[237r] ἀναγκαῖον. καὶ τί λέγω τὴν τοιαύτην συζυγίαν μηδὲν συνάγειν ἐνδεχόμενον; καθόλου γὰρ οὐδὲν συνάγει, οὐ τὸ ἐνδεχόμενον, οὐ τὸ ὑπάρχον, οὐ τὸ ἀναγκαῖον, ἐπειδὴ συνάγει τὸ μὲν ἐξ ἀνάγκης παντὶ οὕτως· λευκόν, περιπατοῦν, κύκνος· τὸ δὲ ἐξ ἀνάγκης οὐδενὶ λευκόν, περιπατοῦν, κόραξ· καὶ ἢ μὲν τὸ ἐξ ἀνάγκης παντὶ συνάγει, οὐδεμία ἀπόφασις συνάγεται, οὐκ ἐνδεχομένη, οὐκ ἀναγκαία, οὐχ ὑπάρχουσα· ᾖ δὲ τὸ ἐξ ἀνάγκης οὐδενί, οὐδεμία τῶν αὐτῶν καταφάσεων. ἐπεὶ οὖν, εἰ συνῆγεν, ἢ κατάφασιν συνῆγεν ἢ ἀπόφασιν, καὶ καθ’ ἑκάτερον τούτων ἢ ἐνδεχομένως ἢ ὑπαρχόντως ἢ ἀναγκαίως, δέδεικται δὲ μηδὲν τούτων συνάγουσα, ἀσυλλόγιστος ἄρα ἐστίν. ζητητέον δὲ μὴ ὅσον ἐπὶ τοῖς ἐκτεθεῖσιν ὄροις οὐ γίνεται συλλογισμὸς οὐδεὶς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν πρώτῳ σχήματι. εἰ δ’ αἱ ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ παραδεκτέαι εἰσὶν ὡς μὴ φυλάττουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, δῆλον ὡς οὐδὲ τὰς περὶ τοῦ πρώτου σχήματος ἐννοίας μετακινήσουσι Θεόφραστος καὶ Εὔδημος καὶ οἱ ἀπὸ Πλάτωνος· διὰ γὰρ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ ἀτελεῖς ἦσαν ἐν πρώτῳ σχήματι καὶ συλλογιστικοὶ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες καὶ ὀκτὼ τὸν ἀριθμόν.
[40] Ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός, οὐ τοῦ ἐνδεχομένου, ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί.
[41] Τῇ δὲ θέσει ὁμοίως ἔχωσιν, ἵνα πάλιν ἡ μὲν μείζων καθόλου, ἡ δὲ ἐλάττων μερικὴ ᾖ. ὅτι τῶν ὀκτὼ τρόπων παρῆκε τὸν ἔχοντα τὴν μείζονα καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα μερικὴν ἀποφατικήν.
[42] Τούτῳ γὰρ οὔτε παντί. πᾶν γὰρ ἐνδεχόμενον, καθόλου, μερικόν, καταφατικόν, ἀποφατικόν, ἀναιρεῖται διὰ τοῦ ἐξ ἀνάγκης μηδενί.
[43] Ἔτι δὲ καὶ ἐκ τῶν ὄρων φανερόν. δεύτερον ἐπιχείρημα τοῦ πρώτου καθολικώτερον τοῦ ἀσυλλογίστους εἶναι τοὺς ἔχοντας τὴν μείζονα μερικήν.
[44] Φανερὸν δ’ ὅτι ἐν πρώτῳ σχήματι αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων αἱ ἐξ ἀμφοτέρων καθόλου πᾶσαι συλλογιστικαί εἰσιν.
[45] Δεῖ δὲ τὸ ἐνδέχεσθαι. οὐ ῥητέον τὸ λευκὸν ἐνδέχεσθαι παντὶ ζῴῳ, ἐπειδὴ τὸ λευκὸν τινὶ
[237v] ζῴῳ ἐξ ἀνάγκης ὑπάρχει, οἷον κύκνῳ, καὶ τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον κόρακι. εἰ μὴ μόνον αἱ ἀποφάσεις ταῖς καταφάσεσιν ἀντιστρέφουσι κατὰ τὴν ἐνδεχομένην ἀντιστοφὴν ἀλλὰ καὶ ἀνάπαλιν, οὐδὲν μᾶλλον αἱ ἀσυλλόγιστοι συλλογιστικαί εἰσιν ἢ ἔμπαλιν. ἢ ἀπόφασιν εἰς κατάφασιν χρὴ μεταβαλεῖν, ἐπειδὴ πᾶσαι ἔργῳ καταφάσεις εἰσὶν τοῦ τρόπου μείναντος ἀκεραίου
ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ ἘΝ Α ΣΧΗΜΑΤΙ.
[46] Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται. Μίξεως γινομένης ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι δόγματα τοῦ Ἀριστοτέλους ταῦτα· τελείους εἶναι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, ἀτελεῖς δὲ τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην· οὗτοι γάρ, εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη ἀπόφασις ᾖ, ἐνδεχομένης ἀντιστροφῆς δέονται· εἰ δὲ καταφατική, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται. δεύτερον δόγμα· εἰ μὲν ἡ μείζων ἐνδεχομένη ᾖ ἢ ὑπάρχουσα καταφατική, ἐνδεχόμενον συνάγεται τὸ ὁρισμοῦ ἠξιωμένον· εἰ δὲ ἡ μείζων τύχῃ ὑπάρχουσα ἀποφατική, οὐκέτι τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἀναγκαῖον. τί δ’ ἐστὶν τοῦτο, ἔκεισε μαθησόμεθα. ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἢ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον, ἵνα διὰ τοῦτο μὴ ἐπιγράψωμεν τὴν αἰτίαν τοῦ ἀδυνάτου τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος (δυνατὴ γὰρ αὕτη· τὸ δὲ συναχθὲν ἀδύνατον· δυνατῷ δ’ ἀδύνατον οὐκ ἀκολουθεῖ), ἀλλὰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου. καὶ πρὸς πᾶσαν δ’ εἰς ἀδύνατον ἀπαγωγὴν συμβάλλεται τὸ λῆμμα τοῦτο