Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 103

Livro 103

p. 97 a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.

Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν [585.5] τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων ⟨·εἰ γὰρ ἕτερα ἀλλήλων⟩, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.