Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 36

Livro 36

p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι.

Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γὰρ τις δεῖξαι, ὅτι δι᾿ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ [27] [558.1] τούτου γε οὖ ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ λαβὼν γὰρ [28] τοῦ ἀγαθοῦ ὀρισμός ἐστι τὸ ἀδιαίρετον, οὅτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὅντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα.