Pular para o conteúdo

Ἀπορίαι καὶ λύσεις

Alexandre de Afrodísias · Livro 26

Livro 26

[41.20] Εἰ μὲν λέγοι τις ἐν τῇ ὕλῃ γίνεσθαι τὸ εἶδος καθ᾿ αὑτό, ἔσται ἐν τῇ οὐσίᾳ τῆς ὕλης τὸ εἶδος καθ᾿ αὑτό, εἰ τὸ καθ᾿ αὑτὸ ὑπάρχον τινὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. ἀλλ᾿ εἰ τοῦτο, συμφθείροιτ᾿ ἂν ἡ ὕλη τῷ εἴδει φθειρομένῳ. ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶ τῆς ὕλης τὸ εἶδος. οὐ γὰρ σἷόν τε | ὕλην εἶναι ἄνευ τοῦ οἰκείου εἴδους, ἀλλὰ φθαρέντος τοῦ εἴδους ἢ χωρισθέντος οὐκέθ᾿ οἷόν τε ἐκείνην τὴν ὕλην εἶναι, ἧς ἦν εἶδος ἐκεῖνο, ἀλλὰ ἁμα ἐστίν, ὥστ᾿ εἰς τὸ εἶναι ὕλῃ συμβάλλεται αὐτῇ ἡ παρουσία τοῦ εἴδους. καθ᾿ αὑτὸ [41] [42.1] οὖν ὑπάρχει τὸ εἶδος τῇ ὕλῃ ὡς ἐν τῇ οὐσίᾳ αὐτῆς ὄν, ὥσπερ καὶ τῳ Κῴῳ ὁ ἄνθρωπος καὶ παντὶ τῷ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντι καθ᾿ αὑτὸ ὑπάρχοντι αὐτῷ. ἔτι τε τοὐκ ἔσται ἐν τῇ αὑτῆς φύσει ἔχουσα τὸ τῶν εἰδῶν δεκτικόν, ἀλλ᾿ αὐτὰ τὰ εἴδη. ἔτι ἤτοι ἑκάστη ὕλη ἅμα τὰ εἴδη πάντα [42.5] ἕξει, ὃ ἀδύνατον (ἔστι γὰρ καὶ ἐναντίωσις ἐν τοῖς ἐνύλοις εἴδεσιν, ὡς ἐπὶ τῶν στοιχείων ὁρῶμεν, ἐξ οὗ δῆλον ὅτι μὴ πάντα ἐν τῇ αὐτῇ· ἔτι ⟨εἰ⟩ εἶχε πάντα ἡ αὐτή, οὐκ ἂν ἦν ἡ κατὰ γένεσιν μεταβολή), εἰ δ᾿ ἄλλη ἄλλο, ἄφθαρτον ἂν ἕκαστον ἦν τῶν ἐνύλων. εἰ δ᾿ ἦν φθαρτόν, καὶ ἡ ὕλη ἂν συνεφθείρετο, ἐδείχθη δ᾿ ἀίδιος οὖσα. ἀλλ᾿ οὐδ᾿ ὡς τὰ συμβεβηκότα τῇ ὕλῃ τὰ εἴδη ἐστὶν ἐν αὐτῇ. ἔσται γὰρ ἐν ὑποκειμένῳ αὐτῇ, καὶ ἤτοι οὐσία ὄντα συμβεβηκότα ἔσται, ὃ ἄτοπον, ἢ εἰ συμβεβηκότα εἴη καὶ τῆς φύσεως τῶν συμβεβηκότων, ἔσται ἡ οὐσία συναμφότερος ἐξ ὕλης καὶ συμβεβηκότος, οὕτω δ᾿ οὐκ ἔσται ἁπλῶς ἡ συναμφότερος οὐσία οὐσία, ἀλλ᾿ ὥσπερ τῶν κατὰ τέχνην γινομένων ἕκαστον. ἔτι εἰ μὲν ἦν ἡ ὕλη χωρὶς εἴδους εἶναι δυναμένη, ἐδύνατ᾿ ἂν ἐν ὑποκειμένῳ εἶναι αὐτῇ τὸ εἶδος, εἰ δὲ | σὺν εἴδει ἡ ὑπόστασις αὐτῇ, καὶ ἔστιν οὕτως ἐν ὑποκειμένῳ αὐτῇ γινόμενον τὸ εἶδος, ὡς οὔσῃ μετ᾿ εἴδους καὶ ἐν ὑποστάσει καὶ ἤδη σώματι, ἤτοι ἐν ἐκείνῳ ἔσται τῷ σώματι τῷ ἔχοντι τὸ εἶδος, ἐξ οὗ τῇ ὕλῃ ⟨ἡ⟩ εἰς τοῦτο μεταβολή (ὃ ἀδύνατον· πῶς γὰρ οἷόν τε ἐν τῷ φθειρομένῳ τῇ εἰς τοῦτο μεταβολῇ λέγειν εἶναι τοῦτο, ⟨ὅ⟩ οὐχ οἷόν τε ἐκείνου σωζομένου γίνεσθαι ἐν αὐτῇ;) ἢ ἐν τῇ τοῦτο ἐχούσῃ τὸ εἶδος εἰς ὃ μεταβέβληκεν. ἀλλ᾿ οὐδ᾿ ἐν τούτῳ οἷόν τε, εἴ γε τοῦτο μὲν τὸ σῶμα ἐκ τῆς ὕλης καὶ τούτου τοῦ εἴδους τὸ εἶναι ἔχει, οὐδὲν δὲ αὐτὸ αὑτῷ συμβέβηκεν. καὶ ἦν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρος ὃν ἐν ᾧ ἐστιν, τὸ δ᾿ εἶδος τοῦτο μέρος ἐστὶ τοῦ ὑποκειμένου. μήποτ᾿ οὖν οὕτως συμβεβηκὸς ἐν τῇ ὕλῃ τὸ εἶδος, καὶ ἐν ὑποκειμένῳ καθ᾿ αὑτὸ οὕτως, ὡς λέγεται καθ᾿ αὑτὰ ὑπάρχειν τινὶ τὰ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντα, ἀλλ᾿ ἐπεὶ ἦν καὶ ἄλλος τρόπος τοῦ καθ᾿ αὑτό, οὗ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μνημονεύουσιν, οὗτος δ᾿ ἐστὶν καθ᾿ ὃν ἐλέγετο καθ᾿ αὑτὸ ὑπάρχειν τινί, οὗ ἐν τῷ ὁρισμῷ τὸ ᾧ ὑπάρχει παραλαμβάνεται, καθ᾿ ὃν τρόπον τοῦ καθ᾿ αὑτὸ ὁ περιττὸς ἀριθμὸς καὶ ἄρτιος ὑπάρχουσιν τῷ ἀριθμῷ (ἑκάτερον γὰρ αὐτῶν ὁριζόμενοι τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ χρώμεθα αὐτῶν [42] [43.1] λέγοντες τὸν | μὲν περιττὸν ἀριθμὸν εἰς ἄνισα διαιρούμενον, τὸν δ᾿ ἄρτιον ἀριθμὸν εἰς ἴσα διαιρούμενον)· δοκεῖ γὰρ καὶ ἐν τῷ τοῦ ἐνύλου εἴδους λόγῳ ⟨ἡ⟩ ὕλη παραλαμβάνεσθαι, ἐν ᾗ ἐστι. παντὶ μὲν γὰρ ἐνύλῳ κατὰ τὸ εἶδος ὁ λόγος (κατὰ γὰρ τοῦτ᾿ αὐτῷ τὸ τί ἦν εἶναι), οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης ἀναγκαῖον μνημονεύειν αὐτόν· καὶ γὰρ σαρκὸς καὶ ὀστοῦ, ἀλλὰ καὶ χειρὸς καὶ προσώπου οἱ λόγοι τοιοῦτοι. καὶ τὴν ψυχὴν δὲ ὁριζόμενοι εἶδος οὖσαν ἔνυλον ἐν τῷ ὁρισμῷ αὐτῆς καὶ τὸ οὗ ἐστι παραλαμβάνομεν. τοῦτο γὰρ σημαίνεται ὑπὸ σώματος φυσικοῦ ὀργανικοῦ. καὶ ὡς ἐπὶ τῶν ἀριθμῶν οὐ πᾶς μὲν ἀριθμὸς περιττός, οὐδὲ πᾶς ἀριθμὸς ἄρτιος, πᾶς μέντοι ἄρτιος [43.10] ἀριθμός, καὶ πᾶς περιττὸς ὁμοίως ἀριθμὸς καὶ οὗτος, οὕτως καὶ ἐπὶ τοῦ εἴδους καὶ τῆς ὕλης οὐ πᾶσα μὲν ὕλη μετὰ τοῦδέ τινος τοῦ εἴδους, πᾶν δὲ ἔνυλον εἶδος ἐν ὕλῃ, καὶ ὡς ἐπ᾿ ἐκείνων ὁ μὲν ἀριθμὸς οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὸ ἄρτιον ἢ περιττὸν μεταβολῇ, τὸ δ᾿ ἄρτιον καὶ περιττὸν ἐν αὐτῷ παρὰ μέρος φθείρεται τῇ εἰς τὰ εἴδη μεταβολῇ, [τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται.] οὕτω καὶ ἡ ὕλη οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὰ εἴδη μεταβολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται ἐν τῇ τῆς ὕλης εἰς αὐτὰ μεταβολῆ.

[43]

Livro TOC

[44.1] α. Ὅτι ἕπεται τοῖς καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συντιθεῖσι τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖσθαι.

[44.5] β. Ἐξήγησις λέξεως ἐν τῷ ά περὶ ψυχῆς | τέλους εἰρημένης εἰς ἀναίρεσιν τοῦ τὴν ψυχὴν αὐτοκίνητον εἶναι.

γ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι.

δ. Ὅτι εἰ τοῦ ἐφ᾿ ἡμῖν τὸ ἀντικείμενον μὴ ἐφ᾿ ἡμῖν, οὐδὲ [τὸ] αὐτὸ [44.10] ἐφ᾿ ἡμῖν, οὐδὲ τὸ ἐφ᾿ ἡμῖν ἐφ᾿ ἡμῖν ἐστι.

ε. Περὶ τοῦ ὅτι καὶ τὸ ἐφ᾿ ἡμῖν καθ᾿ εἱμαρμένην.

Ϛ. Πῶς καὶ ἀκίνητον εἴη ἂν τὸ πρῶτον κινοῦν, εἴ γε ὥς φησιν ἕκαστόν ἐστιν ὧν ἐστιν ἔργον ἕνεκα τοῦ ἔργου, θεοῦ δ᾿ ἐνέργεια ἀθανασία, τοῦτο δ᾿ ἔστι, ζωὴ ἀίδιος, ὥστ᾿ ἀνάγκη τῷ θεῷ κίνησιν ἀίδιον ὑπάρχειν.

[44.15] ζ. Τίς ἔσται ἡ ὕλη, εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι.

η. Πῶς οὐκ αὐτὸ δι᾿ αὑτοῦ ὡρίσατο τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν [44.20] σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.

θ. Πῶς οὐ πρός τι ἡ ψυχή, εἰ ἐντελέχεια σώματος τοιούτου.

ι. Ὅτι μὴ αὐτοκίνητος ἡ ψυχή.

ια. Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως ὡς μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτῷ μεταβάλλει, εἴγε μὴ ταὐτὸν ἢ τε στέρησις [44.25] καὶ τὸ ἐναντίον.

[44] [45.1]

ιβ. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα χωρεῖν διὰ σώματος.

ιγ. Πρὸς τοὺς ἐκ τῶν τριγώνων τὰ σχήματα καὶ τὰ εἴδη τῶν σωμάτων συγκεῖσθαι λέγοντας, οὐ τὰ σώματα.

[45.5] ιδ. Εἰ τὰ κοινὰ νοήματα οὐ σῶμα, οὐδ᾿ ἂν τὸ κοινὸν σῶμα, σῶμα εἴη ὥστ᾿ οὐδ᾿ ὁρισμὸς αὐτοῦ σώματος ὁρισμὸς ἔσται.

[45.10] ιε. Πῶς λέγομεν τὴν αὐτὴν δύναμιν ἅμα τῶν ἐναντίων εἶναι.

ιϚ. Πῶς οὐχ ὁμοίως ταῖς στοχαστικαῖς τέχναις καὶ ἄλλαι τέχναι τέλος ἕξουσι τὸ πάντα τὸ παῤ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν.

ιϚ. Ὅτι οὔκ, εἰ ἔστιν τοῦ ὡς ὑπεκκαύματος πυρὸς ὃ καὶ στοιχεῖόν ἐστιν [ὃ καὶ] θερμότερόν τι ἄλλο πῦρ, διὰ ταύτην τὴν αἰτίαν μίξει τοῦ ἐναντίου τοιοῦτον ἐκεῖνο εἶναι.

ιη. Περὶ τοῦ τὴν φύσιν ἀρχὴν κινήσεως εἶναι.

[45.15] ιθ. Ὅτι εἰ ὁ κόσμος ἀίδιος, τὸ δὲ κόσμῳ εἶναι αὐτῷ ἡ τάξις ἐστίν, εἴη ἂν ἐν τῇ οἰκείᾳ οὐσίᾳ αὐτοῦ καὶ τοῦτο.

κ. Πῶς τὸ μεταβάλλον εἴς τι καθ᾿ ἣν ἔχει δύνα|μιν τηρεῖ τὴν δύναμιν καὶ μετὰ τὸ μεταβάλλειν εἰς ὃ μετέβαλλεν.

κα. Ὅτι μὴ κατὰ συμβεβηκὸς ἡ πρόνοια κατὰ Ἀριστοτέλη.

[45.20] κβ. Ἐξήγησις λέξεως ἐκ τοῦ δευτέρου Περὶ γενέσεως καὶ φθορᾶς ἄλλως ἔχουσα παρὰ τὴν ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι.

κγ. Περὶ τῆς ἡρακλείας λίθου.

κδ. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς μετ᾿ ὀλίγον τῆς ἀρχῆς.

κε. Ἄλλης λέξεως ἐκ τοῦ αὐτοῦ ἐξήγησις.

[45.25] κϚ. ⟨Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.⟩

⟨κζ. Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.⟩

κη. Ὅτι μὴ ἡ ὕλη γένος.