Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 89

Livro 89

p. 96 a 20 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.

Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούς'· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδέίξεως καἰ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν.