Livro 8
Εἰ μιᾷ αἰσθήσει κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἔχον τῶν ἰδίων τι ταύτῃ τῇ αἰσθήσει αἰσθητῶν συμβεβηκὸς ἑαυτῷ (διὰ γὰρ τῆς τοῦ αἰσθητοῦ ἀντιλήψεως γίνεται καὶ ἡ τοῦ κατὰ συμβεβηκός· οὕτω γὰρ ἡ ὄψις γλυκέος ὅτι τῷ ὠχρῶ συμβέβηκεν εἶναι γλυκεῖ τε καὶ μέλιτι), εἴ τις λέγοι τι πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς εἶναι αἰσθητόν, οὗτος λέγοι ἄν, τοῦτο, ὅ φησι πάσαις κατὰ συμβεβηκὸς ταῖς αἰσθήσεσιν αἰσθητὸν εἶναι, ἔχειν τινὰ συμβεβηκότα τοιαῦτα, ὧν τὸ μὲν τῇ ἁφῇ καθ᾿ αὑτό ἐστιν αἰσθητόν,- τὸ δὲ τῇ γεύσει, τὸ δὲ τῇ ὀσφρήσει, τὸ δὲ τῇ ἀκοῇ, τὸ δὲ τῇ [91] [94.1] ὄψει, ὥστ᾿ εἴη ἂν τὸ πᾶσι κατὰ συμβεβηκὸς αἰσθητὸν τῷ πάσαις καθ᾿ αὑτὸ εἶναί τι αἰσθητὸν ἐν αὐτῷ τούτῳ πάσαις [αὐτὸ εἶναι] κατὰ συμβεβηκὸς αἰσθητόν, ἑκάστης αὐτῆς διὰ τοῦ οἰκείου αὐτῇ αἰσθητοῦ αἰσθανομένης αὐτοῦ. οὐ γὰρ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν οὐδ᾿ ὅλως ἐστὶν αἰσθητόν, ὡς ἂν δόξαι ἁπλῶς ἀκούσαντι. τὸ γὰρ μηδεμιᾷ αἰσθητὸν αἰσθήσει ἀναί|σθητον· οὐ ταὐτὸν δὲ τὸ πάσαις ἀναίσθητον τῷ πάσαις κατὰ συμβεβηκὸς […] αἰσθητὸν τοιοῦτον εἶναι τὸ ὑποκείμενον τοῖς πάσαις ταῖς αἰσθήσεσιν αἰσθητοῖς. τῷ γὰρ τὰ συμβεβηκότα τούτῳ αἰσθητὰ εἶναι πάσαις, αὐτὸ δὲ μή, τούτῳ γίνεται πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν.