Livro 60
p. 93b 35 Λόγος δ' εἷς ἐστι διχῶς, ὀ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλίας.
Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον [50] [567.1] εἶναι ἕνα δεῖ οὐ συνδέσμῳ ἀλλὰ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν μὴ κατὰ [51] συμβεβηκός. οὐ γὰρ εἷς λόγος ὁ ἓν ἔχων τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδ' ὁ συμβεβηκὸς οὐσίας κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν σημαίνει. διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο αν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται.