Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 145

Livro 145

p. 100 a13 13 Η δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.

[601.20] Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως. ἐκ γὰρ τῶν αἰσθητῳν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειράᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ' ἕως ἐπ' ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς ⟨τοῦ⟩ καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ' ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.

[133] [602.1]