Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 65

Livro 65

p. 94a32 Τοῦ B οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ A τῷ Γ [56] ὑπάρχει καὶ τὰ ἑξῆς.

Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ A, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἧν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἧν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ᾿ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ᾿ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ᾿ ὃν δ᾿ ἄν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ᾿ ὅν ἄν τρότον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ᾿ ἡ τοιαύτη ὕλη, ⟨ἥ⟩ τις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.