Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 58

Livro 58

p. 93 b19 Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν.

Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἧν εἷναι δι' ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδ' ὁ ὁρισμὸς δι' ἀποδείξεως γινώσκεται.

Ρ. 93 b21 Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ' οὐκ ἔστι καὶ τὰ ἑξῆς.

Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφ’ οὗ ἐστιν αἴτιον ἄλλο ἐφ' ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι [47] [566.1] ἔχειν· ἐπὶ μὲν γὰρ τινῶν τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι [48] καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπ' ἐνίων δ' ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται) τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἔστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθήσεσθαι, ἂν ἁπλῶς τὰ ὧν] ἐν οἷς εἰσιν οὐ δι' ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ' ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται· οἱ γὰρ μέσοι ὅροι, δι' ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν.