[235r] ὅτι οὐ δι’ ἀντιστροφῆς τὸ παντὶ τῷ τινὶ ἰσοδυναμεῖ ἢ τὸ οὐδενὶ τῷ οὐ παντί· τὸ γὰρ ποιὸν ἔμεινεν. ὅτι αἱ νῦν ἀποφάσεις φωνῇ μόνον εἰσὶν ἀποφάσεις· ὁ γὰρ τρόπος ἀκέραιος ἔμεινεν.
[24] Οἷον τὸ ἐνδέχεται ὑπάρχειν. ὅτι ἡ ἀπροσδιόριστος κατάφασις τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντιστρέφει, καὶ τὸ παντὶ τῷ οὐδενὶ καὶ οὐ παντί, καὶ τὸ οὐδενὶ τῷ παντὶ καὶ τινί, τὸ δὲ τινὶ μόνῳ τῷ οὐ παντί.
[25] Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ τὸ παντὶ ἀντιστρέφει τῷ οὐδενὶ καὶ οὐ παντί, οὕτως καὶ τὸ οὐδενὶ καὶ παντὶ καὶ τινί. ὅτι δείκνυσιν τὰς καθόλου ἀντιστρεφούσας ἀλλήλαις καὶ τὰς μερικὰς ἀλλήλαις οὐ διὰ τοῦ ὅρου τοῦ ἐνδεχομένου· οὗτος γὰρ τὸ ἐνδεχόμενον ὑπάρχον ποιεῖ. ἀλλὰ τῷ τὸ ἐνδεχόμενον εἶναι ἐνδέχεσθαι καὶ μὴ εἶναι, ὡς τὸ εἶναι μὲν ἐπὶ τῶν ἀπροσδιορίστων καὶ ἄνευ τρόπου προτάσεων κατάφασιν ποιεῖ, οὕτως καὶ τὸ ἐνδεχόμενον. τοῦτο δὲ τὸ κῶλον καὶ ἐν τοῖς τρισὶ σχήμασιν εἴρηται.
[26] Πάλιν λέγωμεν· ᾐνίξατο γὰρ ἤδη τὰ σημαινόμενα τοῦ ἐνδεχομένου. ἢ πάλαι μὲν εἶπε τὰ σημαινόμενα τοῦ ἁπλῶς ἐνδεχομένου, νῦν δὲ τοῦ κυρίως. τὸ δὲ πάλιν, διότι τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἀντιδιῃρημένων καὶ ἐν τοῖς τρισὶ σχήμασιν ἐμνημόνευσεν.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ σχεδὸν ἀναγκαῖόν ἐστιν καὶ διαλεῖπον ἀναγκαῖον τὸ δὲ ἐπ’ ἔλαττον σχεδὸν ἀδύνατον καὶ διαλεῖπον ἀδύνατον· διὰ γὰρ τὸ ἐπ’ ἔλαττον οὐκ ἀναγκαῖον τὸ ὡς ἐπὶ τὸ πολύ· διὰ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐκ ἀδύνατον τὸ ἐπ’ ἔλαττον.
[27] Διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον. δύο αἴτια τοῦ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον μὴ ἐκβαίνειν, ἢ τὸ ὑποκείμενον μὴ ὄν ἢ τὸ κατηγορούμενον μὴ ὄν· πέφυκε γὰρ ἄνθρωπος ὡς ἐπὶ τὸ πολὺ ἐν γήρᾳ πολιοῦσθαι καὶ ἀκμάζειν καὶ παρακμάζειν· ἀλλὰ καὶ μειράκιον ὄν ἀπόλλυται, ἢ καὶ εἰς γῆρας ἐλθὼν οὐ πολιοῦται διά τινα ἰδιότητα κατὰ γένος.
[28] Ἤ ἐξ ἀνάγκης. πῶς ἐξ ἀνάγκης; ἢ ἐπὶ τῇ προσεχεστάτῃ ὕλῃ ἐξ ἀνάγκης τὸ εἶδος ἐπιγίνεται.
[29] Ἄλλον δὲ τὸ ἀόριστον. πρόσθες ἐν ὑπάρξει· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν ἀνυπαρξίᾳ ἀόριστόν ἐστιν.
[235v] ὅτι δὲ τὸ ἀόριστον κατὰ τοῦ ἐπ’ ἴσης καὶ τοῦ ἐπ’ ἔλαττον φέρει, δηλοῖ τὰ παραδείγματα· τὸ μὲν γὰρ βαδίζειν τοῦ ἐπ’ ἴσης ἐστίν, ὁ δὲ σεισμὸς τοῦ ἐπ’ ἔλαττον.
[30] Ὁ καὶ οὕτω καὶ μὴ οὕτω δυνατόν. τοῦτο ἁρμόζει καὶ τῷ ἐπ’ ἔλαττον, ἀλλὰ καὶ τῷ ὡς ἐπὶ τὸ πολύ.
[31] Οὐδὲν γὰρ μᾶλλον οὕτως πέφυκεν ἢ ἐναντίως. τοῦτο διὰ τὸ μᾶλλον μόνῳ τῷ ἐπ’ ἴσης ἁρμόζει.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ πεφυκὸς καλεῖ διὰ τὸ περὶ αὐτὸ καταγίνεσθαι τὴν φύσιν καὶ τὴν αὐτὴν μιμουμένην τέχνην.
[32] Ἀντιστρέφει μὲν οὖν. αἱ ἐνδεχόμεναι, φησίν, ἀντιστροφαὶ ἐπὶ τῶν δύο ἐνδεχομένων προβαίνουσιν· καθόλου γὰρ τὸ ἐνδεχόμενον καὶ εἶναι δύναται καὶ μὴ εἶναι. τὸ δὲ διάφορον, ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἡ κατάφασις ἀληθεύει, ἐπὶ δὲ τοῦ ἀορίστου ἢ ἐξ ἴσου ἢ μᾶλλον ἡ ἀπόφασις. πλήν, φησίν, αἱ σκέψεις τὸ ὡς ἐπὶ τὸ πολὺ ζητοῦσιν. ἔδει οὖν διὰ τοῦτο, Ἀριστότελες, μὴ παραλαβεῖν τὰς ἐνδεχομένας ἀντιστροφάς. τὸ πεφυκὸς εἶναι δύναται καὶ μὴ εἶναι διὰ μόνον τὸ μὴ ἐξ ἀνάγκης εἶναι· πολλὴν γὰρ ἔχει πρόσκλισιν πρὸς τὸ εἶναι· τὸ δὲ ἐπ’ ἴσης ὡς κέντρον ὃν ὑπάρξεως καὶ ἀνυπαρξίας· ἴσον γὰρ ἑκατέρας ἀπέχει. τὸ δ’ ἐπ’ ἔλαττον παρῆκεν διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον· οὐδὲν γὰρ μᾶλλον τὸ μέσον τῷ μείζονι ὑπόκειται ἢ οὐχ ὑπόκειται, καὶ οὐδὲν μᾶλλον τοῦ ἐλάττονος κατηγορεῖται ἢ οὐ κατηγορεῖται· καὶ ἐπ’ ἔλαττον αἰ τέχναι τυγχάνουσι τοῦ τέλους, μᾶλλον ἀτεχνίαι εἰσὶν ἢ τέχναι.
[33] Οὐ μὴν εἴωθέ γε ζητεῖσθαι. δικαίως ἄρα οἱ Πλατωνικοὶ οὐ προσίενται τὰς ἐνδεχομένας ἀντιστροφάς· ζητοῦμεν γὰρ αὐτὰς διὰ τοὺς συλλογισμούς· οἱ δὲ συλλογισμοὶ ὑπὸ τεχνῶν ἢ ἐπιστημῶν προβάλλονται.
[34] Ταῦτα μὲν οὖν. ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς σαφέστερον διελεῖ τὸ ἐνδεχόμενον εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον, καὶ διακρινεῖ τὰ περὶ αὐτὰ καταγινόμενα, ὅτι ὅπου μὲν φύσις καὶ τέχνη, ὅπου δὲ προαίρεσις, ὅπου δὲ τύχη καὶ αὐτόματον.
[35] Καὶ τίς. κατὰ τὸν τρόπον τοῦ συμπεράσματος.
[36] Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι