Capítulo 19
[19.1] Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ῥᾷστα μὲν πάντων ἀνάπτεταί τε τὸ πνεῦμα καὶ τάχιστα διαλύεται, ἧττον δὲ οἱ χυμοί, ἔτι δὲ ἧττον τὰ μόρια. Ταῦτά τοι καὶ ἀπὸ τυχούσης σχεδὸν αἰτίας φαύλης καὶ ἀμυδρᾶς ὁ ἐφήμερος γίνοιτ᾽ ἄν, καὶ ἀπογίνεται δὲ ῥᾳδίως, τοῦ ἀναφθέντος ῥᾷστα διαφορηθέντος πνεύματος.
[19.2] Οἱ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις οὐκ ἀπὸ φαύλης τινὸς αἰτίας γίνονται πυρετοί· στερεωτέρα γὰρ ἡ τῶν χυμῶν φύσις καὶ ἀντιπράττουσα μᾶλλον, ἤπερ τὰ πνεύματα, καὶ ἄλλος ἄλλου στερεωτέραν μᾶλλον καὶ ἀντιπράττουσαν ἔχει φύσιν, ὡς ἐν τοῖς ἑξῆς εὖ ἄγαν εἰσόμεθα, δυσκόλως τε ἀπογίνονται τοῖς αὐτοῖς πάλιν λόγοις, καὶ μᾶλλον ὅσοιπερ ἐπὶ στερεώτερον χυμοῦ ἀναπτονται.
[19.3] Οἵ γε μὴν ἑκτικοὶ καὶ δυσκολώτατα γίνονται καὶ δυσκολώτατα ἀπογίνονται οὐ γὰρ ῥᾳδίως ἀνάπτεται τὰ μόρια, στερεωτέρας τυχόντα φύσεως, οὔτ᾽ αὖ πάλιν θερμανθέντα, ῥᾳδίως ἀποβάλλει τὴν θερμασίαν· τὸ γὰρ στερεὸν δυστύπωτόν τε ἅμα καὶ τῆς ἐντυτωθείσης αὐτῷ καὶ μορφῆς καὶ ποιότητος ἄγαν φυλακτικόν, εἰ μή που πρὸς τὴν ἐναντίαν μᾶλλον ῥέπει ποιότητα. Ταῦτ᾽ ἄρα καὶ ἑκτικοὶ κέκληνται πυρετοί, ὡς ἕξεις ὄντες καὶ