλλ’ ὡς θαρρῶν ἐν αὐτῷ. [b 20] καὶ πρὸς οὓς αἰσχύνονται τὰ πρὸς ἀλήθειαν, ἤτοι καὶ τούτους φιλοῦμεν, πρὸς οὓς αἰσχυνόμεθα ψεύδεσθαι. φιλοῦμεν καὶ πρὸς οὓς φιλοτιμοῦνται ἤτοι ἐπιδείκνυνται. καὶ ἐκείνους φιλοῦμεν, ὑφ’ ὧν βουλόμεθα ζηλοῦσθαι ἤτοι ζηλωτοὶ φαίνεσθαι καὶ μὴ τοὐναντίον φθονεῖσθαι. [b 23] φιλοῦμεν καὶ οἷς συμπράττομεν καὶ συναγωνιζόμεθα εἰς τὸ κτήσασθαι τὰ ἀγαθά, οἷον εἰ συναγωνίζομαί τινι εἰς τὸ κτήσασθαι τὴν βασιλείαν, εἰ μή που μέλλομεν μείζω παθεῖν κακὰ ἢ παρ’ αὐτῶν, ὅτε βασιλεύσουσι, ἢ παρ’ ἄλλων, εἴ γε νοηθῶμεν, ὡς συμπράττομεν τῷ τυραννῆσαι μελετῶντι· διὸ φιλοῦμεν καὶ τοὺς φιλοῦντας τοὺς τεθνεῶτας. [b 27] φιλοῦμεν καὶ τοὺς μὴ ἐγκαταλείποντας ἡμᾶς ἐν καιρῷ πειρασμῶν ἢ ἐν πολέμῳ· καὶ γὰρ ἀπὸ τῶν ἀγαθῶν μάλιστα φιλοῦμεν τοὺς ἀγαθοὺς εἰς τὸ φιλεῖν. φιλοῦμεν καὶ τοὺς μὴ πλαττο μένους καὶ κρύπτοντάς τι περὶ αὐτοὺς ἤτοι πρὸς ἡμᾶς ἢ καὶ τοὺς μὴ πλαττομένους ἤτοι τοὺς ἀπλάστους εἰς ἑαυτούς. [b 30] εἴρηται γάρ, ὅτι πρὸς τοὺς φίλους οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν, [177] ἤτοι οὐκ αἰσχυνόμεθα ἀτακτῆσαι, ἵνα μὴ ἀδοξήσωμεν. εἰ οὖν ὁ αἰσχυ νόμενος εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀδοξήσῃ, οὐ φίλος, ὁ μὴ αἰσχυνό μενος εἰπεῖν τὸ ἀληθὲς φίλος ἐστί. φιλοῦμεν καὶ τοὺς μὴ φοβερούς. [178] [b 34] ἑταιρία ἐστὶν ἡ ἀπὸ κοινωνίας φιλία, οἷον εἰ κοινωνοὶ ἧσαν ἐπὶ πράγματί τινι. οἰκειότης ἐστὶν ἡ φιλία ἡ ἀπὸ πράξεως, οἷον εἰ συνήρ γησέ τινι ἐπιχειροῦντι πρᾶξαί τι ἢ ἐν πολέμῳ ἐβοήθησεν, ἔκτοτε οἰκειοῦται αὐτῷ. [b 35] καὶ τὸ μὴ δεηθέντος ποιῆσαι, ἤτοι καὶ εἰ ποιήσαι τις, ὃ ἤθελον ἀξιῶσαι αὐτὸν ποιῆσαι, καὶ ταῦτα μὴ δεηθεὶς καὶ ἀξιώσας αὐτόν, ἔχω φίλον αὐτόν, καὶ μετὰ τὸ ποιῆσαι, ὃ ἤθελον ἀξιῶσαι αὐτόν, μὴ δηλῶσαι καὶ εἰπεῖν ὅτι “εὐηργέτηκά σε”· καὶ γὰρ φαίνεται ἢ οὕτως ποιήσας ἤτοι εὐεργετήσας με οὐ δι’ ἕτερόν τι ἀλλ’ αὐτοῦ ἕνεκα ἤτοι ἕνεκα ἐμοῦ τοῦ φίλου. [179] ἐκ τῶν ἐναντίων δεῖ θεωρεῖν ἤτοι ἐκ τῶν περὶ φιλίας τόπων. ἡ μὲν ὀργὴ γίνεται ἐκ τῶν κακῶν τῶν πρὸς αὐτόν, ἤτοι ὀργὴ γίνεται, ὅταν τις λυπῆσαι σπουδάζῃ τινά, ἐξ οὗ ἐλυπήθη καὶ ἔπαθέ τι κακόν· ἔχθρα δὲ καὶ ἄνευ τῶν πρὸς αὐτόν, ἤτοι ἐχθραί νομαι δὲ καὶ μισῶ τὸν Τανισμάνην, κἂν οὐδέν τι κακὸν οὗτος πρὸς ἐμὲ ἔδρασε. [a 6] μισεῖν δὲ λέγομαι οὐ τὸν Καλλίαν, ἀλλὰ τὸ γένος ὅλων τῶν Περσῶν ἢ τῶν συκοφαντῶν. καὶ τὸ μὲν ἤτοι τὸ ὀργίζεσθαί ἐστιν ἰατὸν τῷ χρόνῳ, τὸ δὲ μῖσος ἀνίατον καὶ ἡ μὲν ὀργὴ ἐφίεται τοῦ μόνον λυπῆσαι, ἡ δὲ ἔχθρα ἐφίεται τοῦ κακῶσαι ἤτοι χαλάσαι καὶ ἀπολέσαι, ὥστε μὴ ζῆν. [a 8] ἐπεὶ γὰρ ὁ ὀργιζόμενος βούλεται αἴσθεσθαι καὶ νοῆσαι, πρὸς ὃν ὀργίζεται, ὅτι κατ’ αὐτοῦ ὀργίζεται, φαίνεται, ὅτι μερικῷ ὀργίζεται ὁ ὀργιζόμενος· τῷ δέ, τῷ ἐχθραίνοντι, οὐδὲν διαφέρει καὶ συμβάλλεται, εἴτε νοήσει ὁ ἄνθρωπος, πρὸς ὃν ἐχθραίνεται, ὅτι κατ’ αὐτοῦ ἐχθραίνεται καὶ μελετᾷ ποιῆσαί τι κακόν, εἴτε καὶ μὴ νοήσει. [a 9] τὰ μὲν οὖν λυπηρὰ πάντα εἰσὶν αἰσθητὰ ἤτοι μετὰ αἰσθήσεως γινόμενα· ἐπαισθάνεται γὰρ ὁ πάσχων τῆς λύπης. τὰ δὲ μᾶλλον κακὰ οὐδαμῶς εἰσιν αἰσθητά· ἡ γὰρ παρουσία τῆς ἀδικίας οὐ λυπεῖ τὸν ἔχοντα, ἀλλὰ μὴ οἷον αἰσθανόμενος ταύτης φαίνεται ὁμοίως δὲ καὶ ὁ ἄφρων οὐκ αἰσθάνεται τῆς ἀφροσύνης. [a 13] ὁ δὲ μισῶν οὐ λυπεῖται. καὶ ὁ μὲν ὀργιζόμενος ἐλεήσει τὸν καθ’ οὖ ὀργίζεται πολλῶν γινομένων, ἤτοι εἰ προσπέσῃ αὐτῷ ἢ εἰ μετάμελον σχῇ, ὁ δὲ ἐχθραινόμενος οὐδενός, ἤτοι εἴ τι ἂν ποιήσῃ ὁ, πρὸς ὃν ἐχθραίνεται, οὐκ ἐλεήσει αὐτόν. ὁ μὲν γάρ, ὁ ὀργιζόμενος, βούλεται ἀντιπαθεῖν καὶ ἀντιλυπῆσαι τόν, πρὸς ὃν ὀργίζεται, ὁ δὲ μισῶν βούλεται μηδὲ ὅλως [180] εἶναι καὶ ζῆν τόν, ὃν μισεῖ. [a 16] ἐκ τούτων τῶν τόπων δείξει τις καὶ τὸν μὴ ὄντα καὶ φαινόμενον ἐχθρόν, ὅτι ἔστιν ἐχθρός, καὶ τὸν φάσκοντα ἐχθρὸν εἶναι διαλύειν καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἐχθρός, καὶ δεικνύειν τόν τε φιλονεικοῦντα δι’ ὀργὴν καὶ πάλιν τὸν φιλονεικοῦντα δι’ ἔχθραν· καὶ οἵαν ἂν βούληται, δείξει, εἴτε ὅτι δι’ ἔχθραν φιλονεικεῖ, εἴτε δι’ ὀργήν.
[2.5] Ὁ φόβος λύπη ἐστὶν ἐκ τοῦ φαντάζεσθαι καὶ ἀνατυποῦν τῇ διανοίᾳ ἢ μέλλον γενέσθαι κακὸν ἢ φθαρτικόν. [a 23] ἢ βραδὺς εἰς τὸ νοεῖν. ἀλλ’ ἐκεῖνα φοβεῖταί τις, ὅσα δύνανται προξενεῖν μεγάλας λύπας. καὶ ταῦτα φοβούμεθα, ἃ μὴ πόρρω εἰσίν· ὁ γὰρ θάνατος, εἰ καὶ φοβερόν ἐστιν, ἀλλ’ ἐπεί ἐστι πόρρω καὶ οὐ σύνεγγυς (μετὰ γὰρ τριάκοντα χρόνους τις θνῄσκει ἢ πεντήκοντα), διὰ τοῦτο αὐτὸν οὐ φοβούμεθα. [a 25] ὥστε μέλλειν ἤτοι ὀφείλειν ἤδη γίνεσθαι σύνεγγυς· οἷον εἰ τοὺς πολεμίους βλέπω ἤδη ἐγγίζοντάς μοι. [a 30] τὰ σημεῖα τῶν τοιούτων οἷον τῶν νόσων φοβερά εἰσιν· ὁ γὰρ κίνδυνός ἐστι πλησιασμὸς τοῦ φοβεροῦ. τοιαῦτα δὲ ἤτοι φοβερά εἰσιν ἡ ἔχθρα καὶ ἡ ὀργὴ τῶν ἐνδόξων τῶν δυναμένων ποιεῖν ἤτοι βλάπτειν. [a 34] ὥστε, εἰ βούλονται καὶ δύνανται βλάπτειν, λοιπὸν ἐγγύς εἰσι τοῦ ποιεῖν· εἰ γὰρ ἠβούλοντο μέν οὐκ ἠδύναντο δέ, πόρρω ἂν ἦσαν. καὶ ἡ ἀδικία δύναμιν ἔχουσα φοβερόν, οἷον εἰ ἄδικος μέν ἐστι καὶ δύναται καὶ βλάπτειν, φοβερός ἐστι. [a 35] καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα, ἤτοι εἰ ἔστι τις ἀνδρεῖος ἅμα καὶ δυνατὸς ἤτοι ἔνδοξος καὶ παραδυναστεύων βασιλεῖ, φοβερός ἐστι τῷ ἐπιχειρήσαντι τῷ ὑβρίσαι αὐτόν. [b 2] καὶ φόβος τῶν δυνα μένων τι ποιῆσαι, ἤτοι καὶ φοβούμεθα τοὺς δυναμένους βλάπτειν· [181] ἀνάγκη γὰρ εἶναι τὸν τοιοῦτον ἤτοι τὸν δυνάμενον βλάπτειν ἐν παρα σκευῇ ἤτοι ἕτοιμον εἰς τὸ βλάπτειν. [b 5] φοβερὸν τὸ ἐπ’ ἄλλῳ αὐτὸν εἶναι ἤτοι τὸ ἐλπίζειν ζῆν ἐπ’ ἄλλῳ καὶ τὸ κεῖσθαι τὴν σωτηρίαν αὐτοῦ παρ’ ἄλλῳ· ἴσως γὰρ διὰ κέρδος ἀπόσχωνται αὐτοῦ ἢ διὰ δειλίαν· εἰ γάρ τις σύνοιδεν ἐμοὶ ἐπιβουλεύοντι τῷ βασιλεῖ, φοβερός ἐστιν ἐμοί, μή πως κατείπῃ μου ἀφορῶν ἐκ τῆς προσαγγελίας κερδῆσαι ἢ πολλάκις δειλιάσας, μή πως ἁλῷ ὡς συνειδὼς καὶ διὰ τοῦτο τιμωρηθῇ· ἢ ἐν καιρῷ κινδύνου καταλείψουσι. [b 8] καὶ οἱ δυνάμενοι ἀεὶ ἀδικεῖν φοβεροὶ τοῖς δυνα μένοις ἀδικεῖσθαι. καὶ οἱ ἠδικημένοι φοβεροί εἰσιν ἢ οἱ νομίζοντες ἀδικεῖσθαι καὶ ἀεὶ ἐπιτηροῦσι καιρόν, ἵνα τὸν ἀδικήσαντα βλάψωσι. καὶ οἱ ἀδικήσαντες ἀεί εἰσι φοβεροί· δεδιότες γάρ, μή πως οἱ ἀδικηθέντες ἰσχύσωσι καὶ ἀντιβλάψωσιν αὐτούς, ἀεὶ σπεύδουσιν ἐκτρῖψαι αὐτούς· [182] [b 12] ἐπέκειτο γὰρ φοβερὸν τὸ τοιοῦτον ἤτοι τὸ ἀντιπαθεῖν. καὶ οἱ τῶν αὐτῶν ἀγωνισταί εἰσι φοβεροὶ πρὸς ἀλλήλους· οἷον εἰ ὑπὲρ βασιλείας ἀγωνίζονται δύο τινές, ἐπεὶ οὐκ ἐνδέχεται ἀμφοτέροις τὴν βασι λείαν περιελθεῖν ἅμα, διὰ τοῦτο φοβοῦνται ἀλλήλους. [b 14] αἰεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους ἤτοι πρὸς ἀλλήλους. καὶ οἱ φοβεροὶ τοῖς κρείττοσι καὶ αὐτοῖς τοῖς ἐλάττοσι φοβεροί. [b 16] φοβεροί εἰσι καὶ οὓς φοβοῦνται οἱ κρείττους διὰ τὸ αὐτὸ ἤτοι διὰ τὸ δύνασθαι καὶ σὲ τὸν ἐλάττω βλάψαι, ὥσπερ καὶ τὸν κρείττω· [b 18] ἢ γὰρ ἤδη εἰσὶ φοβεροὶ οἱ καὶ τοῖς κρείττοσιν ἐπιτιθέμενοι ἢ προσδοκῶνται ἔτι μᾶλλον γενέσθαι φοβεροί, εἴ γε αὔξησιν τῆς ἑαυτῶν δυναστείας λάβωσι καὶ ἐπίτασιν. γράφεται καὶ οἱ τοῖς ἥττοσιν ἐπιτιθέμενοι· οὗτοι γὰρ εἰ ἔτι αὐξηθῶσι, καὶ κατὰ τῶν κρειττόνων ἐπιχειρήσουσι. [b 19] φοβεροί εἰσι καὶ οἱ φίλοι τῶν ἀδικηθέντων παρ’ ἡμῶν καὶ οἱ τῶν ἐχθρῶν τῶν ἡμετέρων φίλοι καὶ οἱ φίλοι τῶν ἀντιπάλων καὶ τῶν ἀνταγωνιστῶν ἡμῖν. οὐδὲ οἱ ὀξύθυμοί εἰσι φοβεροί· οἱ γὰρ πρᾶοί εἰσι φοβεροί, καθ’ ὃ ἄδηλοί εἰσιν, εἰ ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τοῦτο οὐδὲ φυλάττονται παρ’ ἡμῶν, [b 21] ᾗ ἐγγύς, ἤτοι ὡς ἐγγίζοντες καὶ φίλοι ἡμῶν φαινόμενοι· ὥστε οἱ ὀξύθυμοι ⟨οὔκ⟩ εἰσι φοβεροί, διότι πόρρω εἰσὶν ἡμῶν καὶ οὐ φαίνονται τὴν φιλίαν πρὸς ἡμᾶς ὑποκρινόμενοι καὶ διὰ τοῦτο ἀεὶ παρα φυλάττονται παρ’ ἡμῶν· ἢ καὶ διότι, ὃ ἔχουσιν ἐν τῇ ψυχῇ, τοῦτο προφέρουσι καὶ ἐκτὸς καὶ ἔστι δήλη ἡ αὐτῶν κακία, οἱ δὲ πρᾶοι ἐνδομυχοῦσιν ἐντὸς καὶ διὰ τοῦτο φοβεροὶ ὡς κακοὶ ὄντες ἀφανεῖς. [b 22] πάντα δὲ τὰ φοβερὰ γίνονται φοβερώτερα, ὅσα, ἐὰν ἁμάρτωσι καὶ γένωνται, οὐ δύνανται ἐπανορθωθῆναι, ἀλλ’ ἢ ὅλως ἀδύνατα ἢ οὐχὶ ἐπ’ αὐτοῖς ἤτοι ἐπὶ τῇ ἐξουσίᾳ αὐτῶν κεῖται τὸ ἐπανορθώσασθαι τὸ ἁμάρτημα, ἀλλ’ ἐπὶ τοῖς ἐναντίοις οἷον εἰ δι’ ἐμὲ ἐάσαντά σε ἐν τῷ πολέμῳ μόνον αἰχμάλωτος γέγονας, παρὰ τῇ ἐξουσίᾳ τῶν ἐναντίων ἤτοι τῶν πολεμίων κεῖται τὸ ἀπολυθῆναί σε, οὐ παρ’ ἐμοί. [b 25] καὶ ὧν βοήθειαι μή εἰσιν· οἷον εἰ ἐπιχειρήσω βασιλεῦσαι καὶ ἀποτύχω τούτου καὶ κρατηθῶ, οὐδεὶς ἔσται ὁ βοηθήσων ἢ εἰ καὶ ἔσται βοηθηθῆναί με, ἀλλ’ οὐ ῥαδίως. καὶ ὅλως φοβερά εἰσιν ἐκεῖνα, ἃ εἰ ἴδω ἐπὶ ἑτέρων γινόμενα, ἐλεεινά μοι δοκοῦσιν, οἷον εἰ μαστιγούμενον ἴδω τινά, ἐλεῶ αὐτόν. [183] [b 29] ὡς δὲ διακείμενοι ἤτοι πῶς δὲ διακείμενοι φοβοῦνται, λέγωμεν. [b 32] οὐδὲ τούτους φοβεῖται, ὑφ’ ὧν μὴ οἴεται βλαβῆναι, οὐδὲ τότε ἤτοι οὐδὲ ἐλπίζει τότε βλαβῆναι, ὅτε οὐκ οἴεται. ἐκεῖνοι γοῦν φοβοῦνται οἰόμενοι παθεῖν τι δεινόν, καὶ οἰόμενοι βλαβῆναι ὑπὸ τού τῶν ἤτοι ὑπὸ ἐνδόξων ἀνδρῶν καὶ δυναστῶν καὶ ταῦτα ἤτοι μεγάλα τινὰ βλαβῆναι καὶ τότε ἤτοι κατὰ τοῦτον τὸν καιρὸν φοβοῦνται, ὅτε καὶ ἐλπίζουσι βλαβῆναι. [b 35] οὔτε δὲ οἱ εὐτυχοῦντες φοβοῦνται οὔτε οἱ δοκοῦντες παρ’ ἑαυτοῖς εὐτυχεῖν καὶ διὰ τὸ μὴ φοβεῖσθαί εἰσιν ὑβρισταὶ καὶ ὀλίγωροι. οὔτε φοβοῦνται οἱ παθόντες πάντα τὰ δεινὰ καὶ διὰ τοῦτο ἀπεψυγμένοι καὶ ἀποκαραδοκοῦντες εἰς τὸ μέλλον· ἐπεὶ γάρ, εἴ τι ἂν εἶχον, ἀπώλεσαν, οὐκέτι φοβοῦνται ἀπολέσαι τι. [184] ὥσπερ ἀποτυμπανιζόμενοι ἤτοι ἀποκεφαλιζόμενοι· οἴονται γὰρ οἷον ἀποκεφαλισθῆναι· τούτου δὲ οὐδὲν φοβερώτερον· ὁ γὰρ φοβούμενος ἐν δεινοῖς ὢν οὕτω φοβεῖται ἐν τῷ ἐλπίζειν σωτηρίαν καὶ ἀπαλλαγὴν ἔχειν τῶν δεινῶν, περὶ ὧν ἀγωνίζονται [185] ἀπαλλαγῆναι, καὶ φοβοῦνται, μή πως οὐκ ἰσχύσωσιν ἀπαλλαγῆναι τῶν κιν δύνων. [a 6] σημεῖον δὲ τοῦ τότε φοβεῖσθαι, ὅτε ἐλπίδα ἔχουσι σωτη ρίας, διότι, εἰ φοβούμεθα, καὶ βουλευόμεθα, πῶς ἀπαλλαγησόμεθα ὥστε, εἰ οὐκ ἐλπίζομεν, οὐκ ἂν ἐβουλευόμεθα. [a 8] ὥστε, εἰ συμβουλευόμεθά τινι τὰ λυσιτελῆ, δεῖ αὐτοὺς παρασκευάζειν τοιούτους ἤτοι φοβητικούς, εἴ γε καλόν ἐστι τὸ φοβεῖσθαι αὐ τούς, ποιεῖν δὲ αὐτοὺς περιφόβους ἐν τῷ δεικνύειν, ὅτι δυνατοί εἰσι τοῦ παθεῖν παρὰ τοῦδε καὶ ἀδικηθῆναι, ἐπεὶ καὶ ἄλλοι μείζους καὶ κρείττους αὐτῶν ἔπαθον ἤτοι ἠδικήθησαν παρ’ αὐτοῦ· καὶ ὅτι οἱ ὅμοιοι αὐτοῖς, οἷς καὶ συμβουλεύουσι, πάσχουσιν ἢ ἔπαθον καὶ ἠδικήθησαν παρὰ τοῦδε. [a 11] καὶ ὑπὸ τούτων ἐβλά βησαν, ὑφ’ ὧν οὐκ ᾤοντο βλαβῆναι. [a 16] θάρρος δέ ἐστι τὸ ἐλπίζειν καὶ φαντάζεσθαι, ὅτι ἡ μὲν σωτηρία ἐστὶν ἐγγὺς καὶ ἤδη ἔστιν ἡ σωτηρία, τὰ δὲ φοβερὰ ἢ οὔκ εἰσιν ἢ ὅτι μακράν εἰσιν. [a 19] καὶ τὰ θαρραλέα ἐγγύς εἰσιν ἤτοι τὰ σωτήρια. θαρροῦμεν καὶ ὅτε περιπεσόντες πειρασμοῖς ἔχομεν ἐπανορθώσεις καὶ βοηθείας καὶ μεγάλας καὶ πολλάς. καὶ εἰ μήτε ἠδικήθημεν παρά τινος μήτε ἠδικήσαμεν, καὶ οὕτω θαρροῦμεν, ὡς οὐκ ἄν ποτε βλαβῶμεν παρά τινος. [a 22] καὶ ὅτε ἢ ὅλως ἀνταγωνιστὰς καὶ ἀντιπάλους οὐκ ἔχομεν ἢ ἔχομεν ἀντιπάλους ἀδυνάτους δέ. ἢ θαρροῦμεν καὶ ὅτε ἔχομεν ἀντιπάλους δυνατούς, εἰσὶ δὲ οὗτοι φίλοι ἡμῶν, ἢ ὅτι ἐποιήσαμεν αὐτοὺς εὖ ἤτοι ὅτι εὐηργετήσαμεν αὐτούς ποτε, ἢ ὅτι ἐπάθομεν καὶ εὐηργετήθημεν παρ’ αὐτῶν ποτε καὶ λοιπὸν οὐδὲ νῦν βλαβησόμεθά ποτε παρ’ αὐτῶν. ἢ θαρροῦμεν καὶ ὅτε ἐλπίζομεν ἀδικηθῆναι παρά τινος, εἰσὶ δὲ καὶ ἄλλοι πολλοὶ οἱ μέλλοντες τὰ αὐτὰ ἐμοὶ δεινὰ παθεῖν καὶ διὰ τοῦτο συμφέρει αὐτοῖς, ὃ καὶ ἐμοί, ἤγουν τὸ ἀποκρούσασθαι τὸν ἀδικήσαντα· [186] θαρροῦμεν γοῦν, ὅτι ὁ ἀδικήσων ἐστὶν εἷς, ἡμεῖς δὲ πολλοὶ καὶ διὰ τοῦτο ἰσχύσομεν νικῆσαι αὐτόν. ἢ εἰ πολλοὶ μὲν οὔκ εἰσιν οἱ ταὐτὰ παθεῖν ἐμοὶ κινδυνεύοντες, ὀλίγοι δὲ πλὴν ἰσχυροὶ καὶ κρείττους, διὰ τοῦτο θαρροῦμεν κρείττους γενέσθαι τοῦ ἀδικήσαντος· [a 25] ἢ εἴ εἰσιν οἱ μέλλοντες τὰ αὐτὰ παθεῖν ἐμοὶ ἄμφω ἤτοι καὶ κρείττους ἤγουν καὶ ἰσχυροὶ καὶ πολλοί. [a 28] διχῶς οἱ ἄνθρωποι γίνονται ἀπαθεῖς ἤτοι θαρραλέοι, ἢ τῷ μηδέποτε πεπειρᾶσθαι κακοῦ — καὶ διὰ τοῦτο, κἂν πειρασμοῖς ἐμπέσωσι, θαρροῦσιν ἀποφυγεῖν — ἢ ἐν τῷ ἔχειν βοηθείας πολλάς, δι’ ὧν ἀποφύγωσι τὰ δεινά· [a 29] ὥσπερ εἴ τις ἐν θαλάσσῃ περιπέσῃ κλύδωνι ἄπειρος τοῦ χειμῶνος ἤτοι μὴ ἰδών ποτε κλύδωνα καὶ τὰ ἐκ τούτου κακά, θαρρεῖ περὶ τὸ μέλλον, ὡς οὐ κινδυνεύσει· ἀλλὰ θαρρεῖ καὶ ὁ ἐμπεσὸν κλύδωνι, ἔχων δὲ βοήθειαν ἐκ τῆς τέχνης καὶ ἐμπειρίας· ἴσως γὰρ εἴη ναύτης καλός. [a 32] καὶ ἐὰν τοῖς ὁμοίοις φοβερὸν μὴ ᾗ, ἤτοι εἰ καὶ τοῖς συνναύταις αὐτοῦ οὐ δοκεῖ ὁ κλύδων φοβερός, οὐδὲ αὐτῷ ἔσται φοβερός. καὶ εἰ μηδὲ τοῖς ἥττοσιν αὐτοῦ ἤτοι τοῖς μὴ ναύταις οὖσιν οὐ δοκεῖ φοβερός, πολλῷ μᾶλλον αὐτῷ οὐκ ἔσται. κεκρατήκασι δὲ πολλάκις ἢ τῶν κρειττόνων ἢ τῶν ὁμοίων αὐτοῖς καὶ θαρροῦσιν, ἐὰν οἷόν τε ἔχειν πλείους δυνάμεις ἢ μείζους· οἷον εἰ οἱ πολέμιοι ἔχουσιν ἑκατὸν τοξότας, ἡμεῖς δὲ διακοσίους, ἢ εἰ ἐκεῖνοι ἔχουσι τοξότας μόνους, ἡμεῖς δὲ καὶ τοξότας καὶ κονταράτους. [b 2] ἰσχὺς σωμάτων, ἤγουν εἰ δυνατοί εἰσιν ἢ ἐὰν φίλους πολλοὺς ἔχωμεν ἢ χώραν μεγάλην καὶ δύσβατον, θαρροῦμεν κατὰ τῶν πολεμίων. καὶ ἐὰν πάσας τὰς παρασκευὰς ἔχωμεν τὰς πρὸς πόλεμον, οἷον τοξότας, ἀκοντιστάς. πεζούς, ἱππεῖς· ἢ εἰ μὴ πάσας ἔχομεν, ἀλλ’ οὖν τὰς μεγίστας. [b 3] θαρροῦμεν καὶ εἰ οὐκ ἠδικήσαμεν τούτους, παρ’ ὧν φοβούμεθα ἀδικη θῆναι· εἰ γὰρ οὐκ ἠδικήσαμεν αὐτούς, οὐδὲ βλαβησόμεθα παρ’ αὐτῶν. [b 5] καὶ ὅλως θαρροῦμεν, ἐὰν τὰ πρὸς θεοὺς καλῶς ἔχωμεν ἤτοι εὐσεβοῦμεν· τοῦτο δὲ τὸ παρὰ τῶν θεῶν σκέπεσθαι· ἢ ἐὰν ἀπὸ σημείων, ἢ ἐὰν ἀπὸ τῶν λογίων, οἷον εἰ μάντις τις ἐξεῖπε τὸ εὐμενεῖς εἶναι πρὸς ἡμᾶς τοὺς θεούς. ἀλλὰ καὶ ἡ ὀργὴ ἤτοι τὸ οἴεσθαι ὀργίζεσθαι τὸ θεῖον κατὰ τῶν πολεμίων θαρραλέους ποιεῖ ἡμᾶς· τὸ γὰρ ἀδικεῖν ἐκμαίνει τὸ θεῖον. [b 9] καὶ ὅταν προεπιχειροῦντές ἐσμεν, καὶ προεπιχειροῦντες τοῖς πολεμίοις ἐπιτεθῶμεν ἀφανῶς ἀνετοίμοις οὖσι, θαρροῦμεν ὡς [187] προεπιχειρήσαντες καὶ προετοιμασθέντες, ἢ μηδὲν παθεῖν παρὰ τῶν [188] πολεμίων ἢ κατορθῶσαι καὶ νικῆσαι.
[2.6] Ἒστι δὲ αἰσχύνη λύπη καὶ ταραχὴ ἀπὸ τῶν κακῶν περὶ τὰ κακὰ τὰ εἰς ἀδοξίαν φέροντα, κἄν τε πάρεισι ταῦτα κἄν τε μέλλωσι γενέσθαι. [b 16] ἀναίσχυντος δέ ἐστιν ὁ καταφρονῶν τῶν τοιούτων κακῶν τῶν εἰς ἀδοξίαν φερόντων καὶ μηδὲν πάσχων ὑπὸ τῶν τοιούτων, ὅσα δοκοῦσιν αἰσχρὰ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει, ἤτοι φίλων, παίδων. [b 22] καὶ τὸ συγγενέσθαι, οἷς οὐ δεῖ, ἤτοι τῇ αὑτο μητρυιᾷ. ἢ ὅου οὐ δεῖ, ἤτοι εἰ ἐν ἐκκλησία ἐμοίχευσεν. ἢ ὅτε μὴ δεῖ. ἤτοι ἐν καιρῷ νηστείας καὶ προσευχῆς. καὶ τὸ σπουδάζειν ἁρπάζειν καὶ κερδαίχουσι· νειν ἀπὸ τῶν μικρῶν ἤτοι τῶν πτωχῶν ἢ ἀπὸ αἰσχρῶν ἤτοι ἀπὸ τοῦ μαυλίζειν ἢ ἀπὸ τοῦ πορνοβοσκὸν εἶναι· [b 25] ὅθεν καὶ ἡ πόροι μία λέγεται ἐπὶ τῶν σπουδαζόντων κερδαίνειν καὶ ἀπὸ τῶν τεθνεώτων τὸ κἂν καὶ ἀπὸ τῶν νεκρῶν φέρειν ἐκδύουσι γὰρ τὰ σάβανα αὐτῶν, ὡς οἱ λωποδύται. [b 27] καὶ τὸ τὸν δυνάμενον βοηθῆσαι τῷ κινδυνεύοντι μεγάλως ἧττον ἤτοι μικρῶς βοηθῆσαι αἰσχύνης ἐστὶν ἄξιον τοῦτο δοκεῖν. αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ σὲ ἔνδοξον ὄντα βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων ἤτοι τῶν πτωχῶν. καὶ τὸ δανείζεσθαι, ὅτε δόξει αἰτεῖν οἷον εἰσί τινες ζητοῦντες λαβεῖν ἀπό τινων χρήματα μὴ ἔχοντες καὶ οὐ ζητοῦσιν ἐξ ὀρθοῦ, ἀλλὰ δανειακῶς ζητοῦσι νομίσματα. [b 30] αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ ἐπαινεῖν τινα, ἵνα δόξῃ αἰτεῖν, ἤτοι διὰ τὸ λαβεῖν ἀπ’ αὐτοῦ τι· κολακεύει γὰρ τοῦτο. καὶ τό, ἐὰν ζητήσῃ τινὰ καὶ ἀποτύχῃ ἤτοι οὐ λάβῃ ἀπ’ αὐτοῦ τι. μηδὲν ἧττον· ζητεῖν πάλιν. [b 32] καὶ τὸ ἐπαινεῖν μὲν τὰ ἀγαθὰ καὶ τὰ κατορθώματά τινος, συναλείφειν δὲ καὶ μειοῦν καὶ σμικρύνειν τὰ φαῦλα ἤτοι τὰ κακά. καὶ τὸ παρών τινι λυπουμένῳ δοκεῖν συλλυπεῖσθαι ἐκείνῳ καὶ ἐπέκεινα αὐτοῦ. [b 35] καὶ τὸ μὴ μένειν πὀνους οὓς οἱ πρεσβύτεροι, οἷον εἰ οἱ γηραιοὶ ἢ οἱ ἐν ἐξουσίᾳ ἑαυτοὺς λούουσι, σὺ δὲ βούλει ὑπ’ ἄλλων λούεσθαι. [189] καὶ τὸ περὶ ἑαυτοῦ λέγειν καὶ ἐπαγγέλλεσθαι μεγάλα ἤτοι τὸ ἐπαινεῖν ἑαυτόν. καὶ τὸ φάσκειν τὰ ἀλλότρια πράγμτα εἶναι ἑαυτοῦ· οἷον εἰ τὸ κτῆμα τὸ ἀλλότριον λέγω ἐμὸν εἶναι. [a 7] ὁμοίως καὶ τὰ ἔργα τῶν ἄλλων κακιῶν τῶν ἠθικῶν εἰσιν αἰσχρὰ καὶ ἄξια αἰσχύνης. αἰσχυντικόν ἐστι καί, εἰ μὴ μετέχει τις τοῦ ἀγαθοῦ, οὗ πάντες μετέ [a 13] κἂν ἐπὶ τοσοῦτον ἤγουν ἐπὶ μικρόν· οἷον εἰ πάντες μετέχουσι παιδεύσεως καὶ τῶν ἄλλων, οἷον γραμματικῆς, σὺ μόνος [190] ἐστέρησαι· πάντα γοῦν ταῦτά εἰσιν αἰσχυντικά, εἴ γε φαίνεταί τις μείνας ἀπαίδευτος δι’ ἑαυτόν, ἤτοι εἰ αὐτὸς ἐγένετο αἴτιος ἑαυτῷ τοῦ μεῖναι ἀπαίδευτος καὶ τῶν ἑτέρων κακῶν ἢ τῶν ὑπαρχόντων, ἤτοι ὧν ἔχει, ἢ τῶν μελλόντων, φαίνεται φαύλης καὶ κακῆς γνώμης ὥν. [a 18] εἰς ὑπηρετήσιες σώματος, οἶον εἰ δουλεύει τινὶ ἢ εἰ δώσει τὸ ἑαυτοῦ σῶμα εἰς τὸ πορνεύεσθαι παρ’ ἄλλων, ἢ αἰσχρῶν ἔργων, ὧν ἐστι τὸ ὑβρί ζεσθαι ἤγουν τὸ μαστροπεύειν. αἰσχρόν ἐστι καὶ τὸ πάσχειν μὲν τὰ πρὸς ἀκολασίαν, εἴτε ἑκών τις ταῦτα πάσχει εἴτε καὶ ἄκων, αἰσχυντηλόν ἐστιν. [a 20] εἶτα λέγει καὶ τίνα εἰσὶ τὰ πρὸς ἀκολασίαν ἄκοντα καί φησι “φημὶ δὲ ἄκοντα τὰ πρὸς βίαν”, οἷον βίᾳ τις συσχεθεὶς ἐφθάρη παρὰ τοῦ κατασχόντος· ἄνανδρος γὰρ φαίνεται ὁ τοιοῦτος ὡς ὑπομείνας καὶ ἄκων τὴν οἰκείαν ὕβριν. αἰσχυντικόν ἐστι καὶ εἰ ἐβλάβην παρά τινος καὶ οὐκ ἀμύνωμαι αὐτόν. [a 23] ἐπεὶ δὲ ἡ αἰσχύνη ἐστὶ φαντασία περὶ ἀδοξίας ἤτοι τὸ φαντάζεσθαι, ὅτι θέλω ἀτιμηθῆναι καὶ ἀδοξασθῆναι, καὶ ταύτης αὐτῆς χάριν ἤτοι καὶ φαντάζεσθαι ἀτιμηθῆναι χάριν ταύτης αὐτῆς ἤτοι χάριν αὐτοῦ τοῦ ἀτιμηθῆναι, ἀλλὰ μὴ φαντάζεσθαι ἀτιμηθῆναι ἕνεκεν τῶν ἀποβαινόντων ἤτοι ἐκ τοῦ ἀφαιρεθῆναι τὰ οἰκεῖα χρήματα ἤτοι τοῦ ἐλπίζειν ἡττηθῆναι εἰ πολεμήσει, οὐδεὶς δὲ φροντίζει τῆς δόξης ἀλλ’ ἢ διὰ τοὺς δοξάζοντας, ἀνάγκη αἰσχύνεσθαι τούτους, ὧν ἔχει λόγον ἤτοι ὧν φροντίζει. [a 27] φροντίζει δὲ τῶν θαυμαζόντων αὐτόν, ἵνα μὴ παρ’ ἐκείνοις ἄδοξος νομισθῇ, καὶ οὓς θαυμάζει· ἐπειδὴ γὰρ θαυμάζει αὐτούς, δῆλον, ὡς καλοὺς ὄντας θαυμάζει αὐτοὺς καὶ διὰ τοῦτο φροντίζει, μή πως ἄδοξος φανῇ παρ’ αὐτοῖς ἀγαθοῖς οὖσι. [a 28] καὶ πρὸς οὓς φιλοτιμεῖται καὶ ἐπιδείκνυται, καὶ ὧν τις δόξης οὐ καταφρονεῖ ἤτοι καὶ ὑφ’ ὧν δοξάζεται, οὐ καταφρονεῖ. [a 30] οἳ [191] ἔχουσί τι ἀγαθὸν τῶν τιμίων, οἷον ἡ σοφία τίμιόν ἐστι καὶ ἡ ἀρετή. θαυμάζουσι καὶ ἐκείνους, ὧν δέονται σφόδρα ἕνεκά τινος, ὧν οὗτοί εἰσι κύριοι, οἷον οἱ ἐρῶντες θαυμάζουσι τοὺς ἐρωμένους, ἵνα παρ’ αὐτῶν τύχωσιν ἢ ὁμιλίας ἢ συνουσίας, ἧς κύριοί εἰσιν οἱ ἐρώμενοι. [a 32] φιλο τιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους, οἷον οἱ φιλόσοφοι πρὸς τοὺς φιλοσόφους. μᾶλλον δὲ φροντίζουσι τῶν φρονίμων, διότι οὗτοι ἀληθεύου σιν, εἴ τι ἂν καὶ εἴπωσι. [a 34] τοιοῦτοι δὲ ἤτοι φρόνιμοί εἰσιν οἱ πρεσβύτεροι καὶ οἱ γηραιότεροι διὰ τὸν χρόνον καὶ οἱ πεπαιδευ μένοι ἤτοι οἱ σοφοί. αἰσχύνονται καὶ τὰ ἐν ὀφθαλμοῖς ἤτοι τὰ φανερά, οἷόν τινες ἐπιτηδεύονται· τὰ μὲν μανίκια τῶν ὑποκαμίσων [192] ποιοῦσι καὶ καθαρὰ καὶ ψιλά (αἰσχύνονται γάρ, εἴ γε ταῦτα μὴ τοιαῦτά εἰσι, διὰ τὸ φανερὰ εἶναι), τὸ δὲ ὅλον κορμίον καὶ ῥυπαρὸν καὶ τραχὺ ποιοῦσιν. [a 35] ὅθεν καὶ ἡ παροιμία τὸ εἶναι αἰδῶ καὶ ἐντροπὴν ἐν τοῖς κειμένοις ὀφθαλμοῖς ἤτοι εἰς τὸ φανερόν. καὶ διὰ τοῦτο αἰσχύ νονται τοὺς αἰεὶ παρεσομένους ἤτοι τοὺς ἀνθρώπους, μεθ’ ὧν ἀεὶ συν διάγουσι, καὶ τοὺς προσέχοντας καὶ παρατηροῦντας αὐτοὺς ἀεί, διότι ἐν ὀφθαλμοῖς ἐστι καὶ τῶν συνδιαγόντων αὐτοῖς ἀεὶ καὶ τῶν παρατηρούν των. [b 1] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους, οἷον ὁ κάπηλος αἰσχυνθῇ ἂν τὸν μὴ ὄντα κάπηλον, κάπηλος δὲ κάπηλον οὐδέποτε αἰσχύνεται·δῆλον γάρ, ὅτι οἱ μὴ ἔνοχοι τοῖς αὐτοῖς ἐγκλήμασιν ἤτοι οἱ μὴ κάπηλοι ὄντες τἀναντία δοξάζουσι τοῖς καπήλοις. [b 2] καὶ τοὺς μὴ συγγνω μονοῦντας, εἴ τινα ἴδωσιν ἁμαρτήσαντα· ἃ γάρ τις αὐτὸς ποιεῖ ἤτοι εἰ κλέπτης ἐστί τις καὶ ἄδικος, λέγει μὴ νεμεσᾶν καὶ μέμφεσθαι τοῖς πέλας, εἴ γε καὶ οὖτοι δρῶσι ταῦτα ἤτοι τὸ κλέπτειν καὶ τὸ ἀδικεῖν, ὁ δὲ μὴ ποιῶν ἤτοι ὁ μὴ κλέπτων δῆλον ὅτι νεμεσᾷ τῷ κλέπτη. [b 5] καὶ τοὺς ἐξαγγελτικοῦς ἤτοι τοὺς μὴ φυλάσσοντας μυστήριον, ἀλλ’ εἴ τι ἂν ἀκούσωσι, τοῦτο καὶ λέγουσι· τὸ γὰρ μὴ δοκεῖν ἤτοι συνιέναι, οἷοί εἰσιν οἱ ἀναίσθητοι, καὶ συναισθάνεσθαι καὶ τὸ μὴ ἐξαγγέλλειν καὶ λέγειν, ἃ ἀκούσωσι, ταὐτά εἰσιν. [b 7] ἐξαγγελτικοὶ δέ εἰσιν οἱ ἀδικηθέντες παρά τινος καὶ διὰ τοῦτο παρατηροῦντες. μή πως ἀκούσωσιν αὐτοῦ εἰπόντος λόγον τινά, καὶ οἱ κακολόγοι ἤτοι οἱ λοίδοροι· εἰ γὰρ ὑβρίζουσι τοὺς μὴ ἁμαρτήσαντας, πολλῷ μᾶλλον ὑβρίζουσι τοὺς ἁμαρτήσαντας. [b 11] αἰσχύνονται καὶ ἐκείνους, ἐν οἷς μηδὲν ἀποτετυχήκασιν ἤτοι ἐν οἷς οὐδέποτε ἀπέτυχον δεηθέντες· καὶ διὰ τοῦτο φοβοῦνται, μή ποτε νοηθέντες αὐτῷ φαῦλοι οὐκ ἂν ἐπιτύχωσιν, οὗ δέονται. γράφεται καὶ [b 13] οὐδέν πω ἠδοξηκότες. αἰσχυνόμεθα καὶ τοὺς πρῶτόν τι δεηθέντας ἡμῶν, εἴ γε οὐδέποτε ἐφάνημεν αὐτοῖς ἄδοξοι, ἀλλ’ ὡς ἀεὶ τιμώμενοι παρ’ αὐτῶν ἐκτελοῦμεν καὶ τὴν αἴτησιν· εἰ γὰρ βουλόμεθα φίλοι τούτοις γενέσθαι, οὐκ ἀποπεμπόμεθα αὐτοὺς πρώτως δεηθέντας· [b 15] τὰ γὰρ βέλτιστα τίθενται ἤτοι οὐκ ἠδόξησάν ποτε παρ’ αὐτοῖς, εἴπερ φιλῆσαι θέλουσιν. [b 16] Εὐριπίδης πρὸς τοὺς Συρακουσίους πρέσβυς ἀποσταλεὶς καὶ περὶ εἰρήνης καὶ φιλίας δεόμενος, ὡς ἐκεῖνοι ἀνένευον, εἶπεν “ἔδει, ἄνδρες Συπρακούσιοι, εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλά γε διὰ τὸ ἄρτι ὑμῶν δέεσθαι αἰσχύνεσθαι ἡμᾶς ὡς θαυμάζοντας”. τὸ δὲ ὅλον τοιοῦτόν ἐστι· φησὶν ὁ [193] Εὐριπίδης πρὸς τοὺς Συπρακουσίους ὡς οὐ δεῖ ἀποπεμφθῆναι παρ’ ὑμῶν, διότι ἅπαξ ὑμῶν ἐδεήθημεν ὡς ὑμᾶς θαυμάζοντες. [b 16] καὶ ἀπὸ τῶν πάλαι γνωρίμων οἱ μηδὲν καθ’ ἡμῶν συνειδότες κακὸν αἰσχύνονται ἡμᾶς. [b 19] ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, οἷον τὸ τζιμπίσαι. καὶ οὐ μόνον ποιοῦντες τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες· ἔλεγε γὰρ καὶ ὁ Δημόκριτος “λόγος ἔργου σκιή”. [b 23] ὦν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν· καταφρονοῦσι γὰρ αὐτῶν, διότι, εἰ καὶ κατ’ αὐτῶν εἴπωσί τι, ἀλλ’ οὐ δόξωσιν ἀληθεύειν. [b 25] ἀλλὰ τοὺς μὲν γνωρίμους αἰσχύνονται τὰ πρὸς ἀλήθειαν κακά, ἤτοι μή πως νομισθῶσιν, ὅτι εἰσὶ φαῦλοι ἐν τοῖς κατὰ ἀλήθειαν οὖσι κακοῖς, οἷον ὅτι εἰσὶν ἀκόλαστοι ἢ ἠλίθιοι. τοὺς δὲ ἄποθεν αἰσχύνονται τὰ πρὸς τὸν νόμον, ἤτοι μή πως φωραθῶσι παρ’ αὐτῶν ποιήσαντες ἐκεῖνα, ἃ τῷ νόμῳ κολάζονται, οἶον εἰ προδότης ἐστίν εἴ που γὰρ προσαγγείλῃ τῷ βασιλεῖ, ὅτι προδότης [194] εἰμί, κολασθήσομαι παρ’ αὐτοῦ ὁ γὰρ νόμος τοὺς προδότας κολάζει. γράφεται καὶ τοὺς δὲ ἄποθεν τὰ πρὸς δόξαν μόνον, ἤτοι ἵνα μὴ νομι σθῶσι παρ’ αὐτοῖς φαῦλοι ἐν τοῖς κατὰ δόξαν οὖσι κακοῖς· εἰσὶ γάρ τινα μὴ κατὰ ἀλήθειαν ὄντα κακὰ ἀλλὰ φαινόμενα καὶ δοκοῦντά τισι κακά. [b 28] πρῶτον μέν, εἴ τινες ὑπάρχουσιν ἔχοντες πρὸς αὐτοὺς οὕτως, ὥσπερ ἔχειν ἔφαμεν, οὓς αὐτοὶ αἰσχύνονται· οἷον ἐπεὶ αἰσχυνόμεθα τοὺς θαυμά ζοντας ἡμᾶς, δηλονότι καὶ ἄλλοι αἰσχυνθῶσιν ἡμᾶς, εἴ γε διάκεινται οὗτοι πρὸς ἡμᾶς οὕτως, ὡς ποιεῖν αὐτοὺς θαυμάζεσθαι παρ’ ἡμῶν· καὶ εἰ αἰσχυνόμεθα ἐκείνους, παρ’ ὧν θαυμαζόμεθα, λοιπὸν καὶ ἄλλοι ἡμᾶς αἰσχυνθῶσιν, εἴ γε παρ’ ἡμῶν θαυμάζονται. [b 31] ἢ ὧν δέονται κατά τινα χρείαν, ὧντινων οὐκ ἂν ἐπιτύχωσιν, εἴ γε δόξουσιν ἐκείνοις ἄδοξοι ὡς ἀπαίδευτοι· οὐ γὰρ τὰ τῶν μυσαττομένων παρ’ ἡμῶν ἐκτελοῦμεν αἰτήματα. [b 32] καὶ οὗτοι οἱ θαυμάζοντες ἢ εἴ εἰσιν ὁρῶντες ἡμᾶς, μέλλουσιν αἰσθήσεσθαι καὶ νοῆσαι ἡμᾶς ὡς πράξαντάς τι κακόν. οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἀμφισβητοῦντες, τίνι ἀνήκει ἡ Σάμος, ἔθεντο κλήρους περὶ αὐτῆς. ὁ Κυδίας Λακεδαιμόνιος ἦν. [b 36] διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες· οἷον εἰ εὐδαίμων ὢν εἶχον πολλοὺς τοὺς ζηλοῦντάς με, εἰ δυστυχήσω, αἰσχύνομαι βλέπειν ἐκείνους τοὺς ζηλοῦντας ἐμέ. [195] αἰσχύνονται καὶ ὅταν ἔχωσιν ἔργα τοιαῦτα, ἃ καταισχυνοῦσι τὰ ἔργα καὶ τὰς πράξεις ἢ αὑτῶν ἢ τῶν προγόνων ἢ φίλων, ὑπὲρ ὧν αἰσχύνονται οὗτοι. [a 4] καὶ οἱ εἰς αὐτοὺς ἀναφερό μενοι· οἷον εἰ διδάσκαλος ὤν τοῦ Σωκράτους ἐποίησά τι, δι’ οὗ ἀπε φάνθην ἀμαθής, δηλονότι καὶ τὸν μαθητήν μου ἀμαθῆ ἀπέδειξα· ὁ γὰρ μαθητὴς πρὸς τὸν διδάσκαλον ἀναφέρεται. καὶ εἰ συνεβουλευσάμην τινὶ ποιῆσαι τό, εἶτα ἐφάνη κακόν τι ποιήσας καὶ ἀλόγιστον, κατῄσχυνα καὶ [196] τὸν ἐμοὶ χρησάμενον συμβούλῳ ὡς ἀπατηθέντα καὶ μὴ χρησάμενον ἀγαθῷ συμβούλῳ. [a 6] ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι, πρὸς οὓς φιλοτι μοῦνται, ἤτοι εἰ σοφοί εἰσι, πρὸς οὓς ἐπιδεικνύμεθα σοφοὶ ὄντες καὶ αὐτοί, αἰσχυνόμεθα αὐτούς· καὶ δι’ αὐτούς, εἰ ἐνεργοῦμεν, πολλὰ ποιοῦσι καὶ παρὰ τὴν οἰκείαν προαίρεσιν καὶ οὐ ποιοῦσι δι’ αἰδῶ. [a 8] καὶ εἴ μέ τις σύνοιδεν ὡς πόρνον, εἰ μέλλω τούτῳ ὁρᾶσθαι καὶ συνδιάγειν αὐτῷ ὡς συνειδότι, αἰσχύνομαι.
[2.7] Ἔστω δὴ χάρις, ὅταν τις ὑπουργῇ καὶ βοηθῇ τῷ δεομένῳ χάριν ἤτοι δωρεὰν καὶ μὴ ἀντί τινος ἤτοι καὶ μὴ διότι ἔπαθε παρ’ αὐτοῦ τι ἀγαθόν ποτε οὐδὲ ἐβοήθησεν αὐτῷ ὡς ἐλπίζων αὐτὸς ὁ ὑπουρ γήσας καὶ βοηθήσας εὑρεῖν τι ἀγαθὸν παρὰ τοῦ βοηθηθέντος, οὐδ’ ἵνα αὐτῷ τῷ βοηθοῦντι γένηταί τι ὕστερον ἀγαθόν, ἀλλ’ ἵνα ἐκείνῳ ἤτοι ἀλλ’ ἁπλῶς δι’ ἐκεῖνον τὸν δεόμενον ἐποίησεν, ὃ ἐποίησε, καὶ ἐβοήθησε. [a 20] μεγάλη δὲ χάρις ἐστίν, ἐὰν ἡ χάρις καὶ ἡ βοήθεια πρός τινας δεομένους σφόδρα καὶ χρείαν ἔχοντας τοῦ βοηθήσοντος· ἢ εἰ δέονται μεγά λων καὶ δυσκόλων καὶ βοηθήσομεν αὐτοῖς, καὶ οὕτω μεγάλη χάρις, ἢ εἰ ἐβοήθησα αὐτῷ τῷ δεομένῳ ἐν καιρῷ τοιούτῳ ἤτοι ἐν πολέμῳ ἤ, ὅτε παρὰ τοῦ βασιλέως δέσμιος ἐκρατεῖτο καὶ οὐ συνεχωρεῖτό τις δοῦναι αὐτῷ ἄρτον, ἐγὼ δέδωκα τούτῳ ἄρτον, ἢ εἰ μόνος ἐγὼ αὐτῷ ἐβοήθησα, ἢ εἰ πολλῶν βοηθησάντων ἐγὼ πρῶτος ἐβοήθησα, [a 22] καὶ τούτων τῶν ὀρέξεων ἐκείνου αἱ ὀρέξεις τοῦ πράγματος τοῦ μὴ γινομένου μετὰ λύπης, ἤτοι ὅ, ἐὰν ⟨μὴ⟩ γένηται, λύπην μοι προξενεῖ. καὶ ἐν ταῖς τοῦ σώματος κακώσεσιν, ἤτοι καὶ εἰ κολαζομένῳ τινὶ αὐτῷ ἐβοήθησα καὶ ἀπήλλαξα τῆς κολάσεως. διὸ καὶ οἱ παριστάμενοι καὶ οἱ βοηθοῦντες τῷ ἐν πενίᾳ ὄντι ἢ ἐν φυγαῖς ἤτοι ἐξορίαις. [a 26] κἂν μικρὰ ὑπη ρετήσωσι καὶ βοηθήσωσι διὰ τὸ μέγεθος τῆς αἰσθήσεως, ἤτοι διότι ἠσθάνθη ὁ παθὼν τὴν χάριν, ὅτι μεγάλη ἐστίν (ἐν καιρῷ γὰρ τοιούτῳ ἐβοήθησαν αὐτῷ), κεχαρισμένοι τούτῳ νομίζονται. [a 2] οἷον ὁ ἐν Λυκείῳ τὸν φορμὸν διδοὺς ἤτοι μικρὸν καλαθίσκιον· κἂν γὰρ μικρὰ ἡ χάρις, ἀλλ’ οὖν μεγάλη αὐτῷ ἐνομίσθη ὡς ἀποκεκλεισμένῳ ὄντι καὶ δι᾽ αὐτοῦ ἐξελθόντι· ἐν τείχει γὰρ ἢ πύργῳ ἦν τις ἀποκεκλεισμένος, εἶτα διερχόμενός τις καὶ ἰδὼν αὐτὸν ἐναπόκλειστον, ἐπαφῆκε φορμὸν εἰς τὸν πύργον, οὗ ἐντὸς ἐμβληθεὶς καθῆκεν ἑαυτὸν διὰ τοῦ πύργου ἢ τοῦ [197] τείχους. [a 28] ἀνάγκη οὖν τὸν παθόντα ταύτην τὴν χάριν ἔχειν τὴν ὑπουργίαν ἤτοι τὴν ἀνθυπουργίαν καὶ τὴν ἀντίχαριν ποιεῖν εἰς τοιαῦτα [198] ἤτοι ἐν καιρῷ φυλακῆς ἢ πολέμου καὶ αὐτὸν ποιῆσαι τὴν αὐτὴν ἀντίχαριν πρὸς αὐτόν, ἤτοι καλαθίσκον δοῦναι αὐτῷ ἢ ἄρτον, εἰ ἔλαβεν ἄρτον. [a 29] εἰ δὲ μὴ τὰ αὐτὰ δύναται ποιῆσαι, ἀλλ’ οὖν τὰ ἴσα ἢ τὰ μείζω. καὶ πῶς ἔχουσιν ἤτοι διακειμένοις ἡ χάρις δίδοται αὐτοῖς. φανερόν ἐστιν ἐκ τούτων, πῶς ἰσχύσομεν δεῖξαι μὲν τούτους ὄντας τοιούτους ἤτοι δεομένους βοηθείας, ἢ ὅτι ποτὲ ἐδεήθησαν καὶ ἐγένοντο ἐν τοιαύτῃ λύπῃ ἤτοι μεγάλης δεομένῃ παρηγορίας καὶ ἐν δεήσει, ἤτοι ἑαυτοὺς δὲ δείξομεν ὑπηρετηκότας καὶ βοηθήσαντας αὐτοῖς ἐν χρείᾳ οὖσι βοηθείας. καὶ ποιεῖν ἑαυτοὺς εὐχαρίστους ἤτοι μὴ παθόντας χάριν παρὰ τοῦ δεῖνος κατὰ τὸν τότε καιρὸν ἢ ἀεὶ καὶ ὑπηρετοῦντας καὶ βοηθοῦντας.[a 34] φανερὸν δὲ καὶ ἐκ τίνων δεῖ ἀφαιρεῖν τὴν χάριν καὶ ποιεῖν εὐχαρίστους· ἔστι γὰρ λέγειν ὅτι, εἰ καὶ ἐβοήθησάς μοι, ἀλλὰ χάριν ἑαυτοῦ ὑπηρέτησας καὶ ἐβοήθησας ἐμοὶ ἢ ὑπηρετεῖς· ἔδει γὰρ βοηθῆσαί μοι, ἢ διότι ἐγὼ μεῖζόν σοι ἐβοήθησά ποτε, σὺ δὲ ἔλαττον ἐβοήθησας ἢ ὅτι ἐβοήθησά σοι καὶ ταῦτα μὴ δεηθέντι. [b 2] τοῦτο δὲ οὐκ ἦν χάρις ἤτοι τὸ βοηθῆσαί μοι χάριν ἑαυτοῦ ἤτοι διὰ τὸ ἐλπίζειν μᾶλλον ἑαυτὸν ὠφεληθῆναι ἐκ τῆς πρὸς ἐμέ σου βοηθείας ἢ τὸ ἔλαττον βοηθῆσαί μοι καὶ ταῦτα βοηθήσαντί σοι καὶ μὴ δεηθέντι. ἢ ὅτι ἀπὸ τύχης μοι ἐβοήθησας ἤτοι κατὰ τύχην ἢ κατὰ τύχην ἔσυρας τὸν φορμόν, ὁ δὲ εἰς τὸν πύργον ἔπεσεν. [b 2] ἢ ἠναγκάσθησαν ἤτοι ὅτι βίᾳ βιασθεὶς γὰρ ἐβοήθησάς μοι. ἢ ὅτι ἀπέδωκαν· οἷον παθών συ ἀγαθὰ πολλὰ παρ’ ἐμοῦ ἀπέδωκάς μοι τὴν ἀντίχαριν· χρεώστην σε γὰρ εἶχον. εἴτε εἰδότες εἰσὶν ἤτοι γνωρίζοντες ὅτι, ὃ ἐποίησας εἰς ἐμέ, ἀπόδοσίς ἐστι καὶ χάρις, εἴτε καὶ μή, ἢ ὅτι μεῖζον ἐγὼ εὐηργέτηκα αὐτούς, αὐτοὶ δὲ ἔλαττόν μοι ἀπέδωκαν, ἢ ὅτι ὑπηρέτησαν καὶ ἐβοήθησαν ἐμοὶ μὴ δεηθέντες καὶ παρακαλεσθέντες παρ’ ἐμοῦ, ἀλλὰ διότι εὐηργετήθησαν αὐτοὶ πολλὰ παρ’ ἐμοῦ· τοῦτο δὲ οὐκ ἦν χάρις τὸ ἐνδείξασθαι εἰς ἐμὲ τοιαῦτα, ἃ ἐγώ ποτε εἰς αὐτούς· [b 4] ἀμφοτέρως γάρ, εἴτε ἐγίνωσκον παρ’ ἐμοῦ εὐεργετη θέντες εἴτε καὶ μή, τὶ ἀντί τινός ἐστιν ἤτοι ἀντίχαρίς ἐστιν, ὃ ἐποίησαν εἰς ἐμέ, καὶ οὐ χάρις. [b 5] καὶ περὶ ἁπάσας τὰς δέκα κατηγορίας σκεπτέον, εἰ τὸ γενόμενον χάρις ἐστίν. ἢ ὅτι τοδὶ δέδωκας αὐτῷ ἤτοι ζῷον ἢ δοῦλον ἢ τοσονδὶ ἤτοι δέκα λίτρας ἢ τοιονδὶ οἷον σκεῦός τι χρυσοῦν, αὐτὸς δὲ δέδωκέ σοι φορμὸν ἢ ἄρτον, καὶ ποτὲ ἐβοήθησας αὐτῷ ἤτοι ἐν καιρῷ περιστάσεως καὶ ποὺ ἤτοι ἐν τόπῳ τοιούτῳ, ἔνθα οὐκ ἦν δυνατόν τινα εἰσελθεῖν, αὐτὸς δὲ ἐβοήθησέ σοι οὐκ ἐν καιρῷ περιστάσεως [199] οὐδ’ ἐν τοιούτῳ τόπῳ. [b 7] σημεῖον δὲ τοῦ μὴ εἶναι χάριν, εἰ μὴ ὑπηρέτησεν ὅδε ποτὲ τῷ βοηθήσαντι αὐτῷ νῦν ἔλαττον ἤτοι ὀλίγον, αὐτὸς δὲ νῦν ὀλίγον ὑπηρέτησε· καὶ εἰ τοῖς ἐχθροῖς ἢ ταὐτὰ ἢ τὰ ἴσα ἢ μείζω, ἤτοι εἰ μὴ μόνον εἰς ἐμὲ φίλον ὄντα τοιαῦτα ἐνεδείξατο ἀγαθά, ἀλλὰ καὶ εἰς τοὺς ἐχθροὺς αὐτοῦ τοιαῦτα ἐνδείκνυται ἢ ἴσα ἢ μείζω ἢ ταῦτα ἃ ἐποίησεν εἰς ἐμὲ τὰ ἀγαθά, οὐ χάριν ἐμοῦ ταῦτα ἐποίησεν, ἀλλὰ διότι ἐκ τούτου καὶ εἰς αὐτὸν ἀνέτρεχέ τις ὠφέλεια, ἢ δέδωκέ μοι τόνδε τὸν ἵππον εἰδὼς αὐτὸν φαῦλον ἤτοι στασιάριν ἤ τι ἄλλο πάθος ἔχοντα· φαύλου δὲ οὐδεὶς δέεται.
