Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 110

Livro 110

p. 97 b2 Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη.

[99]

Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι. τί τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν αὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ' εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλ' ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ ὀριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ' ἡμῖν μηδὲν κατ' εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.