Pular para o conteúdo

Ἠθικὰ προβλήματα

Alexandre de Afrodísias · Ἠθικὰ προβλήματα

Ἠθικὰ προβλήματα

Livro TOC

[117.1] α. Ἀπορίαι πρὸς τοὺς τὸ ζῆν ⟨οὐκ⟩ ἀγαθὸν εἶναι λέγοντας.

[117.5] β. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

γ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς καὶ κακίας ἐστίτις ἕξις μεταξύ.

δ. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ δὲ πενίαν εἶναι ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.

[117.10] ε. Ἀπορία ὅτι ἡ κοινὴ ἡδονὴ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακὸν οὖτ’ ἀδιάφορον.

ς. Ὅτι τῇ ἡδονῇ ἡ λύπη ἐστὶν ἐναντίον, ἀλλ’ οὐ πόνος.

[117.15] ζ. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθὸν ἔσται τῇ ἑαυτῆς φύσει.

η. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.

Θ Ὅτι μὴ πάντες οἱ μαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράττουσιν, ἁμαρτάνουσιν.

ι. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.

ια. Ὅτι μὴ πολλαχῶς τὸ ἀκούσιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν.

[117.25] ιβ. Λέξεώς τινος ἐξήγησις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλους.

γ. Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἐφ’ ἢ γίνεται.

ιδ. Πῶς σωθήσεται τὸ εἶναί μεταξὺ ἡδονῆς καὶ λύπης.

ιε. θτι ἡ ἀφροσύνη τούτων ἔσται ἄγνοια, ὧν ἐστιν ἡ φρόνησις ἐπιστήμη· ἔστι δὲ ἡ φρόνησις ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων.

[1] [118.1]

ις. Πῶς εἰ ἡ λύπη κακὸν πᾶσα, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.

[118.10] ιζ. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη, πότερον τῶν τιμίων ἢ τῶν ἐπαινετῶν ἢ τῶν ὠφελίμων.

ιη. ἰὰ τί φορτικωτάτους εἶπεν εἶναι τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους [118.15] ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλης.

ιθ. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

κ. Ὅτι μὴ χρὴ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτεῖν.

κα. Περὶ αἰδοῦς.

κβ. Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.

κγ. Πῶς εἰ ἡδονή ἐστιν κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή.

κδ. Πῶς αἱ ἀρεταὶ δι’ αὐτὰς αἱρεταί.

κε. ὐπιδρομὴ πόθεν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύστασις.

κϚ. Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ.

κζς Aιὰ τί αἱ ἠθικαὶ ἀρεταὶ μεσότητες.

κη. llερὶ τοῦ πότερον ἡ ἀρετὴ γένος ἢ ὅλον.

κθ. θτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν, ὃ δείκνυται διὰ λέξεως ἐκ τοῦ τρίτου τῶν Νικομαχείων Ἠθικῶν Ἀριστοτέλους.

[118.20] λ. Πῶς οὐκ ἔσται δικαιοσύνη μὲν ἐξ ἀδικίας, ἀδικία δὲ ἐκ δικαιοσύνης εἰ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται.

Livro 1

Εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν v οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν. ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας. πᾶσα γὰρ τοιαύτη δύναμις ἀγαθόν τε καὶ αἱρετὸν τῷ σκοπὸν ἔχειν τὸ βέλτιον ὧν δύναται· τὸ γὰρ χεῖρον ἐν τοῖς δυνάμει τι οὖσιν γίνεται καὶ κατὰ ἀποτυχίαν τινά. ὅσα τε γὰρ κατὰ τέχνην τῶν τοιούτων γίνεται, τοῦ βελτίονος χάριν τῶν δυναμένων ἐν αὐτῷ γενέσθαι γίνεται, ὅσα τε κατὰ φύσιν, ὁμοίως. τὸ γὰρ πλεῖν ὑπὸ τῆς κυβερνητικῆς τῆς εὐπλοίας χάριν ἐρέθῃ, καὶ τὸ πρίειν ὑπὸ τῆς τεκτονικῆς [2] [119.1] τοῦ πρίειν καλῶς, διὸ καὶ αἱρετὸν τῇ μὲν τὸ πλεῖν τῇ δὲ τὸ πρίειν, ὅτι χωρὶς τούτων οὐχ οἷόν τε ταύταις τοῦ προκειμένου τέλους τυχεῖν. οὐ γὰρ ἀπὸ τῶν δι’ ἀποτυχίαν τινὸς γινομένων ἔν τινι ἡ κρίσις τῶν ὑποκει- μένων, ἀλλὰ ἀπὸ τῶν ὧν χάριν ἔστιν τε καὶ γίνεται προηγουμένως. ὡς δ’ ἑαὶ τῶν κατὰ τὰς τέχνας γινομένων ἔχει, οὕτω καὶ ἐπὶ τῶν κατὰ φύσιν. καὶ γὰρ ἐπ’ ἐκείνων σκοπὸς τῇ φύσει τὸ βέλτιον, τῶν δυναμένων ἄμφω, καὶ τούτου χάριν ἡ φύσις δίδωσιν αὐτό. ὅσα γὰρ μὴ οἷόν τε εὐθὺς ὑπὸ τῆς φύσεως γινόμενα τὴν οἰκείαν ἔχειν τελειότητα, τούτοις ἡ φύσις δίδωσι δύναμιν τοῦ τελείοις γενέσθαι, ἀδύνατον δέ τι δύναμιν ἔχειν τινὸς μὴ καὶ τὸ ἀντικείμενον αὐτῷ δυνάμενον· ταύτῃ γὰρ δύναμις ἐνεργείας διαφέρει. διό εἰσιν μὲν αἱ δυνάμεις προηγουμένως τῶν βελτιόνων, ἕπεται δ’ αὐταῖς ἐξ ἀνάγκης τὸ καὶ τῶν ἀντικειμένων εἶναι τούτοις. εἰ δὴ ἡ κρίσις ἑκάστου ἀπὸ τῶν προηγουμένων καὶ ὧν ἐστιν (οὐ γὰρ τοῦ μὴ περιπατεῖν χάριν ἡ δύναμις ἡ περιπατητική, εἰ καὶ γίνεταί ποτε ἐν τῷ τοῦτο δυναμένῳ καὶ ἡ στέρησις αὐτοῦ, καὶ εἰ μὲν αἱρετὸν εἴη τὸ περιπατεῖν, αἱρετὸν τῇ ἑαυτοῦ φύσει καὶ τὸ δύνασθαι περιπατεῖν, εἰ καὶ τὸ δύνασθαι καὶ μὴ περιπατεῖν ἔχει· εἰ δὲ ἐκεῖνο μὴ αἱρετόν, οὐδὲ τὸ δύνασθαι) καὶ τὸ ζῆν δὴ ἔχον δύναμιν ἐν αὐτῷ τοῦ τε εὖ ζῆν καὶ τοῦ κακῶς δεδομένον παρὰ τῆς φύσεως ἡμῖν τοῦ εὖ ζῆν χάριν (οὐ γὰρ ἦν οἷόν τε εὐθὺς γενομένους ἔχειν τὸ εὖ ζῆν· οὐδὲν γὰρ ἐν ἀτελεῖ τέλειον, πᾶν δὲ ἀτελὲς εὐθὺς τῷ γενέσθαι), εἴη ἂν αἱρετὸν τοῦ ἀρίστου χάριν τῶν ἐν ἡμῖν γενέσθαι δυναμένων [δεδομένον]. ἄριστον μὲν γὰρ ακαὶ τέλος τὸ εὖ ζῆν, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς τοῦ ζῆν γενέσθαι. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο οἰκειῶσθαι καὶ τῆς ἑαυτῶν σωτηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν [ἡμᾶς] ὡς πρὸς τὸ ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν; ὅτι γὰρ ὡς πρὸς τὸ ἀγαθὸν τὸ ζῆν ψκειώμεθα, δῆλον καὶ ἐκ τοῦ περί τε τὸ παῖδας ποιήσασθαι πολλὴν σπουδὴν εἰσφέρεσθαι ὡς ἐσομένους τρόπον τινὰ δι’ ἐκείνων, ἀλλὰ καὶ διὰ τοῦ πάντα ἃ φοβούμεθα φοβεῖσθαι μειζόνως, διότι ὑποπτεύεται καὶ θανάτου αἴτια ἔσεσθαι. ὅτι δ’ ἀπὸ τῆς πρὸς τὰ βελτίω δυνάμεως ἡ κρίσις τῶν μεταξύ, δῆλόν ἐστιν καὶ ἐκ τοῦ τὸν ἄνθρωπον ὁμολογεῖσθαι τῶν ἄλλων ζῷων ἄμεινον ζῷον εἶναι, τοῦτο δέ, διότι τῶν ἄλλων οὐδὲν ἀρετῆς δεκτικόν. τῷ, οὗ ἐστιν ἀμείνονος δεκτικόν, τοῦτο τῶν ἐν τοῖς ἄλλοις ζῴοις γινομένων αἱρετῶν ἄμεινον εἶναι, τούτῳ βελτίων ὁ ἄνθρωπος, ἐπεί, εἴ γε καὶ ἀπὸ τῶν χειρόνων ἡ κρίσις ἐγίνετο τῶν μεταξύ, οὐδὲν ἐκώλυεν τὸν ἄνθρωπον ἢ κάκιστον τῶν ζῴων λέγειν, τοῦ κακίστου τῶν ὄντων τῆς κακίας ὄντα δεκτικόν, ἢ μηδενὸς τῶν ἄλλων ζῴων εἶναι αὐτὸν βελτίονα, ἐπεὶ ἐν πᾶσι [3] [120.1] τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς ἕπεσθαι δεῖ τῇ τοῦ σπουδαίου κρίσει αἱρετόν.