[2.8] Ὁ ἔλεός ἐστι λύπη ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ, ἤτοι ὅταν τις λυπῆται ἐπί τινι παθόντι φαινόμενον κακὸν φθαρτικὸν καὶ λυπηρὸν καὶ ταῦτα μὴ ὄντι ἀξίῳ παθεῖν τοιαῦτα κακὰ ἀλλὰ μᾶλλον ἀγαθά, ἅτινα (τὰ κακὰ τὰ ἐπισυμβάντα τῷδε τῷ ἀνθρώπῳ) προσδοκήσει καὶ οὗτος ὁ λυπούμενος παθεῖν, ἤ τις τῶν αὑτοῦ ἤτοι ἢ φίλων ἢ συγγενῶν· καὶ μᾶλλον, εἰ φαίνονται ταῦτα τὰ κακὰ πλησίον ἤδη ἐγγίζοντα καὶ ἐπιφερόμενα τῷ λυπουμένῳ καὶ ἐλεοῦντι. [b 18] καὶ τοιοῦτον κακὸν ἤτοι φθαρτικόν, οἷον εἴπομεν ἐν τῷ ὅρῳ, τὸ μὲν ὅμοιόν ἐστι τὸ ἀπαραλ λάκτως ὂν τοιοῦτον, τὸ δὲ παραπλήσιόν ἐστι τὸ πῂ μὲν ἐοικὸς ἑαυτῷ, πῂ δὲ καὶ διαλλάττον. οὔτε γοῦν ἐλεοῦσιν οἱ παντελῶς ἀπολωλότες ἤτοι παθόντες πάντα τὰ δεινὰ καὶ μηκέτι προσδοκῶντες παθεῖν τι διὰ τὸ [200] μηδέν τι καταλειφθῆναι τῶν κακῶν, ὃ οὐκ ἔπαθον, οὔτε ⟨οἱ⟩ ὑπερευδαι οἰόμενοι ἤτοι οἱ εἰς ἄκρον εὐδαιμονίας ἐλθόντες ἐλεοῦσιν, ἀλλ’ ὑβρίζουσι καὶ ὑπερηφανεύονται· ἐπειδὴ γὰρ πάντα τὰ ἀγαθὰ ἔχουσιν, ἔστι δὲ ἀπὸ τῶν ἀγαθῶν καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακόν, λοιπὸν καὶ τοῦτο τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακὸν ὑπάρχει αὐτῷ. [b 24] εἰσὶ δὲ τοιοῦτοι, οἷοι νομίζειν παθεῖν ἄν, ἤτοι οἱ δυνάμενοι παθεῖν κακόν τι, οἱ πεπονθότες κακόν τι καὶ διαπεφευγότες· οἱ γὰρ γηραιό τεροι διά τε τὸ φρονεῖν καὶ τὴν πολυπειρίαν πάντα ἐλπίζουσι παθεῖν τὰ δεινά· ἀλλὰ καὶ οἱ πεπαιδευμένοι εὐλόγιστοί εἰσιν ἤτοι συλλογίζονται παθεῖν ποτε τὰ δεινά. [b 28] ἐλπίζουσι παθεῖν τὰ δεινὰ καὶ οἱ ἔχοντες γονεῖς ἢ τέκνα ἢ γυναῖκας· καὶ γὰρ ταῦτα, ἅτινα πάσχουσιν οἱ παῖδες ἢ αἱ γυναῖκες, αὐτοῦ εἰσιν ἤτοι ὡς ἴδια κακὰ λογίζεται τὰ ἐπεισφρήσαντα τῇ γυναικὶ ἢ τῷ παιδὶ κακά, καὶ δυνατά εἰσιν αὐτὰ τὰ τέκνα καὶ αἱ γυναῖκες παθεῖν τὰ εἰρημένα ἤτοι τὰ φθαρτικὰ κακά. [b 30] καὶ γὰρ ταῦτα ἤτοι ἡ ὀργὴ καὶ τὸ θάρρος ἀλόγιστά εἰσιν ἤτοι ποιοῦσι τὸν [201] ὀργιζόμενον ἢ τὸν θαρροῦντα μὴ λογίζεσθαι, ὡς ἐπισυμβήσεται αὐτοῖς τι κακόν· διὰ τοῦτο γὰρ καὶ οἱ ἀνδρεῖοι ὡς θαρροῦντες καὶ ὀργίλοι οὐκ ἐλεοῦσιν. [b 31] ἀλλὰ καὶ οἱ μὴ ὄντες ἐν ὑβριστικῇ διαθέσει ἤτοι οἱ μὴ διακείμενοι καὶ μὴ θέλοντες πάντας ὑβρίζειν ἐλεοῦσι καὶ οὖτοι· καὶ γὰρ οὐδὲ οὗτοι οἱ ὑβρισταὶ λογίζονται παθεῖν τι κακὸν καὶ διὰ τοῦτο οὐκ ἐλεοῦσιν· ἀλλ’ οἱ μεταξὺ τούτων ἐλεοῦσιν οἱ μήτε πάντῃ ὀργίλοι ὄντες μήτε πάντῃ θαρροῦντες, ἀλλ’ οἱ μέσον πως ἔχοντες. [b 33] οὔτε οἱ φοβούμενοι σφόδρα· οἱ γὰρ ἐκπεπληγμένοι διὰ τὸν φόβον οὐκ ἐλεοῦσι διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει ἤτοι διὰ τὸ ὅλοι τοῦ πάθους γενέσθαι· καὶ γὰρ οἱ ἐν κλύδωνι κατασχεθέντες καὶ κινδυνεύοντες ποντισθῆναι, εἰ ἐκπλαγεῖς τῷ φόβῳ γένωνται, οὐκ ἄν ποτε ἐλεήσωσι τὸν συμπλέοντα αὐτοῖς, εἴ γε ὁρῶσιν αὐτὸν ἐλεεινὰ θρηνοῦντα διὰ τὸν κίνδυνον εἰ δὲ μήτε ἄγαν φοβηθῶσι τὸν κλύδωνα μήτε πάλιν πολλὰ θαρροῦσιν, ἐλεήσουσιν οὗτοι τὸν συμπλέοντα καὶ παραθαρρυνοῦσιν. ἐλεοῦσι καὶ τοὺς ἐπιεικεῖς· [b 35] ὁ γὰρ μηδένα οἰόμενος ἐπιεικῆ οἰήσεται πάντας ἀξίους τοῦ παθεῖν τὰ κακά. [202] καὶ ὅλως ἐλεοῦσι βλέποντές τινα κακῶς πάσχοντα οἱ ἀναμιμνησκόμενοι, ὅτι τοιαῦτά ποτε καὶ αὐτοὶ ἔπαθον ἢ φίλοι αὐτῶν, ἢ καὶ ἐλπίζοντες παθεῖν ποτε τοιαῦτα. [a 11] ἐλεεινόν ἐστι καὶ τὸ αἶσχος ἤτοι τὸ δυσειδὲς καὶ ἡ ἀσθένεια καὶ ἡ ἀναπηρία ἤτοι τὸ βεβλαμμένον. καὶ τὸ ὅθεν προσῆκεν ἀγαθὸν πρᾶξαι ἤτοι καὶ τὸ παθεῖν τι κακόν, ἀφ’ οὗ ἤλπιζε καὶ ἔδει παθεῖν τι ἀγαθόν. καὶ τὸ γενέσθαι τι ἀγαθὸν τῷ πεπονθότι, οἷον ὁ Διοπείθης ἔπαθέ τι κακὸν ἤγουν τὸ ἐξορισθῆναι παρὰ βασιλέως· καὶ ὅτε ἔμελλεν ἐπισυμβῆναι αὐτῷ τι ἀγαθὸν ἤτοι ὅτε ἤδη ἤγγιζεν ἡ βασιλικὴ πρόσταξις ἡ συμπαθοῦσα αὐτὸν καὶ ἐπανακαλουμένη τῆς ἐξορίας καὶ ἤδη ἦλθεν εἰς τὸν τόπον, ἔνθα ἐξωρίσθη, ἀπέθανεν ὁ Διοπείθης· ἐλεεινὸν γοῦν ἐστι τὸ ἀποθανεῖν αὐτὸν πρὸ τοῦ ἐπαπολαῦσαι τῆς συμπαθείας. [a 15] ἐλεεινόν ἐστι καὶ τὸ μηδὲν παθεῖν ποτε ἀγαθὸν ἢ γενομένων τινὶ ἀγαθῶν μὴ ἐπαπολαῦσαι αὐτῶν, ἀλλ’ ἢ θανεῖν ἢ ἐξορισθῆναι. [a 17] ἐλεοῦσι τοὺς γνωρίμους, ἀλλ’ οὐχὶ πρὸς οὓς ἔχουσι πολλὴν τὴν οἰκειότητα καὶ συγγένειαν· τούτους γάρ, πρὸς οὓς ἔχουσι τὴν συγγένειαν, ὡς ἑαυτοὺς ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἐπισυμβῇ τι αὐτοῖς κακόν, ὡς οἰκεῖον ἡγοῦνται. [a 21] καὶ γὰρ τοῦτο μὲν τὸ προσαιτεῖν τὸν φίλον ἐλεεινόν ἐστιν, ἐκεῖνο δὲ τὸ ἀποθανεῖν τὸν υἱὸν δεινόν τὸ γὰρ δεινὸν ἐπίτασίς ἐστι τοῦ ἐλεεινοῦ. [a 22] καὶ πολ λάκις τῷ ἐναντίῳ χρήσιμον ἤτοι καὶ πολλάκις τὸ δεινὸν χρησιμεύει εἰς τὸ ἐναντίον ἤτοι τὸ μὴ ἐλεεῖν· διὰ γὰρ τὴν πολλὴν λύπην οὐκ ἐλεοῦσι [203] τοὺς αἰτοῦντας· [a 23] ἐλεοῦσι καὶ τοὺς ὄντας ἐγγὺς τοῦ δεινοῦ· καὶ ἁπλῶς, ὅσα φοβεῖταί τις παθεῖν, ἐὰν ἴδῃ ταῦτα ἐπισυμβάντα ἄλλῳ, ἐλεεῖ αὐτόν, τὰ δὲ ἐπισυμβάντα πρὸ μυρίων χρόνων τινὶ ἢ τὸν μέλλοντα παθεῖν μετὰ πεντήκοντα χρόνους τι δεινὸν οὐκ ἐλεοῦσι. [a 31] συναπεργάζεσθαί [204] ἐστιν, ὅταν σὺν τῷ πάθει ἐργάζηταί τις καὶ ὑποκρίνηται καὶ τὰ σχήματα τῶν πασχόντων καὶ τὰς φωνάς· [a 33] ὁ γὰρ ὑποκρινόμενος ταῦτα πρὸ ὀφθαλμῶν ποιεῖ τὰ δεινὰ ἢ ὡς μέλλοντα ἤδη γενέσθαι ἢ ὡς ἤδη γεγονότα. [b 4] καὶ μάλιστα, ἐὰν τελευτῶντες σπουδαῖοι καὶ ἀγαθοὶ φαίνωνται ἐν τῷ καιρῷ τοῦ θανάτου· ἀγαθὸς δέ ἐστιν, εἰ σπουδάζει μὴ ἀσχημονῆσαι ἐν καιρῷ τοῦ θανάτου· ὡς ὁ Εὐριπίδης παρεισάγει τὴν Πολυ ξένην σφαζομένην πρόνοιαν πολλὴν ποιουμένην τοῦ σώματος· [b 7] τὸ γὰρ θνῄσκειν τοὺς σπουδαίους ἐλεεινόν ἐστι κατ’ ἄμφω, ὡς ἀναξίους τε ὄντας τοῦ παθεῖν καὶ ὡς τοῦ πάθους ὄντος πρὸ ὀφθαλμῶν·
[2.9] Τὸ γοῦν ἐλεεῖν ἐστιν, ὅταν τις λυπῆται ἐπί τινι ἀναξίως πάσχοντι καὶ κακοπραγοῦντι, νεμεσᾶν δέ ἐστι τὸ λυπεῖσθαι ἐπὶ τῷ ἀναξίως εὐπραγοῦντι ὡς πονηρῷ· δεῖ γὰρ λυπεῖσθαι μὲν ἐπὶ τοῖς ἀναξίως πράττουσιν ἤτοι δυσπραγοῦσι, νεμεσᾶν δὲ ἐπὶ τοῖς ἀναξίως εὖ πράττουσιν ἤτοι ἐπὶ τοῖς ἀναξίως εὐπραγοῦσι· [b 15] διὸ καὶ τοὺς θεοὺς νεμεσᾶν λέγομεν· “Ζεὺς γάρ οἱ νεμεσᾷ”. [b 19] ὁ μὲν φθόνος ἐστὶ λύπη εἰς εὐπραγίαν. ἤτοι ὅταν τις λυπῆται ἐπὶ ἀγαθῷ ἀνθρώπῳ εὐπραγοῦντι. [b 21] ἅπασι δὲ ἤγουν καὶ τῷ φθονερῷ ἀνθρώπῳ καὶ τῷ νεμεσητικῷ δεῖ ὑπάρχειν ὁμοίως τὸ λυπεῖσθαι ἐπὶ τῷ πλησίον εὐπραγοῦντι, οὐχ ἵνα μὴ ἐπισυμβῇ αὐτῷ τι κακὸν ἀπὸ τοῦ εὐπραγῆσαι τὸν πλησίον, ἀλλ’ ἵνα λυπῆται διὰ τὸ εὐπραγῆσαι αὐτὸν τὸν πλησίον, καὶ ταῦτα μὴ ὑποπτεύων παθεῖν τι κακὸν ἐκ τοῦ πλουτῆσαι ἐκεῖνον· ὅταν γὰρ λυπῆταί τις ἐπὶ τῷ πλησίον εὐπρασεται, γοῦντι δι’ αὐτὸ τοῦτο ἤτοι διὰ τὸ ὑπάρξαι αὐτῷ τι φαῦλον καὶ κακὸν ἀπὸ τῆς ἐκείνου εὐπραγίας, φόβος ἐστὶ τοῦτο, ἀλλ’ οὐ νέμεσις. [b 26] εἰ γοῦν τις λυπεῖται, ἐὰν ἴδῃ τινὰ ἀναξίως κακοπραγοῦντα, πάντως ἡσθή ἐὰν ἴδῃ τινὰ κακὸν κακοπραγοῦντα ἀξίως· ὡσαύτως δὲ εὐφρανθῇ, καὶ ἐὰν ἴδῃ τινὰ ἀγαθὸν εὖ πράττοντα κατ’ ἀξίαν [b 32] διὰ τοῦτο γὰρ χαίρει, διότι ἐλπίζει αὐτῷ ἀγαθῷ ὄντι ὑπάρξαι τὰ ὅμοια, ἐπεὶ καὶ τῷ ὁμοίῳ ἤτοι τῷ ἐπιεικεῖ ταῦτα συνέβησαν. τὰ δ’ ἐναντία ἤτοι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἀξίως εὐπραγοῦσιν εἰσὶ τοῦ ἐναντίου ἤτοι τοῦ φθόνου. φθόνος μέν ἐστι λύπη ἐπὶ τῷ ἐπιγινομένῳ ἀγαθῷ τινι τῶν πλησίον· [b 34] ἐπιχαιρέκακος δέ ἐστιν, ὅταν τις χαίρῃ, εἰ ἴδῃ τὸν πλησίον στερηθέντα [205] τοῦ ἐνόντος αὐτῷ ἀγαθοῦ. [206] ὥστε ταῦτα, ἃ εἴπομεν, χρησι μεύουσί σοι, ὥστε δεικνύειν μὴ ἐλεεινὰ ὄντα τὰ ἐπισυμβάντα τινὶ ἐκ τοῦ λέγειν, ὅτι ἀξίως τοῦτο πέπονθεν. [a 11] οὐδεὶς γὰρ νεμεσᾷ τῷ ἀνδρείῳ ἢ τῷ ἔχοντι ἄλλην τινὰ ἀρετήν, ἐπεὶ οὐδὲ ἐλεοῦμεν τοὺς ἐναντίους τούτοις ἤτοι τοὺς δειλοὺς καὶ τοὺς ἀδίκους, ἀλλὰ νεμεσᾷ τις ἐπὶ πλούτῳ καὶ δυνάμει καὶ τοῖς τοιούτοις. εἰ δὲ δύο τινὲς ἔχουσι τὸν πλοῦτον, ὁ μὲν νεωστὶ τοῦτον κτησάμενος, ὁ δὲ ἔκπαλαι, νεμεσῶμεν μᾶλλον τῷ νεωστὶ τοῦτον κτησαμένῳ. [a 20] καὶ διὰ γένους ἤτοι ἐκ γένους τὸν πλοῦτον ἔχοντες. κἂν διὰ ταῦτα ἤτοι τὸ εἶναι πολυφίλοις ἐπιγένηται αὐτοῖς τι ἀγαθόν, ὡσαύτως νεμεσῶσιν· ἐλλειπτικῶς νοητέον, ὡσαύτως νεμεσῶσιν, εἰ ἐκ νέου αὐτοῖς ἐπιγένηται. [a 25] ὅτι οἱ μὲν ἤτοι οἱ ἀρχαιόπλουτοι δοκοῦσιν ἔχειν τὰ οἰκεῖα, οἱ δέ, οἱ νεόπλουτοι, οὐ δοκοῦσιν ἔχειν τὰ οἰκεῖα· τὸ γὰρ ἀεὶ καὶ ἔκπαλαι φαινόμενον οὕτως ἔχον ἀληθές· ὥστε οἱ ἕτεροι, οἱ νεόπλουτοι, οὐ τὰ αὐτὰ ἔχειν δοκοῦσιν ἀλλὰ τὰ ἀλλότρια. [a 27] καὶ ἐπεὶ ἕκαστον ἀγαθὸν οὐχὶ ἁρμόζει τῷ τυχόντι, ἀλλ’ ἔστι τις ἀναλογία καὶ ἐπ’ αὐτῷ, οἷον τῷ μὲν ἀνδρείῳ ἁρμόττει τὸ κάλλος τῶν ὅπλων καὶ οἱ γάμοι οἱ διαφέροντες ἤτοι ὑπερβάλλοντες ἁρμόττουσι τοῖς εὐγενέσιν, εἰ γοῦν ἐπιγένηταί τινι ἀγαθόν, οὐχὶ ἀναλόγως νεμεσῶμεν τούτῳ. [a 32] νεμεσῶμεν καὶ εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι, καὶ μάλιστα νεμεσῶμεν τοὺς ἐπὶ τῷ αὐτῷ, οἷον εἴ εἰσιν οἱ δύο ἀνδρεῖοι ἢ μουσικοί, εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι (“Αἴαντος δ’ ἀλέεινε μάχην” ὁ Ἕκτωρ), εἰ δὲ μὴ ἤτοι εἰ δὲ μή εἰσιν ὁμότεχνοι ἢ τὴν αὐτὴν ἔχουσιν ἀρετήν, ἀλλ’ οὖν νεμεσῶμεν [207] τὸν ἔχοντα τὴν ἥττονα τέχνην ἢ τὴν ἀρετήν, εἴ γε ἀμφισβητεῖ τῷ ἔχοντι μείζονα τέχνην ἢ μείζονα ἀρετήν. [b 2] ἡ δικαιοσύνη κρείττων τῆς μουσικῆς. νεμεσητικοὶ δέ εἰσιν οἱ μεγάλων ἀγαθῶν ὄντες ἄξιοι· καὶ ταῦτα ἔχοντες νεμεσῶσιν, εἴ γε ἴδωσί τινα μὴ ὄντα ἄξιον τούτων τῶν ἀγαθῶν μηδὲ ὅμοιον ὄντα αὐτοῖς ἢ τῇ ἀρετῇ ἢ τῇ εὐγενείᾳ ἔχοντα ταῦτα τὰ ἀγαθά. [b 7] δεύτερον δέ, ἂν ὦσί τινες ἀγαθοὶ καὶ σπουδαῖοι ἤτοι ἐνάρετοι ⟨καὶ⟩ τυγχάνουσιν ἐκείνων τῶν ἀγαθῶν· οἱ τοιοῦ τοι γὰρ κρίνουσιν εὖ καί, εἰ ἴδωσι μὴ σπουδαῖον ἔχοντα τὰ ἀγαθὰ ταῦτα, νεμεσῶσι τοῦτον καὶ μισοῦσιν ὡς ἄδικον. [b 9] καὶ ὀρεγόμενοί τινων μεγάλων πράξεων νεμεσητικοὶ καὶ οὗτοι. [b 11] καὶ ὅλως οἱ ἀξιοῦντες ἑαυτοὺς ἀγαθῶν, ὧν ἄλλους μὴ ἀξιοῦσιν ἤτοι ἀναξίους κρίνουσι, νεμεσητικοὶ [208] τούτοις εἰσὶν [ὡς ἔχοντες] ὡς ἔχουσιν, ὧν ἀνάξιοί εἰσιν ἔχειν, καὶ τούτων ἕνεκεν τῶν ἀγαθῶν. [b 15] ἢ μὴ τυγχάνουσιν, ὧν ζητοῦσιν ἀγαθῶν, δεῖ χαίρειν καὶ ἀλύπως ἔχειν. ὥστε ἂν ὁ λόγος παρασκευάσῃ τοὺς κριτὰς τοιούτους ἤτοι νεμεσητικοὺς καὶ δείξῃ μὴ ὄντας ἀξίους τυχεῖν ἐλέους τὸν ἀξιοῦντα ἐλεηθῆναι, ἀδύνατον τοὺς κριτὰς ἐλεεῖν τοὺς ἀξιοῦντας ἐλεηθῆναι· ὁ γὰρ λόγος ἐκβολὴν ἐλέους ἐποίησεν.
[2.10] 10 Ὁ φθόνος λύπη τίς ἐστι περὶ τοὺς ὁμοίους ἢ τῇ δόξῃ ἢ τῇ εὐγενείᾳ· φθονοῦσι δὲ αὐτοῖς οὐχί, διότι αὐτοῖς μέλλει γενέσθαι τι κακὸν ἐκ τῆς ἐκείνων εὐπραγίας, ἀλλὰ δι’ ἐκείνους τοὺς πλησίον λυποῦνται, ὅτι εὐημέρησαν. [b 25] εἰσί τινες ὅμοιοι ἢ τῇ ἀληθείᾳ ἢ φαίνονται μέν, οὐκ εἰσὶ δέ. φθονοῦσι καὶ οἱ ἔχοντες πάντα τὰ ἀγαθά· ἐπεὶ γὰρ πάντα ἔχουσι τὰ ἀγαθά, ὡς οἰκεῖα ταῦτα ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἴδῃ τινὰ ἔχοντά τι τῶν ἐνόντων αὐτῷ ἀγαθῶν, φθονεῖ τούτῳ ὡς ἔχοντι τὸ ἑαυτοῦ· [b 29] πάντας γὰρ τοὺς ἔχοντάς τι ἀγαθὸν οἴονται φέρειν καὶ ἔχειν τὰ ἑαυτῶν ἀγαθά. καὶ οἱ τιμώμενοι ἐπὶ σοφίᾳ φθονοῦσιν, εἰ ἀκούσουσιν ἕτερον ὄντα σοφόν. [b 33] καὶ οἱ μικρόψυχοι φθονεροί· διότι γὰρ δοκεῖ αὐτοῖς πάντα μεγάλα, διὰ τοῦτο, κἂν ἴδωσί τινα φοροῦντα ζωνάριον, μέγα τοῦτο δοκεῖ αὐτοῖς καὶ διὰ τοῦτο φθονοῦσι. [209] καὶ περὶ ταῦτα τὰ πράγματα καταγίνεται ὁ φθόνος, ὧν τῇ κτήσει ἢ μικρῷ ὑπερέχουσί τινων ἐχόντων καὶ ἐκείνων ταῦτα ἢ μικρῷ ἐλλεί πουσι, καὶ διὰ τοῦτο φθονοῦσι καὶ τοῖς ἔχουσι ταῦτα, ὧν ἢ μικρῷ ὑπερ έχουσιν ἢ μικρῷ ἐλλείπουσι. φθονοῦσι γὰρ τῷ ἐγγὺς ἢ χρόνῳ ἤτοι τοῖς ὁμήλιξιν· οὐδέποτε γὰρ ὁ παῖς φθονήσει τῷ γέροντι, οὐδὲ ὁ ἐν Ἀλεξανδρείᾳ φθονήσει τῷ Μακεδόνι· οἱ γὰρ ὁμόχωροι ἀλλήλοις φθονοῦσι. [a 7] τοῦ Αἰσχύλου τοῦ ποιητοῦ ἐστι ““τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται”.” [a 8] φιλοτιμοῦνται δὲ καὶ ἐπιδείκνυνται πρὸς τοὺς εἰρημένους ἤτοι τοὺς ἐγγὺς καὶ τόπῳ καὶ χρόνῳ καὶ ἡλικίᾳ. οὐδεὶς φθονεῖ οὔτε τῷ ὄντι πρὸ μυρίων χρόνων οὔτε τῷ ἐσομένῳ μετὰ μυρίους χρόνους οὐδὲ τῷ ἐφ’ Ἡρακλείαις στήλαις ὄντι. οὐδὲ φθονοῦσι, ὧν κατὰ πολὺ λείπονται, εἴτε αὐτοὶ ἑαυτοὺς οἴονται ἐκείνων λείπεσθαι, εἴτε ἄλλοι νομίζουσιν ἐκείνων τούτους λείπεσθαι. [a 12] ὡσαύτως καὶ πρὸς τούτους τοὺς ὁμοίους ἤτοι τοὺς ὁμοιοτέχνους ὁ φθόνος γίνεται ἢ ὁμοφύλους ἢ ὁμήλικας· καὶ περὶ τὰ τοιαῦτα ἃ εἴπομεν ἀγαθὰ ἀνάγκη τούτοις τοῖς [210] ἀνταγωνισταῖς φθονεῖν καὶ ἀντερασταῖς. καὶ οἱ μόλις κτησάμενοι ἢ πλοῦτον ἢ σοφίαν ἢ ἄλλο τι φθονοῦσι τοῖς ταχέως ταῦτα κτησαμένοις. καὶ οἱ μὴ τυχόντες τούτων τῶν ἀγαθῶν βραδέως φθονοῦσι τοῖς τυχοῦσι τούτων ταχέως. [a 17] φθονοῦμεν καὶ περὶ ἐκεῖνα, ἃ εἰ κατορθωθῶσιν ἄλλοις καὶ εἰ ταῦτα ἄλλοι κέκτηνται, ἡμεῖς δὲ ταῦτα οὐ κατορθώσομεν, ὄνειδος ἡμῖν ἐπιγίνεται. εἰσὶ δὲ καὶ οὗτοι οἱ κατορθώσαντες ταῦτα καὶ ἐγγὺς ἡμῶν καὶ τῷ τόπῳ καὶ τῷ χρόνῳ καὶ ὅμοιοι, οἷον εἰ ἴδωσί τινες τὸν ὁμήλικά μοι καὶ ὁμότεχνον γενόμενον ἄρχοντα, ἐμὲ δὲ μὴ γενόμενον, ὀνειδίζουσί με· [a 19] φαίνεται γάρ, ὅτι παρ’ αὐτοὺς ἤτοι δι’ ἐμέ, ἤτοι ἐγὼ ἐγενόμην αἴτιος ἑαυτῷ τοῦ μὴ γενέσθαι με ἄρχοντα ποιήσας ἑαυτὸν φαῦλον καὶ ἀνάξιον τῆς τοιαύτης δόξης. ὥστε τοῦτο τὸ ὀνειδίζεσθαί [211] με παρὰ πάντων διὰ τὸ ἐκεῖνον μὲν γενέσθαι ἄρχοντα, ἐμὲ δὲ οὔ, λυποῦν ἐμὲ ἀπογεννᾷ τὸν φθόνον ἐν ἐμοί. [a 21] φθονοῦμεν καὶ τοῖς ἔχουσι ταῦτα, ὅσα προσῆκεν ἡμῖν ἔχειν, ἤτοι ὅσα ἡμεῖς ἔχομεν, ἢ εἴχομέν ποτε. [a 25] ὥστε ἂν αὐτοὶ μὲν ἢ οἱ δικασταὶ ἢ ἀκροαταὶ ἢ οἱ κύριοι παρασκευασθῶσιν οὕτως ἔχειν, ὡς νομίζειν ἐκείνους τοὺς ἐλεηθῆναι αἰτοῦντας μὴ ἀξίους τοιούτων καὶ ἐλέους, οἱ δὲ ἀξιούμενοι ἐλεεῖσθαί εἰσι τοιοῦτοι, οἷοι οἱ εἰρημένοι, ἤτοι ἀνάξιοι ἐλέους τυχεῖν ἤ τινος ἀγαθοῦ, δῆλον ὡς οὐκ ἐλεηθήσονται παρὰ τῶν κυρίων ἤτοι τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν.
[2.11] Ἐὰν γὰρ ὁ ζῆλος λύπη τίς ἐστι παρὰ τοὺς ὁμοίους τῇ φύσει. τότε γὰρ ζηλοῖ τις, ὅταν ἴδῃ, τὸν ὅμοιον ἑαυτῷ ἢ τῷ χρόνῳ ἢ τῇ εὐγενείᾳ τυχόντα τινῶν ἀγαθῶν ἐνδεχομένων καὶ αὐτῷ λαβεῖν, ἤτοι ἃ ἐνεδέχετο καὶ αὐτὸν ἔχειν. ζηλοῖ δὲ αὐτόν, οὐχ ὅτι ἄλλῳ ἤτοι οὐχ ὅτι ἐνεδέχετο ἄλλον ἔχειν ταῦτα τὰ ἀγαθά, ἀλλ’ ὅτι οὐχὶ καὶ αὐτῷ ἤτοι ὅτι οὐδὲ αὐτὸς ταῦτα ἔχει. [a 34] ὁ μὲν γὰρ ζηλῶν ἑαυτὸν παρασκευάζει τυχεῖν τῶν ἀγαθῶν τῶν προσόντων τῷ πλησίον, ὁ δὲ φθονῶν παρασκευάζει τὸν πλησίον μὴ ἔχειν, ἃ ἔχει ἀγαθά, διὰ τὸν φθόνον. [a 36] ζηλωτικοὶ μὲν οὖν εἰσιν οἱ ἀξιοῦντες αὐτοὺς ἤτοι οἵτινες κρίνουσι καὶ ἑαυτοὺς ἀξίους ἔχειν τὰ ἀγαθά, ἃ ἔχει ἕτερος ὅμοιος αὐτῷ ζηλοῦσι γὰρ τὰ τοιαῦτα ἀγαθὰ διὰ τὸ οἴεσθαι αὐτοὺς ἀγαθοὺς εἶναι καὶ διὰ τοῦτο ἔχειν τὰ ἀγαθά, ἃ προσήκει ἔχειν τοὺς ἀγαθούς. [b 7] ζηλοῦσι καὶ ἐκεῖνοι, οὓς οἱ ἄλλοι ἀξιοῦσιν ἤτοι ἀξίους τῶν τοιούτων νομίζουσιν. οἰκεῖα γὰρ ἑαυτοῖς οἴονται εἶναι ταῦτα τὰ ἀγαθά. [b 13] καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἐστίν, ἤτοι καὶ ὧν ἀρετῶν τὸ [212] ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν ἔχοντα ταύτας ἀλλὰ καὶ εἰς ἄλλους, οἷον τὸ τῆς ἀνδρίας ἀγαθὸν καὶ τὸ τῆς ἐλευθεριότητος παρεκτείνεται καὶ εἰς τοὺς μὴ ἔχοντας αὐτὰς καὶ τὸ τοῦ κάλλους ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν εὐειδῆ ἀλλὰ καὶ εἰς τοὺς ἐραστάς. [b 19] ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οἷς πολλοὶ βούλονται εἶναι ὅμοιοι, ἢ οὓς πολλοὶ γνωρίζειν θέλουσιν ἢ φίλους ἔχειν. ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οὓς αὐτοὶ καὶ ἡμεῖς θαυμάζομεν. [b 24] ἀνάγκη δὲ τοὺς ἔχοντας οὕτως, ὥστε ἢ ζηλοῦ σθαι παρ’ ἄλλων ἢ ἄλλους ζηλοῦν αὐτούς, καταφρονεῖν τούτων. ὅσοι ἔχουσι τὰ ἀγαθῶν ἐναντία κακὰ τῶν ζηλωτῶν. τίνα δέ εἰσι ταῦτα, ἔφθημεν εἰπόντες. [b 27] καταφρονοῦνται οἱ εὐτυχοῦντες, εἴ γε καὶ τὰ ἔντιμα ἀγαθὰ οὐκ ἔχουσιν, οἷον ἀνδρία, κάλλος καὶ τὰ τοιαῦτα.
[2.12] Ποῖοι δέ εἰσι κατὰ τὰ ἤθη καὶ τὰ πάθη, διέλθωμεν. [b 35] καὶ ποῖα προαιρεῖται ἕκαστος, ἤγουν ὁ νέος, ὁ ἀνδρεῖος καὶ ὁ γηραιός. καὶ τίνων εἰσὶ πρακτικοὶ ὁ νέος καὶ ὁ γηραιὸς καὶ ὁ ἀνδρεῖος. [213] ἁψίκοροι περὶ τὰς ἐπιθυμίας· συντόμως γὰρ ἐρῶσι καὶ μετὰ τὴν τοῦ ἔρωτος ἀποπλήρωσιν πάλιν συντόμως μισοῦσι τὸ ἐρώμενον. καὶ οἷοι ἀκολουθεῖν τῇ τοῦ θεοῦ ὁρμῇ. [a 10] διὰ γὰρ φιλοτιμίαν ἤτοι διὰ τὸ φιλεῖν τὸ τιμᾶσθαι οὐκ ἀνέχονται ὀλιγωρούμενοι ἤτοι καταφρονού μενοι παρά τινων. [a 14] καὶ εἰσὶ μᾶλλον ταῦτα ἄμφω ἤτοι φιλότιμοι καὶ φιλόνικοι παρ’ ὃ φιλοχρήματοι. [a 16] ὁ Πιττακὸς ἐδίδου τῷ Ἀμφιαράῳ τῷ μάντει χρήματα, ὁ δ’ οὐκ ἤθελε λαβεῖν ὅθεν καὶ ὁ Πιττακὸς λέγει πρὸς αὐτὸν “σὺ δ’ οὔπω χρυσῶν ἔρωτος ἐγεύσω· ἦ γὰρ ἂν χεῖρας ἑτοίμους εἶχες λαβεῖν”. εὐήθεις εἰσίν, ὧν τὸ ἦθος εὐπεριάγωγον. καὶ εὔπιστοί ἤτοι ῥᾳδίως πιστεύουσιν. [a 19] ὥσπερ γὰρ οἱ οἰνωμένοι ἤτοι οἱ μεθύοντες ἀναλογίζονται καὶ φαντάζονται, ὡς βασιλεύσουσιν ἢ πάθωσί τι ἕτερον ἀγαθόν, οὕτω καὶ οἱ νέοι διάθερμοι ὄντες ὑπὸ τῆς φύσεως καὶ ἐκπυρούμενοι φαντάζονται τὰ ὑπὲρ αὐτοὺς ἤτοι ὡς βασιλεύσουσιν. [a 21] εἰκότως δὲ οἱ νέοι ζῶσι τὰ πλεῖστα ἐν ἐλπίδι, διότι τὸ μὲν παρεληλυθὸς αὐτῶν ἐστιν ὀλίγον καὶ διὰ τοῦτο οὐκ ἔχουσιν ἀναμνημονεύειν πολλά· ἐπεὶ δὲ τὸ μέλλον αὐτοῖς ἐστι πολύ, ἡ δὲ ἐλπὶς τοῦ μέλλοντος, διὰ τοῦτο ζῶσι καὶ ἐν ἐλπίδι. [a 24] τῇ γὰρ πρώτῃ ἡμέρᾳ, καθ’ ἣν γεννηθῶσι, μέμνηνται μὲν οὐδενός, ἐλπίζουσι δὲ πολλά. [214] καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον ἤτοι διὰ τὸ μήπω ἠπα τῆσθαι· ἐλπίζουσι γὰρ ἤτοι πιστεύουσι γὰρ ῥᾳδίως τοῖς λεγομένοις. [a 27] ὧν τὸ μὲν ἤγουν τὸ θυμῶδες ποιεῖ αὐτοὺς μὴ φοβεῖσθαι, τὸ [215] δέ, τὸ εὔελπι, ποιεῖ αὐτοὺς θαρρεῖν. [a 29] καὶ αἰσχυντηλοί· αἰσχύ νονται γὰρ κλέπτειν, ἕτερα γὰρ καλὰ οὐκ ἐπίστανται. ἀλλ’ ὑπὸ τοῦ νόμου ἐπαιδεύθησαν, οἷον τὸ μὴ κλέπτειν, τὸ μὴ μοιχεύειν, τὸ μὴ πορβάνειν. νεύειν· ταῦτα γὰρ καλά εἰσιν ὡς τῷ νόμῳ διαγορευόμενα· ἡ δὲ ἀνδρία καὶ ἡ σωφροσύνη καλὰ μέν εἰσιν, ἀλλ’ οὐ τῷ νόμῳ διαγορευόμενα. [a 32] ἄπειροι γάρ εἰσι τῶν ἀναγκαίων ἤτοι τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων. μεγαλόψυχος δέ ἐστιν ὁ μεγάλων ἀγαθῶν καὶ τιμῶν ἀξιῶν ἑαυτὸν ἤγουν ἡγούμενος ἑαυτὸν ἄξιον. [a 33] τοῦτο δὲ τὸ ἀγαθὸν εὐέλπιδός ἐστι τὸ ἀξιοῦν ἑαυτὸν μεγάλων. καὶ πράττουσι τὰ καλὰ μᾶλλον τῶν συμφε ρόντων. καλὸν μέν ἐστι τὸ φανερῶς καὶ ἀδόλως κατατροπῶσαι τοὺς πολεμίους· ἀνδρείου γὰρ ἔργον τοῦτο· τὸ δὲ νύκτωρ καὶ μετὰ δόλου ἐπι τεθῆναι αὐτοῖς συμφέρον μέν ἐστιν, οὐ καλὸν δέ. [a 35] τῷ γὰρ ἤθει τουτέστι τῇ ἠθικῇ ζῶσιν ἀρετῇ παρ’ ὃ τῷ λογισμῷ τῷ κριτικῷ τοῦ συμφέροντος. [b 1] καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν· οὐ γὰρ δύνανται κρῖναι καὶ συννοῆσαι, ἃ συμφέρει αὐτοῖς. μὴ συζῆν τοῖς φίλοις· ἐκ γὰρ τοῦ συνδιημερεύειν αὐτοῖς συμβαίνει καταδαπανᾶν τὴν οἰκείαν περιουσίαν· ὥστε οὐδὲ τοὺς φίλους κρῖναι δύνανται. [b 2] καὶ πάντα ἐπὶ τὸ μᾶλλον ποιοῦσιν· ἄγαν γὰρ φιλοῦσι καὶ ἄγαν μισοῦσι. [b 6] τοῦτο γὰρ τὸ διισχυρίζεσθαι πάντα εἰδέναι τοῦ πάντα ἄγαν ποιεῖν. εἰσὶ δὲ καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς ὑπολαμ
[2.13] Καὶ τὰ πλείω τῶν πραγμάτων φαῦλα εἶναι ἤτοι καὶ τὰ πλείω τῶν πραγμάτων κακῶς καὶ ἐπὶ τὸ χεῖρον ἐκβαίνουσιν. [b 16] οὐ διαβεβαιοῦνται, ὅτι καλῶς μέλλει ἀποβῆναι τόδε· ἐλπίζει γὰρ τὸ ἐναντίον ἀποβῆναι. καὶ ἅπαντα ἥττονά γε ἤτοι ἔλαττον οἴονται ἀποβῆναι καλῶς, ἔλαττον παρ’ ὃ δεῖ· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ τὰ χείρω σκοποῦσι γενέσθαι. [b 17] καὶ οἴονται, ἤτοι εἴ τι μέλλει εἰπεῖν, οὐ τοῦτο λέγει ὡς ἐπιστάμενος ἀλλ’ ὡς ἐνδοιάζων καὶ ἀμφιβάλλων, εἴτε γενήσεται εἴτε καὶ μή. [b 19] καὶ πάντα λέγουσιν οὕτως ἤτοι μετὰ δισταγμοῦ, παγίως δὲ ἤτοι βεβαίως δὲ οὐδὲν λέγουσι διὰ τὸ εἰδέναι τὰ πράγματα ἀβέβαιά τε καὶ ἄστατα. καὶ κακοήθεις ἤτοι πάντα ὑπολαμβάνοντες ἐπὶ τὸ χεῖρον. [b 21] ἔτι δέ εἰσι καχύποπτοι ἤτοι ὑποπτεύοντες ἀεὶ τὰ κακὰ γενέσθαι διὰ τὴν ἀπιστίαν καὶ ἀβεβαίωσιν τῶν πραγμάτων. [b 24] διὰ τὸ ταπεινω καὶ καταδαρῆναι πολλὰ ἐν τῷ βίῳ εἰσὶ καὶ μικρόψυχοι. ἀλλ’ ἐπιθυμοῦσι μόνα ἔχειν τὰ πρὸς τὸν βίον ἤτοι τὰ πρὸς τὸ ζῆν συμβαλλόμενα. [216] [b 27] καὶ ἀνελεύθεροι ἤτοι μὴ θέλοντες διδόναι ὧν ἔχουσί τι. ἡ γὰρ οὐσία ἤτοι ἡ περιουσία ἐστὶν ἕν τι τῶν ἀναγκαίων ἤτοι τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων. [b 33] καὶ μάλιστα ἐν τῇ τελευ ταίᾳ ἡμέρᾳ ἤτοι ἐν τῇ τελευτῇ ἐρῶσι τῆς ζωῆς, διότι ἡ ἐπιθυμία τοῦ ἀπόντος ἐστίν· ἐπεὶ δὲ καὶ ἡ ζωὴ ἤδη ἄπεστιν, ἐρῶσιν αὐτῆς ὡς ἀπούσης. [b 34] καὶ τούτου μάλιστα ἐπιθυμοῦσιν, οὗ εἰσιν ἐνδεεῖς· ἐνδεεῖς δέ εἰσι τῶν ἡμερῶν· ὥστε τῶν ἡμερῶν ἐπιθυμοῦσι. [b 35] καὶ φίλαυτοι, ἀγαπῶντες αὑτούς, μᾶλλον παρ’ ὃ δεῖ. καὶ πρὸς τὸ συμφέρον ζῶσι μᾶλλον παρ’ ὃ δεῖ, ἀλλ’ οὐ πρὸς τὸ καλόν, ἤτοι οὐ φροντίζουσιν εἶναι καλοὶ ἤγουν δίκαιοι, ἀλλὰ τὸ συμφέρον ἀεὶ ζητοῦσιν ἤτοι τὸ περι συνάγειν τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ διὰ τὸ φροντίζειν τοῦ συμφέροντος ἀδικοῦσι καὶ ἁρπάζουσι. [b 37] τὸ μὲν γὰρ συμφέρον ἐστὶν ἀγαθὸν αὐτῷ μόνῳ· αὐτῷ γὰρ περιποιεῖται τὸ ζῆν τὸ δὲ καλὸν ἤτοι τὸ δίκαιον ἁπλῶς ἐστιν ἀγαθόν. καὶ διὰ τὸ φροντίζειν τοῦ συμφέροντος καὶ τοῦ ζῆν εἰσιν ἀναίσχυντοι καὶ οὐκ αἰσχύνονται ἀναισχυντεῖν καὶ ἅρπαγες φαί νεσθαι. [217] ὀλιγωροῦσι τοῦ δοκεῖν εἶναι κακοί τε καὶ ἄδικοι. καὶ δυσέλπιδες ἤτοι ἀεὶ τὰ φαῦλα προσδοκῶσιν. [a 9] εἰσὶ δὲ καὶ [218] ἀδόλεσχοι· ἀφηγοῦνται ἔργα ἀνδρῶν παλαιῶν καὶ οἰκεῖα. [a 11] καὶ οἱ θυμοὶ αὐτῶν ὀξεῖς ἤτοι καὶ συντόμως θυμοῦνται καὶ πάλιν συντόμως ἀσθενεῖ καὶ παύεται ὁ θυμὸς αὐτῶν. [a 13] οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας ἤτοι κατὰ πάσας τὰς ἐπιθυμίας ἢ κατὰ τὰ ἀφροδίσια, ἀλλὰ κερδαίνειν ἀεὶ ἀφορῶσιν. [a 15] αἱ γὰρ ἐπιθυμίαι ἀνείκασιν ἤγουν ἐνέδωκαν. ἕκαστος ζῇ κατὰ τὸ οἰκεῖον ἦθος· ὁ θυμώδης ζῇ ἤθει θυμώδει, ὁ ἀνδρεῖος ἀνδρικῷ ἤθει, ὁ σώφρων σώφρονι ἤθει· ὁ δὲ γηραιὸς οὐ ζῇ κατὰ τὸ ἦθος ἤτοι ἀκολουθῶν ἤθει θυμώδει ἢ ἀνδρικῷ, ἀλλὰ κατὰ λογισμόν, ἤτοι σκοπεῖ, πῶς θέλει ζῆν κατὰ τὸ συμφέρον. [a 17] τὸ δὲ ἦθος κρίνεται ἑκάστου ἀπὸ τῆς ἐνούσης ἀρετῆς ἑκάστῳ, ἤγουν ἀνδρίας, σωφροσύνης καὶ τῶν λοιπῶν. [a 20] οἱ μὲν γὰρ νέοι ἐλεοῦσι διὰ φιλαν θρωπίαν ἤτοι διὰ τὸ οἴεσθαι πάντας ἀγαθούς, οἱ δέ εἰσιν ἐλεεινοὶ δι’ἀσθένειαν· εἰ γὰρ ἴδωσί τινα κακῶς πάσχοντα, ἐλεοῦσιν αὐτὸν διὰ τὸ ἐλπίζειν ἑαυτοὺς τῷ αὐτῷ πάθει περιπεσεῖν. [a 25] ὥστε ἐπεὶ ἀποδέ χονται πάντες, ἄνπερ ἀκούσωσί τινα λέγοντα, λόγους οἰκείους τῷ ἤθει αὐτῶν, οἱ ἀνδρεῖοι λόγους ἀνδρικοὺς ἀποδέχονται καὶ οἱ σώφρονες σωφρο νικοὺς καὶ ὅλως τοὺς ὁμοίους τῷ ἤθει αὐτῶν, οὐκ ἄδηλον, πῶς χρώμένοι τοῖς λόγοις δείξομεν οὓς λέγομεν λόγους οἰκείους τῷ ἤθει τῶν [219] ἀκροατῶν ἢ τῶν δικαστῶν.
[2.14] Οἱ δὲ ἀκμάζοντες ἔχουσι τὸ ἦθος μεταξὺ τούτων ἤτοι τῶν νέων καὶ τῶν γηραιῶν, ἀλλ’ ἔχουσιν ἄμφω, ἤτοι τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν, ὡς δεῖ· [b 1] καὶ οὔτε πρὸς φειδὼ ζῶσιν, ἤγουν οὔτε φει δωλοὶ καὶ κνιποί εἰσιν, οὔτε ἐξοδιασταὶ καὶ ἄσωτοι. [b 4] ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται ταῦτα, ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· οἱ μὲν γὰρ νέοι εἰσὶν ἀνδρεῖοι, οἱ δὲ γέροντες σώφρονες. [b 7] ὅσα μὲν διῄρηνται ἤτοι ὅσα διηρημένως ἔχουσιν ἦ τε νεότης καὶ τὸ γῆρας, ταῦτα ἄμφω ἔχουσιν οἱ ἀκμάζοντες. τούτων τὸ μέτριον ἤτοι τὸ σύμμετρον ἔχουσι. περὶ τὴν πέμπτην ἡλικίαν ἀκμάζει τὸ σῶμα· πεντάκις γὰρ ἑπτὰ λεʹ. περὶ δὲ τῷ τέλει τῆς ἑβδόμης ἡλικίας παρακμάζει καὶ ἡ ψυχή· ἑπτάκις γὰρ ἑπτὰ τεσσαρακονταεννέα. [b 12] ποίων ἠθῶν ἐστιν ἕκαστον ἤτοι νεότης καὶ τὸ γῆρας, εἴρηται.
[2.15] Δι᾽ ὅσα αὐτῶν τῶν τυχηρῶν ἀγαθῶν καὶ τὰ ἤθη τῶν ἀνθρώπων συμβαίνει εἶναι ποιά, ἤτοι μεταλλάσσονται καὶ ἀλλοιοῦνται· εἰ γὰρ πλουτήσει τις, καὶ ἐπῃρμένον ἦθος κτᾶται. [b 16] τὸ φιλότιμον εἶναι ἤτοι τὸ ἀγαπᾶν τὰς τιμάς. πάντες γάρ, ὅταν ὑπάρχῃ τι αὐτοῖς ἀγαθόν, πρὸς τοῦτο τὸ πάντα ἐπισωρεύουσιν· εἰ μὲν ὑπάρχουσι φιλότιμοι, ἐπισωρεύουσι πάντα χάριν τοῦ τιμᾶσθαι, εἰ δὲ ἀφροδισιακοί, ἐπισωρεύουσι πάντα πρὸς ἀποπλήρωσιν τῆς ἐπιθυμίας. καὶ εὐγένεια προγόνων μὲν ἐντιμότης ἤτοι ἀπὸ τοῦ ἔχειν προγόνους ἐντίμους καὶ ἐνδόξους. [b 19] οἱ εὐγενεῖς εἰσι καταφρονητικοὶ καὶ τῶν ὁμοίων τοῖς προγόνοις αὐτῶν, οἷον ἐάν εἰσί τινες πλούσιοι καὶ ἔνδοξοι ὡς οἱ πρόγονοι αὐτῶν, καταφρονοῦσιν αὐτῶν ὡς νεοπλούτων, διότι τὸ μὲν πλουτεῖν καὶ τὸ ἔνδοξον πάλαι ὑπῆρχε τοῖς προγόνοις αὐτῶν, οὗτοι δὲ νέον ταῦτα ἐκτήσαντο. [b 20] ταὐτὰ γὰρ πόρρω τισὶν ἐπιγινόμενα ἤτοι πάλαι καὶ ἐκ χρόνων πολλῶν παρ’ ὃ ἐγγὺς ἤτοι νεωστὶ ἐντιμότερά εἰσι. καὶ εὐαλαζό νευτον ἤτοι ἐπιτηδειότερον εἰς τὸ ποιῆσαι ἀλαζονείαν. [b 22] ἡ μὲν εὐγένεια κρίνεται κατὰ τὴν ἀρετὴν τοῦ γένους ἤγουν τὴν ἐντιμότητα. γενναῖον δέ ἐστι τὸ μὴ ἐξίστασθαι ἐκ τῆς φύσεως ἤτοι τὸ συντη ρῆσαι τὴν εὐγένειαν ἢ τὴν δόξαν τὴν ἐνοῦσαν τοῖς προγόνοις ἢ τὴν ἀνδρίαν σώαν. ὅπερ, τοῦτο τὸ μὴ ἐξίστασθαι, ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει γὰρ εὐγενέσι· πολλάκις γὰρ οἱ μὲν πατέρες εἰσὶ πλούσιοι καὶ ἔνδοξοι καὶ [220] ἀνδρεῖοι, τὰ δὲ τέκνα καὶ πένητες καὶ ἀσθενεῖς, καὶ οὐχὶ προβαίνει ἄχρι μιᾶς εἴτε καὶ δευτέρας γενεᾶς τὸ τῶν πατέρων ἔνδοξον καὶ ἐπὶ τοὺς ἐκγόνους. [b 25] ὥσπερ συμβαίνει καὶ ἐπὶ τοῖς κατὰ χώραν γινομένοις φορά τις· πολλάκις γὰρ ἡ γῆ τῆσδε τῆς χώρας δύο καὶ τρεῖς ἐνιαυτοὺς εὐφορεῖ, ἔκτοτε δὲ ἀφορεῖ. καὶ ἐπὶ τῆς γενεᾶς, ἐὰν ἦ τὸ γένος ἀγαθόν, γίνονται ἐξ αὐτοῦ ἄνδρες περιττοὶ ἤγουν κομψοὶ καὶ ἔντιμοι, εἷτα πάλιν ἀναδίδωσιν ἤτοι ἀνάπαλιν χείρονες ἐξ αὐτοῦ γίνονται καὶ ἀναποδίζει [221] εἰς τὸ ἀπογεννᾶν κακούς. [b 29] ὁ Ἀλκιβιάδης εὐφυὴς λέγεται εἶναι. τὰ δὲ γένη τὰ στάσιμα ἤτοι τὰ βεβηκὸς φρόνημα ἔχοντα ἔχουσιν ἐκγόνους ἀβελτέρους καὶ νωθροὺς ἤτοι μωρούς. ἐπιπολῆς ἤτοι ῥᾷον ἔστιν ἰδεῖν.
[2.16] Πάσχοντές τι ἤτοι ἀλλοιούμενοι ὑπὸ τοῦ πλούτου. [222] ὁ γὰρ πλοῦτός ἐστιν οἷον τιμὴ καὶ ἀγορὰ πάντων· ὁ γὰρ πλούσιος διὰ τῆς τῶν χρημάτων δόσεως ἀγοράζει καὶ σοφούς, ὥστε ἔχειν αὐτοὺς ὑπο χειρίους καὶ ἐμμίσθους, καὶ ἀξιώματα μεγάλα. [a 3] τρυφεροὺς μὲν λέγει αὐτοὺς διὰ τὸ τρυφᾶν, σαλάκωνας δὲ καὶ σολοίκους ὡς ἀπειροκάλους· ἡ γὰρ σαλακωνία ὑπερβολὴ τῆς μεγαλοπρεπείας. ὡς γὰρ οἱ σολοικίζοντες ἄρχονται μὲν τοῦ λόγου σώου καὶ εὖ ἔχοντος κατὰ τὴν ἀρχήν, κατὰ δὲ τὸ τέλος διαφθείρουσιν αὐτὸν κατὰ τὴν σύνταξιν, οὕτως οἱ πλούσιοι ἀπό τινος μὲν χρείας ὁρμῶνται, εἶτα παραφθείρουσι ταύτην ὡς παραχρώμενοι·οἷον ὑποδημάτων χρῄζουσι καὶ ποιοῦσιν αὐτὰ μετὰ μαργάρων καὶ λίθων καὶ παραχρῶνται τῇ χρήσει περὶ τὸν πλοῦτον τὸν ἐρώμενον καὶ θαυμα ζόμενον ὑπ’ αὐτῶν. [a 7] ἅμα δὲ καὶ εἰκότως πάσχουσι ταῦτα ἤτοι τὸ ὑπερήφανοι καὶ ὑβρισταὶ εἶναι. πολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων αὐτὰ ἤτοι τὰ τυχηρὰ ἀγαθά. [a 12] καὶ οἴονται ἑαυτοὺς ἀξίους ἄρχειν. καὶ ὅλως ὁ πλοῦτός ἐστιν ἤθους ἀνοήτου εὐδαίμονος ἤτοι μωροῦ. τὸ μὲν ἦθος τῶν ἐχόντων πάλαι καὶ ἐκ προγόνων τὸν πλοῦτόν ἐστι μετριώτερον ὡς ἤδη εἰθισμένων τῷ πλούτῳ, τὸ δὲ ἦθος τῶν νεο πλούτων ἐστὶ φαυλότερον· ἀλαζονικώτερον γάρ ἐστι καὶ ἐπῃρμένον, καὶ εἰσὶν οἱ νεόπλουτοι ἀκρατευταὶ εἰς μοιχείαν ἤτοι ἀκόλαστοι.
[2.17] Ὁμοίως δὲ καὶ περὶ δυνάμεως ἤτοι στρατηγίας, σατραπίας καὶ ἑτέρας τινὸς ἐξουσίας ἐχούσης πολλὴν δύναμιν παρ’ ἑαυτῆς καὶ τὰ ἤθη τῶν στρατηγῶν καὶ τῶν σατραπῶν φανερά εἰσιν· ἡ γὰρ δύναμις αὕτη οἷον οἱ στρατηγοὶ καὶ οἱ σατράπαι τὰ μὲν ἔχουσι τὰ αὐ τὰ τῷ πλουσίῳ ἤθη, ἄλλα δὲ καὶ βελτίω καὶ κρείττω διὰ τὸ ἐφίεσθαι ἔργων [223] μεγάλων, ὅσα ἐξουσία ἐστὶν αὐτοῖς πράττειν· θέλουσι γὰρ κτίζειν πόλεις μεγάλας καὶ ναοὺς περικαλλεῖς· ἔχουσι γὰρ δύναμιν καὶ λαὸν πολύν. [a 25] καὶ ἀεὶ ὄντες ἐν ἐπιμελείᾳ ἤτοι φροντίδι καὶ μερίμνῃ φαίνονται σπουδαστικώτεροι. ἐμμέριμνοι δέ εἰσι διὰ τὸ ἐπισκοπεῖν τὰ περὶ τὴν δύναμιν, ἤτοι ὅπως συντηρήσωσι τὴν δύναμιν αὑτῶν ἤγουν τὸ ὑπήκοον καὶ τὴν δυναστείαν ἂν μὴ ἀπολέσωσι. [a 27] βαρεῖς λέγονται οἱ φρόνημα ἔχοντες ἐπῃρμένον καὶ μὴ θέλοντες ἰδεῖν τινα συγκαθίσαι ἢ συντυχεῖν δι’ ἀλαζονείαν. τὸ γὰρ ἀξίωμα ἤτοι ἡ δύναμις καὶ ἡ στρατηγία καὶ ἡ ἄλλη ἐξουσία ποιεῖ αὐτοὺς ἐμφανεστέρους ἤτοι ἐνδόξους καὶ ἀλαζονικούς. [a 28] ἡ δὲ σεμνότης ἐστὶ μαλακὴ βαρύτης ἤγουν τὸ ἀξίωμα· οἱ γὰρ σεμνοὶ βαρεῖς, μαλακοί, ἤτοι ἀλαζονεύονται μὲν καὶ αὐτοί, πλὴν μετρίως, καὶ συγκάθηνται καὶ συνομιλοῦσι τοῖς ἐντυγχάνουσι. [a 30] τὰ δὲ μόρια τῆς εὐτυχίας εἰσὶ τὰ ἤθη τῶν εἰρημένων ἤτοι τῶν πλουσίων καὶ τῶν δυνατῶν· καὶ γὰρ αἱ δοκοῦσαι μέγισται εὐτυχίαι συντείνουσιν εἰς ταῦτα ἤτοι εἰς τὸν πλοῦτον καὶ τὴν δύναμιν. καὶ ἡ εὐτυχία ποιεῖ τοὺς ἔχοντας αὐτὴν πλεονεκτεῖν κατὰ τὰ ἀγαθὰ τὰ κατὰ τὸ σῶμα· εἰσὶ γὰρ καὶ οὗτοι εὐειδεῖς καὶ ποιοῦσι καὶ τὰ παιδία εὐειδῆ. καὶ ἀλογικώτεροι ἤτοι ἀλαζονικώτεροι καὶ μωρότεροι. [b 2] εἰσὶ δὲ φιλόθεοι· οἴονται γὰρ διὰ τὸ πλουτεῖν, ὡς τὸ θεῖον εὐμενῶς ἔχει πρὸς αὐτούς, καὶ διὰ τοῦτο σέβονται αὐτό.
[2.18] Ἐπεὶ δὲ ἡ τῶν πιθανῶν λόγων χρῆσις ἤτοι ἐπεὶ δὲ χρώ μεθα τοῖς πιθανοῖς λόγοις καὶ πιστευτικοῖς ἀφορῶντες πρὸς τὴν κρίσιν. κρίσιν δὲ νοητέον καὶ ἐπὶ τοῦ δικανικοῦ καὶ συμβουλευτικοῦ καὶ τοῦ πανη γυρικοῦ καὶ μὴ μόνον ἐπὶ τοῦ δικανικοῦ· καὶ γὰρ ἐπὶ τοῦ συμβουλευτικοῦ κριτής ἐστι, πρὸς ὃν γίνεται ἡ συμβουλὴ ἢ πρὸς οὕς· κρίνει γὰρ οὗτος, εἴτε τὰ λεγόμενά εἰσι συμφέροντα εἴτε καὶ μή. ἀλλὰ καὶ ὁ πανηγυριστὴς κριτὴν ἔχει τὸν ἀκροατήν· οὗτος γὰρ κρίνει, εἴτε ἀφ’ ὧν εἶπεν ὁ πανηγυ ρίζων ἐδείχθη τῶν ἀγαθῶν ὁ ἐπαινούμενος εἴτε καὶ μή. [b 9] οὐδὲ γὰρ δεόμεθα λόγου καὶ ἀποδείξεως περὶ τῶν ὁμολογουμένων, ὧν ἴσμεν ἤτοι πίστιν ἔχομεν ἀκριβῆ. ἔστι δὲ κρίσις καὶ ἐπὶ τοῦ συμβουλευτικοῦ, [224] ἄν τέ τις προτρέπῃ εἴτε ἀποτρέπῃ χρώμενος τῷ λόγῳ καὶ τῇ συμ βουλῇ πρὸς ἕνα. [b 11] νουθετοῦντας λέγομεν τοὺς συμβουλεύοντας, πείθοντας δὲ τοὺς συνομιλοῦντάς τινι ἁπλῶς καὶ σπουδάζοντας πεῖσαι· καὶ γὰρ οὗτός ἐστιν ὁ κριτής, ὃν σπουδάζει πεῖσαι ταῖς συμβουλαῖς καὶ δι’ ὃν τὴν συμβουλὴν ἐνέστησεν. ἄν τε γάρ τις λέγῃ ἤτοι ποιῆται τὸν λόγον καὶ τὴν συμβουλὴν πρὸς τὸν ἀμφισβητοῦντα ἤτοι τῇ ἀληθείᾳ ἀγωνιζόμενον καὶ σπουδάζοντα δεῖξαι τόνδε ἱερόσυλον, ὡς ἐπὶ τοῦ δικανικοῦ, [225] ἢ δεῖξαι τόδε συμφέρον, ὡς ἐπὶ τοῦ συμβουλευτικοῦ, ἄν τε καὶ πρὸς ὑπόθεσιν ἤτοι καθ’ ὑπόθεσιν καὶ χάριν γυμνασίας πλάττῃ ὑπόθεσιν ἢ δικανικὴν ἢ συμβουλευτικήν, ὡς αἱ μελέται Λιβανίου, καὶ περὶ ἐκείνης ποιεῖται τὸν λόγον, οἷοί εἰσιν οἱ πλασματογράφοι, καὶ ἀμφότεροι ἀκροατὴν καὶ κριτὴν ἔχουσιν ἐκεῖνον, πρὸς ὃν ποιοῦνται τοὺς λόγους. [b 15] τὰ ἐναντία λέγει τὰς ἀντιθέσεις καὶ ἐνστάσεις· κἂν γὰρ κατ’ ἀλήθειαν ἀγω νιζώμεθα, εἴτε δικαζόμενοι εἴτε συμβουλευόμενοι, ἔχομεν τὰς ἀντιθέσεις τὰς ἐκ τῶν ἀντιδίκων, ἃς ἀνάγκη λύειν καὶ ἀναιρεῖν ἡμᾶς χρωμένους τῷ λόγῳ ἤτοι τῷ πιθανῷ λόγῳ, κἂν καθ’ ὑπόθεσιν ἀγωνιζώμεθα πλάσματα ποιήσαντες, ὡς ἂν τὴν οἰκείαν γνῶμεν δύναμιν, καὶ ἐπὶ τούτου λαμβάνομεν ἀντιθέσεις, ἃς εἰκὸς προβαλεῖν τινα, εἴ γε ἔχομέν τινα ἀντιδικοῦντα ἡμῖν, ἃς καὶ ἀναιροῦμεν καὶ λύομεν διὰ λόγων πιθανῶν. [b 15] πρὸς ἃ τἀναντία ἤτοι πρὸς ἃς τὰς ἀντιθέσεις ὥσπερ ἀμφισβητοῦντα ἤτοι εἰσαχθείσας ὥσπερ ἀπὸ ἀντιδικοῦντός τινος ποιεῖται τὸν λόγον ἤτοι τὴν ἀπολογίαν καὶ τὴν λύσιν. ἢ τὸ μὲν [b 13] πρὸς ἀμφισβητοῦντα ληπτέον ἐπὶ τοῦ δικανικοῦ, τὸ δὲ ἐάν τε πρὸς ὑπόθεσιν ληπτέον ἐπὶ τοῦ συμβουλευ τικοῦ· καὶ τοῦτο δῆλον, ὡς οὕτως δεῖ ἐκλαβεῖν, ἀπὸ τοῦ λέγειν αὐτὸν κάτωθεν [b 19] τά τε γὰρ ἀμφισβητούμενα ζητεῖται πῶς ἔχει καὶ περὶ ὧν βουλεύονται. [b 17] θεωρὸς λέγεται ὁ ἀκροατὴς τοῦ πανη γυρίζοντος· κρίνει γὰρ καὶ οὗτος, εἴτε καλῶς ἐπῄνεσε τὸν καὶ ἀληθῆ ἔλεγεν εἴτε καὶ μή ὁ γὰρ ἐν πολιτικοῖς ἀγῶσιν ἤτοι τοῖς δικανικοῖς. [b 20] περὶ δὲ τῶν κατὰ τὰς πολιτείας ἠθῶν. τὰ δὲ ἤθη τὰ μιᾷ ἑκάστῃ πολιτείᾳ ἀνάλογα ἔφθημεν εἰπεῖν ἤτοι τὰ τῇ δημοκρατίᾳ ἀνάλογα καὶ τὰ τῇ ἀριστοκρατίᾳ. ὥστε διωρισμένον ἂν εἴη. τοῦ [b 8] ἐπεὶ δ’ ἡ τῶν πιθανῶν λόγων χρῆσις πρὸς κρίσιν ἐστίν ἀπόδοσίς ἐστι τὸ [b 21] ὥστε διωρισμένον ἂν εἴη, πῶς ποιήσομεν οὓς γράφομεν λόγους ἠθικοὺς ἤτοι καταλλήλους τῷ τῆς πολιτείας ἤθει. [b 23] ἐπεὶ δὲ ἕκαστον γένος καὶ εἶδος τῆς ῥητορικῆς τέλος οἰκεῖον ἔχει περὶ τὴν τῶν τελῶν ἑνὸς ἑκάστου εἴδους, αἱ δόξαι καὶ αἱ προτάσεις, ἐξ ὧν ἀπο δεικνύομεν τόδε ἄδικον ἢ συμφέρον, εἰλημμέναι εἰσὶν ἤτοι δεδιδαγμέναι· περὶ γὰρ τούτων τῶν προτάσεων ἔφθημεν διαλαβεῖν καὶ εἰπεῖν ὄπισθεν· [b 26] ἔτι καὶ ἐξ ὧν τοὺς λόγους ποιήσομεν ἠθικοὺς ἤτοι καταλλήλους τῷ τῆς πολιτείας ἤθει· ῥητέον δὲ νῦν περὶ τῶν κοινῶν. [b 28] κοινὰ λέγει τὰ τελικὰ κεφάλαια, τὸ δυνατὸν καὶ τὸ ἀδύνατον, καὶ ἄλλους μὲν λόγους δεικνύειν, ὡς ἔσται, ἤτοι ὅτι δυνατὸν γενέσθαι, ὅτι ἐγένετο. ἔτι δέ ἐστι κοινὸν καὶ τὸ μεγεθύνειν τὸ πρᾶγμα ἢ μειοῦν. [226] τὴν a ἐξ ἀρχῆς πρόθεσιν ἤτοι τὸ δύνασθαι πιθανῶς λέγειν καὶ ὅσα ἐνδέχεται [227] περὶ ἑκάστου πράγματος.
[2.19] Ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ἐστίν· ἀφ’ ἧς γὰρ δυνάμεως καὶ τεχνῶν σώσει τις τὸ πλοῖον, ἀπὸ τῆς αὐτῆς ἂν τέχνης ἀπολέσῃ αὐτό (ὧν τὸ μὲν καθ’ ἑαυτὸ ποιεῖ, τὸ δὲ κατὰ συμβεβηκός), καὶ ἀφ’. ἧς ἂν τέχνης ποιήσῃ ὑγείαν, ἀπὸ τῆς αὐτῆς ἂν ποιήσῃ καὶ νόσον. [a 16] καὶ οὖ ἡ ἀρχὴ δυνατή, καὶ τὸ τέλος· τοῖς γὰρ ἀδυνάτοις οὐδὲ ὅλως ἀρχόμεθα ἐγχειρεῖν. [a 24] ἡ μὲν ἐπιθυμία λέγεται ἐπὶ πάν των, ὁ δὲ ἔρως ἐπὶ τῶν σωμάτων· καὶ εἰ ἔστιν ἔρως καὶ ἐπιθυμία, εἰσὶ λοιπὸν καὶ τὰ πράγματα, ὧν ἐρῶμεν· καὶ ὧν πραγμάτων ἐστὶν ἐπιστήμη, ἀνάγκη καὶ ταῦτα τὰ ἐπιστητὰ πράγματα εἶναι. [a 27] ἀνάγκη καὶ ἐκεῖνα τὰ πράγματα γενέσθαι, ὧν ἡ ἀρχὴ τῆς γενέσεως καὶ τῆς πράξεως ἐν τούτοις ἐστίν, οὓς ἡμεῖς ἢ ἀναγκάσαι δυνάμεθα ἢ πεῖσαι· οἷον ἐὰν ἡ ἀρχὴ τοῦ γενέσθαι τόδε τὸ πρᾶγμα παρὰ τοῖς φίλοις μού ἐστιν ἢ παρὰ [228] τοῖς δούλοις μου, δύναμαι τοὺς μὲν φίλους μου πεῖσαι χαλάσαι τόδε τὸ τεῖχος, εἰ τοῦτο δύναμαι ποιῆσαι, τοὺς δὲ δούλους καταναγκάσαι. τὸ δὲ [a 27] τούτοις ἐπὶ οὐδετέρου εἴληπται. ταῦτα δὲ τὸ ἀναγκάσαι καὶ πεῖσαι ἐπὶ ἐκείνων θεωρεῖται ἤτοι ἐκείνους δύναμαι ἀναγκάσαι, ὧν κρείσσων καὶ δεσπότης εἰμὶ ἢ κύριος ἢ φίλος. [a 31] πρόσχισμα λέγεται τὸ ἔμπροσθεν τῆς τραχηλέας τοῦ ὑποκαμίσου, κεφαλὶς δὲ ἡ τραχηλέα. καὶ πάλιν ἐπὶ τοῦ καλιγίου πρόσχισμα τὸ κοῖλον, κεφαλὶς δὲ τὸ καύκαλον. [b 5] καὶ εἰ ἄνευ τέχνης ὑπόδημα δυνηθῶ ποιῆσαι, πολλῷ μᾶλλον, εἰ τὴν τέχνην μάθω, τοῦτο ποιήσω. [b 7] ὁ Ἀγάθων ποιητὴς ὤν εἴρηκε “τὰ μὲν τύχῃ γίνονται” ἤτοι χωρὶς τέχνης. “τὰ δὲ ἡμῖν καὶ τῇ τέχνῃ” ἤτοι καὶ ἐκ τέχνης καὶ ἐκ τύχης. [b 11] δεινὸν γάρ, εἰ ὁ Ἐὐθύνους ἄφρων ὤν καὶ ἀνόητος ἔμαθεν, αὐτὸς δὲ μὴ δυνήσομαι εὑρεῖν καὶ μαθεῖν. [b 20] ἔτι εἰ ἐβούλετο ποιῆσαί τι καὶ μηδὲν τῶν ἔξω ἐκώλυεν ἤτοι καὶ τὸ ἐμποδίζον οὐκ ἦν, καὶ ἐποίησεν ἂν τοῦτο. καὶ εἰ ὠργίσθη καὶ ἠδύνατο βλάψαι, καὶ ἔβλαψεν ἄν. καὶ εἰ ἐπεθύμει καὶ ἠδύνατο πληρῶσαι καὶ τὴν ἐπιθυμίαν, καὶ ἐποίησεν ἂν αὐτήν. [b 24] καὶ εἰ ἔμελλέ τι γενέσθαι, ἀνάγκη καὶ τοῦτο ποιεῖν· εἰκὸς γὰρ τὸν μέλλοντα ποιῆσαί τι καὶ ποιῆσαι τοῦτο. καὶ εἰ ἐπεί ρασε πωλῆσαι τὸ βιβλίον, καὶ ἔπρασεν ἄν. [b 27] ἡμῖν ὕστερον γίνεται ἡ βροντή, πρῶτον δὲ ἡ ἀστραπή εἰ τὸ ὕστερον οὖν γέγονεν, ἀνάγκη καὶ [229] τὸ πρῶτον γενέσθαι· ἡ ἀστραπὴ χάριν τῆς βροντῆς γίνεται. [b 31] τὰ μὲν ἐξ ἀνάγκης τὴν ἀκολούθησιν γίνεται ἔχοντα, οἷον εἰ ἐβρόντησεν, ἀνάγκη καὶ ἀστράψαι, καὶ εἰ οἰκία ἐγένετο, ἀνάγκη καὶ θεμέλιον· τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ ἤτοι οὐκ ἐξ ἀνάγκης τὴν ἀκολούθησιν ἔχουσιν· οὐ γάρ, εἰ θεμέλιος, ἀνάγκη καὶ οἰκίαν γενέσθαι. [230] τό τε γὰρ ἐν δυ νάμει καὶ βουλήσει ὄν, οἶον εἰ βούλομαί τι καὶ δύναμαι καὶ τοῦτο ποιῆσαι, ἔσται ἤτοι γενήσεται, καὶ εἰ ἐπιθυμῶ τινος καὶ λογίζομαι τοῦτο ποιῆσαι, καὶ εἰ ὀργίζομαι κατά τινος, δύναμαι δὲ καὶ ποιῆσαι καὶ βλάψαι, καὶ ἔσται ἤτοι γενήσεται. καὶ εἰ ἐν ὁρμῇ τοῦτο ποιεῖν, ἤτοι καὶ εἰ ὁρμῶ ποιῆσαί τι, καὶ ἐν μελλήσει, ἤτοι καὶ φροντίζω τοῦτο ποιῆσαι, καὶ ἔσται ἤτοι καὶ γενήσεται· [a 4] τὰ γὰρ μέλλοντα γενέσθαι ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποβαίνουσι καὶ γίνονται παρ’ ὃ τὰ μὴ μέλλοντα γενέσθαι. [a 15] φανερόν, ὅτι δι’ ἐκείνων ἤτοι ἀπὸ τῶν τόπων, ἀφ’ ὧν δεικνύομεν τόδε συμφορώτερον ἢ δικαιότερον ἢ μεῖζον καλόν, μέλλομεν ἐπιχειρεῖν, ὥστε αὔξειν τόδε καὶ δεικνύειν αὐτὸ καὶ μεῖζον δίκαιον καὶ μεῖζον συμφέρον. [a 16] τὸ δὲ ζητεῖν περὶ τοῦ ἁπλῶς μεγέθους ἤτοι περὶ αὐτοῦ τοῦ καθ’ ὅλου μεγέθους ἤτοι περὶ αὐτοῦ καθ’ ἑαυτὸ τοῦ μεγέθους μὴ ἐν ὑποκειμένῳ καὶ ἔν τινι θεωρουμένου κενολογεῖν ἤτοι ματαιολογεῖν ἐστιν· ὥστε περὶ τῶν καθ’ ἕκαστα μεγεθῶν θεωρητέον ἤτοι περὶ τοῦ ἐν τῷ δικαίῳ ἢ τῷ συμφέροντι μεγέθους θεωρητέον ἢ τῷ καλῷ.
[2.20] Ἡ γὰρ γνώμη μέρος ἐστὶ τοῦ ἐνθυμήματος ἤτοι ἢ τὸ ἐν τῷ ἐνθυμήματι συμπέρασμα ἢ ἡ ἐν τῷ ἐνθυμήματι μείζων πρότασις· γνώμη γάρ ἐστιν οἷον τὸ ““αἴ, αἴ, τὸ δοῦλον ὡς κακὸν πεφυκέναι”,” ὅ ἐστι συμπέρασμα τοῦ ἐνθυμήματος “ὁ δεῖνα δοῦλος· αἲ αἲ τὸ δοῦλον ὡς κακὸν πεφυκέναι· αἴ αἴ ἄρα τὸ δοῦλον ὡς κακὸν πεφυκέναι τὸν δεῖνα.” [a 26] ἡ δὲ ἐπαγωγή ἐστιν ἀρχὴ βεβαιώσεως καὶ ἀποδείξεως. [a 29] ἐν δὲ τὸ αὐτὸν καὶ σὲ ποιεῖν καὶ πλάττειν τὰ παραδείγματα. τούτου δὲ τοῦ αὐτὸν καὶ σὲ ποιεῖν τὰ παραδείγματα ἐν μέν ἐστι παραβολή, ἤτοι γὰρ ἐξ ἀναλογίας, οἷον εἰ ὁ ποιμὴν ἐπαγρυπνεῖ διὰ τὸ ποίμνιον, λοιπὸν καὶ τὸν βασιλέα δεῖ ἀγρυπνεῖν διὰ τὸ ἐπήκοον· ἕτερον δὲ οἱ λόγοι ἤτοι μύθους πλάττειν καταλλήλους τῷ πράγματι. [b 2] λαβὼν δὲ διέβη εἰς τὴν Ἐλλάδα, ὥστε καὶ οὗτος ὁ βασιλεύς, εἰ λάβῃ τὴν Αἴγυπτον, διαβῇ εἰς τὴν Ἑλλάδα· διὸ οὐκ ἐπιτρεπτέον ἑλεῖν τὴν Αἴγυπτον. [b 4] κληρωτοί [231] εἰσι, διότι ἔβαλλον κλήρους ἤτοι βόλια, καὶ οἵου κλῆρος ἐξῆλθεν, οὗτος καὶ βασιλεὺς ἐγένετο ἢ στρατηγός. καὶ ἐὰν οἱ ἀθληταὶ κληρωτοί εἰσι. τύχῃ καὶ ὁ ἄναλκις κληρωθεὶς εἰς τὸ ἀγωνίζεσθαι. [b 8] λόγος δέ ἐστιν ἤτοι μῦθος, οἷός ἐστιν ὁ τοῦ Στησιχόρου· τῶν γὰρ Ἱμεραίων ἑλομένων τὸν Φάλαριν στρατηγὸν ἐζήτει ὁ Φάλαρις στρατιώτας χάριν φυλακῆς. [b 17] συνομολογήσαντος δὲ ἤτοι θελήσαντος τοῦ ἐλάφου, [232] ὡς ἂν ἐπιβῇ * [b 23] δημαγωγὸς ἐν Σάμῳ καταναλώσς δημοσιακὰ πράγματα κατεκρίθη θανεῖν. [b 26] κυνοραισταὶ λέγονται τὰ τζιμούρια ἢ αἱ λεγόμεναι ἀλογομυῖαι παρὰ τὸ ῥαίζειν καὶ κείρειν τοὺς κύνας. [233] τὸ μὲν οὖν εὑρεῖν πράγματα πάλαι γεγενημένα, ὡς λαβεῖν αὐτὰ εἰς παράδειγμα, δύσκολον, τὸ δὲ πλάττειν λόγους καὶ μύθους ῥᾷον. [a 4] ποιεῖν δὲ δεῖ μύθους ὥσπερ καὶ παραβολάς· εἰ γὰρ δύναταί τις συνορᾶν τὰς ὁμοιότητας τῶν πραγμάτων, οἷον ὁ βασιλεὺς καὶ ὁ ποιμὴν ὁμοιότητά τινα ἔχουσι, εὐκόλως ἂν ποιήσῃ παραβολάς· ὅπερ, τοῦτο τὸ βλέπειν τὰς ὁμοιότητας, ἐν τῇ φιλοσοφίᾳ ἤγουν τῇ διαλεκτικῇ παρεδώκαμεν καὶ ἐκεῖθέν ἐστι ῥᾷον λαβεῖν αὐτάς. [a 6] τὰ μὲν οὖν παραδείγματα τὰ διὰ τῶν λόγων ἤτοι τὰ ἐκ τῶν μύθων πλαττόμενα εὔκολόν ἐστι λαβεῖν, τὰ δὲ διὰ τῶν πραγμάτων, τὰ δὲ παραδείγματα τὰ ἐκ τῶν πραγμάτων λαμ βανόμενα, τῶν δὲ γεγενημένων πάλαι, ἃ καὶ ἐξ ἱστορίας ἔχομεν, δύσκολόν ἐστι λαβεῖν· οὐ γάρ ἐστι δυνατὸν συναγαγεῖν τοιαῦτα πολλά· εἰ δὲ καὶ εὑρεθῶσι, χρήσιμά εἰσι πρὸς συμβουλήν. [a 9] εἰ μὲν οὐκ ἔχομεν ἐνθυ μήματα, χρηστέον τοῖς παραδείγμασιν ὡς ἀποδείξεσιν, εἰ δὲ ἔχομεν, δεῖ λαβεῖν τὰ παραδείγματα ὡς μαρτύρια ἐπιλογικὰ μετὰ τοῦ ἐνθυ μήματος· τὸ γὰρ [a 11] ἐπιλόγοις ὡς ἐν μέρος λόγου ληπτέον, ὡς μετὰ τὰ ἐνθυμήματα λεγομένοις· καὶ εἰ μὲν πρὸ τῶν ἐνθυμημάτων λέγομεν τὰ παραδείγματα, ἀνάγκη πολλὰ λέγειν τοιαῦτα, εἰ δὲ μετὰ τοῦ ἐνθυ μήματος, ἀρκεῖ καὶ ἐν παράδειγμα ὡς μαρτυρία ληφθῆναι. [a 16] εἴδη παραδειγμάτων εἰσὶ δύο, τό τε διὰ λόγων καὶ μύθων καὶ τὸ διὰ γεγενημένων πραγμάτων. [a 17] καὶ πῶς αὐτοῖς χρηστέον, ἤτοι εἰ μὲν ἐνθυμήματα οὐκ ἔχομεν, χρηστέον αὐτοῖς ὡς ἀποδείξεσιν, εἰ δὲ ἐνθυ μήματα ἔχομεν, χρηστέον αὐτοῖς ὡς μαρτυρίαις. καὶ πότε, ἤτοι ἐν μὲν [234] τοῖς δημηγορικοῖς λόγοις χρηστέον τοῖς διὰ τῶν λόγων καὶ τῶν μύθων παραδείγμασιν, ἐν δὲ τοῖς συμβουλευτικοῖς χρηστέον τοῖς διὰ τῶν γεγενητερά μένων πραγμάτων παραδείγμασι· διὰ τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκε [a 6] “ῥᾷον μὲν γάρ ἐστιν ἐν τοῖς δημηγορικοῖς λόγοις πορίσασθαι τὰ διὰ τῶν λόγων καὶ μύθων παραδείγματα, πρὸς δὲ τὴν συμβουλὴν χρησιμώ εἰσι τὰ διὰ τῶν γεγενημένων παραδείγματα· τὰ γὰρ μέλλοντα πράγ ματα γενέσθαι ὅμοιά εἰσι τοῖς προγεγονόσι”.
[2.21] Γνώμη δέ ἐστιν ἀπόφανσις περὶ τῶν καθ’ ὅλου, ἀλλ’ οὐ περὶ πάντων τῶν καθ’ ὅλου, οἷον ὅτι πᾶν εὐθὺ ἐναντίον ἐστὶ παντὶ καμπύλῳ, ἀλλὰ περὶ ὧν αἱ πράξεις, ἤτοι περὶ τῶν καθ’ ὅλου τῶν πρακτῶν καὶ τῶν αἱρετῶν πρὸς τὸ πράττειν ἢ φευκτῶν. [a 26] ἐπεὶ γὰρ τὰ ἐνθυμήματα οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ὁ συλλογισμὸς ὁ περὶ τῶν τοιούτων ἤτοι τῶν πρακτῶν, τῶν αἱρετῶν καὶ τῶν φευκτῶν, τὰ συμπεράσματα τῶν ἐνθυμημάτων ἀφαιρεθέντος τοῦ συλλογισμοῦ ἤτοι τοῦ μέσου ὅρου, δι’ οὗ ὁ συλλογισμὸς γίνεται, γνῶμαί εἰσιν. [a 27] ἔτι δὲ καὶ αἱ ἄμεσοι ἀπαρχαὶ τῶν ἐνθυμημάτων κἀκεῖναι γνῶμαί εἰσιν· εἰ μὲν εἴπω οὕτως “τὸν δεῖνα ἀνάγκη εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρ’ ἀστῶν· διὰ δὲ τὸ μὴ εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρὰ τῶν ἀστῶν οὐ χρὴ τὸν ἀρτίφρονα παῖδας περισσῶς καὶ κομψῶς ἐκδιδάσκειν· τὸν δεῖνα ἄρα οὐ χρὴ τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν”, ἐστὶ γνώμη. [a 34] τὸ ἀλφάνω δηλοῖ τὸ λαμβάνω ἢ τὸ εὑρίσκω. [b 5] σὺν δὲ τῷ ἐχομένῳ ἤτοι τῷ αἰτίῳ ἐνθύμημά ἐστιν. [b 8] ἢ γὰρ μετὰ ἐπιλόγου καὶ αἰτίας ἐστὶν ἢ ἄνευ ἐπιλόγου καὶ αἰτίας. αἱ μὲν παράδοξόν τι λέγουσαι καὶ ἀμφισβητού μεναι· διὰ τὸ δοκεῖν παράδοξόν τι λέγειν δεῖ καὶ τὴν ἀπόδειξιν καὶ τὴν αἰτίαν λέγειν· εἰ γὰρ οὔ, παράδοξόν τι δοκεῖ λέγειν ὁ λέγων ὡς “οὐ χρὴ τὸν ἀρτί φρονα τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν”, εἰ δὲ καὶ τὴν αἰτίαν προσθήσει, οὐκέτι παράδοξον δοκεῖ. [b 10] ὅσαι δὲ οὐ δοκοῦσι παράδοξον λέγειν, ἄνευ ἐπιλόγου ἤτοι αἰτίας εἰσακτέον αὐτάς. τούτων δὲ τῶν ἄνευ αἰτίας εἰσα γομένων ἀνάγκη τὰς μὲν μὴ δεῖσθαι αἰτίας διὰ τὸ προδιεγνῶσθαι καὶ εἶναι φανεράς· συναναφαίνεται γὰρ καὶ τὸ αἴτιον, διότι [b 16] πᾶς ἐραστής, ἦ ἐραστής, ἐρᾷ καὶ φιλεῖ· [b 13] οἷον τὸ “ἄριστόν ἐστι τὸ [235] ὑγιαίνειν τὸν ἄνδρα” προδιέγνωσται πᾶσι καὶ αἰτίας οὐ δέεται· αἱ δέ, κἂν μὴ προδιεγνωσμέναι εἰσίν, ἀλλ’ οὖν λεγόμεναι ἤτοι ἅμα τῷ ῥηθῆναι δῆλαι [236] γίνονται καὶ διὰ τοῦτο οὐδὲ προσθεῖναι δέονται, ὡς τὸ “οὐδεὶς ἐραστής, ὃς οὐκ αἰεὶ φιλεῖ”. [b 17] αἱ μέν εἰσι μέρος ἐνθυμήματος ἤτοι ἢ ὡς συμπέρασμα ἢ ὡς μία τῶν προτάσεων τοῦ ἐνθυμήματος, αἱ δὲ ἐνθυμηματικαί. ἐνθυμηματικαί εἰσιν αἱ συμβαλλόμεναι εἰς τὸ ἐνθύμημα, αἳ λαμβάνονται πρὸς κατασκευὴν μιᾶς τῶν ληφθεισῶν προτάσεων ἐν τῷ ἐνθυ μήματι· αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις, εἰ δέονται κατα σκευῆς αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων, λέγονται ἐνθυμηματικαί, αἳ καὶ εὐδοκιμοῦσιν ἤτοι ἐπαινοῦνται ὡς κατασκευαστικαὶ τῶν προτάσεων. [b 20] εἰσὶ δὲ αὗται, ἐν ὅσαις ἐμφαί νεται ἡ αἰτία τῶν λεγομένων προτάσεων· τὸ γὰρ θνητὸν εἶναι αἰτία ἐστὶ τοῦ λεγομένου ἤτοι τοῦ μὴ δεῖν ἀθάνατον ὀργίζεσθαι. κρεῖττον δέ ἐστιν, εἰ εἴπωμεν ἐνθυμηματικὰς τὰς προτάσεις ἐχούσας καὶ τὴν αἰτίαν συνεμφαινομένην· καὶ ἐνθυμηματικαὶ μὲν λέγονται, ᾗ τὸ αἴτιον ἔχουσι, καθ’ ὃ δὲ οὐ πρόδηλόν ἐστι τὸ αἴτιον, οὐκ ἔστιν ἐνθύμημα· τὸ γὰρ ἐνθύ μημα ἔχει καὶ τὸ αἴτιον πρόδηλον. ἡ δὲ ἀναίτιος γνώμη ἐστὶ μέρος τοῦ ἐνθυμήματος, εἴ γε καὶ κατασκευῆς δέεται χρῆσθαι τῷ συμπεράσματι τοῦ ἐνθυμήματος καὶ τῇ γνώμῃ προσθέντος καὶ τὴν αἰτίαν ὕστερον· [b 31] ἢ προειπεῖν δεῖν καὶ τὴν αἰτίαν, εἶτα καὶ τὸ συμπέρασμα ἐπαγαγεῖν. [b 31] ἔμπροσθεν λέγει τὸ [b 29] ἐγὼ μέν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ [b 33] στρογγύλως λέγει τις, ὃς περιοδικῶς καὶ συντόμως καὶ συντετμη μένως εἴπῃ τὸ πρᾶγμα, συμπεριλαβὼν καὶ τὴν αἰτίαν. Λακωνικὰ ἀποφθέγματα λέγει τὰ σύντομα, ὡς τὸ “οὐ δεῖ ὑβριστὰς εἶναι, ἵνα μὴ ὑπὸ τῶν ἐχθρῶν οὕτω διαφθαρῶμεν, ὡς μηδὲ δένδρον ἢ ξύλον ἀπομεῖναι ἐν τῇ χώρᾳ ἡμῶν, ἵνα κἂν οἱ τέττιγες καθήμενοι ᾄδωσι.” Λακωνικόν ἐστι καὶ τὸ “ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.” [237] τοῖς πρεσβυτέροις δὲ ἁρμόττει τὸ γνωμολογεῖν καὶ περὶ ἐκείνων τῶν πραγμάτων, ὧν ἔμπειροί εἰσιν· ἀπρεπὲς γάρ ἐστιν, εἴ γε ὁ μὴ τηλικοῦτος ἤτοι ὁ νεώτερος γνωμολογεῖ· ὥσπερ καὶ τὸ μυθολογεῖν τοῖς πρεσβυτέροις ἀνήκει· τὸ δέ, περὶ ὧν οὐκ ἐπίσταταί τις, εἰ γνωμολογεῖ, ἠλίθιον κρίνεται. [a 7] γνωμοτύποι εἰσὶν ἤτοι πολύπειροι καὶ διὰ τοῦτο ῥᾳδίως γνώμας ἀποφαίνονται. καθ’ ὅλου δὲ μὴ ὄντος τοῦ πράγματος, εἴ τις θέλει τοῦτο καθ’ ὅλου ἀποφήνασθαι, μάλιστα ἁρμόζει, εἴ γε μετὰ σχετλιασμοῦ καὶ δεινώσεως ἤτοι δεινοπαθείας ἐκφέρει τις τοῦτο· εἰ δὲ ἄνευ δεινοπαθείας τοῦτο ἐκφέρει, μεμπτέος ἂν δόξῃ· οἷον εἴ [238] τις ἱερέα ἰδὼν εἰς τὸ πορνεῖον εἰσελθόντα, εἰ μὲν εἴπῃ οὕτως “οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν”. μεμπτέος ἂν δόξῃ· εἰ δὲ σχετλιάσας τοῦτο ἐρεῖ, οἷον “ὦ τῆς συμφορᾶς· οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν”, φαίνεται, ὅτι ὑπὸ τοῦ πάθους κινηθεὶς τῶν ἱερέων κατέδραμεν. [a 9] καὶ ἐν τούτοις ἤτοι τῷ σχε τλιασμῷ καὶ τῇ δεινώσει ἢ ἀρχόμενον ἤτοι πρὸ τῶν ἐνθυμημάτων δεῖ σε σχετλιάσαντα εἰπεῖν ἢ μετὰ τὰ ἐνθυμήματα καὶ τὰς ἀποδείξεις. καὶ * τεθρυλλημέναι γνῶμαί εἰσιν, ἃς καὶ πάντες ὁμολογοῦσι, τὸ [a 13] “εἶς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.” ἔχουσί τινες ἔθος μὴ ἄλλως ἐξέρχεσθαι εἰς τὸν πόλεμον, εἰ μὴ πρότερον θύσουσιν· εἴ τις γοῦν παρακαλεῖ τινας ἐξελθεῖν εἰς τὸν πόλεμον καὶ ταῦτα μὴ πρότερον θύσαντας, εἰπάτω τὸ τοῦ Πολυδάμαντος τὸ “εἷς οἰωνὸς ἄριστος.” καὶ πάλιν, εἴ τις παρακαλεῖ τοὺς Λακεδαιμονίους ἢ τοὺς Ἀθη ναίους ἢ ἄλλους τινὰς ἐξελθεῖν εἰς τοὺς πολεμίους καὶ ταῦτα πολλῷ ἥττους καὶ ὀλιγωτέρους ὄντας τῶν πολεμίων, εἰπάτω παραθαρρύνων αὐτοὺς τὸ [a 15] “κοινὸς Ἐνυάλιος”, ἤτοι “ὁ πόλεμος ποτέ ἐστι μεθ’ ἡμῶν, ποτὲ μετὰ τῶν πολεμίων· ὥστε θαρρεῖτε”. καὶ τῷ παρακαλοῦντί τινας ἐπὶ τὸ ἐξελθεῖν ἐπὶ τοὺς πολεμίους καὶ ταῦτα ἥττους ὄντας αὐτῶν τῶν πολεμίων καὶ τῷ παρακαλοῦντι ἐπὶ τὸ ἀναιρεῖν τὰ τῶν ἐχθρῶν τέκνα τινὲς παροιμίαι εἰσὶ καὶ ὡς γνῶμαι· οἷον ἡ παροιμία αὕτη [a 18] [239] “Ἀττικὸς πάροικος”. οἱ Ἀθηναῖοι ἔπεμψαν, ὡς ὁ Κράτερός φησιν ἢ καὶ ὁ Δοῦρις ἐν τῷ βιβλίῳ τῶν παροιμιῶν Ζηνοβίου ἀπὸ τῶν τοῦ Ταρραίου, εἰς Σάμον ἀποίκους. εἴ τις γοῦν συμβουλεύει τισίν, οἷον Λακεδαιμονίοις ἢ Κορινθίοις, στεῖλαί τινας ἐξ αὐτῶν εἰς μετοικίαν, εἰπάτω “Ἀττικὸς πάροικος”· εἰ γὰρ οἱ Ἀττικοὶ ἔστειλαν εἰς μετοικίαν πολλοὺς τῶν ἐποίκων, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τοῦτο ποιῆσαι. ἢ καὶ οὕτως· οἱ Ἀθηναῖοι ἀεὶ ἠδίκουν τοὺς γειτνιῶντας καὶ παροικοῦντας αὐτοῖς· ἔσπευδον γὰρ ἀεὶ ταπεινοῦν αὐτούς. εἴ τις οὖν συμβουλεύει Λακεδαιμονίοις ταπεινοῦν καὶ συντρίβειν τοὺς γειτνιῶντας αὐτοῖς εἰπάτω τὸ “Ἀττικὸς πάροικος”· εἰ γὰρ οἱ Ἀθηναῖοι ἐταπείνουν τοὺς γειτνιῶντας αὐτοῖς, πολλῷ μᾶλλον δεῖ τοῦτο ἡμᾶς ποιεῖν. [a 18] δεῖ δὲ καὶ τὰς γνώμας ταύτας τὰς κοινὰς λέγειν παρὰ τὰ δεδημοσιευμένα, ἤτοι παρ’ ὃ λέγει ταύτας ὁ δῆμος καὶ τὸ πλῆθος, ἤτοι οὐ δεῖ λέγειν αὐτὰς ἀπαραλλάκτως, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ παραλλάσσειν αὐτός, εἴ γε μέλλει ὁ λέγων αὐτὰς φαίνειν τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθὴν ἔχειν προαίρεσιν φαίνεσθαι· ἢ εἰ βούλεται παθητικῶς καὶ σχετλιαστικῶς λέγειν αὐτάς, ἀνάγκη ταύτας [240] παραλλάσσειν, εἶτα μεταξὺ λέγειν καὶ τίνες εἰσὶν αἱ δεδημοσιευμέναι γνῶμαι, καί φησι τὸ μηδὲν ἄγαν. [a 23] παθητικῶς ἂν εἴποις τοῦτο, εἴ γε εἴποις αὐτὸ οὕτως “ψεῦδός ἐστιν, ὡς δεῖ γινώσκειν αὑτόν· οὗτος γάρ, εἰ ἑαυτὸν ἐγίνωσκεν, οὐκ ἂν εἴλετο στρατηγεῖν”. [a 25] δείξει δέ τις τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθόν, εἴ γε οὕτως ἐρεῖ ὅτι “οὐ δεῖ φιλεῖν τινα ὡς μισήσοντα, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντα”· οὕτως γὰρ εἰπὼν φαίνεται ἀγαθὸς εἶναι ὡς ὀρεγόμενος τῶν κρειττόνων. σὺν δὲ τῷ λέγειν τὰς κοινὰς γνώμας παρηλλαγμένως δεῖ ἢ τὴν προαίρεσιν ἀποφαίνειν ἐν τῇ λέξει καὶ ἐν τῷ λόγῳ ἢ τὴν αἰτίαν· [a 28] τοῦ μὲν εἰπεῖν καὶ τὴν αἰτίαν παράδειγμα τὸ ὅτι “δεῖ φιλεῖν οὐχ ὥσπερ φασίν, ἤτοι ὡς μισήσοντα, ἀλλ’ ὡς ἀεὶ φιλήσοντα·” τὸ γὰρ ἕτερον ἤτοι τὸ φιλεῖν ὡς μισήσοντα ἐπιβουλή ἐστι· τοῦτο ἡ αἰτία. ἢ οὕτω ῥητέον (τοῦτο παράδειγμα τοῦ τὴν προαίρεσιν τῇ λέξει παραδηλοῦν) “οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον” ἤτοι τὸ “δεῖ φιλεῖν ὡς μισήσοντα”· εἶτα κατασκευὴ τούτου “τὸν γὰρ ἀληθινὸν φίλον δεῖ φιλεῖν ὡς ἀεὶ φιλή σοντα”· ἀπὸ γὰρ τοῦ εἰπεῖν “οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον” ἀπὸ τοῦ λόγου τούτου δηλοῖ τὴν προαίρεσιν αὐτοῦ, ὡς ἔστιν ἀγαθὴ καὶ μὴ ἀρεσκομένη φαύλῳ ἤτοι τῷ φιλεῖν ὡς μισήσοντα. [a 31] καὶ οὐδὲ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν· τοὺς γὰρ κακοὺς ἄγαν μισητέον. ἔχουσι δὲ βοήθειαν εἰς τοὺς λόγους ἤτοι εἰς τὸ προφέρειν τὰς γνώμας καὶ ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν καὶ τὴν φορτικότητα καὶ τὴν ἀγροι κίαν καὶ τὴν χωρικίαν τῶν ἀκροατῶν· χωρικοὶ γὰρ ὄντες ἀποδέχονται τὸν παραλλάξαντα τὴν γνώμην ταύτην τὴν “μηδὲν ἄγαν” καὶ εἰπόντα ὡς οὐκ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν, ἀλλὰ τοὐναντίον τὸ ἄγαν μισεῖν τοὺς κακούς. [b 7] εἰ γὰρ οἱ ἀκροαταὶ δοξάζουσιν, ὅτι φαῦλόν ἐστι τὸ γειτο νεῖν τινι διὰ τὸ ἐντυχεῖν φαύλοις γείτοσιν, ἀποδέξαιτ’ ἂν τὸν εἰπόντα καθ’ ὅλου ὡς οὐδὲν γειτονίας χαλεπώτερον. ὥστε δεῖ τὸν μέλλοντα εἰπεῖν γνώμην ἀποβλέπειν εἰς τοὺς ἀκροατὰς καὶ στοχάζεσθαι, τίνων οὗτοι ὀρέ γονται καὶ τί δοξάζουσι, καὶ οὕτως ἃ δοξάζουσιν οὗτοι, κἂν μερικὰ ὦσιν, ἀποφαίνεσθαι περὶ τούτων καθ’ ὅλου· οἷον εἰ ὁ ἀκροατής μου δοξάζει, ὡς κακὸν τὸ τεκνοποιῆσαι, διὰ τὸ ἐντυχεῖν φαύλῳ τέκνῳ, εἰ εἴπω ὡς οὐδὲν ἠλιθιώτερον καὶ χεῖρον τεχνοποιίας, καὶ μάλα ἄν με καὶ αὐτὸς ἀπο δέξαιτο. [b 10] ὥστε δεῖ στοχάζεσθαι, πῶς τυγχάνουσιν ἔχοντες οἱ ἀκροαταὶ καὶ ποῖα ὑπολαμβάνουσι καὶ δοξάζουσιν, εἶτα περὶ τούτων [241] ἀποφαίνεσθαι καθ’ ὅλου. [b 12] ταύτην δεῖ μίαν χρῆσιν τοὺς γνω μολογοῦντας ἤτοι τὸ βλέπειν καὶ στοχάζεσθαι, τίνα δοξάζουσιν οἱ ἀκροαταί, καὶ οὕτως ἀποφαίνεσθαι περὶ αὐτῶν, εἰ βούλεται ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν, γνωμολογοῦντα, καὶ ἑτέραν χρῆσιν κρείττω, ἥτις καὶ δείκνυσι τὸ ἦθος τοῦ γνωμολογοῦντος βέλτιον [b 13] ἡ γὰρ τοιαύτη χρῆσις τῶν γνωμῶν, ἣν καὶ εἰπεῖν μέλλει, ποιεῖ τοὺς λόγους ἠθικοὺς ἤτοι παρεμ φαίνοντας τὸ ἦθος τῶν λεγόντων τὰς γνώμας, εἴτε φαῦλόν ἐστιν, εἴτε [242] ἀγαθόν. ἐκεῖνοι δὲ οἱ λόγοι ἔχουσιν ἦθος, ἐν οἷς παρεμφαίνεται ἡ προαίρεσις τοῦ λέγοντος, εἴτε ἀγαθή ἐστιν, εἴτε φαύλη. [b 14] αἱ γὰρ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν ἤτοι τὸ παρεμφαίνειν τὸ ἦθος τοῦ λέγοντος οἷόν ἐστι, διότι ὁ λέγων τὰς γνώμας περὶ τῶν προαιρετῶν ἀποφαίνεται ἤτοι περὶ ἐκείνων ἀποφαίνεται, περὶ ὧν προαιρεῖται καὶ βούλεται.
[2.22] Ἄλλο γὰρ εἶδος ἑκατέρου τούτων ἤτοι ἄλλος ἐστὶν ὁ τρόπος, καθ᾽ ὃν δεῖ λαμβάνειν αὐτά, ἤτοι ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρ χοντα τῷ ἐπαινουμένῳ ἢ τῷ ψεγομένῳ, καὶ ἄλλοι εἰσὶν οἱ τόποι, ἐξ ὧν ἐπιχειρεῖν μέλλομεν. [b 23] καὶ πῶς ἐστι συλλογισμὸς ἤτοι ἀτελής. καὶ τί διαφέρει τῶν διαλεκτικῶν, ὅτι ὁ μὲν διαλεκτικὸς τέλειός ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμὸς ἀτελής, ἢ ὅτι ὁ μὲν διαλεκτικὸς συλλογισμὸς περὶ παντὸς προτεθέντος γίνεται, τὸ δὲ ἐνθύμημα συλλογισμός ἐστι περὶ τὰ πολιτικὰ μόνα θεωρούμενος. [b 24] οὔτε γὰρ πόρρωθεν γίνονται συλλο γισμοί, ὅταν λάβωμεν τὰς προτάσεις τοῦ συλλογισμοῦ καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν τῶν προτάσεων ἐν τοῖς ἐνθυμήμασιν, οὔτε δεῖ πάντα ἤτοι πάσας τὰς προτάσεις λαμβάνειν, καὶ τὴν μείζονα καὶ τὴν ἐλάττονα, καὶ συνάγειν τὸ συμπέρασμα· ἀρκεῖ γὰρ εἰπεῖν τὴν ἐλάττονα, τὴν δὲ μείζονα ὡς γνώριμον παρεῶσι. [b 25] τὸ μὲν γὰρ ἤτοι τὸ λαμβάνειν πόρρωθεν ἤτοι καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν ἀσάφειαν ποιεῖ διὰ τὸ μῆκος, τὸ δὲ ἤτοι τὸ λαμβάνειν πάντα ἤτοι καὶ τὰς προτάσεις ἀδο λεσχία ἐστίν· ἀδολεσχία γὰρ νομίζεται, ὅταν τὴν μείζονα πρότασιν γνώ ριμον οὖσαν καὶ ταῦτα μὴ παρεάσωμεν ἀλλ’ εἴπωμεν. [b 26] καὶ γὰρ τοῦτο ἤτοι τὸ βραχυλογεῖν καὶ μὴ πάντα λαμβάνειν ἐστὶν αἴτιον καὶ [243] τοὺς χωρικοὺς ἀπαιδεύτους πιθανωτέρους καὶ ἀληθεστέρους τῶν πεπαιδευμένων καὶ σοφῶν ὅθεν καὶ Εὐριπίδης φησὶν ““ἐγὼ δ’ ἄκομψος πρὸς ὄχλον δοῦναι λόγον”.” [b 28] ὥσπερ καὶ οἱ ποιηταί, οἷον ὁ Εὐριπίδης φησὶ τοὺς ἀπαιδεύτους ἤτοι τοὺς χωρικοὺς μουσικωτέρους καὶ πιθανωτέρους παρὰ τῷ ὄχλῳ φαίνεσθαι, καθ’ ὅσον βραχυλογοῦσι. καὶ ἀπεριεργότεροι ἐντεῦθεν φαίνονται· οἱ μὲν γάρ, οἱ πεπαιδευμένοι καὶ οἱ σοφοί, λέγουσι τὰ κοινὰ καὶ τὰ καθ’ ὅλου καὶ τὰ πόρρω τοῦ πράγματος, οἱ δὲ ἤτοι οἱ ἀπαίδευτοι καὶ χωρικοὶ λέγουσιν ἐκεῖνα, ἃ πάντες ἴσασι, καὶ τὰ ἐγγὺς τοῦ πράγματος. [b 31] καὶ λεκτέον καὶ ἐπιχειρητέον ἐκ τῶν ὡρισ μένων καὶ ἐγνωσμένων ἢ τοῖς κρίνουσιν ἢ ἐκείνοις, οὓς ἀποδέχονται οἱ κρίνοντες, εἴτε νομοθέται εἰσὶν εἴτε ποιηταὶ οἱ παρὰ τῶν κρινόντων ἀπο δεχόμενοι ἐπεί τοί γε, εἰ μὴ ἐπιχειρεῖς, ἐξ ὧν γινώσκουσιν ἢ οἱ κρίνοντες ἢ οἱ παρὰ τῶν κρινόντων ἀποδεχόμενοι, οὐδὲν ἀνύσεις οὐδὲ πείσεις. [244] καὶ τοῦτο, ὃ λέγεις, ἔστω δῆλον καὶ γνώριμον, ὅτι οὕτω φαίνεται καὶ δοκεῖ, ἢ πᾶσι τοῖς κρίνουσιν ἢ τοῖς πλείστοις. καὶ μὴ μόνον συνάγειν καὶ συλλογίζεσθαι ἐν τῷ λαμβάνειν ἀναγκαίας προτάσεις, ἀλλ’ ἐν τῷ λαμβάνειν καὶ τὰς ὡς ἐπὶ τὸ πολὺ ἤτοι τὰς ἐνδεχομένας. [a 3] πρῶτον μὲν δεῖ λαβεῖν τὸ πρόβλημα, περὶ οὖ δεῖ λέγειν καὶ συλλογίζεσθαι, εἴτε πολιτικῷ καὶ ῥητορικῷ συλλογισμῷ εἴτε ὁποιῳοῦν, εἶτα θεωρεῖν τὰ ὑπάρχοντα τούτοις· [a 6] μηδὲν γὰρ ἔχων καὶ λαβὼν ἀπὸ τῶν ὑπαρχόντων τῷ πράγματι, περὶ οὗ ὁ λόγος, ἐξ οὐδε νὸς ἂν συλλογίσῃ· πῶς γὰρ ἂν δυνησόμεθα συμβουλεύσασθαι, πῶς δεῖ πολεμῆσαι τοῖς Ἀθηναίοις ἢ μὴ πολεμῆσαι, εἰ μὴ ἔχομεν, τίς ἡ δύναμις αὐτῶν; [a 12] καὶ πάλιν πῶς δεῖ ἐπαινεῖν τοὺς Ἀθηναίους, εἰ μὴ ἔχοιμεν, πῶς ἐν Σαλαμῖνι οἱ Ἀθηναῖοι ἐπολέμησαν; [a 13] ἢ τὰ ὑπὲρ Ἡρακλειδῶν πραχθέντα. οἱ Λακεδαιμόνιοι ἐξῶσαν τοὺς Ἡρα κλείδας, οὗτοι δὲ διωχθέντες ἀπῆλθον εἰς τοὺς Ἀθηναίους, οἱ δὲ ἀσμένως αὐτοὺς ἐδέξαντο καὶ ἐτύπωσαν αὐτοὺς ἐκ τοῦ δημοσίου τρέφεσθαι. τοῖς Ἀθηναίοις συνεμάχησαν εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον Αἰγινῆται καὶ Ποτιδαιᾶται, εἶτα ὕστερον ἠνδραπόδισαν καὶ ἐδούλωσαν αὐτούς. [a 4] εἴτε πολιτικῷ συλλογισμῷ ἤτοι ἐνθυμήματι (τὸ γὰρ ἐνθύμημά ἐστι πολι τικὸς συλλογισμός), εἴθ’ ὁποιῳοῦν ἄλλῳ ἤτοι διαλεκτικῷ ἢ ἐπαγωγῇ ἢ τοιούτῳ τινί [a 33] ἐπεὶ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες [245] ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ἐστιν ὁ συλλογισμὸς καὶ ἡ ἀπόδειξις, ἀκριβέστερον συλλογίζονται οἱ ἀπο δεικνύοντες, μαλακώτερον δὲ οἱ διαλεγόμενοι ὡς ἀπὸ ἐνδόξων προτάσεων ἐπιχειροῦντες. [b 2] ἀλλ’ ἐκ τῶν περὶ ἕκαστα ὑπαρχόντων καὶ διὰ τοῦ λόγου ἤτοι τοῦ συλλογισμοῦ καὶ τῆς δείξεως, ὥσπερ ἐν τοῖς Τοπικοῖς πρῶτον εἴπομεν εἶναι ἀναγκαῖον ἐκλέγεσθαι περὶ ἑκάστου πράγματος τά τε ἐνδεχομένως ὑπάρχοντα αὐτῷ καὶ τὰ ἐπικαιροτάτως ἤτοι ἀναγκαίως καθ’ ἑαυτοὺς καὶ πρὸ τῆς διαλέξεως. [b 6] ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑπογύου γινομένων ἤτοι περὶ τῶν ἐγγὺς γινομένων πραγμάτων καὶ ἐξαίφνης παρεμπεσόντων εἰς τὴν διάλεξιν κατὰ τὸν αὐτὸν τρόπον δεῖ σκοπεῖν καὶ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα αὐτῷ, καὶ οὐ δεῖ ἀπο βλέπειν εἰς τὰ ἀόριστα ἤτοι εἰς τὰ κοινὰ τὰ ὑπάρχοντα καὶ ἐκείνῳ τῷ πράγματι, περὶ οὗ ὁ λόγος ἐστίν, ἀποβλεπτέον. [b 17] ὁ Κύκνος παῖς τοῦ Ἄρεως, ὃς ἐκώλυε τοὺς Ἕλληνας ἀποπηδῆσαι εἰς τὸν αἰγιαλὸν τῶν Τρώων ἐκ τῶν νηῶν. [b 18] καὶ ὅτι νεώτερος ὤν καὶ οὐκ ἔνορκος. ὁ Τυν δάρεως, ὁ πατὴρ Ἑλένης, κατέσχε τοὺς μνηστῆρας ὅρκῳ, ὥστε στρατεύεσθαι ὑπὲρ τοῦ προκριθέντος παρ’ αὐτοῦ. [b 21] ὁ τοπικὸς κατάλληλος τοῖς τοπικοῖς· ὁ συλλογισμός, ἐπεὶ δηλωτικός ἐστι πράγματός τινος, λοιπὸν ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ πράγματος, ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ συμπεράσματος. καὶ στοιχεῖα μέν εἰσι τοῦ πράγματος τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ὁ συλλογισμός, περὶ ὧν φθάσαντες παρε δώκαμεν, στοιχεῖα δὲ τοῦ συμπεράσματος τοῦ τοιοῦδε καὶ τοῦ συλλογισμοῦ ἡ τοιάδε σύνθεσις τῶν προτάσεων καὶ ἡ τοιάδε ἐπιχείρησις. περὶ γοῦν τοῦ στοιχείου τοῦ συμπεράσματος ὑπισχνεῖται νῦν εἰπεῖν· στοιχεῖα γὰρ ἐνθυ μημάτων νοητέον τὴν τοιάνδε τῶν προτάσεων σύνθεσιν καὶ τὴν τοιάνδε ἐπιχείρησιν. [b 24] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ δεικτικά, ἃ δεικνύουσιν, ὅτι ἔστι τι ἢ οὐκ ἔστιν, ἤτοι Ἀχιλλεὺς ἀνδρεῖός ἐστιν ἢ οὐκ ἔστιν. ἐλεγκτικὰ ἐνθυμήματά εἰσι τὰ λαβόντα τὸν λόγον τοῦ ἀντι θέτου καὶ ἐξ αὐτοῦ συνάξαντα ἄτοπόν τι καὶ ἀδύνατον, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή· ἐλεγκτικὰ δέ εἰσιν ἐνθυμήματα, ὅταν τις συνάγῃ δι’ αὐτῶν ἀνομολογούμενα καὶ ἀσύμφωνα, ἤτοι ὅταν τις δεικνύῃ τὸν ἀντιλέγοντα καὶ προσδιαλεγόμενον λέγοντα ἀνομολογούμενα καὶ ἀσύμφωνα ἢ ἑαυτῷ ἢ ταῖς κοιναῖς δόξαις καὶ ταῖς τῶν σοφῶν. [b 28] σχεδὸν μὲν ἡμῖν περὶ [246] ἔκαστον τῶν εἰδῶν τῶν τε ἐλεγκτικῶν καὶ τῶν δεικτικῶν ἐνθυμημάτων οἱ τόποι οἱ παραδοθησόμενοι ἔχονται τῶν χρησίμων καὶ τῶν ἀναγ καίων ἤτοι παραδιδόασι, ποῖά εἰσι χρήσιμα καὶ ἀναγκαῖα εἰς τὰ ἐλεγκτικὰ ἐνθυμήματα καὶ ποῖα εἰς τὰ δεικτικά. [b 30] καὶ γὰρ αἱ προτάσεις αἱ χρησιμεύουσαι περὶ ἕκαστον εἶδος ἤτοι περὶ τὸ ἐλεγκτικὸν καὶ περὶ τὸ ἐπιδεικτικόν, εἰσὶν ἐξειλεγμέναι. ἐφθάσαμεν δὲ παραδόντες τόπους καὶ περὶ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ περὶ τῶν παθῶν ἤτοι φόβου καὶ ὀργῆς καὶ ζήλου. [247] ἔτι δὲ καθ’ ὅλου λέγωμεν περὶ πάντων τῶν τόπων τῶν χρησιμευόντων εἰς τὰ ἐλεγκτικὰ καὶ τὰ δεικτικὰ παρασημαινόμενοι μόνον, ὅτι οἵδε οἱ τόποι χρησιμεύουσιν εἰς τὰ δεικτικὰ ἐνθυ μήματα καὶ οἵδε εἰς τὰ ἐλεγκτικά.
