Livro 45
p. 92 b 35 ’Εx μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καἰ συλλογισμὸς φαίνεται ταὐτὸν ὄν καὶ τὰ ἐξπης.
Τὰ δεδειγμένα ἀνακεραλαιοῦται, ὄτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός († ὃ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἐκατέρου αὐτῶν λόγος) καὶ ὄτι μὴ τοῦ τοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, δ δὲ τοῦ ὄτι ἐστιν. ἂ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνμσθαι μήτε, οὖ ἐστιν ὁρισμός, τοῦτο καὶ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀ\ποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εῖναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι ἐκείνου ἐστὶν οὖ ἀποδίδοται δείδνυσι. διὸ [35] [561.1] οὔτε ὁρισμῷ ἔστι γνῶναι ὅτι τόδε τοῦδε ὀρισμός οὐδὲν γὰρ δείκνυσιν ὁ [36] ὁρισμός) οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡζ δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἔστι.