Livro 140
p. 99 b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.
Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ' ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ [599.10] ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ του κατηγορουμενου ακρου γινομενη.