[2.23] Ἤ ὡς ἐν τῷ Μεσηνιακῷ. οἱ Μεσηνιᾶται ἄποικοί εἰσι τῶν Λακεδαιμονίων· καὶ διότι συνεμάχησαν καὶ προσετέθησαν τοῖς Ἀθηναίοις, ὡρμήθησαν οἱ Λακεδαιμόνιοι καταδουλῶσαι αὐτούς. συμβουλεύει γοῦν ὁ Ἀλκιδάμας τοῖς Λακεδαιμονίοις καταδουλῶσαι τοὺς ἐν Μεσήνῃ ἐπιχειρῶν ἐκ τοῦ ἐναντίου· [a 11] εἰ γὰρ ὁ πόλεμος, φησί, προυξένησε τάδε τὰ κακά, εἰρήνη πάλιν ταῦτα ἐπανορθώσεται. καὶ εἴ τις οὐκ ὀργίζεται κατὰ τοῦ ἀκουσίως κακόν τι δράσαντος εἰς αὐτόν, λοιπὸν οὐδὲ χάριν ὀφείλει νέμειν τῷ εὐεργετήσαντι αὐτὸν ἀκουσίως καὶ ἐν τῷ καταναγκασθῆναι παρ᾽ ἑτέρου. [a 17] καὶ εἰ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανὰ ἤτοι ψεύδεσθαι καὶ δοκεῖν πιθανὰ τοῖς πολλοῖς καὶ ἀληθῆ λέγειν, οὐ μέντοι γε δὲ ψευδῆ, χρὴ νομίζειν καὶ τὸ ἐναντίον, ἤτοι ὅτι συμβαίνει πολλάκις ἀληθῆ μὲν λέγειν τινά, ἄπιστα δὲ καὶ ψευδῆ νομίζεσθαι τοῖς ἀκροαταῖς. [a 21] εἰ πᾶν δίκαιον ἀγαθόν, ἦν ἂν καὶ πᾶν τὸ δικαίως γινόμενον ἀγαθόν· ἀλλὰ μὴν τὸ δικαίως ἀποθανεῖν οὐκ ἄν τις αἱρήσεται· δικαίως γὰρ ἀποθνῄσκει [248] ὁ μοιχὸς ἢ ὁ φονεύς. [a 23] ἄλλος τόπος ἐκ τῶν πρὸς ἄλληλα ἤτοι τῶν πρός τι· εἰ γὰρ τῷ ἑτέρῳ ὑπάρχει ἤγουν τῷ φονεύσαντι τὸ καλῶς καὶ δικαίως ποιῆσαι, καὶ τῷ φονευθέντι ὑπάρχει τὸ καλῶς πεπονθέναι· καὶ εἰ καλῶς ἐκέλευσεν ὁ Σωκράτης τὸν Πλάτωνα ποιῆσαι τόδε, καὶ ὁ Πλάτων τόδε καλῶς ἐποίησεν. [a 26] ὁ Διομέδων Ἀθη ναῖος ἦν καὶ ἠγόρασε τὸ φορολογεῖν ἀπὸ τοῦ δημοσίου, εἶτα ὠνειδίζετο παρὰ τῶν ἀρχόντων ἐν Ἀθήναις τῶν καὶ πωλησάντων αὐτῷ τὸ φορολογεῖν, [249] διότι τοῦτο ἐποίησε, καί φησιν ὅτι “εἰ μὴ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ’ ἐμοὶ λοιπὸν τὸ ἀγοράσαι”. [a 30] εἰ γὰρ δικαίως ἀπέθανεν ἡ Κλυ ταιμνήστρα ὡς φονεύσασα τὸν ἄνδρα αὑτῆς, ἀλλ’ οὐχ ὑπὸ σοῦ τοῦ Ὀρέστου τοῦ υἱοῦ αὐτῆς ἔδει αὐτὴν ἀποκτανθῆναι. διὸ σκοπητέον χωρὶς καὶ ἰδίᾳ, εἰ καὶ ὁ παθὼν ἄξιος ἦν παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν ποιῆσαι· οὐ μέντοι γε δὲ προσῆκον ἦν τὸν Ὀρέστην φονεῦσαι αὐτὴν ἀλλ’ ἕτερον. [b 1] εἶτα χρήσασθαι, ὁποτέρως ἁρμόττει καὶ συμφέρει σοι· εἰ γὰρ μέλλεις δεῖξαι, ὅτι ὁ παθὼν ἄξιος ἦν τοῦ παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἰ καὶ εὑρήσεις τὸν παθόντα ἄξιον τοῦ παθεῖν καὶ τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. εἰ δὲ μέλλεις δεῖξαι, ὅτι ὁ μὲν παθὼν ἄξιος ἦν τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιος τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἴ γε τέως εὑρήσεις καὶ τὸν μὲν παθόντα ἄξιον τοῦ παθεῖν, οὐ μέντοι γε τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. [b 2] ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτο καὶ ὁ μὲν παθὼν ἄξιός ἐστι τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιός ἐστι τοῦ ποιῆσαι, ὡς ἐπὶ τῆς Κλυταιμνήστρας. ὁ Θεοδέκτης τραγικὸς ἦν. ὁποτέρως ἁρμόττει, εἴτε καὶ οἱ δύο δικαίως εἴτε καὶ ὁ εἷς. [b 3] ὁ Ἀλκμαίων υἱὸς ἦν τοῦ Ἀμφιαράου τοῦ μάντεως, ὃς ἀπέκτεινε τὴν αὐτοῦ μητέρα. [b 2] καὶ οὐδὲν κωλύει διαφωνεῖν ἤγουν τὸν μὲν παθόντα δικαίως παθεῖν, τὸν δὲ ποιήσαντα μὴ δικαίως ποιῆσαι. εἰσάγει δὲ ὁ Θεοδέκτης τινὰ ἐρωτῶντα τὸν Ἀλκμαίωνα “οὐδεὶς τῶν ἀνθρώπων ἐστύγει τὴν μητέρα τὴν σήν;” [b 4] φησὶ δὲ ἀποκρινόμενος τὸ ναί. πῶς ἐστύγει; τοῦτο τοῦ Ἀριστοτέλους. ἀλλὰ διαλαβόντα καὶ διελόντα ἰδίᾳ τὸν παθόντα καὶ ἰδίᾳ τὸν ποιήσαντα χρὴ σκοπεῖν, εἰ καὶ ὁ παθὼν ἀξίως ἔπαθε καὶ ὁ ποιήσας ἀξίως ἐποίησε· τοῦτο γὰρ δηλοῖ τὸ τί ἐστι τὸ συμ βαῖνον. εἶτα παρεισάγει ὁ Θεοδέκτης τὴν Ἀλφεσίβοιαν ἐρωτῶσαν “καὶ πῶς σε κατέκριναν, ὧ Ἀλκμαίων;” ὁ δὲ Ἀλκμαίων ὑπολαβών φησι “διότι τὴν μὲν ἔκριναν ἀξίαν τοῦ θανεῖν ὡς φαύλην, ἐμὲ δὲ οὐκ ἄξιον ἔκριναν τοῦ κτανεῖν τὴν μητέρα, ἀλλ’ ὑπὸ ἄλλου ἔδει φονευθῆναι αὐτήν”. ἡ Ἐρι φύλη ἦν ἡ μήτηρ τοῦ Ἀλκμαίωνος. [a 17] “ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά.” Εὐριπίδης ταῦτά φησι πρὸς τὸν Θυέστην, ὃς ταῦτά φησι πρὸς τὸν Ἀτρέα τὸν ἀδελφὸν αὐτοῦ. [b 7] τοῦ Ἀλεξάνδρου τελευ τήσαντος ἡ Λακεδονία διῃρέθη εἰς ἀρχὰς πολλάς. καὶ ὁ Νικάνωρ Μακεδὼν [250] ἦν· λαβὼν καὶ αὐτὸς μέρος τῆς Μακεδονίας καὶ ἄρχων ἐν αὐτῷ ἔσπευδε καταδουλῶσαι τὴν Ἑλλάδα· τέως γοῦν ἀνῃρέθη παρὰ τῶν συγγενῶν. ὁ γοῦν ῥήτωρ δικάζεται εἰς πρόσωπον τοῦ Νικάνορος μετὰ τῶν ἀποκτεινάντων τὸν Νικάνορα. [b 8] ἐπεὶ γὰρ ἐκρίθησαν δικαίως ἀποκτεῖναι, ἔδοξε καὶ δικαίως ἀποθανεῖν ὁ Νικάνωρ· ἀλλὰ μὴν οὐ δίκαιον ἦν ἀπο θανεῖν παρὰ τῶν ὁμογενῶν· δίκαιον γὰρ ἦν θανεῖν παρὰ τῶν Ἐλλήνων, οὓς καὶ καταδουλοῦν ἔσπευδεν, οὐ μὴν δὲ παρὰ τῶν ὁμογενῶν. [b 9] Θήβησι θανὼν ἦν ὁ Τιμόλαος, περὶ οὗ ἐκέλευεν ὁ κατηγορούμενος κρῖναι καὶ ἐξετάσαι, εἰ δίκαιος ἦν οὗτος ἀποθανεῖν, ἐπεὶ οὐκ ἄδικόν ἐστιν ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα. [b 16] ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχει, ἤτοι εἰ τὸ ἧττον ὀφεῖλον ὑπάρχειν τῷδε ὑπάρχει αὐτῷ (ἔστι δὲ τὸ τύπτειν τὸν πατέρα), καὶ τὸ μᾶλλον ὑπάρξει αὐτῷ ἤτοι πολὺ μᾶλλον ὑπάρξει αὐτῷ τὸ τύπτειν τοὺς πλησίον. καθ’ ὁπότερον ἂν δέῃ δεῖξαι, ἤτοι εἴτε κατασκευάσαι εἴτε ἀνασκευάσαι, χρήσιμος οὗτος ὁ τόπος· ἀντίστρεψον γὰρ καὶ εἰπὲ “εἰ τοὺς πλησίον οὗτος οὐ τύπτει, οὓς δεῖ μᾶλλον τύπτειν, πολλῷ μᾶλλον οὐδὲ τὸν πατέρα, ὃν ἧττον δεῖ τύπτειν”. [b 20] κλεινότατον γόνον λέγει τὸν Μελέαγρον. καὶ ὅτι εἰ μὴ Θησεὺς ἀφελὼν τὴν Ἑλένην ἠδίκησεν, οὐδὲ Ἀλέξανδρος. [b 25] οὐδ’ οἱ σοφισταὶ λοιπόν εἰσι φαῦλοι, εἴ γε πολλάκις ἡττῶνται παρὰ [251] τῶν προσδιαλεγομένων. λέγουσιν οἱ τῶν Ἀθηναίων ἐξάρχοντες ῥήτορες ὅτι “οἱ ἰδιῶται σπουδάζουσιν ἡμᾶς δοξάζεσθαι· δεῖ λοιπὸν καὶ ἡμᾶς τοὺς Ἀθηναίους, ὅπως φροντίζωμεν, πῶς ἂν οἱ Ἔλληνες δοξάζωνται”. [b 28] ὁ Ἁρμόδιος καὶ ὁ Ἀριστογείτων ἀπέκτειναν τὸν Ἱππαρχον τὸν Πεισιστράτου τυραννοῦντα· καὶ ἀξιοῖ Ἰφικράτης στῆσαι τούτοις εἰκόνας καί φησιν ὅτι “εἰ πρὸ τοῦ ποιῆσαι ἤτοι εἰ πρὸ τοῦ φονεῦσαι αὐτοὺς τὸν Πεισίστρατον ὁ δῆμος ἠξίου καὶ ὑπισχνεῖτο εἰκόνα στῆσαι, ἐὰν ποιήσῃ ἤτοι φονεύσῃ οὐ δώσετε δὲ τὸ ὑποσχεθὲν τῷ ποιήσαντι τὸν φόνον;” [b 31] ὁ Φίλιππος ἐβοήθει τοῖς Θηβαίοις πολεμοῦσι τοῖς Φωκεῦσιν ὑποσχομένοις βοηθῆσαι αὐτῷ εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον. καὶ πάλιν πρὸς τὸ τοὺς Θηβαίους διιέναι καὶ πέμψαι καὶ διαβιβάσαι τὸν Φίλιππον πρὸς τὴν Ἀττικήν, ὅτι ὑπέσχοντο ἂν οἱ Θηβαῖοι διαβιβάσαι τὸν Φίλιππον εἰς [252] τὴν Ἀττικήν, εἰ ὁ Φίλιππος ἠξίου αὐτοὺς τοῦτο τὸ διαβιβάσαι αὐτὸν πρὸ τοῦ βοηθῆσαι αὐτοῖς εἰς τοὺς Φωκεῖς. [253] ἄτοπον οὖν, εἰ, διότι προεῖτο καὶ ἐνέδωκεν εἰς τὸ βοηθῆσαι αὐτοῖς κατὰ τῶν Φωκέων καὶ πιστεύσας αὐτοῖς ὡς ὑποσχεθεῖσι διαβιβάσαι αὐτὸν εἰς τὴν Ἀττικήν, οὐ μὴν διήσουσι καὶ διαβιβάσουσι νῦν αὐτόν. [a 3] ἄλλος τόπος ἐκ τῶν εἰρημένων καθ’ ἑαυτούς, ἤτοι ἐξ ὧν εἶπον καὶ ἔπραξαν ἂν ἐκεῖνοι οἱ ἀξιοῦντες τόδε γενέσθαι, ἐπιχειρητέον· οἶον ὁ Ἀντιφῶν ἠρώτησε τὸν Ἰφικράτην, εἰ προδώσει τὰς νῆας, ὁ δὲ ἀνταπεκρίθη “σὺ μὲν Ἀντιφῶν ὤν καὶ προδότης οὐκ ἂν τοῦτο ἔδρασας, καὶ ἐμὲ ἀξιοῖς τοῦτο δρᾶσαι;” [a 4] διαφέρει δὲ οὗτος ὁ τρόπος· εἰ μὲν γὰρ ὁ ἀξιῶν κλέπτης ἐστὶ καὶ διαβαλλόμενος, ἔστι τούτῳ τῷ τρόπῳ χρήσασθαι ὅτι “σὺ μὲν τοῦτο οὐκ ἂν ἐποίησας· ἐγὼ δὲ τοῦτο πῶς ποιήσω;” δεῖ γὰρ ἐκεῖνον τὸν ἀξιοῦντα δοκεῖν εἶναι ἄδικον καὶ κλέπτην. [a 9] εἰ δ’ οὐκ ἔστι τοιοῦτος ἄδικος, οἷον ὁ Ἀριστείδης, γελοῖος ἂν φανῇ ὁ χρησάμενος τούτῳ τῷ τρόπῳ ἐπὶ τοῦ Ἀριστείδου ὅτι “σὺ μὲν ὤν Ἀριστείδης οὐκ ἂν προέδωκας, καὶ ἐμὲ ἀξιοῖς προδοῦναι;” τὸν γὰρ κατήγορον δεῖ εἶναι ἄπιστον καὶ ἄδικον, ἵνα πρὸς τὴν ἀπιστίαν αὐτοῦ ἀποβλέπων εἴποι ὁ κατηγορούμενος ὅτι “σὺ μὲν ἄπιστος ὤν οὐκ ἂν τοῦτο ἐποίησας”. [a 4] οἷον ἐν τῷ Τεύρῳ. Τεῦκρος ποιητής ἐστιν. ὁ Ἰφικράτης στρατηγὸς ἦν εὐφυὴς εἰς τὰς ἀποκρίσεις. [a 12] δεῖ οὖν ἀεὶ ἐξελέγχειν τοῦτο, ὅτι οὐ κρείττων ὁ κατήγορος· οἷον διεβλήθη Σωκράτης ὡς μὴ εἶναι λέγων θεοὺς καὶ ὡς καινῶν δαιμονίων καταγγελεύς· δείξει τις ὅτι εἰσὶ θεοὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ δαιμονίου· εἰ γὰρ τὸ δαιμόνιόν ἐστιν ἔργον θεοῦ, ἀνάγκη εἶναι καὶ θεοὺς τοὺς δημιουργήσαντας· κατὰ Σωκράτην λοιπὸν τὸ δαιμόνιον. [a 18] καὶ πάλιν ὅτι δὲ ὁ βέλτιστός ἐστι γενναιότατος, μᾶλλον δῆλον ἐκ τοῦ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα μὴ ἄλλως κληθῆναι καὶ γενναίους, εἰ μὴ γενναῖόν τι εἰργάσαντο· καὶ ἐγὼ συγγενέστερος ἤτοι ἐγγίζω μᾶλλον τῷ Ἁρμοδίῳ καὶ τῷ Ἀριστογείτονι παρ’ ὃ σύ, διότι καὶ τὰ ἐμὰ ἔργα ἐγγίζουσι τοῖς ἐκείνων ἔργοις παρ’ ὃ τὰ σά· καὶ τοῦτο ἐκ τοῦ ὁρισμοῦ· ἐκεῖνον γάρ φαμεν συγγενῆ τῶνδε, οὗ τὰ ἔργα ἐγγίζουσι τοῖς ἔργοις αὐτῶν. [a 22] κατηγορεῖ τις τοῦ Ἀλεξάνδρου ὡς ἀκολάστου καί φησιν, ὅτι μὴ κόσμιος ἤτοι ἀκόλαστος ᾖ μὴ ἐρῶν ἑνὸς σώματος· ὁ γὰρ σώφρων ἑνὸς ἐρᾷ· ἐπεὶ δὲ καὶ ὁ Ἀλέξανδρος πολλῶν σωμάτων ἐρᾷ, λοιπὸν κόσμιός ἐστιν οὔ. [a 24] καὶ πάλιν Σωκράτης ἐρωτηθείς, διὰ τί οὐ βαδίζει [254] πρὸς τὸν Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων καὶ ταῦτα πολλὰ παρ’ αὐτοῦ εὐεργετηθείς, ἔφη “διότι εὖ παθὼν παρ’ αὐτοῦ οὐ δύναμαι ὁμοίως καὶ ἐπ’ ἴσης ἀμῦναι καὶ βοηθῆσαι αὐτῷ καὶ ὠφελῆσαι αὐτόν, ὥσπερ τῷ παθόντι κακῶς παρά τινος ὕβρις ἐστὶ τὸ μὴ δύνασθαι ἀντιδρᾶσαι ὁμοίως αὐτὸν κακῶς καὶ ἀνταμῦναι”. [a 29] τὸ ὀρθὸν σημαίνει πολλά· λαμβάνεται γὰρ καὶ ἐπὶ ξύλου, ὅτι ὀρθόν ἐστι τόδε τὸ ξύλον, καὶ ἐπὶ λόγου “ὀρθὸς ὁ λόγος ἐστί” καὶ “ὀρθῶς ἐδίδαξας”. [a 31] εἰ γοῦν ἐγὼ διὰ τὰ δύο οὐκ ἠδίκησά σε, διὰ δὲ τὸ τρίτον οὐδὲ αὐ τοὶ λέγετε ἀδικηθῆναι παρ’ ἐμοῦ, λοιπὸν ὑμᾶς οὐκ ἠδίκησα. [a 32] ἡ Πεπάρηθος ἢ νῆσός ἐστιν ἢ γυνὴ ἐκ τῆς Πεπαρήθου· φησὶν αὕτη, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες ἤτοι αἱ μητέρες διορίζουσι καὶ μαρτυροῦσι τὸ ἀληθές, [255] εἴτε νόθα τὰ τέκνα εἰσὶν εἴτε καὶ μή. ἠμφισβήτει ὁ Παντίας περὶ τοῦ οἰκείου υἱοῦ, ὅτι νόθος ἐστὶ καὶ οὐχὶ αὐτοῦ, ἀλλ’ ἡ γυνὴ τοῦ Μαντίου ἐμαρτύρησε τὸν παῖδα εἶναι σπέρμα αὐτοῦ. [b 2] ἀπέφηνεν ἤτοι ἐμαρ τύρησεν. ἡ Δωδωνὶς γυνὴ ἦν τοῦ Ἰσμηνίου παῖδα ἔχουσα τὸν Θεττα λίσκον· ὁ γοῦν Ἰσμηνίας λέγων τὸν Θετταλίσκον μὴ εἶναι παῖδα αὑτοῦ, ἡ Δωδωνὶς ἡ μήτηρ ἐμαρτύρησεν αὐτὸν εἶναι σπέρμα αὐτοῦ. [b 5] κακῶς ἐπεμελήθη ὁ Σωκράτης τῶν ἀλλοτρίων ἵππων, οὐ δεῖ παραδοῦναι αὐτῷ καὶ τοὺς ἐμοὺς ἵππους· οὐδὲ δεῖ ἐπιδοῦναι τὰς οἰκείας ναῦς τοῖς ἀνα τρέψασι τὰς ἀλλοτρίας. [b 10] τοὺς σοφοὺς εἶπε περὶ ὁτουοῦν ἐκ τούτου ἐδήλωσε “πάντα ἐπιστήμονα καίπερ βλασφημήσαντα εἰς αὐτὸν τετιμήκασι”. [b 13] καὶ Λακεδαιμόνιοι ἐποίησαν τὸν Χίλωνα ἀπὸ τῶν γερόντων ἤτοι τῶν ἐντίμων· τοὺς γὰρ ἄρχοντας γέροντας ὡς ἐντίμους ἐκάλουν. [b 18] οἱ προστάται ἤτοι οἱ ἄρχοντες. ἄλλος τόπος ὁ ἐκ τῆς κρίσεως περὶ τοῦ αὐ τοῦ. εἰ περί τινος λέγεις, ὃ ἔφθασε κριθῆναι, λέγε, ὅτι οὕτως τοῦτο ἔφθασε κριθῆναι. ἢ ὁμοίου, ἤτοι εἰ ἔφθασε κριθῆναί τι ὅμοιον ὂν τούτῳ, περὶ οὗ λέγεις, λέγε, ὅτι ὅμοιον τούτῳ πάλαι ἐκρίθη. ἢ τοῦ ἐναντίου, ἤτοι ἢ εἰ, περὶ οὗ λέγεις. τοῦτό ἐστιν ἐναντίον ᾧ ἔφθασε πάλαι κριθῆναι, λέγε, εἰ, ὃ ἐκρίθη πάλαι, τοῦτό ἐστιν ἐναντίον τῷ νῦν λεγομένῳ καὶ ἐξεταζομένῳ· “εἰ τῷ [256] ἐναντίῳ τὸ ἐναντίον, λοιπὸν καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον.” μάλιστα μέν, εἰ, ὃ λέγεις, ἔφθασαν πάντες τοῦτο κρῖναι ἢ οἱ πλεῖστοι καὶ ἀεὶ τοῦτο οὕτως κρίνουσι πάντες. [b 22] ἢ ἐὰν οἱ κρίνοντες αὐτοὶ ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες τοῦτο οὕτως ἔκριναν, ἢ εἰ τοῦτο ἔκριναν οἱ κύριοι, οἷς τὰ ἐναντία κρῖναι τὸν ὑπὸ χεῖρα ἀδύνατον, ἢ εἰ ἔκρινε τοῦτο πατὴρ ἢ θεὸς ἢ διδάσκαλος, οἷς τὰ ἐναντία κρῖναι ἀδύνατον· οὐ γὰρ δύναται ὁ υἱὸς τἀναντία κρῖναι οἷς ἔκρινεν ὁ πατήρ. [b 25] ὁ Μιξιδημίδης ἤγετο εἰς κρίσιν· καὶ ἔλεγόν τινες μὴ δεῖν τὸν Μιξιδημίδην κριθῆναι ἔνδοξον ὄντα, εἶτα ὁ Αὐτοκλῆς ἀντι λέγων φησὶν “ἄτοπον, εἰ αἱ σεμναὶ θεαὶ ἤτοι αἱ Ἐρνινύες ἐκρίθησαν μετὰ τοῦ Ὀρέστου ἐν Ἀρείῳ πάγῳ, Μιξιδημίδης δὲ οὐ κριθήσεται”, ἐπιχείρησις ἐκ κρίσεως πάλαι κριθείσης. [b 30] εἰπόντα ἤτοι ὑποσχεθέντα ἐπαγγελ τικώτερον ἤτοι λεπτομερέστερον εἰπεῖν καὶ ἀφηγήσασθαί τι· εἰπεῖν ὅτι “ὁ Σωκράτης ἑταῖρος ἡμῶν οὐδὲν τοιοῦτον ἔλεγεν” ἤτοι λεπτομερῶς οὐ δεῖν ἔλεγεν ἀφηγεῖσθαι καὶ ἐν μακρηγορίᾳ, ἀλλὰ βραχυλογεῖν ἀεὶ ἐδί δασκεν· ἐνταῦθα ἐκ τῆς κρίσεως τοῦ διδασκάλου ἐπεχείρησε· διδάσκαλος δὲ ὁ Σωκράτης τοῦ Πλάτωνος. [b 32] καὶ ὁ Ἡγησίπολις κεχρημένος καὶ μαντευσάμενος ἐν ταῖς Ὀλυμπιάσιν ἤτοι τῷ Διί· ἠρώτησε γὰρ τὸν Δία περί τινος, εἶθ’ οὕτως ἐν Δελφοῖς ἐπειρᾶτο τὸν Ἀπόλλωνα, εἰ ταὐτὰ δοκεῖ τῷ Ἀπόλλωνι, ἅπερ καὶ τῷ πατρὶ ἤγουν τῷ Διί· αἰσχρὸν δὲ ἦν εἰπεῖν τὸν Ἀπόλλωνα τἀναντία τῷ πατρί. [257] καὶ ὁ Ἰσο κράτης ἔγραψεν, ὅτι σπουδαία ἦν ἡ Ἑλένη, ἐπεὶ καὶ ὁ Θησεὺς σπουδαίαν κρίνας αὐτὴν ἥρπαξεν. ὁ Ἀλέξανδρος φρόνιμος ἦν καὶ παρ’ αὐτοῦ ᾑρετίσαντο αἱ θεαὶ κρίνεσθαι καὶ ἔκρινε τῇ καλῇ τὸ μῆλον· ὃν αἱ θεαὶ προὔκριναν. [a 4] καὶ πάλιν ὁ Ἰσοκράτης φησίν, ὅτι Εὐαγόρας σπουδαῖος· δῆλον δέ ἐστι, διότι καὶ ὁ Κόνων στρατηγὸς ὢν τῶν Ἀθη ναίων καὶ ἔνδοξος δυστυχήσας εἰς τὸν Εὐαγόραν ἦλθε κρίνας αὐτὸν σπουδαῖον· ἔχομεν ἐκ τῆς κρίσεως τοῦ Κόνωνος, ὅτι ὁ Εὐαγόρας σπουδαῖος. [a 7] ὅτι δὲ ἡ ψυχὴ κίνησις οὐκ ἔστι, δῆλόν ἐστιν ἐκ τοῦ λαβεῖν τὰ μέρη τῆς κινήσεως· ἐπειδὴ ἡ ψυχὴ οὕτε ἥδε ἡ κἰνσίς ἐστιν ἤτοι γένεσις οὔτε ἥδε ἤτοι φθορὰ οὔτε αὔξησις οὔτε φθίσις οὔτε κατὰ τόπον μεταβολή, λοιπὸν κίνησις οὐκ ἔστι ψυχή. καὶ παράδειγμα ἐκ τοῦ Σωκράτους, [258] περὶ οὗ Θεοδέκτης ποιητὴς ὤν φησι λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεως φησιν “εἰς ποῖον ἱερὸν ἠσέβηκεν ὁ Σωκράτης; ἢ τίνας θεοὺς οὐ τετίμηκεν;” ἀσεβὴς γὰρ ἐκρίνετο. [a 10] ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ἕπεσθαι τῷ αὐτῷ καὶ ἑνὶ πράγματι, εἰ καὶ ἀγαθόν, καὶ κακόν. [a 12] οἷον τῇ παιδεύσει ἕπεται τὸ φθονεῖσθαι κακὸν ὄν, ὁμοίως ἕπεται αὐτῷ καὶ τὸ σοφὸν γενέσθαι ἀγαθὸν ὄν. δεῖ γοῦν ἐκ τοῦ ἀκο λουθοῦντος καὶ τοῦ ὑστέρου προτρέπειν ὅτι “δεῖ παιδεύεσθαι, ἵν’ ἐκ τούτου σοφὸς γένηται” ἢ ἀποτρέπειν οἷον “οὐ δεῖ παιδεύεσθαί τινα, ἵνα μὴ φθονῆται παρὰ τῶν πολιτῶν”. [a 16] ὁ Κάλλιππος ἦν ῥήτωρ· καὶ ἡ τέχνη αὐτοῦ οὗτος ὁ λόγος ἦν ἤτοι τοῦτο ἐδίδασκε τὸ ἐπιχειρεῖν ἐκ τοῦ ἑπομένου προσλαμβάνουσα καὶ τὸ δυνατὸν καὶ τὰ ἄλλα ἤτοι τὸ ἀδύνατον, τὸ συμφέρον, τὸ ἀσύμφορον, οἷον “δεῖ παιδεύεσθαι· δυνατὸν [259] γὰρ ἢ συμφέρον ἐστὶ σοφόν γενέσθαι”· ἢ ἐὰν ἀποτρέπῃς. ἐπχεί λέγων “οὐ δεῖ παιδεύεσθαι· ἀδύνατον γὰρ σοφόν τινα γενέσθαι”. [a 17] ἄλλος τόπος χρησιμεύων εἰς τὸ προτρέπειν ἢ ἀποτρέπειν, ὅταν λάβῃς δύο ἀντικείμενα, οἷόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, καὶ ἐπιχειρήσῃς ἐξ αὐτῶν, οἶον “εἰ τὰ δίκαια λέγεις, μισήσουσί σε οἱ ἄνθρωποι”. [a 18] ἔστι δὲ τῷ προτέρῳ τρόπῳ χρῆσθαι καὶ ἐπ’ ἀμφοῖν ἤτοι τῷ προτρέπειν καὶ ἀπο τρέπειν. πρότερον τρόπον λέγει, ἐν ᾧ ἔλεγεν “εἰ λάβῃς τὰ ἑπόμενά τινι, εἴ γε αὐτῷ καὶ ἀγαθὸν καὶ κακόν”. [a 19] διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ προτέρου, διότι ἐν μὲν τῷ τρόπῳ τούτῳ λαμβάνομεν ἐναντία κυρίως. οἷον δίκαιον καὶ ἄδικον, ἐν δὲ τῷ προτέρῳ τρόπῳ ἐλαμβάνομεν τὰ τυχόντα ἐναντία, οἷον τῇ παιδείᾳ ἐλέγομεν ἕπεσθαι τὰ τυχόντα ἐναντία ἤτοι τὸ φιλοσοφεῖν καὶ τὸ φθονεῖσθαι· ταῦτα δέ, τὸ φθονεῖσθαι καὶ τὸ φιλοσοφεῖν, κυρίως ἐναντία οὔκ εἰσιν. [a 25] καὶ τὸ ἕλος καὶ οἱ ἅλες ἀντικείμενά εἰσιν οὐ κυρίως, καὶ τῷ μὲν ἕλει ἕπεται τὸ σύνδενδρον, τὸ εὐκραὲς τοῦ ἀέρος καὶ εὔκρατον, τῷ δὲ ἅλατι ἕπεται τὸ ἐπὶ σήψει λαμβά νεσθαι. εἰσὶ δὲ καὶ τὰ ἑπόμενα ἀντικείμενα. [a 26] βλαισοὶ πόδες λέγονται οἱ τῆς σαύρας· τὸ μὲν γὰρ μέρος τοῦ ποδὸς αὐτῆς ἐστιν ἔξω, τὸ δὲ ἔσω· καὶ βλαίσωσις τοῦτό ἐστιν, ὅταν λάβῃς δύο ἀντικείμενα καὶ ἕπεται τῷ ἑνὶ καὶ ἀγαθὸν καὶ κακὸν καὶ πάλιν τῷ ἑτέρῳ ὁμοίως ἕπεται καὶ ἀγαθὸν καὶ κακόν, ὃ λέγεται ἔσω καὶ ἔξω. [a 27] εἰσὶ δὲ [260] ἑκάτερα τὰ ἑπόμενα ἑκατέροις ἐναντία, οἷον τόδε τὸ ἀγαθόν ἐστιν ἐναντίον ⟨τῷδε⟩ τῷ ἀγαθῷ καὶ τὸ κακὸν τῷ κακῷ. [a 28] φανερῶς μὲν καὶ πρὸς τὸν δῆμον δημηγοροῦντες ἐπαινοῦσι τὰ δίκαια, ἄλλα δὲ βούλονται ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἢ καὶ πρὸς ἕνα λέγοντες ἐπαινοῦσι τὰ συμφέροντα καὶ ταῦτα ἄδικα ὄντα· ἐκ τούτων ἐπιχειρεῖν τὸ ἕτερον, οἷον “εἰ καὶ τὰ δίκαια λέγεις εἰς πλῆθος, ἀλλ’ ἕτερον βούλει καὶ ἰδίᾳ συμ βουλεύεις” ἢ τοὐναντίον “εἰ καὶ ἰδίᾳ συμβουλεύεις τὸ συμφέρον, ἀλλ’ εἰς πλῆθος λέγεις τὰ δίκαια”. [b 2] τοὺς μὲν μισθοφόρους ἐπιεικεῖς ὄντας καὶ ἀγαθοὺς ποιεῖσθε πολίτας, τοὺς δὲ πεπραγμένους ἀνήκεστα καὶ φαῦλα οὐ ποιήσετε φυγαδίας καὶ ἐξορίστους; [b 4] ἕτερος τόπος, ὅταν τὸ συμβαῖνον καὶ τὸ ἀποτέλεσμά ἐστι ταὐτὸ καὶ ἕν, οἷον τὸ μὴ εἶναι θεούς, εἰσὶ δὲ δύο· οἷον τὸ γενέσθαι θεοὺς καὶ τὸ θνῄσκειν, ἐξ ὧν συνέβη τὸ μὴ εἶναι θεούς· εἴτε γὰρ δώσεις τὸ γενέσθαι τοὺς θεούς, συμ βαίνει τὸ μὴ εἶναί ποτε τοὺς θεούς, εἴτε δὲ δώσεις τὸ θνῄσκειν τοὺς θεούς, συμβαίνει πάλιν τὸ αὐτὸ ἤτοι τὸ εἶναι καιρόν, καθ’ ὃν θεοὶ οὐκ ἦσαν· ἐπεὶ οὖν ἐκ τῶν δύο τὸ αὐτὸ συμβαίνει ἀποτέλεσμα, καὶ αὐτά εἰσι ταὐτά. [b 8] καὶ ὅλως λαμβάνειν, ὅτι ταὐτόν ἐστι καὶ ἂν ἀεί, ὃ συμβαίνει ἐξ ἑκάστου ἤτοι τοῦ θνῄσκειν καὶ τοῦ γενέσθαι τοὺς θεούς. καὶ πάλιν πρὸς τοὺς κατακρίνοντας τὸν Σωκράτην καὶ θανάτου κρίνοντας ἄξιον, ὅτι ἐκ τοῦ κρίνειν τὸν Σωκράτην ἀποβαίνει τὸ μὴ δεῖν τινα φιλοσο φεῖν ὥστε οὐ τὸν Σωκράτην κρίνετε, εἰ χρὴ θανεῖν ἢ μή, ἀλλὰ τὸ ἐπι τήδευμα αὐτοῦ ἤτοι τὴν φιλοσοφίαν, εἰ χρὴ φιλοσοφεῖν ἢ μή. [b 11] καὶ ὅτι ἐκ τοῦ διδόναι γῆν καὶ ὕδωρ τῷ Ξέρξῃ ἀποβαίνει τὸ δου λεύειν τῷ Ξέρξῃ. ὁ Φίλιππος κατηνάγκαζε τοὺς Ἀθηναίους, ἵν’ εἰρη νεύωσι μετ’ αὐτοῦ, ὥσπερ καὶ αἱ ἄλλαι χῶραι, ὁ δὲ Δημοσθένης λέγει ἀντιπίπτων ὅτι “τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ἤτοι τὸ εἰρηνεύειν μετὰ τοῦ Φιλίππου ἡμᾶς ὡς καὶ τοὺς λοιποὺς πάντας ἐστὶ τὸ ποιεῖν, ὃ προστάττει ὁ Φίλιππος”. [b 13] ληπτέον δὲ τὸν τόπον τοῦτον τὸν ἀπὸ τοῦ συμβαίνοντος, πρὸς ὁπότερον χρησιμεύει σοι, ἤτοι εἴτε κατηγορεῖν ὀφείλεις εἴτε ἀπολογεῖσθαι· καὶ εἴτε προτρέπειν ὀφείλεις, χρησιμεύει σοι ὁ τόπος, εἴτε πάλιν ἀποτρέπειν, καὶ οὕτως ὁ τόπος χρησιμεύει σοι. [b 13] ἄλλος τόπος ἐκ τοῦ μὴ τὸ αὐτὸ τοὺς αὐτοὺς ἀεὶ αἱρεῖσθαι· οἷον τινὲς ἐγένοντο φυγάδες καὶ ἐξόριστοι τῆς πατρίδος καὶ κατιέναι παρεκάλουν [261] εἰς τὴν πατρίδα εἶτα πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ κατῆλθον εἰς τὴν πατρίδα· εἶτα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν πατρίδα ἐγένετο πάλιν πόλεμος· καὶ βουλευόμενοι πάλιν φυγεῖν, ἵνα μὴ πολεμῶσιν, εἰ συμβουλεύει [262] τις αὐτοῖς μὴ δεῖν φυγεῖν, ἐρεῖ [b 15] “ἄτοπον, εἰ φεύγοντες μὲν καὶ ἐξόριστοι ὄντες ἐμαχόμεθα τοῖς πολεμοῦσι τὴν πατρίδα, ἵνα συγχωρηθῶμεν κατελθεῖν παρὰ τῶν πολιτῶν, κατελθόντες δὲ εἰς τὴν πατρίδα ἐκ ταύτης φευξόμεθα, ἵνα μὴ πολεμῶμεν· ὁτὲ μὲν γὰρ φυγάδες ὄντες ᾑρετισάμεθα μένειν ἐν τῇ πατρίδι ἀντὶ τοῦ μάχεσθαι ἤτοι ἀντὶ τοῦ πολέμου, οἳ ἐπολεμήσαμεν τοὺς πολεμοῦντας τὴν πατρίδα, ὁτὲ δὲ αἱρετισόμεθα τὸ μὴ μένειν ἐν τῇ πατρίδι, ὅνα μὴ μαχώμεθα καὶ πολε μῶμεν.” [b 19] ἄλλος τόπος τὸ οὖ ἕνεκα ἂν εἴη οἷον ἔδωκά τινι νομίσματα σκοπὸν ἔχων πάλιν ταῦτα λαβεῖν ἀπ’ αὐτοῦ, ἵνα οὕτως αὐτὸν λυπήσω, ὡς ἀφαιρεθέντων, ἃ ᾤετό με χαρίσαι αὐτῷ· εἰ οὖν ἐγκαλοῦμαι παρ’ αὐτοῦ διὰ τί, ἃ μοι ἐχάρισας νομίσματα, ταῦτα πάλιν ἀφείλου ἀπ’ἐμοῦ ἐρῶ “διότι τούτου ἕνεκά σοι ταῦτα ἐχάρισα, ἵνα λαβὼν ταῦτα ἀπὸ σοῦ λυπήσω σε”· † τὸ γὰρ εἰπεῖν ἀνῆκον ἀνιαρὸν εἰς ἀφαίρεσιν. τὸ φάναι ἐν τῷ ἀνακρίνεσθαι διὰ τὸ ἀφαιρεῖν αὐτὸν τὰ νομίσματα τούτου ἕνεκα εἶναι ἢ γεγενῆσθαι ἤτοι “ἔλαβον ἀπὸ σοῦ τὰ νομίσματα, ἵνα σε λυπήσω”, οὗτινος ἕνεκα εἶναι ἤτοι “δίδωμί σοι τὰ νομίσματα”, ἢ γένοιτο ἤτοι “ἔδωκα”. [b 22] “πολλοῖς ὁ δαίμων πλοῦτον δίδωσιν οὐ δι’ εὔνοιαν” ἤτοι οὐ διὰ τὸ φιλεῖν αὐτούς, ἀλλὰ διὰ τὸ ἵνα λυπήσῃ αὐτοὺς ἐπιφανεστέρως καὶ λαμπρῶς ἐν τῷ λαβεῖν πάλιν ταῦτα ἀπ’ αὐτοῦ. [b 25] περὶ οὖ Μελεάγρου ὁ Ἀντιφῶν γράφει, ὅτι συνῆλθον τῷ Οἰνεῖ τῷ πατρὶ τοῦ Μελεάγρου οἱ ἔκκριτοι τῶν Αἰτωλῶν, οὐχ ἵνα κτάνωσι τὸν σῦν τὸν ἐξελ θόντα τὸν Ἐρυμάνθιον, ἀλλ’ ἵν’ ἴδωσι τὸν Μελέαγρον, ὅπως τὸν θῆρα ἀπέκτεινε. καὶ μαρτυρῶσι τοῦτο. [b 28] καὶ ὀ Θεοδέκτης λέγει, ὅτι ὁ Διομήδης ἔλαβε τὸν 0δύσσεα ἐξελθὼν εἰς τὸ ἑλεῖν τινα Τρωικόν, ὅτε ἐκράτησε καὶ τὸν Δόλωνα, οὐ τιμῶν καὶ προτιμῶν αὐτὸν τοῦ Αἴαντος, ἀλλ’ ἵνα ᾖ ὁ ἀκολουθῶν αὐτῷ ἐλάττων. [b 30] ἐνδέχεται γὰρ ποιῆσαι τοῦτο ἤτοι τὸ λαβεῖν μεθ’ ἑαυτοῦ τὸν Ὀδυσσέα ἕνεκεν τούτου ἤτοι τοῦ εἶναι αὐτὸν ἐλάττονα αὐτοῦ κατὰ τὴν ἀνδρίαν, ἵνα μὴ τὸ τρόπαιον λογισθῇ τοῦ ἀκολουθοῦντος αὐτῷ. τοῖς ἀμφισβητοῦσιν ἤτοι τοῖς δικαζομένοις, ὡς ἐπὶ τῶν δικανικῶν. [b 25] δρᾶμα τοῦ λεγομένου Μελεάγρου ἐποίησεν ὁ Ἀντιφῶν. [b 31] καὶ σκοπεῖν καὶ ἐκεῖνα, ὧν [263] ἕνεκα καὶ πράττουσι καὶ φεύγουσι τὴν πρᾶξιν. [b 33] εἰσὶ δὲ ταῦτα τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ὠφέλιμον, ἅτινα, ταῦτα εἰ μὴ ὑπάρχει ἤτοι εἰ μὲν ὑπάρχει τὸ δυνατὸν γενέσθαι καὶ ῥᾳδίως τῷ πράγματι, ἔστι δὲ δυνατὸν ἢ αὐτῷ τῷ ἐπιχειροῦντι ποιῆσαι ἢ τῷ φίλῳ, δεῖ πράττειν. ὁμοίως δεῖ πράττειν, καὶ εἰ ἔστι βλαβερὸν τοῖς ἐχθροῖς. [b 35] ἢ εἰ μὲν τὸ πρᾶγμα, ὃ δεῖ ποιῆσαι, ἐστὶ πολλοῦ ἄξιον, ἡ δὲ ζημία, ἣν ἔπαθεν εἰς τὸ κτήσασθαι τὸ πρᾶγμα, ⟨ἐλάττων⟩ (ἴσως γὰρ κατεβάλου νομίσματα εἰς τὴν κτῆσιν αὐτοῦ), ἐπιχειρητέον εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα. [b 36] προ τρέπονται εἰς τὸ ποιῆσαι ἐκ τούτων ἤτοι ἐκ τοῦ εἶναι ἐκεῖνο δυνατὸν ἢ ὠφέλιμον, ἀποτρέπονται δέ, ὥστε μὴ πρᾶξαι, ἐκ τῶν ἐναντίων ἤτοι ἐκ τοῦ εἶναι ἀδύνατον ἢ βλαβερόν, καὶ διὰ τοῦτο δεῖ ἀποφυγεῖν ὡς βλαβερόν. [264] ὁ Πάμφιλος καὶ ὁ Κάλλιππός εἰσι ῥήτορες· ἡ γοῦν ῥητορικὴ τέχνη αὐτῶν ὅλη ἐστὶν ὁ τόπος οὗτος· διδάσκει γὰρ ἐπιχειρεῖν ἐκ τοῦ δυνατοῦ καὶ ὠφελίμου καὶ ἀδυνάτου. [a 5] ἄλλος τόπος ἐκ τῶν δοκούντων μέν, ἀπίστων δέ. ἄπιστα δὲ νοητέον ἐνταῦθα οὐχὶ τὰ πάντα ἀδύνατα καὶ ψευδῆ πάμπαν, ἀλλὰ τὰ ἀμφίβολα καὶ εἰκὸς πιστευ θῆναι καὶ μή· εἰ γοῦν ἐστιν ἄπιστον τοιοῦτον, οἷον εἴπομεν, ὑπελήφθη δέ τινι, ἀνάγκη εἶναι καὶ ἀληθές· οὐ γὰρ ἂν ἔδοξέ τι καὶ ὑπέλαβεν, ὅτι οἱ Σίφνιοι καὶ οἱ Μαρωνῖται βουλεύονται περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς, εἰ μὴ ἦν ἢ ὂν καὶ ἀληθὲς ἢ τῆς ἀληθείας ἐγγὺς καὶ μᾶλλον ὂν καὶ ἀληθές· [a 7] πάντες γὰρ ἢ τὰ ὄντα ὑπολαμβάνουσιν ἢ τὰ εἰκότα ἤτοι τὰ ἐγγὺς τῆς ἀληθείας. εἰ οὖν τοῦτο, ὃ ὑπελήφθη, ἄπιστόν ἐστι, τοιοῦτον δὲ ἄπιστον ἀμφίβολον καὶ οἷον εἴπομεν καὶ οὐδὲ εἰκὸς λέγεις τοῦτο, [265] λοιπὸν ἀληθές ἐστιν· ὃ γάρ τις ὑπολάβῃ γενέσθαι, εἰ μή ἐστιν εἰκός, ἀνάγκη εἶναι ἀληθές· πᾶν γὰρ τὸ δοξαζόμενον ἢ εἰκὸς ἢ ἀληθές ἐστιν. [a 8] οὐ γὰρ δοκεῖ οὕτως ἤτοι οὐ γὰρ ὑπελήφθη τοῦτο καὶ ἐδοξάσθη διὰ τὸ εἰκὸς καὶ τὸ πιθανόν· καὶ ἐπεὶ οὐχ ὑπελήφθη τοῦτο οὔτε διὰ τὸ εἰκὸς οὔτε διὰ τὸ πιθανόν, ἔστι λοιπὸν ἀληθές. [a 11] ἐπεὶ καὶ οἱ ἰχθύες δέονται τοῦ ἁλός, ἵνα μὴ σαπῶσιν· ἁλατίζονται γάρ· καίτοι ἔδει μὴ δεῖσθαι ἁλὸς καὶ ἁλατίζεσθαι, διότι ἐν ἅλμῃ τρέφονται. [a 13] στέμφυλα λέγει τὰ τζίπουρα τῶν ἐλαιῶν, ἅτινα ἀνέφυρον οἱ παλαιοὶ μετὰ τοῦ ἐλαίου καὶ ἔτρωγον. [a 15] τὸ σκοπεῖν τὰ ἀνομολογούμενα καὶ ἀσύμφωνα χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος καὶ ἀντιδικοῦντος [266] ἐμοί, εἰ ἀνομολογούμενον καὶ ἀσύμφωνόν ἐστιν, ἢ τῷ χρόνῳ, οἷον ἐν τῷδε τῷ χρόνῳ πρᾶξαί τι ἐνίσταται, καθ’ ὃν οὐκ ἦν εἰκὸς γενέσθαι, ἢ εἰ, ὃ ἔπραξε νῦν ἢ εἶπεν ἀσύμφωνον, ἐναντίον ἐστὶν ἢ οἷς πάλαι ἔπραξεν ἢ εἶπεν, οἷον λέγει πρός τινα τῶν Ἀθηναίων προδότην ὅτι “λέγεις μὲν ἡμᾶς τοὺς Ἀθηναίους φιλεῖν, συνώμοσας δὲ τοῖς τριάκοντα τυράννοις καὶ ἐσπείσω· ὡς ὃ ἔπραξας ἐναντίον ἐστὶν οἷς λέγεις.” [a 18] χωρὶς δέ, εἰ ἀπολο γούμενος ἐφ’ ἑαυτῷ ἤτοι ἑαυτῷ ἀσύμφωνόν τι λέγει, ὅτι “σὺ μὲν ἑαυτὸν φῂς εἶναι φιλόδικον, οὐκ ἔχεις δὲ ἀποδεῖξαι ὡς ἐδίκασας δίκαιον” [a 20] ἢ ἐφ’ ἑαυτοῦ ὀφείλεις σκοπεῖν τὸ ἀσύμφωνον καὶ τοῦ ἀμφισβη τοῦντος ἤτοι δεῖ σε σκοπεῖν, εἰ ὃ ἐποίησας ἀσύμφωνόν ἐστιν οἷς ὁ ἀντί δικός σου λέγει ποιῆσαι, ὅτι “σὺ μὲν λιμοῦ ὄντος οὐ δεδάνεικας οὐδέτινι τῶν Ἀθηναίων ἢ αἰχμαλώτων πολλῶν κρατηθέντων οὐδενὶ ἐδάνεισας πρὸς τὸ ἀγορασθῆναι, ἐγὼ δὲ πολλοὺς ἔλυσα καὶ ἠλευθέρωσα τῶν αἰχμαλώτων δοὺς νομίσματα”. [a 22] ἄλλος τόπος· εἰ προεβλήθη τις ἢ ἀληθῶς ἢ ὅτι ἔστι τοιοῦτος, οἷος διεβλήθη, λύσις ἔσται τῆς διαβολῆς, εἴ γε εἴπῃ τὴν αἰτίαν, δι’ ἣν ἡ παράδοξος αὕτη διαβολὴ ἐρρέθη· ἢ κἂν οὐ προεβλήθη, ἀλλ’ οὖν οὐ δοκεῖ τοιοῦτος οἷος ἦν, (ἔστι γάρ τι αἴτιον, δι’ ὃ φαίνεται), ἢ διαβληθείς, εἰ μὲν δοκεῖ τοιοῦτος, οἷος ἦν [a 24] οἷον γυνή τις ἠσπά ζετο τὸν υἱὸν αὑτῆς καὶ ἀεὶ συνῆν ἐκείνῳ καὶ συνεκοιμᾶτο καὶ ἐδόκει, ὅτι μοιχεύεται παρ’ αὐτοῦ· εἰπούσης δὲ τὴν αἰτίαν, δι’ ἣν αὐτὸν φιλεῖ (ἢ γὰρ διότι πολλὰ παρ’ αὐτοῦ ὠφελήθη ἢ διότι ἐστὶ σώφρων), ἐλύθη ἡ διαβολή. ἢ ὥσπερ ἐν τοῖς Ῥωμαίοις ἦν ναὸς τῆς Ῥέας· τὸ δὲ εἴδωλον ταύτης ἦν ἐν Περγάμῳ· εἶτα παρακαθισάντων τῶν πολεμίων τὴν Ῥώμην χρησὸς ἐξῆλθε μὴ εἶναι δυνατὸν ἄλλως τῆς πολιορκίας ἀπαλλαγῆναι, εἰ μὴ ἐκ τοῦ Περγάμου τὸ εἴδωλον τῆς Ῥέας κομίσωσιν. ἐστάλησαν ἐκεῖ τινες καὶ λαβόντες αὐτὸ τὸ εἴδωλον ἀπεκόμιζον ὡς πρὸς τὴν Ῥώμην διὰ θαλάσσης· εἶτα ἔστη ἐν τῷ πελάγει ἡ ναῦς καὶ οὐκ ἐκινεῖτο ἐπὶ τὸ ἔμπροσθεν, ἡ δὲ ἱέρεια ἡ ἐν τῷ ναῷ τῆς Ῥέας ἐγέλα ἀμέτρως καὶ διεβάλλετο παρὰ τοῦ τότε ἀρχιερέως τοῦ Θύμβριδος ἐπὶ μοιχείᾳ, εἶτα στᾶσα ἐπὶ τοῦ αἰγιαλοῦ ηὔξατο πρὸς τὸ εἴδωλον εἰποῦσα ὅτι “εἰ παρθένος εἰμί, δεῖξον τοῦτο σήμερον”· τὸ δὲ εἴδωλον πηδῆσαν ἀπὸ τῆς νηὸς ἦλθε πρὸς τὰς χεῖρας τῆς ἱερείας. [a 27] καὶ ὥσπερ ὁ Ὀδυσσεὸς εἰπὼν τὴν αἰτίαν, [267] δι’ ἣν ἀνδρειότερος αὐτοῦ δοκεῖ ὁ Αἴας καὶ ταῦτα τοῦ Ὀδυσσέως ὄντος ἀνδρειοτέρου, εἶπεν ὅτι “ὁ Αἴας τοιοῦτος δοκεῖ, διότι τολμητίας ἐστὶ καὶ μωρὸς καὶ ἀνόητος”. [a 29] ἄλλος τόπος ἐπιχειρῶν ἀπὸ τοῦ αἰτίου. ἂν γὰρ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι ἔστι καὶ τὸ αἰτιατόν, κἂν οὐχ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι οὐκ ἔστι τὸ αἰτιατόν· τὸ γὰρ αἴτιον τὸ ποιητικόν φησιν ἅμα εἶναι τῷ αἰτιατῷ. καίτοι ἐνδέχεται οἰκοδόμον μὲν εἶναί τινα, οἰκίαν δὲ μὴ οἰκοδομεῖσθαι παρ’ αὐτοῦ· καί φαμεν ὅτι, εἰ ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, ἀνάγκη εἶναι ἅμα καὶ τὸ οἰκοδομούμενον, καὶ εἰ δυνάμει ἐστὶν ὁ οἰκοδόμος, καὶ τὸ οἰκοδομούμενόν ἐστι δυνάμει· ὥστε ἅμα αὐτὴν εἶπε, καθ’ ὃ ἢ ἄμφω εἰσὶ δυνάμει ἢ ἄμφω ἐνεργείᾳ. [a 31] καὶ ἄνευ αἰτίου οὐδέν ἐστιν αἰτιατὸν γενόμενον. [a 31] ὁ δῆμος τῶν Ἀθηναίων ἔστησε στήλην ἐν τῇ ἀκροπόλει, ἐπάνω δὲ τῆς στήλης ἔθεντο [268] κύρβιν ἤτοι σανίδιον, ἐν ᾧ κατέγραφον τὰ ὀνόματα τῶν προδοτῶν τῆς πόλεως καὶ τῶν πρὸς λύμην ὄντων τῆς πόλεως καὶ τῶν προστεθειμένων τοῖς τριάκοντα· κατήγορος ἦν ὁ Λεωδάμας τοῦ Θρασυβούλου, ὅτι ἦν στηλίτης ἤτοι “ἀναγεγραμμένον ἦν τὸ ὄνομά σου ἐν τῇ κύρβει μετὰ τῶν προδοτῶν” εἶτα τοῦ Θρασυβούλου λέγοντος ὅτι “ψεύδῃ· οὐ γὰρ ἀναγέγραπται ἐν τῇ κύρβει τὸ ὄνομά μου νῦν”, εἶτα ὁ Λεωδάμας “ἦν μὲν τὸ ὄνομά σου ἀναγεγραμμένον ἐν τῇ κύρβει, σὺ δὲ τὸ μέρος τῆς σανίδος, ἐν ᾧ ἀναγε γραμμένον ἦν τὸ ὄνομά σου, ἐξέκοψας ἐπὶ τῶν τριάκοντα τυράννων”, ὁ δὲ Θρασύβουλος ἔφη “οὐκ ἐνδέχεται ἐμὲ ἐκκόψαι καὶ ἀφαιρῆσαι τὸ ὄνομά μου ἀπὸ τῆς κύρβεως καὶ ταῦτα τυραννούντων τῶν τριάκοντα· μάλιστα γὰρ ἐπίστευον ἂν ἐμοὶ καὶ ἐθάρρουν οἱ τύραννοι ὡς ἐχθρῷ ὄντι τοῦ δήμου·ἐδόκουν δὲ ἐχθρὸς πρὸς τὸν δῆμον, εἰ ἐθεώρουν τὸ ὄνομά μου ἀναγεγραμ μένον ἐν τῷ σανιδίῳ”. [a 35] ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως. εἰ ὁ Σωκράτης ἔπραξέ τι καὶ διαβάλλεται ἐπὶ τῇ πράξει, σκοπητέον, εἰ ἐνεδέχετο καὶ ἐχώρει βελτιώτερον, ἢ συμβουλευθῇ, γενέσθαι τοῦτο, ὃ ἐγέ νετο, τοῦ, οὖ ὁ Σωκράτης ἐποίησεν ἢ συνεβούλευσεν, ἢ εἰ ἐνδέχεται βελτιώτερον συμβουλεῦσαι ἢ ποιῆσαι ὡς ἐπὶ ἐνεστῶτος χρόνου, ἤτοι εἰ συμ βουλεύσει ὁ Σωκράτης γενέσθαι τι, οὗ φαίνεται ἐναντίον τι πράξας πρότερον, καὶ κατηγορεῖται ὡς ἄλλο τι πράξας πρότερον, παρ’ ὃ ὃ συμβουλεύει· δεῖ γοῦν τὸν Σωκράτην ἀπολογήσασθαι ὡς “οὐκ ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, καὶ [b 1] εἰ μὴ οὕτως ἔχει ἤτοι καὶ εἰ μὴ [269] ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, λοιπὸν οὐ πέπρα κται τοιοῦτον, οἷον λέγεις· πᾶν γάρ, ὅ ἔμελλον ποιῆσαι καὶ ἐποίησα, εἰ ἕτερον ἦν τοῦ, οὗ νῦν συμβουλεύω, λοιπὸν οὐ κακόν ἐστιν· οὐδεὶς γὰρ γινώσκων τόδε, ὅτι κακόν ἐστι, προαιρήσεται τοῦτο ποιῆσαι· καὶ ἐγὼ πῶς ἂν ἐποίησα τόδε, εἰ φαῦλον ἦν;” ταὐτὰ ὀφείλει λέγειν, καὶ εἰ κατηγορεῖται, ὅτι βελτιώτερον πρότερον ἐποίησε τοῦ, οὗ νῦν ποιεῖ· φήσει γάρ, ὡς οὐκ ἐγχωρεῖ βελτιώτερον τούτου γενέσθαι, οὗ νῦν ποιεῖ· πᾶν γάρ, ὃ καὶ ἐγένετο παρὰ τοῦτο, φαῦλον ἂν εἴη, οὐδεὶς δὲ τὰ φαῦλα πράττειν αἱρήσεται. [b 2] ἔστι δὲ τοῦτο ψεῦδος· ἴσως γὰρ πρότερον ἄδηλον ἦν τὸ πῶς ἔδει τοῦτο ποιῆσαι καὶ τὸ βέλτιον ἠγνόεις, ὕστερον δὲ πολλάκις δῆλον γίνεται τὸ βέλτιον καὶ γινώσκεις τοῦτο, πῶς δεῖ βελτιώτερον ποιῆσαι· ὥστε εἰ καί συ πρότερον ἠγνόεις τὸ βέλτιον καὶ διὰ τοῦτο οὐ καλῶς τοῦτο ἐποίησας, ἀλλ’ ὕστερον οὐκ ἠγνόεις τοῦτο, ἀλλ’ ἑκὼν ἔπραξας τὰ φαῦλα ἢ συνεβούλευσας καὶ ταῦτα γινώσκων τὸ βέλτιον· συμβαίνει γὰρ πολλάκις τὸ μὲν καλὸν πρότερον ἀγνοεῖν, ὕστερον δὲ νοῆσαι. σὺ γοῦν νοήσας τοῦτο ἀπέκρυψας. [b 4] ἄλλος τόπος, εἰ τοῖς πεπραγμένοις μέλλει πράττεσθαί τι ἐναντίον ἅμα, ἤτοι εἰ ἅμα, ἐν οἷς πράττεται τόδε, γίνεται καὶ πράττεται τὸ ἐναντίον αὐτῷ, [b 6] οἶον ἐν οἶς ἔθυον τῇ Λευκοθέᾳ, ἔπραττον καὶ τὸ ἐναντίον αὐτῇ ἤτοι ἔκλαιον· ἐναντίαι γὰρ αἱ πράξεις αὗται ἤτοι τὸ θύειν καὶ τὸ κλαίειν· ᾗ μὲν ἔθυον, ὡς θεὰν αὐτὴν ἐτίμων, ἦ δὲ ἐθρήνουν, ὡς θνητὴν αὐτὴν ἡγοῦντο· εἰ γοῦν ἔθυον, οὐκ ἔδει θρηνεῖν, ἢ εἰ ἐθρήνουν, οὐκ ἔδει θύειν· οὕτω γὰρ ἂν οὐκ ἂν ἔπραττον ἅμα τὰ ἐναντία. ἡ Ἰνὼ εἰσῆλθε μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ Μελικέρτου καὶ Κλεάρχου εἰς τὴν θά λασσαν διωκομένη ὑπὸ τοῦ Ἀθάμαντος τοῦ ἀνδρὸς αὑτῆς μανέντος ὑπὸ τῆς Ἡρας διὰ τὴν ζηλοτυπίαν, ὅτι συνῆλθε τῇ Ἰνοῖ ὁ Ζεύς, καὶ ἀπηθανα τίσθη ἡ Ἰνώ· διὰ τοῦτο ὡς μὲν δεινὰ παθούσῃ ἐπιθρηνοῦσιν, ὡς δ’ ἀπο θανατισθείσῃ θύουσιν. [b 8] ἄλλος τόπος τὸ κατηγορεῖν ἐκ τῶν ἁμαρτηθέντων. ὁ Καρκίνος τραγικὸς ἦν ποιητής. [b 10] κατηγο ροῦσι τῆς Μηδείας, ὅτι τοὺς παῖδας ἀπέκτεινε· καὶ τοῦτο δῆλόν ἐστιν, ὅτι αὐτοὺς ἀπέκτεινεν, ἀπὸ τοῦ μὴ φαίνεσθαι αὐτοὺς ἀλλ’ ἀφανεῖς γενέσθαι. ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν τῶν παίδων ἀπό σκευὴν ἤτοι ἀπόκτανσιν. ἡ δὲ ἀπολογεῖται ὅτι “εἰ ἔμελλον ἀποκτεῖναι, [270] τὸν Ἰάσονα ἂν ἀπέκτεινα ὡς λυπήσαντα, οὐχὶ τοὺς παῖδας· οὐδὲ γὰρ οἱ παῖδές με ἐλύπησαν”. [b 14] εἴπερ γοῦν τὸ ἕτερον ἐποίησεν ἤτοι τὸ ἀποκτεῖναι τοὺς παῖδας, μᾶλλον ἥμαρτεν ὡς μὴ ποιήσασα τὸ ἕτερον ἤτοι τὸ τὸν Ἰάσονα ἀποκτεῖναι. [b 16] ἡ γοῦν ῥητορικὴ τοῦ Θεοδώρου τοῦτον τὸν τόπον παρεδίδου ἤτοι τὸ ἐκ τῶν ἁμαρτηθέντων τινὶ ἐπιχειρεῖν. [b 17] ἡ Σιδηρὼ κόρη τις ἦν καὶ ἐβιάζετο παρά τινος, ἡ δὲ οὐχ ὑπήκουεν· [271] ἀπὸ γοῦν τοῦ ὀνόματος ἐπιχειρητέον ὅτι “καλῶς ὠνομάσθη Σιδηρὼ ὡς φοροῦσα καὶ φέρουσα τὸ ὄνομα τοῦ σιδήρου· ἀκαμπὴς γὰρ εἶ ὡς σίδηρος”. καὶ ἐν τοῖς ἐπαίνοις τῶν θεῶν οὕτω λέγομεν, ὅτι σοφῶς ὠνομάσθη ὁ Ποσειδῶν Ποσειδῶν ὡς συνδεσμῶν καὶ συνέχων τὴν πόσιν ἤτοι τὴν θάλασσαν, ἢ ὅτι καλῶς ὠνομάσθη ὁ Ζεὺς Ζεὺς ὡς χορηγὸς τῆς ζωῆς. [b 18] καὶ ὁ Κόνων πρὸς τὸν Θρασύβουλον “σοφῶς ὠνομάσθη Θρασύβουλος· θρασὺς γὰρ εἶ καὶ τολμητίας καὶ τολμηρὰ βουλευόμενος”. καὶ πρὸς τὸν Θρασύμαχον “ἀεὶ θρασὺς εἶ περὶ τὰς μάχας”. σὺ αἰεὶ πῶλος ἤτοι ἀεὶ λάρος εἶ, ὦ Πῶλε. [b 23] καὶ πρὸς τὴν Ἀφροδίτην “ὀρθῶς ἔχεις τὸ ὄνομα ἤτοι ὠνομάσθης Ἀφροδίτη· ἀφροσύνης γὰρ ἄρχεις”. [b 24] ὡς ὁ Χαιρήμων λέγει, ὁ Πενθεὺς ἐκλήθη Πενθεὺς ὡς ἐπώνυμος τῆς ἑπομένης συμφορᾶς. ὁ Κάδμος γεννᾷ Σεμέλην καὶ Ἰνώ· ἐκ τῆς Σεμέλης ὁ Διόνυσος. τοῦτον ὁ τοῦ Κάδμου υἱὸς ὁ Πενθεὺς οὐκ ἐκάλει θεόν· βουλόμενος δὲ δεῖξαι ὁ Διόνυσος, ὡς ἔστι θεός, ἔσεισε καὶ ἐξῆλθεν ὁ Πενθεὺς εἰς τὸ ὄρος καὶ διεσπάσθη ὑπὸ τῶν μαινάδων πρώτης τῆς μητρὸς καταρξαμένης τῶν σπαραγμῶν. ὁ Χαιρήμων ποιητὴς ἦν. [b 19] ὁ δὲ Ἡρόδικος Ἀθηναῖος ἱστορικός. ὁ Πῶλος μαθητὴς καὶ παῖς ἦν τοῦ Γοργίου. [b 23] ἐν ταῖς Τρωάσι τῷ δράματι εἰσάγει τὴν Ἑκάβην λέγουσαν πρὸς τὴν Ἀφροδίτην. [b 17] φησὶν ὁ βιάζων πρὸς τὴν Σιδηρὼ ““ αὕτη δὲ μάχιμός ἐστιν ὡς κεχρημένη σαφῶς σιδήρῳ καὶ φέρουσα τοὔνομα οὐκ οἴεται δύσκλειαν ἐκ τούτου φέρειν”.” [b 11] πρὸς τὴν Γλαύκην, ἣν ἀνελάβετο Ἰάσων, ἔπεμψεν ἡ Μήδεια τοὺς αὐτῆς παῖδας, καὶ πτοηθεῖσα, μὴ ἀναιρεθῶσιν ὑπὸ τῶν θεραπόντων τῆς Γλαύκης, προανῃρέθησαν παρ’ αὐτῆς. [b 18] ὁ Κόνων στρατηγὸς Ἀθηναῖος, Θρασύβουλος [272] δὲ κατήγορος. [b 26] διὰ τὸ εἶναι τὸ ἐλεγκτικὸν ἐνθύμημα συναγωγὴν τῶν ἐναντίων ἐν μικρῷ, οἷον “καλὸν ὁ γάμος ἢ κακόν· καὶ εἰ μὲν καλόν, φθονεῖς τῷ παιδί, εἰ δὲ κακόν, ἵνα τί μήτηρ ἐγένου;” ἐναντία τὸ καλὸν καὶ τὸ οὐ καλόν· παρ’ ἄλληλα γὰρ κείμενα τὸ καλὸν καὶ τὸ κακὸν καὶ ἐν παραθέσει. [b 28] μᾶλλον γίνονται φανερὰ καὶ γνώριμα τῷ ἀκροατῇ, ὅσα τῶν ἐνθυμημάτων ἅμα τῷ ἄρξασθαι τὸν ῥήτορα λέγειν εὐθὺς προορῶσι καὶ συνιᾶσιν οἱ ἀκροαταὶ τὴν δύναμιν αὐτῶν, οἷον ὁ Δημοσθένης λέγει πρὸς τὸν Αἰσχίνην “παρῆς ἢ οὐ παρῆς, ὅτε ταῦτα ἔλεγον; καὶ ἐγίνωσκες τὸ μέλλον ἢ οὐκ ἐγίνωσκες; καὶ εἰ μὲν ἐγίνωσκες, τί οὐκ ἔλεγες;” [b 30] προορῶσι δὲ ταῦτα οὐκ ἐν τῷ εἶναι ἐπιπολῆς ἤτοι ἐπιπόλαια καὶ εὔκολα (ἔχουσι γὰρ καὶ αὐτὰ βάθος) ἀλλ’ ἐν τῷ ἔχειν ἀκολουθίαν· ἐκ γὰρ τῆς ἀκολουθίας νοοῦσι τὰς δυνάμεις αὐτῶν· ἅμα γὰρ καὶ χαίρουσιν οἱ ἀκροαταὶ ἐν τῷ προαισθάνεσθαι, ὃ μέλλει εἰπεῖν ὁ δημηγορῶν. [b 32] ἔτι δὲ καὶ ἐκεῖνα τῶν ἐνθυμημάτων θορυβοῦσι τὸν ἀντίδικον, ὅσων το σοῦτον ὑστερίζουσι πρὸς τὸ νοῆσαι αὐτά, ὥστε ἅμα τῷ ῥηθῆναι εὐθὺς γνωρίζειν αὐτά, ἤτοι ἃ ἐξ ἀρχῆς μὲν καὶ ἅμα τῷ ἄρξασθαι λέγεσθαι οὐ γνωρίζονται τοῖς ἀκροαταῖς, μετὰ δὲ τὸ ῥηθῆναι εὐθὺς ταῦτα γνωρίζουσιν.
