Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 54

Livro 54

p.93a35 Οταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν.

[43]

Τῷ ὅταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν ⟨ὂν⟩ τοῦ ἂν δι' οἰκείων καὶ αἰτίων μὴ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος'· ταῦτα γὰρ κυρίως μέσα. ἡ γὰρ διὰ τοιούτων μέσων, ἅ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἄμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἀκρων. εἰ δὲ μὴ διὰ μέσυ, τουτέστιν εἰ δὲ μὴ δι' αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν γὰρ] γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὐπάρχειν, μόνον τὸ ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν.