Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 79

Livro 79

p. 95 a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ' ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.

Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ' ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴταια· τοῦτο δ' ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ' αὐτὸ ⟨αἴτιον⟩ εἶναι. δ' ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ' αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ' ἃς δύναται | τὸ πρῶτον τῶν μετ' [69] αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.