Pular para o conteúdo

Ἀπορίαι καὶ λύσεις

Alexandre de Afrodísias · Livro 4

Livro 4

Εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὖ τὸ ἀντικείμενον [μὴ] ἐφ’ ἡμῖν, τὸ οὖ τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀνἐν [49] [51.1] τικείμενον οὐκ ἐφ᾿ ἡμῖν, τῷ γὰρ ἐφ᾿ ἡμῖν τὸ οὐκ ἐφ᾿ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ᾿ ἡμῖν. εἰ δὲ τὸ ἐφ᾿ ἡμῖν μὴ ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. καθ᾿ ὃ ἐφ᾿ ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ᾿ ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. ⟨ἢ⟩ ψεῦδος τὸ εἰ μὴ [τὸ] ἐφ᾿ ἡμῖν τὸ εἶναι ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι ἐν τῇ φύσει ἡμῶν καὶ τῇ οὐσίᾳ ἂν οὐκ ἐφ᾿ ἡμῖν ἐστι, ὥσπερ οὐδὲ τὸ λογικοῖς εἶναι, τὰ μέντοι πράγματα οἷς χρώμεθα κατὰ τὸ ἐφ᾿ ἡμῖν, ταῦτα ἐφ᾿ ἡμῖν. ούτων γὰρ καὶ τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι οὐκ ἐφ᾿ ἡμῖν, τὸ δὲ περιπατῆσαι ἐφ᾿ ἡμῖν, ὅτι καὶ τὸ μὴ περιπατῆσαι. καὶ γὰρ ἴδιον τὸ ἀντικείμενον τοῦ ἐφ᾿ ἡμῖν οὐκ ἐφ᾿ ἡμῖν διὰ τούτου, τὸ δὲ ἐφ᾿ ἡμῖν δῆλον. ὡς οὖν τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν, ταῦτα καὶ αὐτὰ ἐφ᾿ ἡμῖν, ὅτι μὴ ἐφ᾿ ἡμῖν ἐν τοῖς πρακτοῖς. οὐ πρακτὸν δὲ τὸ εἶναί τι [τὸ] ἐφ᾿ ἡμῖν ἐν τοῖς βουλευτοῖς καὶ τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν. οὐκ ὄντος δὲ ἐν τούτοις τοῦ εἶναί τι ἐφ᾿ ἡμῖν εἰκότως ἡ μὲν δύναμις, καθ᾿ ἥν ἐστιν ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν, πρὸς ⟨ἃ⟩ [51.5] δὲ χρώμεθα τῇ τοῦ ἐφ᾿ ἡμῖν τι εἶναι δυνάμει, ἐφ᾿ ἡμῖν ταῦτα, ὥσπερ καὶ ἡ μὲν χρῆσις τοῦ λόγου ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν δὲ ἡ δύναμις τῆς χρήσεως.