Livro 147
p. 100 a16 Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον.
[602.5] Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται καὶ] ἐπὶ τῶν καθ' ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ' ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ' ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, ἀλλ' ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώποτ ἐννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ' ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ' ἕκαστα ἀνθρώπων κατηγορεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ' ὡς λευκοῦ· ὃ λευκὸν κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ' οὐχ ᾗ χιών.