---
id: euripides-helena-grc-murray-1913
type: primary_text
title: Ἑλένη
subtitle: Helena
author: Eurípides
editor: Gilbert Murray
base_edition: 'Euripidis Fabulae, vol. 3, ed. Gilbert Murray (Oxford: Clarendon Press, 1913)'
year_original: 412 a.C.
publication_year: 1913
language: grc
tags:
- greek-tragedy
- ancient-theatre
- century-5-bce
status: draft
project: pedra_angular
related:
- euripides-helena-pt-torrano-2017
scope: A tragédia inteira, verso a verso, com o número de verso de Murray (**5**) e a âncora ^v-5; os versos que o editor intercala ou transpõe levam o número dele (94a, 123b)
urn_work: urn:cts:greekLit:tlg0006.tlg014
urn: urn:cts:greekLit:tlg0006.tlg014.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0006/tlg014
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0006/tlg014/tlg0006.tlg014.perseus-grc2.xml
source_commit: e37eed2e8
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil tragedia), 2026-11-03; preparado por Διαφορεύς, Claude Opus 5.5.
---

# Ἑλένη

### τὰ τοῦ δράματος πρόσωπα

- Ἑλένη
- Τεῦκρος
- Χορός
- Μενελέως
- Γραῦς
- Ἄγγελος
- Θεονόη
- Θεοκλύμενος
- Ἕτερος Ἄγγελος
- Διόσκοροι

*Ἑλένη*

**1** Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ^v-1

**2** ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον ^v-2

**3** λευκῆς τακείσης χιόνος ὑγραίνει γύας. ^v-3

**4** Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν, ^v-4

**5** Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ, ^v-5

**6** ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ, ^v-6

**7** Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ. ^v-7

**8** τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, ^v-8

**9** Θεοκλύμενον ἄρσενʼ [ὅτι δὴ θεοὺς σέβων] ^v-9

**10** [βίον διήνεγκʼ] εὐγενῆ τε παρθένον ^v-10

**11** Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος· ^v-11

**12** ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, ^v-12

**13** καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ ^v-13

**14** τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο, ^v-14

**15** προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. ^v-15

**16** ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος ^v-16

**17** Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ ^v-17

**18** λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν ^v-18

**19** Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών, ^v-19

**20** ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ ^v-20

**21** δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος· ^v-21

**22** Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ ^v-22

**23** λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι ^v-23

**24** Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα, ^v-24

**25** Ἥρα Κύπρις τε διογενής τε παρθένος, ^v-25

**26** μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν. ^v-26

**27** τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, ^v-27

**28** Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ, ^v-28

**29** νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις ^v-29

**30** Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος. ^v-30

**31** Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς, ^v-31

**32** ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη, ^v-32

**33** δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ ^v-33

**34** εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο, ^v-34

**35** Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν — ^v-35

**36** κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς ^v-36

**37** βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς· ^v-37

**38** πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ ^v-38

**39** καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν ^v-39

**40** πλήθους τε κουφίσειε μητέρα χθόνα ^v-40

**41** γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος. ^v-41

**42** Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, ^v-42

**43** τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός. ^v-43

**44** λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος ^v-44

**45** νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου ^v-45

**46** Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο, ^v-46

**47** πάντων προκρίνας σωφρονέστατον βροτῶν, ^v-47

**48** ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος. ^v-48

**49** κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις ^v-49

**50** στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς ^v-50

**51** θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα. ^v-51

**52** ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις ^v-52

**53** ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ ^v-53

**54** κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν ^v-54

**55** πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν. ^v-55

**56** τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος ^v-56

**57** Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον ^v-57

**58** Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον ^v-58

**59** οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί. ^v-59

**60** ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν ^v-60

**61** Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς ^v-61

**62** σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος ^v-62

**63** θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν ^v-63

**64** τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε ^v-64

**65** ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, ^v-65

**66** ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω, ^v-66

**67** μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ. ^v-67

*Τεῦκρος*

**68** τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος; ^v-68

**69** πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι, ^v-69

**70** βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι. ^v-70

**71** ἔα· ^v-71

**72** ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ ^v-72

**73** γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν ^v-73

**74** πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις ^v-74

**75** Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ ^v-75

**76** γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ ^v-76

**77** ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης. ^v-77

*Ἑλένη*

**78** τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης ^v-78

**79** καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς; ^v-79

*Τεῦκρος*

**80** ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν· ^v-80

**81** μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην. ^v-81

**82** σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι. ^v-82

*Ἑλένη*

**83** τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον; ^v-83

*Τεῦκρος*

**84** εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων. ^v-84

*Ἑλένη*

**85** οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον. ^v-85

**86** ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή; ^v-86

*Τεῦκρος*

**87** ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ ^v-87

**88** Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με. ^v-88

*Ἑλένη*

**89** τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας; ^v-89

*Τεῦκρος*

**90** φυγὰς πατρῴας ἐξελήλαμαι χθονός. ^v-90

*Ἑλένη*

**91** τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας; ^v-91

*Τεῦκρος*

**92** Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον; ^v-92

*Ἑλένη*

**93** ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει. ^v-93

*Τεῦκρος*

**94** Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών. ^v-94

*Ἑλένη*

**95** πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς; ^v-95

*Τεῦκρος*

**96** οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος. ^v-96

*Ἑλένη*

**97** μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν; ^v-97

*Τεῦκρος*

**98** τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον; ^v-98

*Ἑλένη*

**99** ναί· ^v-99

**99a** μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. ^v-99a

*Τεῦκρος*

**100** θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις. ^v-100

*Ἑλένη*

**101** καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν; ^v-101

*Τεῦκρος*

**102** ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου. ^v-102

*Ἑλένη*

**103** σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς; ^v-103

*Τεῦκρος*

**104** ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ. ^v-104

*Ἑλένη*

**105** ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν; ^v-105

*Τεῦκρος*

**106** καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην. ^v-106

*Ἑλένη*

**107** ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί; ^v-107

*Τεῦκρος*

**108** ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές. ^v-108

*Ἑλένη*

**109** ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες. ^v-109

*Τεῦκρος*

**110** καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά. ^v-110

*Ἑλένη*

**111** πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις; ^v-111

*Τεῦκρος*

**112** ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους. ^v-112

*Ἑλένη*

**113** χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον; ^v-113

*Τεῦκρος*

**114** πολλὰς σελήνας, δέκα διελθούσας ἔτη. ^v-114

*Ἑλένη*

**115** ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε; ^v-115

*Τεῦκρος*

**116** Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης. ^v-116

*Ἑλένη*

**117** εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις; ^v-117

*Τεῦκρος*

**118** ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ. ^v-118

*Ἑλένη*

**119** σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν. ^v-119

*Τεῦκρος*

**120** ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. ^v-120

*Ἑλένη*

**121** οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ; ^v-121

*Τεῦκρος*

**122** αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ. ^v-122

*Ἑλένη*

**123** ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως; ^v-123

*Τεῦκρος*

**124** οὔκουν ἐν Ἄργει ⟨γʼ⟩ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς. ^v-124

*Ἑλένη*

**125** αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις. ^v-125

*Τεῦκρος*

**126** ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται. ^v-126

*Ἑλένη*

**127** οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν; ^v-127

*Τεῦκρος*

**128** ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν. ^v-128

*Ἑλένη*

**129** ποίοισιν ἐν νώτοισι ποντίας ἁλός; ^v-129

*Τεῦκρος*

**130** μέσον περῶσι πέλαγος Αἰγαίου πόρου. ^v-130

*Ἑλένη*

**131** κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον; ^v-131

*Τεῦκρος*

**132** οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα. ^v-132

*Ἑλένη*

**133** ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη; ^v-133

*Τεῦκρος*

**134** Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή. ^v-134

*Ἑλένη*

**135** οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος; ^v-135

*Τεῦκρος*

**136** φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην. ^v-136

*Ἑλένη*

**137** οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι; ^v-137

*Τεῦκρος*

**138** τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω. ^v-138

*Ἑλένη*

**139** πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν. ^v-139

*Τεῦκρος*

**140** ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ. ^v-140

*Ἑλένη*

**141** καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί; ^v-141

*Τεῦκρος*

**142** σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον. ^v-142

**143** ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν. ^v-143

**144** ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους, ^v-144

**145** τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, ^v-145

**146** σὺ προξένησον, ὡς τύχω μαντευμάτων ^v-146

**147** ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν ^v-147

**148** ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν ^v-148

**149** οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν ^v-149

**150** Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. ^v-150

*Ἑλένη*

**151** πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν ^v-151

**152** γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως ^v-152

**153** ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ ^v-153

**154** κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις· ^v-154

**155** κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον. ^v-155

**156** ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν ^v-156

**157** ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε; ^v-157

*Τεῦκρος*

**158** καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι ^v-158

**159** ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο. ^v-159

**160** Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας ^v-160

**161** ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ. ^v-161

**162** κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς ^v-162

**163** ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι. ^v-163

*Ἑλένη*

**164** ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον ^v-164

**165** ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω ^v-165

**166** δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ. ^v-166

*Ἑλένη*

**167** πτεροφόροι νεάνιδες, ^v-167

**168** παρθένοι Χθονὸς κόραι ^v-168

**169** Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις ^v-169

**170** μόλοιτʼ ἔχουσαι Λίβυν ^v-170

**171** λωτὸν ἢ σύριγγας ἢ ^v-171

**171a** φόρμιγγας, αἰλίνοις κακοῖς ^v-171a

**172** τοῖς ἐμοῖσι σύνοχα δάκρυα· ^v-172

**173** πάθεσι πάθεα, μέλεσι μέλεα, ^v-173

**174** μουσεῖα θρηνήμα- ^v-174

**174a** σι ξυνῳδὰ πέμψειε ^v-174a

**175** Φερσέφασσα ^v-175

**176** φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι ^v-176

**177** παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια ^v-177

**177a** παιᾶνα ^v-177a

**178** νέκυσιν ὀλομένοις λάβῃ. ^v-178

*Χορός*

**179** κυανοειδὲς ἀμφʼ ὕδωρ ^v-179

**180** ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν ^v-180

**181** φοίνικας ἁλίου πέπλους ^v-181

**182** αὐγαῖσιν ἐν χρυσέαις ^v-182

**183** ἀμφὶ δόνακος ἔρνεσιν ^v-183

**183a** θάλπουσα· ⟨ποτνίας δʼ ἐμᾶς,⟩ ^v-183a

**184** ἔνθεν οἰκτρὸν ἀνεβόασεν, ^v-184

**185** ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον, ^v-185

**186** ὅτι ποτʼ ἔλακεν αἰάγμα- ^v-186

**186a** σι στένουσα, Νύμφα τις ^v-186a

**187** οἷα Ναῒς ^v-187

**188** ὄρεσι φυγάδα νόμον ἱεῖσα ^v-188

**189** γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα ^v-189

**189a** κλαγγαῖσι ^v-189a

**190** Πανὸς ἀναβοᾷ γάμους. ^v-190

*Ἑλένη*

**191** ἰὼ ἰώ· ^v-191

**192** θήραμα βαρβάρου πλάτας, ^v-192

**193** Ἑλλανίδες κόραι, ^v-193

**194** ναύτας Ἀχαιῶν ^v-194

**195** τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων. ^v-195

**196** Ἰλίου κατασκαφαὶ ^v-196

**197** πυρὶ μέλουσι δαΐῳ ^v-197

**198** διʼ ἐμὲ τὰν πολυκτόνον, ^v-198

**199** διʼ ἐμὸν ὄνομα πολύπονον. ^v-199

**200** Λήδα δʼ ἐν ἀγχόναις ^v-200

**201** θάνατον ἔλαβεν αἰσχύ- ^v-201

**202** νας ἐμᾶς ὑπʼ ἀλγέων. ^v-202

**203** ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς ^v-203

**204** πόσις ὀλόμενος οἴχεται, ^v-204

**205** κάστορός τε συγγόνου τε ^v-205

**206** διδυμογενὲς ἄγαλμα πατρίδος ^v-206

**207** ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- ^v-207

**208** λοιπε δάπεδα γυμνάσιά τε ^v-208

**210** δονακόεντος Εὐρώ- ^v-210

**210a** τα, νεανιᾶν πόνον. ^v-210a

*Χορός*

**211** αἰαῖ αἰαῖ· ^v-211

**211a** ὦ δαίμονος πολυστόνου ^v-211a

**212** μοίρας τε σᾶς, γύναι. ^v-212

**213** αἰὼν δυσαίων ^v-213

**214** τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν ^v-214

**215** χιονόχρως κύκνου πτερῷ ^v-215

**216** Ζεὺς πρέπων διʼ αἰθέρος· ^v-216

**217** τί γὰρ ἄπεστί σοι κακῶν; ^v-217

**218** τίνα δὲ βίοτον οὐκ ἔτλας; ^v-218

**219** μάτηρ μὲν οἴχεται, ^v-219

**220** δίδυμά τε Διὸς οὐκ εὐ- ^v-220

**221** δαιμονεῖ τέκεα φίλα, ^v-221

**222** χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, ^v-222

**223** διὰ δὲ πόλεας ἔρχεται ^v-223

**224** βάξις, ἅ σε βαρβάροισι, ^v-224

**225** πότνια, παραδίδωσι λέχεσιν, ^v-225

**226** ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- ^v-226

**227** λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι ^v-227

**228** πάτρια μέλαθρα καὶ τὰν ^v-228

**228a** Χαλκίοικον ὀλβιεῖς. ^v-228a

*Ἑλένη*

**229** φεῦ φεῦ, τίς ἢ Φρυγῶν ^v-229

**230** ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς ^v-230

**231** ἔτεμε τὰν δακρυόεσσαν ^v-231

**232** Ἰλίῳ πεύκαν; ^v-232

**233** ἔνθεν ὀλόμενον σκάφος ^v-233

**234** συναρμόσας ὁ Πριαμίδας ^v-234

**234a** ἔπλευσε βαρβάρῳ πλάτᾳ ^v-234a

**235** τὰν ἐμὰν ἐφʼ ἑστίαν, ^v-235

**236** ἐπὶ τὸ δυστυχέστατον ^v-236

**237** κάλλος, ὡς ἕλοι, γάμων ^v-237

**238** ἀμῶν· ἅ τε δόλιος ^v-238

**239** ἁ πολυκτόνος Κύπρις ^v-239

**239a** Δαναΐδαις ἄγουσα θάνατον [Πριαμίδαις], ^v-239a

**240** ὦ τάλαινα συμφορᾶς. ^v-240

**241** ἁ δὲ χρυσέοις θρόνοις ^v-241

**242** Διὸς ὑπαγκάλισμα σεμνὸν ^v-242

**243** Ἥρα τὸν ὠκύπουν ^v-243

**243a** ἔπεμψε Μαιάδος γόνον· ^v-243a

**244** ὅς με χλοερὰ δρεπομέναν ^v-244

**245** ἔσω πέπλων ῥόδεα πέταλα, ^v-245

**245a** Χαλκίοικον ὡς [Ἀθάναν] μόλοιμʼ, ^v-245a

**246** ἀναρπάσας διʼ αἰθέρος ^v-246

**247** τάνδε γαῖαν εἰς ἄνολβον ^v-247

**248** ἔριν ἔριν τάλαιναν ἔθετο ^v-248

**249** Πριαμίδαισιν Ἑλλάδος. ^v-249

**249a** τὸ δʼ ἐμὸν ὄνομα ^v-249a

**250** παρὰ Σιμουντίοις ῥοαῖσι ^v-250

**251** μαψίδιον ἔχει φάτιν. ^v-251

*Χορός*

**253** ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι ^v-253

**254** ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν. ^v-254

*Ἑλένη*

**255** φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην; ^v-255

**256** ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας; ^v-256

**257** [γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος] ^v-257

**258** [τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,] ^v-258

**259** [ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.] ^v-259

**260** τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου, ^v-260

**261** τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον. ^v-261

**262** εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν ^v-262

**263** αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ, ^v-263

**264** καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω ^v-264

**265** Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς ^v-265

**266** ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου. ^v-266

**267** ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην ^v-267

**268** πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως· ^v-268

**269** ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα. ^v-269

**270** πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής· ^v-270

**271** καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν, ^v-271

**272** ὅστις τὰ μὴ προσόντα κέκτηται κακά. ^v-272

**273** ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς ^v-273

**274** ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη ^v-274

**275** δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο· ^v-275

**276** τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός. ^v-276

**277** ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη, ^v-277

**278** πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν — ^v-278

**279** οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή. ^v-279

**280** μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ, ^v-280

**281** ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν· ^v-281

**282** ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ, ^v-282

**283** θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται· ^v-283

**284** τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω ^v-284

**285** οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ ^v-285

**286** τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ. ^v-286

**287** τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν, ^v-287

**288** κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ ^v-288

**289** δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα. ^v-289

**290** εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν ^v-290

**291** ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα. ^v-291

**292** νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε. ^v-292

**293** τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην; ^v-293

**294** γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, ^v-294

**295** μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν ^v-295

**296** τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς ^v-296

**297** ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν. ^v-297

**298** θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς; ^v-298

**299** [ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,] ^v-299

**300** [κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·] ^v-300

**301** [σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,] ^v-301

**302** [σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.] ^v-302

**303** ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν· ^v-303

**304** αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς ^v-304

**305** γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν. ^v-305

*Χορός*

**306** Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος, ^v-306

**307** μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι. ^v-307

*Ἑλένη*

**308** καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν. ^v-308

*Χορός*

**309** πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη. ^v-309

*Ἑλένη*

**310** καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ. ^v-310

*Χορός*

**311** ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ. ^v-311

*Ἑλένη*

**312** φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει. ^v-312

*Χορός*

**313** πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις; ^v-313

*Ἑλένη*

**314** πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους. ^v-314

*Χορός*

**315** οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν — ^v-315

*Ἑλένη*

**316** ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν; ^v-316

*Χορός*

**317** ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται, ^v-317

**318** τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, ^v-318

**319** πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι ^v-319

**320** εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ ^v-320

**321** πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε. ^v-321

**322** πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον ^v-322

**323** λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ· ^v-323

**324** τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ· ^v-324

**325** ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν ^v-325

**326** ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω; ^v-326

**327** θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους ^v-327

**328** καὶ συμπυθέσθαι παρθένου θεσπίσματα· ^v-328

**329** γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή. ^v-329

*Ἑλένη*

**330** φίλαι, λόγους ἐδεξάμαν· ^v-330

**331** βᾶτε βᾶτε δʼ ἐς δόμους, ^v-331

**332** ἀγῶνας ἐντὸς οἴκων ^v-332

**333** ὡς πύθησθε τοὺς ἐμούς. ^v-333

*Χορός*

**334** θέλουσαν οὐ μόλις καλεῖς. ^v-334

*Ἑλένη*

**335** ἰὼ μέλεος ἁμέρα. ^v-335

**336** τίνʼ ἄρα τάλαινα τίνα δακρυό- ^v-336

**337** εντα λόγον ἀκούσομαι; ^v-337

*Χορός*

**338** μὴ πρόμαντις ἀλγέων ^v-338

**339** προλάμβανʼ, ὦ φίλα, γόους. ^v-339

*Ἑλένη*

**340** τί μοι πόσις μέλεος ἔτλα; ^v-340

**341** πότερα δέρκεται φάος ^v-341

**342** τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων, ^v-342

**344** ἢ ʼν νέκυσι κατὰ χθονὸς ^v-344

**345** τὰν χρόνιον ἔχει τύχαν; ^v-345

*Χορός*

**346** ἐς τὸ φέρτερον τίθει ^v-346

**347** τὸ μέλλον, ὅ τι γενήσεται. ^v-347

*Ἑλένη*

**348** σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, ^v-348

**349** τὸν ὑδρόεντι δόνακι χλωρὸν ^v-349

**350** Εὐρώταν, θανόντος ^v-350

**351** εἰ βάξις ἔτυμος ἀνδρὸς ^v-351

**352** ἅδε μοι — τί τάδʼ ἀσύνετα; — ^v-352

**353** φόνιον αἰώρημα ^v-353

**353a** διὰ δέρης ὀρέξομαι, ^v-353a

**354** ἢ ξιφοκτόνον δίωγμα ^v-354

**355** λαιμορρύτου σφαγᾶς ^v-355

**356** αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν, ^v-356

**357** θῦμα τριζύγοις θεαῖσι ^v-357

**358** τῷ τε σήραγγας Ἰδαί- ^v-358

**359** ας ἐνίζοντι Πριαμί- ^v-359

**359a** δᾳ ποτʼ ἀμφὶ βουστάθμους. ^v-359a

*Χορός*

**360** ἄλλοσʼ ἀποτροπὰ κακῶν ^v-360

**361** γένοιτο, τὸ δὲ σὸν εὐτυχές. ^v-361

*Ἑλένη*

**362** ἰὼ Τροία τάλαινα, ^v-362

**362a** διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι ^v-362a

**363** μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα ^v-363

**364** Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα, ^v-364

**365** πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι, ^v-365

**366** δάκρυα δάκρυσιν ἔλαβε, πάθεα […] ^v-366

**367** ματέρες τε παῖδας ὄλεσαν, ^v-367

**368** ἀπὸ δὲ παρθένοι κόμας ^v-368

**369** ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον ^v-369

**369a** ἀμφὶ Φρύγιον οἶδμα. ^v-369a

**370** βοὰν βοὰν δʼ Ἑλλὰς ^v-370

**371** κελάδησε κἀνοτότυξεν, ^v-371

**372** ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν, ^v-372

**373** ὄνυχι δʼ ἁπαλόχροα γένυν ^v-373

**374** δεῦσε φονίαισι πλαγαῖς. ^v-374

**375** ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς ^v-375

**376** ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις, ^v-376

**377** ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, ^v-377

**378** ἁ μορφᾷ θηρῶν λαχνογυίων — ^v-378

**379** ὄμματι λάβρῷ σχῆμα λεαίνης — ^v-379

**380** ἐξαλλάξασʼ ἄχθεα λύπης· ^v-380

**381** ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο ^v-381

**382** χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν ^v-382

**383** καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας ^v-383

**384** ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας ^v-384

**385** ὀλομένους τʼ Ἀχαιούς. ^v-385

*Μενελέως*

**386** ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα ^v-386

**387** Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε, ^v-387

**388** εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς ^v-388

**389** πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον, ^v-389

**390** πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, ^v-390

**391** ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο ^v-391

**392** Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν· ^v-392

**393** πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω — ^v-393

**394** στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, ^v-394

**395** τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, ^v-395

**396** ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις. ^v-396

**397** καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα, ^v-397

**398** τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας, ^v-398

**399** νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν. ^v-399

**400** ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς ^v-400

**401** τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου ^v-401

**402** πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν ^v-402

**403** οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν. ^v-403

**404** Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς ^v-404

**405** πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας, ^v-405

**406** πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον ^v-406

**407** ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν. ^v-407

**408** καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους ^v-408

**409** ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας ^v-409

**410** πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. ^v-410

**411** τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων, ^v-411

**412** ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ ^v-412

**413** Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. ^v-413

**414** ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς ^v-414

**415** οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην ^v-415

**416** ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας ^v-416

**417** κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ ^v-417

**418** πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν ^v-418

**419** πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. ^v-419

**420** χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα ^v-420

**421** οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι ^v-421

**422** πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. ^v-422

**423** πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα ^v-423

**424** χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς ^v-424

**425** κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ ^v-425

**426** ἄρξασαν ἥκω τούς τε περιλελειμμένους ^v-426

**427** φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη. ^v-427

**428** μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις ^v-428

**429** τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω. ^v-429

**430** ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε ^v-430

**431** πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, ^v-431

**432** προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων ^v-432

**433** λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον — ^v-433

**434** οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν. ^v-434

**435** ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, ^v-435

**436** ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά; ^v-436

*Γραῦς*

**437** τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων ^v-437

**438** καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις ^v-438

**439** ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ ^v-439

**440** Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. ^v-440

*Μενελέως*

**441** ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν ^v-441

**442** ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον. ^v-442

*Γραῦς*

**443** ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, ^v-443

**444** μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις. ^v-444

*Μενελέως*

**445** ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. ^v-445

*Γραῦς*

**446** πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος. ^v-446

*Μενελέως*

**447** ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς […] ^v-447

*Γραῦς*

**448** πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους. ^v-448

*Μενελέως*

**449** ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. ^v-449

*Γραῦς*

**450** οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. ^v-450

*Μενελέως*

**451** οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ. ^v-451

*Γραῦς*

**452** ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ. ^v-452

*Μενελέως*

**453** αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα; ^v-453

*Γραῦς*

**454** οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε. ^v-454

*Μενελέως*

**455** ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. ^v-455

*Γραῦς*

**456** τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ; ^v-456

*Μενελέως*

**457** πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. ^v-457

*Γραῦς*

**458** οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις; ^v-458

*Μενελέως*

**459** τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι; ^v-459

*Γραῦς*

**460** Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. ^v-460

*Μενελέως*

**461** Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα. ^v-461

*Γραῦς*

**462** τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος; ^v-462

*Μενελέως*

**463** οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας. ^v-463

*Γραῦς*

**464** πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. ^v-464

*Μενελέως*

**465** ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; ^v-465

*Γραῦς*

**466** τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός. ^v-466

*Μενελέως*

**467** ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις; ^v-467

*Γραῦς*

**468** οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος. ^v-468

*Μενελέως*

**469** τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ; ^v-469

*Γραῦς*

**470** Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. ^v-470

*Μενελέως*

**471** πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον. ^v-471

*Γραῦς*

**472** ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν. ^v-472

*Μενελέως*

**473** πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον; ^v-473

*Γραῦς*

**474** Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο. ^v-474

*Μενελέως*

**475** πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; ^v-475

*Γραῦς*

**476** πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν. ^v-476

**477** ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις ^v-477

**478** τύχη, τύραννος ᾗ ταράσσεται δόμος. ^v-478

**479** καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης ^v-479

**480** λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. ^v-480

**481** εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς ^v-481

**482** λόγους ἔδωκα δεσπότην φοβουμένη. ^v-482

*Μενελέως*

**483** τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας ^v-483

**484** ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, ^v-484

**485** εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων ^v-485

**486** ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται, ^v-486

**487** ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις ^v-487

**488** δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις. ^v-488

**489** Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι. ^v-489

**490** ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ ^v-490

**491** Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν. ^v-491

**492** Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ ^v-492

**493** τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον; ^v-493

**494** ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. ^v-494

**495** Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος ^v-495

**496** Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. ^v-496

**497** πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ ^v-497

**498** ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει ^v-498

**499** γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον. ^v-499

**500** οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα· ^v-500

**501** ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, ^v-501

**502** ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. ^v-502

**503** κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν, ^v-503

**504** Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. ^v-504

**505** δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι ^v-505

**506** ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ, ^v-506

**507** κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια· ^v-507

**508** ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα ^v-508

**509** τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. ^v-509

**510** κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, ^v-510

**511** ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα ^v-511

**512** βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει. ^v-512

**513** λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος, ^v-513

**514** δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον. ^v-514

*Χορός*

**515** ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας, ^v-515

**516** ἃ χρῄζουσʼ ἐφάνη τυράννοις ^v-516

**517** δόμοις, ὡς Μενέλαος οὔ- ^v-517

**518** πω μελαμφαὲς οἴχεται ^v-518

**519** διʼ ἔρεβος χθονὶ κρυφθείς, ^v-519

**520** ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον ^v-520

**521** τρυχόμενος οὔπω λιμένων ^v-521

**522** ψαύσειεν πατρίας γᾶς, ^v-522

**523** ἀλατείᾳ βιότου ^v-523

**524** ταλαίφρων, ἄφιλος φίλων, ^v-524

**525** παντοδαπᾶς ἐπὶ γᾶς πόδα ^v-525

**526** χριμπτόμενος εἰναλίῳ ^v-526

**527** κώπᾳ Τρῳάδος ἐκ γᾶς. ^v-527

*Ἑλένη*

**528** ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν ^v-528

**529** στείχω, μαθοῦσα Θεονόης φίλους λόγους, ^v-529

**530** ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει ^v-530

**531** πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, ^v-531

**532** πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα ^v-532

**533** ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις, ^v-533

**534** ἥξειν ⟨δʼ⟩ ὅταν δὴ πημάτων λάβῃ τέλος. ^v-534

**535** ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. ^v-535

**536** ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς, ^v-536

**537** ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον. ^v-537

**538** ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός, ^v-538

**539** ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις. ^v-539

**540** ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις. ^v-540

**541** ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι ^v-541

**542** Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων; ^v-542

**543** οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ ^v-543

**544** τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις ^v-544

**545** μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. ^v-545

*Μενελέως*

**546** σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην ^v-546

**547** τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας, ^v-547

**548** μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν ^v-548

**549** ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης. ^v-549

*Ἑλένη*

**550** ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ ^v-550

**551** τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει ^v-551

**552** δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους. ^v-552

*Μενελέως*

**553** οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν. ^v-553

*Ἑλένη*

**554** καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις. ^v-554

*Μενελέως*

**555** στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. ^v-555

*Ἑλένη*

**556** ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου. ^v-556

*Μενελέως*

**557** τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι; ^v-557

*Ἑλένη*

**558** σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. ^v-558

*Μενελέως*

**559** οὐπώποτʼ εἶδον προσφερέστερον δέμας. ^v-559

*Ἑλένη*

**560** ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. ^v-560

*Μενελέως*

**561** ⟨Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;⟩ ^v-561

*Ἑλένη*

**562** Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. ^v-562

*Μενελέως*

**563** Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι. ^v-563

*Ἑλένη*

**564** ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ. ^v-564

*Μενελέως*

**565** ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. ^v-565

*Ἑλένη*

**566** ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας. ^v-566

*Μενελέως*

**567** ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων. ^v-567

*Ἑλένη*

**568** ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. ^v-568

*Μενελέως*

**569** ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ. ^v-569

*Ἑλένη*

**570** οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. ^v-570

*Μενελέως*

**571** οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις. ^v-571

*Ἑλένη*

**572** ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς; ^v-572

*Μενελέως*

**573** ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. ^v-573

*Ἑλένη*

**574** οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή. ^v-574

*Μενελέως*

**575** οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; ^v-575

*Ἑλένη*

**576** οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς; ^v-576

*Μενελέως*

**577** τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ. ^v-577

*Ἑλένη*

**578** σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος; ^v-578

*Μενελέως*

**579** ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι. ^v-579

*Ἑλένη*

**580** τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; ^v-580

*Μενελέως*

**581** ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω. ^v-581

*Ἑλένη*

**582** οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν. ^v-582

*Μενελέως*

**583** καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται; ^v-583

*Ἑλένη*

**584** αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη. ^v-584

*Μενελέως*

**585** τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις. ^v-585

*Ἑλένη*

**586** Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι. ^v-586

*Μενελέως*

**587** πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά ⟨τʼ⟩ ἐν Τροίᾳ θʼ ἅμα; ^v-587

*Ἑλένη*

**588** τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ. ^v-588

*Μενελέως*

**589** μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα. ^v-589

*Ἑλένη*

**590** λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη; ^v-590

*Μενελέως*

**591** καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ. ^v-591

*Ἑλένη*

**592** ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν. ^v-592

*Μενελέως*

**593** τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ. ^v-593

*Ἑλένη*

**594** οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα; ^v-594

**595** οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι ^v-595

**596** Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε. ^v-596

*Ἄγγελος*

**597** Μενέλαε, μαστεύων σε κιγχάνω μόλις ^v-597

**598** πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα, ^v-598

**599** πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο. ^v-599

*Μενελέως*

**600** τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο; ^v-600

*Ἄγγελος*

**601** θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον. ^v-601

*Μενελέως*

**602** λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. ^v-602

*Ἄγγελος*

**603** λέγω πόνους σε μυρίους τλῆναι μάτην. ^v-603

*Μενελέως*

**604** παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί; ^v-604

*Ἄγγελος*

**605** βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς ^v-605

**606** ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται ^v-606

**607** λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν, ^v-607

**608** τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες ^v-608

**609** πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις ^v-609

**610** ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, ^v-610

**611** δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν. ^v-611

**612** ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν, ^v-612

**613** τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν ^v-613

**614** ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς ^v-614

**615** ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία. ^v-615

**616** ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα; ^v-616

**617** ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς ^v-617

**618** ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον ^v-618

**619** δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν ^v-619

**620** ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ ^v-620

**621** πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις. ^v-621

*Μενελέως*

**622** τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι ^v-622

**623** οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα, ^v-623

**624** ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν. ^v-624

*Ἑλένη*

**625** ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος ^v-625

**626** παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα. ^v-626

**627** ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι, ^v-627

**628** περί τʼ ἐπέτασα χέρα ^v-628

**629** φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ. ^v-629

*Μενελέως*

**630** κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων ^v-630

**631** οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν. ^v-631

*Ἑλένη*

**632** γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας ^v-632

**633** ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, ^v-633

**634** περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, ^v-634

**635** ὦ πόσις, ὡς λάβω. ^v-635

*Μενελέως*

**636** ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην· ^v-636

**637** ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ, ^v-637

**638** ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι ^v-638

**640** ξυνομαίμονες ὤλβισαν ὤλβισαν ^v-640

**641** τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ ^v-641

**642** πρὸς ἄλλαν ἐλαύνει ^v-642

**643** θεὸς συμφορὰν τᾶσδε κρείσσω. ^v-643

**644** τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν ^v-644

**645** χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας. ^v-645

*Χορός*

**646** ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι· ^v-646

**647** δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ. ^v-647

*Ἑλένη*

**648** φίλαι φίλαι, τὰ πάρος οὐκέτι ^v-648

**649** στένομεν οὐδʼ ἀλγῶ. ^v-649

**650** πόσιν ἐμὸν ἔχομεν [ἔχομεν,] ὃν [ἔμενον] ^v-650

**651** ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν. ^v-651

*Μενελέως*

**652** ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους ^v-652

**653** μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. ^v-653

**654** ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει ^v-654

**655** χάριτος ἢ λύπας. ^v-655

*Ἑλένη*

**656** τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε; ^v-656

**657** ἀδόκητον ἔχω σε πρὸς στέρνοις. ^v-657

*Μενελέως*

**658** κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν ^v-658

**659** μολεῖν Ἰλίου τε μελέους πύργους. ^v-659

**660** πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης; ^v-660

*Ἑλένη*

**661** ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις, ^v-661

**662** ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν. ^v-662

*Μενελέως*

**663** λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. ^v-663

*Ἑλένη*

**664** ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι. ^v-664

*Μενελέως*

**665** ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν. ^v-665

*Ἑλένη*

**666** οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία ^v-666

**667** πετομένας κώπας, ^v-667

**668** πετομένου δʼ ἔρωτος ἀδίκων γάμων […] ^v-668

*Μενελέως*

**669** τίς ⟨γάρ⟩ σε δαίμων ἢ πότμος συλᾷ πάτρας; ^v-669

*Ἑλένη*

**670** ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ […] ^v-670

**671** ἐπέλασεν Νείλῳ. ^v-671

*Μενελέως*

**672** θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι. ^v-672

*Ἑλένη*

**673** κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω ^v-673

**674** δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν. ^v-674

*Μενελέως*

**675** Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν; ^v-675

*Ἑλένη*

**676** ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, ^v-676

**677** ἵνα θεαὶ μορφὰν ^v-677

**678** ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις. ^v-678

*Μενελέως*

**679** τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ; ^v-679

*Ἑλένη*

**680** Πάριν ὡς ἀφέλοιτο — ^v-680

*Μενελέως*

**680b** πῶς; αὔδα. ^v-680b

*Ἑλένη*

**681** Κύπρις ᾧ μʼ ἐπένευσεν — ^v-681

*Μενελέως*

**681b** ὦ τλᾶμον. ^v-681b

*Ἑλένη*

**682** τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ. ^v-682

*Μενελέως*

**683** εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω. ^v-683

*Ἑλένη*

**684** τὰ δὲ ⟨σὰ⟩ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- ^v-684

**685** τερ, οἲ ʼγώ. ^v-685

*Μενελέως*

**685b** τί φῄς; ^v-685b

*Ἑλένη*

**686** οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον ^v-686

**687** διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. ^v-687

*Μενελέως*

**688** ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος; ^v-688

*Ἑλένη*

**689** ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει ^v-689

**690** γάμον ἄγαμον ⟨ἐμόν⟩. ^v-690

*Μενελέως*

**691** ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις, ^v-691

**692** τάδε καὶ σὲ διώλεσε μυριάδας τε ^v-692

**693** χαλκεόπλων Δαναῶν. ^v-693

*Ἑλένη*

**694** ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν ^v-694

**695** ἔβαλε θεὸς ἀπό ⟨τε⟩ πόλεος ἀπό τε σέθεν, ^v-695

**696** ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ ^v-696

**697** ἐπʼ αἰσχροῖς γάμοις. ^v-697

*Χορός*

**698** εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος ^v-698

**699** τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν. ^v-699

*Ἄγγελος*

**700** Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, ^v-700

**701** ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω. ^v-701

*Μενελέως*

**702** ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. ^v-702

*Ἄγγελος*

**703** οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς; ^v-703

*Μενελέως*

**704** οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι, ^v-704

**705** νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν. ^v-705

*Ἄγγελος*

**706** τί φῄς; ^v-706

**707** νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι; ^v-707

*Μενελέως*

**708** Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. ^v-708

*Ἄγγελος*

**709** ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ; ^v-709

*Μενελέως*

**710** αὕτη· λόγοις [δʼ] ἐμοῖσι πίστευσον τάδε. ^v-710

*Ἄγγελος*

**711** ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον ^v-711

**712** καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει ^v-712

**713** ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ, ^v-713

**714** ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, ^v-714

**715** βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. ^v-715

**716** σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε, ^v-716

**717** σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. ^v-717

**718** σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει ^v-718

**719** αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα. ^v-719

**720** οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω ^v-720

**721** ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται. ^v-721

**722** νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν ^v-722

**723** καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις ^v-723

**724** ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις ^v-724

**725** ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον. ^v-725

**726** κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν ^v-726

**727** καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. ^v-727

**728** ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις, ^v-728

**729** ἐν τοῖσι γενναίοισιν ἠριθμημένος ^v-729

**730** δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον, ^v-730

**731** τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν ^v-731

**732** ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς ^v-732

**733** ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας. ^v-733

*Μενελέως*

**734** ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα ^v-734

**735** μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί, ^v-735

**736** καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας ^v-736

**737** ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις ^v-737

**738** τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης, ^v-738

**739** μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν ^v-739

**740** ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν, ^v-740

**741** κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός, ^v-741

**742** φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης ^v-742

**743** ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα. ^v-743

*Ἄγγελος*

**744** ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων ^v-744

**745** ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα. ^v-745

**746** οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς ^v-746

**747** οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι ^v-747

**748** τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. ^v-748

**749** Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ ^v-749

**750** νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους ^v-750

**751** οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. ^v-751

**752** εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο; ^v-752

**753** τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ ^v-753

**754** θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν· ^v-754

**755** βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, ^v-755

**756** κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν· ^v-756

**757** γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία. ^v-757

*Χορός*

**758** ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι ^v-758

**759** χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν ^v-759

**760** φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. ^v-760

*Ἑλένη*

**761** εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει. ^v-761

**762** ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, ^v-762

**763** κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις ^v-763

**764** τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. ^v-764

*Μενελέως*

**765** ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ. ^v-765

**766** τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς ^v-766

**767** τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα ^v-767

**768** Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις, ^v-768

**769** σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ⟨ἂν⟩ ^v-769

**770** μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, ^v-770

**771** πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν. ^v-771

*Ἑλένη*

**772** κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ. ^v-772

**773** ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον ^v-773

**774** πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον; ^v-774

*Μενελέως*

**775** ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα ^v-775

**776** ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. ^v-776

*Ἑλένη*

**777** φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον ^v-777

**778** σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς. ^v-778

*Μενελέως*

**779** πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι. ^v-779

*Ἑλένη*

**780** φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. ^v-780

**781** θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα. ^v-781

*Μενελέως*

**782** τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς; ^v-782

*Ἑλένη*

**783** ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις. ^v-783

*Μενελέως*

**784** ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη; ^v-784

*Ἑλένη*

**785** ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. ^v-785

*Μενελέως*

**786** ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός; ^v-786

*Ἑλένη*

**787** ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. ^v-787

*Μενελέως*

**788** τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω. ^v-788

*Ἑλένη*

**789** ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν; ^v-789

*Μενελέως*

**790** τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. ^v-790

*Ἑλένη*

**791** οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ. ^v-791

*Μενελέως*

**792** τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε. ^v-792

*Ἑλένη*

**793** πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων. ^v-793

*Μενελέως*

**794** οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω. ^v-794

*Ἑλένη*

**795** ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. ^v-795

*Μενελέως*

**796** τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις. ^v-796

*Ἑλένη*

**797** ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς; ^v-797

*Μενελέως*

**798** ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα; ^v-798

*Ἑλένη*

**799** ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. ^v-799

*Μενελέως*

**800** βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; ^v-800

*Ἑλένη*

**801** ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν. ^v-801

*Μενελέως*

**802** οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν ⟨σʼ⟩ ἔξεστί μοι; ^v-802

*Ἑλένη*

**803** ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. ^v-803

*Μενελέως*

**804** οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν. ^v-804

*Ἑλένη*

**805** μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός. ^v-805

*Μενελέως*

**806** λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν. ^v-806

*Ἑλένη*

**807** κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη. ^v-807

*Μενελέως*

**808** ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια. ^v-808

*Ἑλένη*

**809** οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. ^v-809

*Μενελέως*

**810** οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας; ^v-810

*Ἑλένη*

**811** εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ. ^v-811

*Μενελέως*

**812** σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας; ^v-812

*Ἑλένη*

**813** ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος. ^v-813

*Μενελέως*

**814** δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. ^v-814

*Ἑλένη*

**815** μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. ^v-815

*Μενελέως*

**816** ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο; ^v-816

*Ἑλένη*

**817** εἰ μὴ τύραννός ⟨σʼ⟩ ἐκπύθοιτʼ ἀφιγμένον. ^v-817

*Μενελέως*

**818** ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ. ^v-818

*Ἑλένη*

**819** ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. ^v-819

*Μενελέως*

**820** φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη; ^v-820

*Ἑλένη*

**821** οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν. ^v-821

*Μενελέως*

**822** χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον. ^v-822

*Ἑλένη*

**823** πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. ^v-823

*Μενελέως*

**824** θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι. ^v-824

*Ἑλένη*

**825** ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν — ^v-825

*Μενελέως*

**826** τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα; ^v-826

*Ἑλένη*

**827** παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ. ^v-827

*Μενελέως*

**828** πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα; ^v-828

*Ἑλένη*

**829** κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ. ^v-829

*Μενελέως*

**830** σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. ^v-830

*Ἑλένη*

**831** ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν. ^v-831

*Μενελέως*

