Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 56

Livro 56

p. 93b12 Ἂνδὲπάλιντούτουἄλλο μέσον ᾖ, ἐκτῶνπαραλοίπων [44] ἔσται λόγων.

[564.5] Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ' αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἐτέρου τῶν ἄκρων μηδὲ τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληγθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὐπολοίπων, ἅ καὶ αὐτὰ καθ' αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδει κνύναι τὴν πρότασιν. ὅταν μἐν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἀκρου, ἄμεσός ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἶόν τε μέσον ὅρον εὑρόντα τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γάρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δ' ᾖ μὲν ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δ' ὀρισμὸς ᾖ, ἐκ τῶν ὐπολοίπων καὶ παραλελειμμένων φησὶ δεῖν, ἅ καὶ αὐτὰ καθ' αὐτὰ ὐπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν μέσον [45] [565.1] ὅρον λαμβάνοντα δεικνύναι, μέχρις ἂν ὁρισμὸς γένηται τὸ μέσον τοῦ κατηγορουμένου· [46] τότε γὰρ ἄμεσος ἡ πρότασις καὶ ἀναπόδεικτος.