[2.24] Ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἤτοι τοῖς σοφίσμασι· λέγεται γὰρ καὶ ἡ σοφιστικὴ διαλεκτική τις. [273] τὸ μὴ συλλογισάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα καὶ εἰπεῖν “οὐκ ἄρα λοιπὸν τὸ καὶ τό”. καὶ ὁ μὲν διδάσκαλος οὕτως τὸ παρὸν ῥητὸν ἡρμήνευσεν, ὅτι [a 1] παρὰ τὴν λέξιν τὸ τοιοῦτον ἐκάλεσεν ὡς ταὐτὸν ὂν [a 7] παρὰ τὸ σχῆμα τῆς λέξεως· καὶ γὰρ ὁ λαβὼν προτάσεις ἀπροσδιορίστους, ὅτι ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία, φαίνεται μέν, ὅτι συνελοκαῖς· γίσατο, ὅσον ἀπὸ τοῦ σχήματος τῶν λέξεων, ἤτοι καθ’ ὃ ὅρους ἔλαβε καὶ συνέπλεξεν αὐτούς, ἀλλ’ οὐ συνελογίσατο, ἀλλὰ συνεπέρανε μόνον ἄνευ τοῦ εἰπεῖν προτάσεις· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερι τοῦτο δὲ γίνεται ἐν τῷ παρὰ μικρὸν ἤτοι διὰ τὸ μηδὲν οἴεσθαι διαφέρειν εἰπεῖν “ὁ ἄνθρωπος ζῷόν ἐστι” καὶ “πᾶς ἄνθρωπος ζῷόν ἐστιν”. εὗρον δὲ σχόλιον οὕτως αὐτὸ ἑρμηνεῦον, ὅτι λέγεται τοῦτο παρὰ τὴν λέξιν τὸ ἐνθύμημα, διότι ἐλλιπής ἐστιν ὁ συλλογισμός· συμπέρασμα γὰρ εἴπομεν ἄνευ τοῦ προλαβεῖν ἐνθύμημά ἐστι συλλογισμὸς ἀτελὴς ἐλλιποῦς οὔσης μιᾶς προτάσεως. [a 5] φαίνεται ἐνθύμημα καὶ τὸ εἰπεῖν [274] συνεστραμμένως, ἤτοι βραχέως, συντόμως, τὰ ἀντικείμενα ἐν τοῖς ἐνθυ μήμασιν, ἃ οὐδὲ ἀντικείμενα ἂν εἴη κυρίως ἀλλὰ φαινομένως, οἷον εἰ ἀγαθὸν [275] ἡ ἀνδρία, τὸ ἀκολασταίνειν οὐκ ἀγαθόν· φαίνεται γὰρ ἡ ἀκολασία καὶ ἡ ἀνδρία ἐναντία, οὐκ εἰσὶ δέ. ἢ καὶ οὕτως· συνεστραμμένως μὲν ἤτοι συντόμως διὰ τὸ τὴν μίαν πρότασιν τὴν μείζω λείπειν, ἀντικειμήματα μένως δέ, διότι ἡ μείζων ἡ λείπουσα πρότασις ψευδὴς οὖσα ἀντίκειται τῇ ἐλάττονι τῇ μερικῇ ἀληθεῖ οὔσῃ. [a 6] ἡ γὰρ τοιαύτη λέξις, ἤτοι τὸ εἰπεῖν πρότασιν μίαν, τὴν δὲ ἑτέραν ἐᾶσαι, χώρα μέν ἐστιν ἐνθυμήματος ἤτοι ἔοικεν εἶναι ἐνθύμημα, οὐκ ἔστι δέ, καὶ τοῦτο φαινόμενον ἐνθύμημα ἤτοι τὸ συνεστραμμένως λέγειν τὰ ἀντικείμενα παρὰ τὸ σχῆμα τῆς λέξεως, ἤτοι ὅσον ἀπὸ τῆς λέξεως φαίνεται ἐνθύμημα, ἤτοι ἀπὸ τοῦ λαβεῖν τὴν μίαν πρότασιν. [a 8] ἔστι δὲ χρήσιμον εἰς τὰ ἐνθυ τὰ ἐν τῇ λέξει ἤτοι τὰ παρὰ τὸ σχῆμα τῆς λέξεως γινόμενα τὸ λέγειν κεφάλαια ἤτοι προτάσεις ἀπὸ ἄλλων πολλῶν συλλογισμῶν, οἷον ὅτι τοὺς μὲν ἔσωσεν, αὕτη ἡ πρότασις ἀπὸ ἄλλου συλλογισμοῦ, ἄλλοις δὲ ἐτιμώρησε, καὶ αὕτη ἡ πρότασις μία ἦν ἀπὸ ἄλλου συλλογισμοῦ, τοὺς δὲ Ἑλληνας ἐθεράπευσε, καὶ αὕτη ἀπὸ ἄλλου. [a 11] ἑκάστη μὲν τῶν ῥηθεισῶν προτάσεων ἀπεδείχθη ἀπὸ ἄλλων συλλογισμῶν ἤτοι ἄλλων καὶ ἄλλων συλλογισμῶν προτάσεις καὶ συντεθέντες φαίνονται ὅτι ἐποίησαν ἐνθύμημα, οὐκ ἔστι δέ· πῶς γὰρ ποιήσουσι συλλογισμὸν αἱ ἀσυν άρτητοι προτάσεις, εἰ συντεθῶσι καὶ ἅμα ληφθῶσι συλλογιστικῶς; [276] ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστιν, οἷον εἰ φιλόπατρίς ἐστι, καὶ τὸν ὑπὲρ τῆς πατρίδος ἕληται κίνδυνον, εἰ δὲ οὐκ ἔστι φιλόπατρις, οὐδὲ τὸν κίνδυνον ἕληται. [277] ἕτερον τὸ παρὰ τὴν ὁμωνυμίαν, οἷον εἴ τις εἴπῃ, ὅτι ὁ μῦς σπουδαῖός ἐστι καὶ ἀγαθόν·ὅτι ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ παρονομασθῆναι ἀπὸ τοῦ μῦς τὴν τελετὴν τὴν τιμιωτέραν πασῶν τῶν τελετῶν μυστήρια· οὐκ ἀπὸ τοῦ μῦς δὲ ἐπω νομάσθη, ἀλλ’ ἀπὸ τοῦ μῶ, τὸ μανθάνω. [a 15] ἢ συμπεριλάβῃ καὶ τὸν Πᾶνα, ἐν τῷ τοῦ κυνὸς ἐγκωμίῳ. “ὧ μάκαρ”, τὸν Πᾶνα λέγομεν μάκαρα, “ὃν κοινά”, ἀντὶ τοῦ κοινῶς, “καλοῦσιν οἱ Ὀλύμπιοι παντοδαπὸν ἀπὸ τῆς μεγάλης θεοῦ” ἤτοι τῆς Ῥέας. παντοδαπὸν δὲ τοῦτον λέγουσι, διότι πάντες συνεδοιάσθησαν τῇ Ῥέᾳ καὶ ἀπεσπέρμηναν, ἐξ οὗ συνέβη ἀπ’ αὐτῆς γεννηθῆναι τὸν Πᾶνα. τινὰ δὲ τῶν βιβλίων ἔχουσι καὶ κύνα, τὸ κῦ ψιλόν· ἔστι δὲ καὶ ὡς παρήχησις κυνα κοινά. [a 18] ἢ ὅτι εἰ τὸ [278] μηδὲν εἶναι κοινὰ ἤτοι εἰ τὸ μὴ ἔχειν κοινωνίαν πρός τινα ἀτιμό τατόν ἐστι (θηριῶδες γὰρ τὸ μὴ συναγελαστικόν), τὸ κοινὰ δηλονότι ἤτοι τὸ συναγελαστικὸν δηλονότι καὶ κοινωνικὸν τίμιόν ἐστι· καὶ τοῦτο τὸ κυνὰ γράφουσι καὶ διὰ τοῦ υ ψιλοῦ. καὶ ὅτι μόνος τῶν ἄλλων θεῶν ὁ Ἑρμῆς κοινωνικός ἐστιν· Ἑρμῆς γὰρ λέγεται ὁ λόγος· κοινωνοῦμεν γὰρ ἀλλήλοις διὰ τοῦ λόγου. καὶ πάλιν ὅτι ὁ λόγος ἐστὶ σπουδαῖον, δῆλόν ἐστιν ἐκ τοῦ μὴ λέγεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους χρημάτων ἀλλ’ ἀξίους λόγου· τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λόγου ἄξιον λέγεται ἀλλ’ ὡς ἀγαθόν. [a 25] ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ τό, εἴτε διῃρημένως λάβῃς τὸ “ἑκατὸν ἀνδρῶν πεντήκοντα λίπε δῖος Ἀχιλλεύς” εἴτε συνημμένως, καὶ ταῦτα μὴ ὂν ταὐτόν, ὁποτέρως σοι χρησιμεύει τοῦτο, οὕτως ληπτέον· εἰ μὲν κατηγορεῖς τινος, διαίρει τὸ ἑκατόν καὶ λέγε ὅτι “ἀδιανόητα λέγεις τὸ καταλειφθῆναι ἀπὸ τῶν πεντήκοντα ἑκατόν”, εἰ δὲ ἀπολογῇ, λέγε “ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἔφησε καταλειφθῆναι πεντήκοντα”. καὶ πάλιν παρὰ τὴν σύνθεσιν τοῦτο [a 27] ἆρ’ “οἶδας τὰς ἐν Πειραιεῖ νῆας:” “οὔ.” τοῦτο τὸ πρόβλημα. “τί δέ; οἶδας, τί ἐστι τριήρης;” “ναί.” “οἶδας δὲ τὸν Πειραιᾶ;” “ναί.” εἶτα συντίθησιν· “οἶδας ἄρα τὰς ἐν Πειραιεῖ νῆας.” ἡ λύσις· οὐ γάρ, εἰ ἕκαστον οἶδα διῃρημένως, ἀναγκαῖον καὶ ὁμοῦ συντιθέναι καὶ γινώσκειν ταῦτα. [a 28] καὶ πάλιν ἀρ’ οἶδας τόδε τὸ ἔπος τὸ “μῆνιν ἄειδε θεά”; “οὔ.” “τί δέ; οὐ γινώσκεις τὰ στοιχεῖα, οἷον τὸ μ, τὸ η, τὸ ν, τὸ ι, ἐξ ὧν σύγκειται τόδε τὸ ἔπος;” “ναί.” “οἶδας ἄρα τὸ ἔπος τὸ “μῆνιν ἄειδε θεά”.” οὐ γάρ, εἰ τὰ στοιχεῖα (τὰ κδʹ δηλονότι γράμματα) γινώσκω, ἐξ ὧν πᾶς λόγος καὶ πᾶν ἔπος σύγκειται, ἀνάγκη καὶ πάντα τὰ ἔπη [279] καὶ πάντα τὰ βιβλία γινώσκειν· οὐ γὰρ τὸ ἔπος ταὐτόν ἐστι τοῖς στοιχείοις. ὡς σὺ φῄς, κἂν ἐξ αὐτῶν σύγκειται. [a 30] καὶ πάλιν ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, ἤτοι ἐπεὶ νοσώδη εἰσὶ τὰ δύο ἑξάγια ἡ ἐντεριόνη, λοιπὸν οὐδὲ τὸ ἐν ἑξάγιον ἡ ἐντεριόνη ἐστὶν ὑγιεινόν· ἄτοπον γὰρ εἰπεῖν τὸ ἓν εἶναι κακόν, εἰ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν, [ἢ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν,] καὶ ταῦτα τῶν δύο ὄντων ἀγαθῶν· εἰ γὰρ τὸ βιβλίον μου πωλούμενον, εἰ λάβω δύο νομίσματα, ἀγαθόν ἐστιν, ἐπεὶ καὶ ἄξιόν [280] ἐστι δύο νομισμάτων, εἰ δὲ λάβω ἐν νόμισμα, ἐστὶ κακόν, [a 31] οὕτως μὲν οὖν ἐστιν ἐλεγκτικὸν τὸ λέγειν ὅτι, εἰ τὰ δύο ἐστὶν ἀγαθά, καὶ τὸ ἔν ἐστιν ἀγαθόν· ἄτοπον γάρ ἐστι τὸ λέγειν τὸ ἐν εἶναι κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά· ἀνάγκη γὰρ καὶ τὸ ἓν εἶναι ἀγαθόν. οὕτως δέ ἐστιν ἀπο δεικτικόν, εἴ τις λέγει ὅτι, εἰ τὰ δύο ἀγαθά εἰσι, λοιπὸν τὸ ἐν κακὸν οὐκ ἔστιν. [a 34] ὁ Πολυκράτης ῥήτωρ ὢν ἔπαινον ἐποίησεν εἰς Θρασύ βουλον, ἐν ᾧ ἐδείκνυεν αὐτὸν τριάκοντα ἀποκτεῖναι τυράννους ἐκ τοῦ λέγειν, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἀπέκτεινε τύραννον καὶ κατὰ τὸν δεῖνα ἀπέκτεινεν ἕτερον τύραννον καὶ κατὰ τὸν δεῖνα ἕτερον· εἶτα συντιθεὶς συνεπέρανε “καὶ λοιπὸν ἄρα τριάκοντα τυράννους ἀπέκτεινε”. τοῦτο δὲ ψεῦδος· οὐ γάρ, ἐὰν ἰδίᾳ τριάκοντα ἀπέκτεινεν. ἤδη ἀληθές ἐστιν εἰπεῖν, ὅτι ὁμοῦ τούτους ἀπέκτεινε. [a 36] καὶ πάλιν ἐκ διαιρέσεως “δίκαιόν ἐστιν, εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν, ἀποκτείνειν αὐτήν” ἤγουν τὴν Κλυταιμνήστραν, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱόν, ὡς τὸν Ὀρέστην, τιμωρεῖν καὶ βοηθεῖν τῷ πατρί. ταῦτα δὲ καὶ ἐπράχθησαν· καὶ γὰρ καὶ ἡ Κλυταιμνήστρα τὸν ἄνδρα αὑτῆς ἀπέκτεινε καὶ ὁ Ὀρέστης βοηθῶν τῷ πατρὶ τὴν Κλυται μνήστραν ἀπέκτεινεν. ἰδίᾳ μὲν γὰρ καὶ ἰδίᾳ λεγόμενόν ἐστι δίκαιον· δίκαιον μὲν γάρ ἐστι θνῄσκειν καὶ τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱὸν βοηθεῖν τῷ πατρί· οὐκ ἔστι δὲ δίκαιον συντιθέναι καὶ εἰπεῖν, ὡς δίκαιόν ἐστι κτεῖναι τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα καὶ τὸν υἱὸν αὐτῆς τιμωρεῖν τῷ πατρί· οὐ γὰρ δίκαιόν ἐστι τὴν μητέρα κτείνεσθαι παρὰ τοῦ υἱοῦ. [b 2] εἴη δ’ ἂν καὶ παρὰ τὴν ἔλλειψιν οὐ γὰρ δίκαιον, παρὰ τίνος κεῖται κτείνεσθαι τὴν μητέρα. εὗρον δὲ σχόλιον εἰς τὸ [a 34] κατέλυσε τριάκοντα τυράννους τοιοῦτον· κατέ λυσε τύραννον, καὶ τύραννον καὶ γυναῖκα· συντίθησι γοῦν καὶ ποιεῖ τρία·εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα, εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα καὶ υἱόν. [b 3] ἄλλος δὲ τόπος τὸ ἐν δεινώσει κατα σκευάζειν· τὸ δὲ δεινώσει κατασκευάζειν τοῦτό ἐστιν, ὅταν ὁ κατηγορῶν μὴ δείξας, ὅτι ἐποίησεν ὅδε τὸν φόνον, ἤτοι ὅταν πρὸ τοῦ δεῖξαι, ὅτι ὅδε ἐφόνευσεν, αὐξήσῃ τὸ πρᾶγμα ὡς μέγα, “δεινὸν τὸ παρὰ τοῦδε πραχθέν”· δοκεῖ γάρ, ὡς οὐκ ἂν ἄλλως πρὸς αὔξησιν ἐχώρησε τοῦ πράγματος, εἰ μὴ ἔδειξεν ὁμολογουμένως τόνδε φονεύσαντα· [b 6] ὅταν γὰρ ὁ τὴν αἰτίαν ἔχων ἤτοι ὁ κατηγορούμενος καὶ ἀπολογούμενος [281] αὔξῃ, ὡς δεινὸν ἢ ἡ συκοφαντία ἢ ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι οὐκ ἐποίησε φόνον. ὁμοίως δὲ πάλιν καὶ ὁ κατηγορῶν, ἐὰν ὀργίζηται καὶ αὔξῃ, ὡς δεινὸν ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι πεποίηκεν ὁ φεύγων τὸν φόνον, καὶ ταῦτα μὴ δείξας τοῦτο αὐτό· ὁ γὰρ ἀκροατὴς παραλογίρίους ζεται καὶ ἀπατᾶται καὶ οἴεται τὸν κατηγοροῦντα ἀποδεῖξαι, ὅτι ἐποίησεν ὁ φεύγων τὸν φόνον, ἐν τῷ ἀκούειν αὐτοῦ χωροῦντος πρὸς αὔξην τοῦ πράγματος· μετὰ γὰρ τὰς ἀποδείξεις αἱ αὐξήσεις. [b 9] ἀσυλλόγιστόν ἐστι καὶ τὸ ἐκ σημείου ἐνθύμημα, διότι ἐν δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν συλλογίζεται ἢ ἐν τρίτῳ σχήματι. ὁ Ἁρμόδιος καὶ Ἀριστο γείτων ἀλλήλων ἤρων. [b 12] ἀσυλλόγιστον λέγει τὸν συλλογισμὸν τὸν τοῦ Διονυσίου διὰ τὸ ψευδῆ εἶναι τὴν μείζονα πρότασιν· οὐ γὰρ πᾶς πονηρὸς κλέπτης. [b 16] διατραγόντες τὰς νευράς. Πολέμων ἱστορεῖ τοὺς ἀμφὶ Τρωάδα κατοικοῦντας ἀπὸ χρησμῶν τινων τοὺς ἐπιχω μῦς σέβεσθαι διὰ τὸ τὰς νευρὰς τῶν τόξων τῶν πολεμίων φαγεῖν, πρὸς δὲ καὶ τοὺς ὀχεῖς τῶν ἀσπίδων ἤτοι τοὺς λώρους. ἐμήνισεν ὁ Ἀχιλλεὺς διὰ τὸ μὴ κληθῆναι παρὰ τοῦ Ἀγαμέμνονος τοὺς ἀρίστους καλέσαντος. [b 21] οὐ γὰρ ἐὰν οἱ μεγαλόψυχοι ὑπερορῶσιν, ἤδη καὶ πᾶς ὑπερορῶν εἴη ἂν μεγαλόψυχος· πολλάκις γάρ τινες διὰ λύπην ἢ ὀργὴν [282] ἢ μανίαν φεύγουσι τὴν μετ’ ἀνθρώπων διατριβήν. [b 25] οὐδὲ εἰ οἱ πτωχοὶ ᾄδουσι καὶ ὀρχοῦνται ἐν ταῖς ἑορταῖς, ἤδη καὶ πάντες οἱ ᾄδοντες ἐν ταῖς ἑορταῖς καὶ ὀρχούμενοι πτωχοί εἰσιν, ἐπεὶ καὶ οἱ πλούσιοι καὶ οἱ χορηγοὶ τῆς ἑορτῆς ᾄδουσι καὶ ὀρχοῦνται· οὐδὲ γάρ, εἰ τοῖς εὐδαίμοσιν ὑπάρχει ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα ἂν ἐθέλωσιν, ἤδη καὶ οἷς ἂν ὑπάρχῃ ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα θέλουσιν, εἰσὶν εὐδαίμονες· ἔχουσι γὰρ ταῦτα καὶ οἱ φυγάδες. [b 28] διαφέρει δέ, ὅτι οἱ μὲν φυγάδες οἰκοῦσιν, ἔνθα βούλονται, διὰ τὸ κωλύεσθαι ἀπὸ τῆς πατρίδος ἤτοι ἄκοντες, οἱ δὲ εὐδαίμονες οἰκοῦσιν ἑκόντες, ἔνθα βούλονται. [b 30] οἷον εἴ τις αἰτιᾶται τὸ διότι ἀπέβη ὕστερον, καὶ ταῦτα ὄντος ἐκείνου τοῦ αἰτίου· [b 32] οἶον ὁ Δημάδης ἔλεγε τὴν τοῦ Δημοσθένους πολιτείαν αἰτίαν πάντων τῶν κακῶν· καὶ μήν, εἰ τοῦ Δημοσθένους ἤκουον καὶ ἀφώρων πρὸς τὴν πολιτείαν ἐκείνου, οὐδὲν ἂν κακὸν συνέβη τῇ πόλει, ἀλλὰ πᾶν εἴ τι [283] ἀγαθόν. [b 36] οὐ γὰρ ἀεὶ ἦν ἡ αἵρεσις αὕτη τῆς Ἑλένης, ἀλλὰ τὸ πρῶτον, ὅτε ἔμελλεν ἄνδρα λαβεῖν· καὶ γὰρ καὶ ὁ πατὴρ μέχρι τού του ἦν κύριος τῆς Ἑλένης. μέχρις οὗ ἄνδρα ἔλαβεν· ὥστε οὐχ ἁπλῶς ἀλλὰ ποτὲ ἐδόθη αὕτη ἡ αἵρεσις τῇ Ἑλένη. [284] οὐ γὰρ ἁπλῶς ἐστιν ὕβρις τὸ τύπτειν τοὺς ἐλευθέρους· εἰ γὰρ τυφθῶ παρὰ τοῦ ἐλευ θέρου καὶ ἀντιτύψω κἀγὼ τοῦτον, τοῦτο ὕβρις οὐκ ἔστιν· ἀλλὰ πή, ἤτοι ὅταν μηδὲν παθὼν κακὸν παρὰ τοῦ ἐλευθέρου ἄρξωμαι χειρῶν ἀδίκων ἤτοι τύψω τὸν ἐλεύθερον· τότε γάρ ἐστιν ὕβρις. τοιοῦτόν ἐστι καὶ παρὰ τῷ Θεολόγῳ. ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι μείζων τῷ αἰτίῳ ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν “τὸ δὲ αἴτιον φύσει” πρότασιν ἔπειτα τὸ “μεῖζον τῇ φύσει” συνάγουσιν, οὐκ οἶδα, πότερον ἑαυτοὺς παραλογίζονται ἢ τούς, πρὸς οὓς ὁ λόγος. ἀλλ’ οἶμαι παρὰ τὸ πῂ καὶ ἁπλῶς οὗτος ὁ παραλογισμός, ὡς τοῖς περὶ ταῦτα τεχνολόγοις σύνηθες. [a 4] ἐν μὲν τοῖς διαλεκτι κοῖς· χρώμεθα γὰρ καὶ ἐν ταῖς διαλέξεσι σοφίσμασιν, οἷον συνάγουσι συμπέρασμα, ὅτι τὸ μὴ ὂν ὄν ἐστι, καὶ συνάγουσι τοῦτο οὕτως “ὁ τραγέλαφος δοξαστόν ἐστιν, ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν ἄρα ὄν ἐστιν”· καταλιμπά νεται γὰρ τὸ δοξαστόν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι μὴ ὄν ἐστιν ἤτοι οὐκ ἔστιν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι ὡς δοξαστόν. καὶ πάλιν συνάγουσιν, ὅτι τὸ ἄγνωστον ἐπι στητόν ἐστιν· τὸ γοῦν ἄγνωστόν ἐστιν ἐπιστητὸν οὐχ ἁπλῶς ἀλλὰ πῄ· ἐπιστητὸν γάρ ἐστιν οὐχ ὡς γνωστὸν ἀλλ’ ὡς ἄγνωστον. [a 7] καὶ ἐν τοῖς ῥητορικοῖς ἐνθύμημα φαινόμενον γίνεται παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκὸς ἤτοι πῂ εἰκός· ἔστι δὲ τοῦτο τὸ πῂ εἰκὸς οὐ καθ’ ὅλου· ὥσπερ καὶ ὁ Ἀγάθων λέγει “εἰκὸς πολλὰ οὐκ εἰκότα ἐν βροτοῖσι γίνεσθαι”· γίνεται γάρ τι καὶ παρὰ τὸ εἰκὸς ἐν βροτοῖς. [a 13] εἰ δὲ τοῦτο, ἤτοι εἰ δὲ εἰκὸς τὸ μὴ εἰκὸς γίνεσθαι, λοιπὸν τὸ μὴ εἰκός ἐστιν εἰκός, πλὴν οὐχ ἁπλῶς ἔσται εἰκὸς ἀλλὰ πῂ εἰκὸς ἤτοι ὡς γινόμενον· καὶ εἰκὸς γὰρ γίνεσθαι τὸ μὴ εἰκὸς ἐν τοῖς βροτοῖς, οὐ μὴν τὸ μὴ εἰκός ἐστιν ἁπλῶς εἰκός. [a 15] καὶ ἐνταῦθα οὖν γίνεται ὁ παραλογισμὸς καὶ ἡ ἀπάτη παρὰ τὸ λαμβάνειν τὸ εἰκὸς οὐχὶ ἁπλῶς, ἀλλ’ ὡς πῂ εἰκὸς ἤτοι ὡς γίνεσθαι τὰ μὴ εἰκότα, ὥσπερ καὶ ἐν τοῖς σοφιστικοῖς μὴ προστεθὲν τὸ πῂ καὶ τὸ πρός τι ποιεῖ τὴν συκοφαν τίαν καὶ τὴν ἀπάτην· τὸ γὰρ εἰκὸς οὐχ ἁπλῶς μὴ εἰκὸς ἀλλὰ μετὰ τοῦ γίνεσθαι· οἷον εἰκὸς γίνεσθαι τὸ μὴ εἰκός. ὁ Τισίας μαθητὴς τοῦ Κόρακος, [285] ἐξ οὗ καὶ τὸ “ᾠὸν κακὸν κακοῦ Κόρακος”. [a 17] ἐκ τοῦ τόπου τούτου οὖν παρὰ τὸ πῂ καὶ ἁπλῶς καὶ ἡ τοῦ Κόρακος τέχνη ἐπιχειρεῖ· ἐάν τε γὰρ ἀσθενής τις ᾖ καὶ ἀνίσχυρος, οὐκ ἔστιν ἔνοχος τοιαύτῃ κατη γορίᾳ, ὅτι τὸν δεῖνα ἔτυψε· πῶς γὰρ ἀσθενὴς ὤν ἠδυνήθη τοῦτο ποιῆσαι; καὶ ἔστιν εἰπεῖν καὶ ἐπ’ αὐτοῦ κατηγορουμένου αἰκίας τὸ εἰκὸς οἷον “εἰκὸς μὴ αἰκίσαι”· κἂν εὐσθενής τις ᾖ καὶ ἰσχυρὸς καὶ διὰ τοῦτο ἔνοχος τῇ τοιαύτῃ κατηγορίᾳ, εἰ φεύγει καὶ οὗτος αἰκίας, ἔστι καὶ ἐπ’ αὐτοῦ χρή σασθαι τῷ εἰκότι οἷον “εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὡς αἰκίσας”· οὐ γὰρ εἰκὸς αἰκίσαι τὸν δεῖνα, ὅτι ἔμελλεν εἰκὸς δόξαι ὡς αἰκίσας. εἴτε γοῦν ἔνοχός ἐστι τῇ αἰτίᾳ ταύτῃ ἤτοι τῷ αἰκίσαι ὡς εὐσθενὴς εἴτε μὴ ἔνοχος ὡς ἀσθενής, ἀλλ’ οὖν ἐπ’ ἀμφοτέρων, καὶ τοῦ εὐσθενοῦς καὶ τοῦ μὴ εὐσθενοῦς, ἔστι χρήσασθαι τῷ εἰκότι· πλήν, εἰ καὶ ἐπ’ ἀμφοτέρων ἔστι χρήσασθαι τῷ εἰκότι, ἀλλ’ οὖν διαφέρει κατὰ τοῦτο, ὅτι τὸ μὲν ἤτοι ἐπὶ τοῦ ἀσθενοῦς τοῦ κατηγορουμένου αἰκίας χρώμεθα τῷ εἰκότι, οὐχ ἁπλῶς ἀλλὰ πῄ, οἷον “εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ δόξῃ ὡς αἰκίσας”. [a 23] καὶ τοῦτό ἐστι τὸ ποιεῖν τὸν ἥττω λόγον μείζω τὸ χρᾶσθαι [286] τῷ εἰκότι πῄ· εἰ γὰρ καὶ ὁ κατηγορῶν τοῦ εὐσθενοῦς αἰκίας τὴν μείζονα μοῖραν ἔχει, ὁ δὲ ἀπολογούμενος τὴν ἥττω, ἀλλ’ εἰ ὁ ἀπολογούμενος χρή σεται τῷ πῂ εἰκότι, μεῖζον ἰσχύσει καὶ πλέον λέγων εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὅθεν καὶ ὁ Πρωταγόρας ἐπηγγέλλετο ποιῆσαι τὸν ἥττονα λόγον μείζονα. [a 26] ἀλλὰ φαινόμενόν ἐστιν ἀληθὲς καὶ εἰκός, ὃ ὑπισχνεῖτο ὁ Πρωταγόρας· οὐδεμία γὰρ ἄλλη τέχνη ἀλλ’ ἢ ἡ ῥητορικὴ καὶ ἡ ἐριστικὴ δύναται πιθανολογεῖν καὶ τὸ ψεῦδος ποιεῖν ἀληθές.
[2.25] Τὸ μὲν ἀντισυλλογίσασθαι καὶ προκομίσαι ἕτερον συλλο γισμὸν ἀναιρετικὸν τοῦ συλλογισμοῦ τοῦ ῥηθέντος παρὰ τοῦ προσδιαλεγο μένου αὐτῷ δυνατόν· ἐνδέχεται γὰρ ἀπὸ τοῦ αὐτοῦ τόπου ἐπιχειρῆσαι τὸν ἐνιστάμενον, ἀφ’ οὗ καὶ ὁ προσδιαλεγόμενος ἐπεχείρησε· καὶ γὰρ ἀπὸ τοῦ ἴσου καὶ ἀμφότεροι θέλουσιν ἐπιχειρῆσαι ἢ ἀπὸ τοῦ μείζονος ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον ἡ ἀνδρία ἐστὶ καλὸν διὰ τὰ γέρα καὶ τὰ κλέα καὶ ἡ ἀνδρία ἐστὶ κακὸν διὰ τὰ τραύματα· εἰ γοῦν συλλογίσεται ἐκεῖνος, ὅτι ἀγαθὸν ἡ ἀνδρία, χρησάμενος τῇ τιμῇ, ὁ ἐνιστάμενος ἀντισυλλογίσεται, ὡς κακὸν ἡ ἀνδρία, λαβὼν τὰ τραύματα μέσον ὅρον. [a 4] μᾶλλον δὲ ἐναντία ἀλλήλοις εἰσὶ δοκοῦντα ἤτοι ἔνδοξα, οἷον τὸ δοξάζειν τὴν [287] ἀνδρίαν καὶ ἀγαθὸν καὶ κακὸν ἐναντία εἰσὶν ἀλλήλοις· εἰσὶ δὲ καὶ ἄμφω ἔνδοξα. ἀπ’ αὐτοῦ μὲν τοῦ πράγματος ἐνίσταταί τις, οἷον εἴ τις εἴπῃ, ὅτι σπουδαῖον ὁ ἔρως, διχῶς ἐνσταίη ὁ ἐνιστάμενος· [b 1] ἢ γὰρ καθ’ ὅλου, ὅτι οὐδεὶς ἔρως ἀγαθόν, διότι ὁ ἐρῶν ἐρᾷ ἐνδεὴς ὢν καὶ ἐλλειπό μενος ἐκείνου, οὗ ἐρᾷ, πᾶσα δὲ ἔνδεια πονηρόν, ἔνδεια δὲ καὶ ὁ ἔρως, καὶ λοιπὸν ἄρα φαῦλόν ἐστιν· ἢ μερικῶς ἐνσταίη· οὐ πάντες ⟨οἱ ἐρῶντές⟩ εἰσι σπουδαῖοι· εἰσὶ γὰρ καὶ τινὲς τῶν ἐρώντων πονηροὶ καὶ φαῦλοι. [b 6] ἀλλ’ οὐδὲ ὁ μοχθηρὸς πάντας τοὺς φίλους κακῶς ποιεῖ. [b 11] ἔνστασις· οὔκουν ὁ Πιττακὸς ᾢετο δεῖν συγγνωμονεῖν τοῖς μεθύουσι·καὶ γὰρ ὁ Πιττακὸς ἐνομοθέτησε μειζόνως κολάζεσθαι τὸν μεθύοντα, εἴ γε ἁμαρτήσει τὰ αὐτὰ τοῖς οὐ μεθύουσι, διότι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο τοῦ κακοῦ· εἰ μὴ γὰρ ἐμέθυσεν, οὐκ ἂν ἐποίησε τόδε τὸ κακόν. [b 14] τὰ μὲν ἐνθυμήματα τὰ συναχθέντα ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ὄντων ἢ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δοκούντων εἰσὶν ἐκ τῶν εἰκότων ἐνθυμήματα. ἐὰν δὲ γίνηται τὸ ἐνθύμημα δι’ ἐπαγωγῆς ἤτοι ἀπὸ τοῦ ἐπαγαγεῖν τὸ ὅμοιον, καὶ τοῦτο τὸ ἐπαγόμενον ὅμοιον ἢ ἂν ὅμοιον ὀφείλει εἶναι ἢ πολλὰ διὰ παραδείγματος· οἷον “οὐ δεῖ τῷ Πεισιστράτῳ δοῦναι φυλακήν”. [b 17] εἶτα μεταξὺ λέγει καὶ τὴν φύσιν τοῦ καθ’ ὅλου καί φησιν, ὅτι ἐπαγωγή ἐστιν, ὅταν τις λαβὼν τὸ καθ’ ὅλου συλλογίσηται καὶ ἀπο δείξῃ αὐτὸ ἐκ τῶν κατὰ μέρος. τὰ δὲ ἐνθυμήματα τὰ διὰ τοῦ ἀναγ καίου, εἰ καὶ τὸ ἀναγκαῖόν ἐστι καὶ ὄν, λέγονται τεκμήρια· οἷον ἀναγκαῖόν ἐστι τὴν γάλα ἔχουσαν τεκεῖν, ἔστι τοῦτο καὶ ὄν. τὰ δὲ ἐνθυμήματα, ἃγίνονται ἐκ τοῦ καθ’ ὅλου ἤτοι ἐκ τοῦ λαβεῖν πολλά (καὶ γὰρ καὶ τὸ καθ’ ὅλου πλῆθος σημαίνει) ἢ ἐκ τοῦ λαβεῖν ἐν μερικόν, ἐάν τε ὄν, ἤτοι εἴτε καταφατικὸν συναχθῇ, εἴτε μὴ ὄν, ἤτοι εἴτε ἀποφατικόν, σημεῖον λέγεται. [b 21] εἰκὸς δέ ἐστιν οὐ τὸ ἀεὶ οὕτως ἔχον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ. [a 17] ἐκ τοῦ Τισίου ἐλήφθη καὶ τὸ “κακοῦ Κόρακος κακὸν ᾠόν”. [b 24] πρὸς γὰρ τὸν λέγοντα “εἰκὸς τόδε γενέσθαι” οὐκ ἐνί σταται λέγων “οὐκ εἰκός” ἀλλ’ ὅτι “οὐκ ἀναγκαῖον”· ὃ δὲ οὐκ ἔστιν ἀναγκαῖον, τοῦτο οὐκ ἔστι μὴ εἰκὸς ἀλλ’ εἰκός· τὸ γὰρ οὐκ ἀναγκαῖον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ εἰκότος ἀλλὰ τὸ οὐκ εἰκός. [b 25] διὸ καὶ ὁ ἀπὸ λογούμενος μᾶλλον πλεονεκτεῖ ἤτοι εὐπορίαν ἔχει ἐπιχειρημάτων, καθ’ ὃ ὁ λέγων ὅτι “πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησε” καὶ δείκνυται, ὅτι οὐκ [288] ἀναγκαῖόν ἐστι πάντα τὸν λαβόντα φυλακὴν τυραννεῖν· οὐ μόνον δὲ ἐὰν δείξῃ ἐπὶ ἑνός, ὃ μὴ ἔχει οὕτως, ἀναιρεθήσεται τὸ “πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησεν”, [a 7] ἀλλ’ εἰ καὶ τὰ πλείω ἢ πλεονάκις, ἤτοι ἀλλ’ εἰ καὶ πολλοὺς δείξομεν λαβόντας μὲν φυλακὴν μὴ τυραννήσαντας δέ, ἢ καὶ πλεονάκις ἤτοι ἐπὶ πολλῶν χρόνων εἴδομεν τοῦτο οὕτως ἔχον, καὶ οὕτως ἀναιρεῖται ὁ τοῦ ἀντιδίκου λόγος ὁ λέγων “πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράν νησε.” [a 8] καὶ τὰ πλείω καὶ τὰ πολλάκις, ἤτοι εἰ δὲ πολλοὺς εἴδομεν οὕτως, ὡς ὁ ἀντίδικος, ἤτοι λαβόντας φυλακὴν καὶ τυραννήσαντας, ἢ ὅτι αἱ πλείους τῶν γυναικῶν τῶν τετοκυιῶν εἰσιν ὠχραὶ καὶ πλεονάκις εἴδομεν τοῦτο οὕτως ἔχον, λοιπὸν καὶ ἥδε ἡ γυνὴ ὠχρὰ οὖσα τέτοκε, μαχητέον πρὸς τὸν ἀντίδικον, ὅτι ἄλλο τὸ παρὸν ἤτοι “ἡ ἐνοῦσα ὠχρότης τῇδε τῇ γυναικί, ἣν λέγεις τετοκέναι, οὐκ ἔστιν ὁμοία τῇ ὠχρό τητι, ἣν ἔχουσιν αἱ τετοκυῖαι γυναῖκες.” ἢ ὅμοιαι μέν εἰσι, πλὴν ἔχουσι διαφοράν τινα μικράν. [a 10] οὐκ ἔστι δὲ δυνατὸν λῦσαι τὰ τεκμήρια ἀπὸ τοῦ δεικνύειν, ὅτι ἀσυλλόγιστά εἰσιν· ἀσυλλόγιστα γὰρ τεκμήρια οὔκ εἰσι· λείπεται δὲ μόνον δεῖξαι, ὅτι ὑπάρχει· οἷον εἰ δείξω, ὅτι ἐνταῦθα πῦρ ἦν, ὅπου καὶ τέφρα ἐστί, λείπεται δεῖξαι, ὅτι καὶ ἡ τέφρα ἐνταῦθα ἐγένετο· εἰκὸς γὰρ ἄνεμον ἀποκομίσαι αὐτὴν ἐνταῦθα ἀπὸ ἄλλου τόπου, καὶ εἰ τοῦτο δειχθῇ, ἔμεινε πάντῃ ἄλυτον. [a 13] εἰ δὲ καὶ φανερόν ἐστι τοῦτο, ὅτι ἡ τέφρα ἐνταῦθα ἦν καὶ ὅτι τεκμήριόν ἐστιν, ἐστὶν ἀπόδειξις φανερὰ καὶ ἄλυτον. [289] ὁ δὲ κριτής, ἐὰν λυθῇ τὸ εἰκὸς καὶ φέρῃ τις πρὸς αὐτὸ ἔνστασιν, οἴεται, ὅτι οὐδὲ εἰκός ἐστιν (ὥσπερ εἰ μὴ ἦν τὸ εἰκὸς λύσιμον καὶ ὡς ἐπὶ τὸ πολύ), καὶ ἢ λέγει, ὅτι τοῦτο οὐκ ἔστιν εἰκὸς ἢ ὅτι οὐκ αὐτῷ κριτέον, ἤτοι ἢ ὅτι οὐκ ἀνήκει ἐμοὶ τὸ περὶ τούτου κρῖναι· τοῦτο δὲ λέγει παραλογιζόμενος καὶ ἀπα τώμενος. [290] ἀλλὰ καὶ ἐκ τῶν εἰκότων ἤτοι τῶν ὡς ἐπὶ τὸ πολύ· τὸ γὰρ γνώμῃ τῇ ἀρίστῃ κρίνειν τοῦτό ἐστι τὸ μὴ ἀεὶ κρίνειν ἀπὸ τῶν κειμένων νόμων μηδὲ προσέχειν τοῖς νόμοις, ἀλλὰ τὰ ζητήματα λύεσθαι τῇ δοκιμασίᾳ καὶ κρίσει καὶ οἰκονομίᾳ τοῦ κρίνοντος.
[2.26] Τὸ δὲ αὔξειν τὸ προκείμενον ἔγκλημα ἢ μειοῦν οὐκ ἔστι στοιχεῖον καὶ τόπος ἐνθυμήματος. [291] στοιχεῖον δὲ λέγω καὶ τόπον, εἰς ὃ πολλὰ ἐνθυμήματα ἤτοι τὰ κατὰ μέρος ἀνάγονται. ἔστι δὲ εἴδη ἐνθυμήματος τὸ ἀπὸ τοῦ ἴσου, τὸ ἀπὸ τοῦ ἐναντίου καὶ τὰ λοιπά. [292] [a 20] τὸ δὲ αὔξειν καὶ μειοῦν ἐνθυμήματά εἰσι δεικνύοντα, ὅτι τόδε τὸ γεγονὸς ἢ μέγα ἐστὶν ἢ μικρόν, ὥσπερ δὴ καὶ τὸ ὅτι τόδε [293] ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ἃ ἐνθυμήματα καὶ στοιχεῖα ἐνθυμήματος οὔκ εἰσιν ἀλλὰ προβλήματα, περὶ ἃ καταγίνονται οἱ συλλο γισμοὶ καὶ τὰ ἐνθυμήματα· ὥστε, εἰ ἕκαστον τούτων, οἷον ὅτι δίκαιον ἢ ἀγαθὸν ἢ κακόν, τόπος καὶ στοιχεῖον ἐνθυμημάτων οὐκ ἔστι, λοιπὸν οὐδὲ τὸ αὔξειν καὶ μειοῦν τόποι ἐνθυμήματός εἰσιν. [a 25] οὐδὲ τὰ λυτικὰ ἐπιχειρήματα εἶδος καὶ τόπος ἐστὶν ἐνθυμήματος· δῆλον γὰρ ὅτι ἕκαστος ἐνιστάμενος λύει τὰ ἐνθυμήματα ἢ ἐν τῷ ἀνταποδεῖξαι καὶ ἀντισυλλογίσασθαι ἢ ἐν τῷ ἐπενεγκεῖν ἔνστασιν. [a 27] ὁ ἐνιστάμενος ἀντιδείκνυσιν ἀεὶ τὸ ἀντικείμενον· οἷον εἰ ὁ κατηγορῶν δείξει, ὅτι γέγονεν, ὁ ἐνιστάμενος δείξει, ὅτι οὐ γέγονεν, εἰ δὲ δείξει ἐκεῖνος, ὅτι οὐ γέγονεν, οὗτος δείκνυσιν, ὅτι [οὐ] γέγονεν. ὥστε κατὰ τοῦτο οὐ διαφέρει· τοῖς γὰρ αὐτοῖς τόποις ἀμφότεροι χρῶνται· καὶ γὰρ καὶ ὁ κατηγορῶν καὶ ὁ ἀπολογούμενος ἐκ τῶν αὐτῶν τόπων ἐπιχειροῦσιν ἤτοι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἴσου καὶ τῶν λοιπῶν· καὶ γὰρ ἀμφότεροι φέρουσιν ἐνθυμήματα πρὸς τὸ δεῖξαι, ὅτι τόδε ἢ ὅτι τόδε οὐκ ἔστιν. [a 31] ἡ δὲ ἔνστασίς ἐστι τὸ εἰπεῖν καὶ κομίσαι δόξαν τινὰ ἤτοι ἔνδοξόν τινα πρότασιν, ἐξ ἧς ἔσται δῆλον, ὅτι ὁ ἀντίδικος αὐτό, πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν, οὐ συλλελόγισται ἢ ὅτι ψευδῆ πρότασιν ἔλαβεν· ἡ γὰρ ἔνστασις οὐκ ἄλλο τί ἐστιν ἢ πρότασις ἐναντία τῇ προκο μισθείσῃ προτάσει παρὰ τοῦ ἀντιδικοῦντος.