Pular para o conteúdo

Περὶ πυρετῶν

Alexandre de Afrodísias · Capítulo 9

Capítulo 9

[9.1] Ἰστέον δέ, ὅτι, ὥσπερ ἔμφυτον, οὕτω καὶ ἐπείσακτον θερμὸν λέγομεν, οὐ μὴν δέ, ὥσπερ ἐπείσακτον, οὕτω καὶ ἔμφυτον ψυχρὸν λέγομεν· οὗ πάντως αἴτιον τὸ μὴ ἁπλῶς τε καὶ καθ᾽ αὑτὸ τὸ ψυχρὸν τὸ τῆς φύσεως ἔργον εἰσδύεσθαι, καθάπερ καὶ τὸ θερμόν· ἀλλότριον γὰρ καὶ φθαρτικὸν τῆς τῶν ἐμψύχων, καὶ μάλιστα τῆς τῶν ζῴων φύσεως τὸ ψυχρόν, καὶ ἀκινησίας μᾶλλον ἢ κινήσεως αἴτιον. Εἰ γάρ που καὶ γίνεται τῇ φύσει γε συμπαρομαρτοῦν, οὐ καθ᾽ αὑτό γε μήν, ἀλλὰ κατὰ