**832** φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους; ^v-832

*Ἑλένη*

**833** θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ. ^v-833

*Μενελέως*

**834** προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις. ^v-834

*Ἑλένη*

**835** ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα […] ^v-835

*Μενελέως*

**836** τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη; ^v-836

*Ἑλένη*

**837** ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας. ^v-837

*Μενελέως*

**838** ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε. ^v-838

*Ἑλένη*

**839** ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος. ^v-839

*Μενελέως*

**840** κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον. ^v-840

*Ἑλένη*

**841** πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν; ^v-841

*Μενελέως*

**842** τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ. ^v-842

**843** πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα ^v-843

**844** λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας· ^v-844

**845** τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος ^v-845

**846** οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον, ^v-846

**847** ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως, ^v-847

**848** Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς, ^v-848

**849** τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν ^v-849

**850** οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ; ^v-850

**851** μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί, ^v-851

**852** εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο ^v-852

**853** κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί, ^v-853

**854** κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς. ^v-854

*Χορός*

**855** ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος ^v-855

**856** τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν. ^v-856

*Ἑλένη*

**857** οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω. ^v-857

**858** Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων ^v-858

**859** ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος ^v-859

**860** κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον; ^v-860

**861** ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον ^v-861

**862** δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην. ^v-862

**863** Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς ^v-863

**864** ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ. ^v-864

*Θεονόη*

**865** ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας ^v-865

**866** θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς, ^v-866

**867** ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα· ^v-867

**868** σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ ^v-868

**869** στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί, ^v-869

**870** κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. ^v-870

**871** νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος ^v-871

**872** ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε. ^v-872

**873** Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα; ^v-873

**874** ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής, ^v-874

**875** νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος. ^v-875

**876** ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους, ^v-876

**877** οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς· ^v-877

**878** ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι ^v-878

**879** ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι. ^v-879

**880** Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, ^v-880

**881** νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει ^v-881

**882** ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους, ^v-882

**883** δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ· ^v-883

**884** Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει, ^v-884

**885** ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ ^v-885

**886** τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις. ^v-886

**887** τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις, ^v-887

**888** λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω, ^v-888

**889** εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον, ^v-889

**890** κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε ^v-890

**891** εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς […] ^v-891

**892** τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ ^v-892

**893** παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ; ^v-893

*Ἑλένη*

**894** ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ ^v-894

**895** καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα ^v-895

**896** ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ ^v-896

**897** λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν· ^v-897

**898** μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν ^v-898

**899** τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας, ^v-899

**900** σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ ^v-900

**901** τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε, ^v-901

**902** χάριτας πονηρὰς κἀδίκους ὠνουμένη. ^v-902

**903** μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ ^v-903

**904** κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς. ^v-904

**905** [ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.] ^v-905

**906** κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς ^v-906

**907** καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους ^v-907

**908** τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ. ^v-908

**909** ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί, ^v-909

**910** Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει ^v-910

**911** τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει. ^v-911

**912** πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς ^v-912

**913** τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν; ^v-913

**914** ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει· ^v-914

**915** πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας ^v-915

**916** βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν; ^v-916

**917** δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον ^v-917

**918** νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί. ^v-918

**919** εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη ^v-919

**920** τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, ^v-920

**921** τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, ^v-921

**922** αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι, ^v-922

**923** τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή. ^v-923

**924** τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς, ^v-924

**925** ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης· ^v-925

**926** Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν· ^v-926

**927** ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν ^v-927

**928** πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους. ^v-928

**929** ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης ⟨πάλιν⟩, ^v-929

**930** κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν ^v-930

**931** ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων, ^v-931

**932** πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ, ^v-932

**933** ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ, ^v-933

**934** τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν ^v-934

**935** ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. ^v-935

**936** κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη, ^v-936

**937** πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων· ^v-937

**938** νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι; ^v-938

**939** μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε· ^v-939

**940** δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους ^v-940

**941** πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε ^v-941

**942** κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς ^v-942

**943** ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους. ^v-943

*Χορός*

**944** οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, ^v-944

**945** οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ ^v-945

**946** λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι. ^v-946

*Μενελέως*

**947** ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ ^v-947

**948** οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν ^v-948

**949** δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν. ^v-949

**950** καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς ^v-950

**951** ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν. ^v-951

**952** ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε, ^v-952

**953** αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας. ^v-953

**954** ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον ^v-954

**955** ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν, ^v-955

**956** ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ, ^v-956

**957** ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις ^v-957

**958** ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ. ^v-958

**959** ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα ^v-959

**960** καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, ^v-960

**961** λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ· ^v-961

**962** ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον, ^v-962

**963** ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε, ^v-963

**964** ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί. ^v-964

**965** οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών· ^v-965

**966** ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον ^v-966

**967** οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον ^v-967

**968** κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν. ^v-968

**969** ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ, ^v-969

**970** ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα ^v-970

**971** πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις· ^v-971

**972** ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, ^v-972

**973** ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον ^v-973

**974** κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη. ^v-974

**975** εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, ^v-975

**976** ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω. ^v-976

**977** ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε, ^v-977

**978** πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ ^v-978

**979** κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος. ^v-979

**980** ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί, ^v-980

**981** λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, ^v-981

**982** κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν ^v-982

**983** πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε ^v-983

**984** τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ ^v-984

**985** τάφου καταστάζωσι· κεισόμεσθα δὲ ^v-985

**986** νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ, ^v-986

**987** ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί. ^v-987

**988** οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν ^v-988

**989** οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι, ^v-989

**990** εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς. ^v-990

**991** τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος ^v-991

**992** ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος. ^v-992

**993** κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς· ^v-993

**994** μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις, ^v-994

**995** ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω. ^v-995

*Χορός*

