Pular para o conteúdo

Περὶ πυρετῶν

Alexandre de Afrodísias · Capítulo 5

Capítulo 5

[5.1] Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφ᾽ ᾗ πυρετὸς γένοιτο.

[5.2] Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἰναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ᾽ ἐκείνην μόνην, ἤ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας