Pular para o conteúdo

Εἰς τοὺς ἀναγκαίους συλλογισμούς

Amônio · Parte 241

[60][241r] Πλὴν ὁτὲ μὲν ἐξ αὐτῶν. καίτοι πάντες ἀτελεῖς εἰσιν οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην. ἐξ αὐτῶν οὖν οὐχ ὡς τέλειοι ἀλλ’ ὡς δεόμενοι τῆς κατὰ τὸ ποιὸν μεταβάσεως· εἰ μὲν ἡ ἐλάττων καταφατική, δι’ ἀδυνάτου, εἰ δὲ ἀποφατική, πρότερον δι’ ἀντιστροφῆς (πέφυκε γὰρ τὸ ἐνδεχόμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν), εἶτα δι’ ἀδυνάτου, ἐπειδὴ καὶ ὁ καταφατικὸς συλλογισμός, ᾧ χρώμεθα.

[61] Ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ’ ἐν μέρει. οἱ ἔχοντες τὴν μείζονα καθόλου ἐνδεχομένην τὴν δ’ ἐλάττονα μερικὴν ὑπάρχουσαν καταφατικὴν τέλειοί εἰσιν· διὰ γὰρ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυνται· καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγουσι.

[62] Ἐὰν δὲ καθόλου μέν. οἱ ἔχοντες τὴν μείζονα καθόλου ὑπάρχουσαν τὴν δ’ ἐλάττονα μερικὴν ἐνδεχομένην ἀτελεῖς εἰσιν· εἰ μὲν γὰρ ἡ ἐλάττων καταφατικὴ ᾖ, δι’ ἀδυνάτου δείκνυνται· εἰ δὲ ἀποφατική, πρῶτον δέονται τῆς ἀντιστροφῆς, εἶτα δι’ ἀδυνάτου· τὸ γὰρ οἱ δὲ δι’ ἀντιστροφῆς ἴσον τῷ “οἱ δὲ καὶ δι’ ἀντιστροφῆς” καὶ ὡς ἐπὶ τοῦ καθόλου. καὶ εἰ ἡ μείζων ὑπάρχουσα ἀποφατικὴ ᾖ, τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται καὶ νῦν, 〈εἰ〉 δὲ ὑπάρχουσα καταφατική, τὸ κυρίως ἐνδεχόμενον.

[63] Ἔσται δὲ συλλογισμὸς δι’ ἀντιστροφῆς. εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη μερικὴ ἀποφατικὴ ᾖ, ἔσται συλλογισμός· δύναται γὰρ μεταβάλλειν εἰς κατάφασιν· εἰ δὲ ὑπάρχουσα μερικὴ ἀποφατικὴ ᾖ, οὐκ ἔστι συλλογισμός· τὸ γὰρ οὐ παντὶ ἀληθεύει καὶ ἐπὶ τοῦ οὐδενί· τῆς δ’ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης δέδεικται ὅτι οὐ γίνεται συλλογισμός.

[64] Ὅροι τοῦ μέν. ληπτέον καὶ νῦν βέλτιον τοὺς ὅρους· λευκὸν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ ἐξ ἀνάγκης οὐ παντὶ ζῴῳ· καὶ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ κινήσει ἢ πίττῃ. εἰσὶν οὖν οἱ ὑγιεῖς ὅροι τοῦ παντὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, βαδίζον, τοῦ μηδενὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, ἑστός.

[65] Εἴτε ἐνδέχεσθαι λαμβάνουσαι

[241v] εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ. μόνον τὸ τρίτον οἰκεῖον τοῖς παροῦσι λόγοις, ἀλλ’ ὡς φιλοκαθόλου καὶ τὰ πρῶτα δύο παρελάβομεν.

[66] Φανερὸν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός τί οὖν, κἂν ἡ ἐλάττων ὑπάρχουσα ἀποφατικὴ ᾖ; ἢ τῆς ἐλάττονος καταφατικῆς οὔσης, τῆς δὲ μείζονος καταφατικῆς 〈ἢ ἀποφατικῆς〉 οὔσης, τῆς δὲ μείζονος καθόλου, ἀεὶ γίνεται συλλογισμός, ὡς ἂν ἔχῃ τὸ ὑπάρχον καὶ ἐνδεχόμενον ἐν τῇ τάξει.

ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.

[67] Ἐὰν δ’ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡ δ’ ἐνδέχεσθαι. Ὀκτὼ γινομένων συζυγιῶν ἐξ ἀμφοτέρων καθόλου δύο μέν εἰσιν ἀσυλλόγιστοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχουσαι· ἀνίατον γὰρ τὸ ἁμάρτημα· ἐξ δὲ αἱ λοιπαὶ συλλογιστικαί. καὶ τούτων δύο μὲν τέλειοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν καταφατικὴν ἔχουσαι· τέσσαρες δὲ ἀτελεῖς, αἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχουσαι. καὶ τούτων δύο μὲν δι’ ἀδυνάτου δείκνυνται, αἱ τὴν ἐλάττονα ἐδεχομένην καταφατικὴν ἔχουσαι· δύο δὲ πρὸ τῆς εἰς ἀδύνατον δείξεως ἀντιστροφῆς δέονται, αἱ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχουσαι. καὶ τῶν συλλογιστικῶν δύο τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι, τουτέστιν τὸ ὑπάρχον, οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικὴν καὶ μείζονα πάντως· τέσσαρες δὲ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν· ἢ γὰρ ἐξ ὁμοιοσχημόνων ἢ ἐξ ἀνομοιοσχημόνων, καὶ τούτων ἑκάτερον διχῶς παρὰ τὴν τάξιν τῶν τρόπων. καὶ ἁπλῶς ὅσα ἐποίει τὸ ὑπάρχον ἐν τῇ μίξει ἐνδεχομένου καὶ ὑπάρχοντος, τοσαῦτα ποιεῖ καὶ τὸ ἀναγκαῖον ἐν τῇ μίξει ἐνδεχομένου καὶ ἀναγκαίου. καὶ οἱ αὐτοί εἰσιν τρόποι κατὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου καὶ ἐπὶ τῶν ἐκ τῆς ἑτέρας καθόλου τέλειοί τε καὶ ἀτελεῖς καὶ τὸ κυρίως ἐνδεχόμενον ἢ τὸ ἐξ ἡμισείας συνάγοντες· διάφορον δὲ μόνον, ὅτι νῦν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον ἐστίν. οἱ τὴν