APOPHTHEGMATIK.
Vgl. A 1 §§ 10. 13.
[28] Arist. metaph. Γ 5. 1009b 25 [nach 18 B 16] Ἀναξαγόρου δὲ καὶ ἀπόφθεγμα μνημονεύεται πρὸς τῶν ἑταίρων τινάς, ὅτι τοιαῦτ’ αὐτοῖς ἔσται τὰ ὄντα οἷα ἂν ὑπολάβωσιν.
[29] Clem. Str. II 130 [II 184, 6 St.] Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν.
[30] Arist. Eth. Nic. Z 7. 1141b 3 διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μέν, φρονίμους δ’ οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέρονθ’ ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτούς φασιν, ἄχρηστα δ’ ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. K 9. 1179a 13 ἔοικε δὲ καὶ Ἀ. οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν, εἴ τις ἄτοπος φανείη τοῖς πολλοῖς. Vgl. Eudem. Eth. A 4. 1215b 6. Ebend. 1216a 11 τὸν μὲν οὖν Ἀναξαγόραν φασὶν ἀποκρίνασθαι πρός τινα διαποροῦντα τοιαῦτ’ ἄττα καὶ διερωτῶντα, τίνος ἕνεκ’ ἄν τις ἕλοιτο γενέσθαι μᾶλλον ἢ μὴ γενέσθαι, ‘τοῦ’ φάναι ‘θεωρῆσαι τὸν οὐρανὸν καὶ τὴν περὶ τὸν ὅλον κόσμον τάξιν’. Vgl. 375, 18. Danach Eur. fr. 910 ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, ἧ τε συνέστη χὤπηι χὤπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέδημα προσίζει.
[31] Val. Max. VIII 7 ext. 6 quali porro studio Anaxagoram flagrasse credimus? qui cum e diutina peregrinatione patriam repetisset possessionesque desertas vidisset, ‘non essem, inquit, ego salvus, nisi istae perissent’. vocem petitae sapientiae compotem! nam si praediorum potius quam ingenii culturae vacasset, dominus rei familiaris intra penates mansisset, non tantus A. ad eos redisset.
[32] Plut. Pericl. 16 καὶ μέντοι γε τὸν Ἀναξαγόραν αὐτὸν λέγουσιν ἀσχολουμένου Περικλέους ἀμελούμενον κεῖσθαι συγκεκαλυμμένον ἤδη γηραιὸν ἀποκαρτεροῦντα· προσπεσόντος δὲ τῶι Περικλεῖ τοῦ πράγματος ἐκπλαγέντα θεῖν εὐθὺς ἐπὶ τὸν ἄνδρα καὶ δεῖσθαι πᾶσαν δέησιν ὀλοφυρόμενον οὐκ ἐκεῖνον, ἀλλ’ ἑαυτόν, εἰ τοιοῦτον ἀπολεῖ τῆς πολιτείας σύμβουλον. ἐκκαλυψάμενον οὖν τὸν Ἀναξαγόραν εἰπεῖν πρὸς αὐτόν· ‘ὦ Περίκλεις, καὶ οἱ τοῦ λύχνου χρείαν ἔχοντες ἔλαιον ἐπιχέουσιν’.
[33] Gal. de plac. Hipp. et Plat. IV 7 p. 392 f. Müller [aus Poseidonios; vgl. 11 A 1 (S. 43, 5)] διὸ καὶ ‘προενδημεῖν’ φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ ‘προενδημεῖν’ ῥῆμα τῶι Ποσειδωνίωι τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρὰ ἑαυτῶι τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῶι τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν ‘ἤιδειν θνητὸν γεννήσας’ καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα [fr. 964]·
ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδ’ ἀεὶ συμφορὰς ἐβαλλόμην
φυγάς τ’ ἐμαυτῶι προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
ἵν’, εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.
Vgl. Alkestis [438 aufgeführt] 903 Chor: ἐμοί τις ἦν ἐν γένει ὧι κόρος ἀξιόθρηνος ὤλετ’ ἐν δόμοισιν μονόπαις· ἀλλ’ ἔμπας ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν, πολιὰς ἐπὶ χαίτας ἤδη προπετὴς ὢν βιότου τε πόρσω.
[34] Stob. flor. IV 52b, 39 H. Ἀ. δύο ἔλεγε διδασκαλίας εἶναι θανάτου, τόν τε πρὸ τοῦ γενέσθαι χρόνον καὶ τὸν ὕπνον.
[34a] Cic. Tusc. I 43, 104 praeclare A. qui cum Lampsaci moreretur, quaerentibus amicis velletne Clazomenas in patriam, si quid accidisset, auferri: ‘nihil necesse est’ inquit; ‘undique enim ad inferos tantundem viae est’. Vgl. S. 376, 14.