**996** ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους· ^v-996

**997** οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς. ^v-997

*Θεονόη*

**998** ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι, ^v-998

**999** φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς ^v-999

**1000** οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν ^v-1000

**1001** δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι. ^v-1001

**1002** ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα ^v-1002

**1003** ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα ^v-1003

**1004** ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι. ^v-1004

**1005** Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, ^v-1005

**1006** ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ ^v-1006

**1007** ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ· ^v-1007

**1008** πειράσομαι δὲ παρθένος μένειν ἀεί. ^v-1008

**1009** ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί, ^v-1009

**1010** ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, ^v-1010

**1011** εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων ^v-1011

**1012** ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ. ^v-1012

**1013** καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις ^v-1013

**1014** καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς ^v-1014

**1015** τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει ^v-1015

**1016** ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών. ^v-1016

**1017** ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι ^v-1017

**1018** ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ ^v-1018

**1019** ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ. ^v-1019

**1020** εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, ^v-1020

**1021** ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν. ^v-1021

**1022** αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε, ^v-1022

**1023** ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι. ^v-1023

**1024** ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε ^v-1024

**1025** τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, ^v-1025

**1026** Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν ^v-1026

**1027** ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας. ^v-1027

**1028** σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω, ^v-1028

**1029** οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς. ^v-1029

*Χορός*

**1030** οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, ^v-1030

**1031** ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας. ^v-1031

*Ἑλένη*

**1032** Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα· ^v-1032

**1033** τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ ^v-1033

**1034** κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας. ^v-1034

*Μενελέως*

**1035** ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας ^v-1035

**1036** καὶ συντέθραψαι προσπόλοισι βασιλέως. ^v-1036

*Ἑλένη*

**1037** τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας ^v-1037

**1038** ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. ^v-1038

*Μενελέως*

**1039** πείσειας ἄν τινʼ οἵτινες τετραζύγων ^v-1039

**1040** ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους; ^v-1040

*Ἑλένη*

**1041** πείσαιμʼ ⟨ἄν⟩· ἀλλὰ τίνα φυγὴν φευξούμεθα ^v-1041

**1042** πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός; ^v-1042

*Μενελέως*

**1043** ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις ^v-1043

**1044** κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει; ^v-1044

*Ἑλένη*

**1045** οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν ^v-1045

**1046** μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν. ^v-1046

*Μενελέως*

**1047** ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν ^v-1047

**1048** φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει. ^v-1048

*Ἑλένη*

**1049** ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. ^v-1049

**1050** βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν; ^v-1050

*Μενελέως*

**1051** κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν ^v-1051

**1052** ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν. ^v-1052

*Ἑλένη*

**1053** καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα ^v-1053

**1054** κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. ^v-1054

*Μενελέως*

**1055** σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος; ^v-1055

**1056** παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις. ^v-1056

*Ἑλένη*

**1057** ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ ^v-1057

**1058** θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι. ^v-1058

*Μενελέως*

**1059** καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς ^v-1059

**1060** σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας; ^v-1060

*Ἑλένη*

**1061** δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι ^v-1061

**1062** κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. ^v-1062

*Μενελέως*

**1063** ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς ^v-1063

**1064** θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει. ^v-1064

*Ἑλένη*

**1065** ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα ^v-1065

**1066** χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους. ^v-1066

*Μενελέως*

**1067** τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι ^v-1067

**1068** καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει. ^v-1068

*Ἑλένη*

**1069** σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς ^v-1069

**1070** πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας. ^v-1070

*Μενελέως*

**1071** καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω, ^v-1071

**1072** ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος. ^v-1072

*Ἑλένη*

**1073** σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον ^v-1073

**1074** λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος. ^v-1074

*Μενελέως*

**1075** ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου. ^v-1075

**1076** ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη; ^v-1076

*Ἑλένη*

**1077** σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον ^v-1077

**1078** Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν. ^v-1078

*Μενελέως*

**1079** καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη ^v-1079

**1080** ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων. ^v-1080

*Ἑλένη*

**1081** ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο· ^v-1081

**1082** τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι. ^v-1082

*Μενελέως*

**1083** πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ ^v-1083

**1084** ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα; ^v-1084

*Ἑλένη*

**1085** αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, ^v-1085

**1086** τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν. ^v-1086

**1087** ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ ^v-1087

**1088** πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι ^v-1088

**1089** παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός. ^v-1089

**1090** μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· ^v-1090

**1091** ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη, ^v-1091

**1092** ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας. ^v-1092

**1093** ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις ^v-1093

**1094** Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων, ^v-1094

**1095** αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν ^v-1095

**1096** ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα. ^v-1096

**1097** σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, ^v-1097

**1098** κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ. ^v-1098

**1099** ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος ^v-1099

**1100** τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις. ^v-1100

**1101** θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις, ^v-1101

**1102** ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν, ^v-1102

**1103** ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα ^v-1103

**1104** ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων; ^v-1104

**1105** εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν ^v-1105

**1106** πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω. ^v-1106

*Χορός*

**1107** σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις ^v-1107

**1108** μουσεῖα καὶ θάκους ἐνί- ^v-1108

**1109** ζουσαν ἀναβοάσω, ^v-1109

**1110** σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν ^v-1110

**1111** ἀηδόνα δακρυόεσσαν, ^v-1111

**1111a** ἔλθʼ ὦ διὰ ξουθᾶν ^v-1111a

**1112** γενύων ἐλελιζομένα ^v-1112

**1113** θρήνων ἐμοὶ ξυνεργός, ^v-1113

**1114** Ἑλένας μελέας πόνους ^v-1114

**1115** τὸν Ἰλιάδων τʼ ἀει- ^v-1115

**1115a** δούσᾳ δακρυόεντα πότμον ^v-1115a

**1116** Ἀχαιῶν ὑπὸ λόγχαις· ^v-1116

**1117** ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ ^v-1117

**1118** ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων ^v-1118

**1119** Λακεδαίμονος ἄπο λέχεα ^v-1119

**1120** σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος ^v-1120

**1121** πομπαῖσιν Ἀφροδίτας. ^v-1121

*Χορός*

**1122** πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις ^v-1122

**1123** ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι- ^v-1123

**1124** δαν μέλεον ἔχουσιν, ^v-1124

**1125** ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν· ^v-1125

**1126** ἄνυμφα δὲ μέλαθρα κεῖται· ^v-1126

**1126a** πολλοὺς δὲ πυρσεύσας ^v-1126a

**1127** φλογερὸν σέλας ἀμφιρύταν ^v-1127

**1128** Εὔβοιαν εἷλʼ Ἀχαιῶν ^v-1128

**1129** μονόκωπος ἀνήρ, πέτραις ^v-1129

**1129a** Καφηρίσιν ἐμβαλὼν ^v-1129a

**1130** Αἰγαίαις τʼ ἐνάλοις δόλιον ^v-1130

**1131** ἀκταῖς ἀστέρα λάμψας. ^v-1131

**1132** ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ, ^v-1132

**1133** ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς ^v-1133

**1134** γέρας, οὐ γέρας ἀλλʼ ἔριν, ^v-1134

**1135** Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, ^v-1135

**1136** εἴδωλον ἱερὸν Ἥρας. ^v-1136

*Χορός*

**1137** ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον, ^v-1137

**1138** τίς φησʼ ἐρευνήσας βροτῶν ^v-1138

**1139** μακρότατον πέρας εὑρεῖν ^v-1139

**1140** ὃς τὰ θεῶν ἐσορᾷ ^v-1140

**1141** δεῦρο καὶ αὖθις ἐκεῖσε ^v-1141

**1142** καὶ πάλιν ἀντιλόγοις ^v-1142

**1143** πηδῶντʼ ἀνελπίστοις τύχαις; ^v-1143

**1144** σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ· ^v-1144

**1145** πτανὸς γὰρ ἐν κόλποις σε Λή- ^v-1145

**1146** δας ἐτέκνωσε πατήρ. ^v-1146

**1147** κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν ^v-1147

**1148** προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω ^v-1148

**1149** τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς· ^v-1149

**1150** τὸ τῶν θεῶν ⟨δʼ⟩ ἔπος ἀλαθὲς ηὗρον. ^v-1150

*Χορός*

**1151** ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ ^v-1151

**1152** λόγχαισί τʼ ἀλκαίου δορὸς ^v-1152

**1153** κτᾶσθε, πόνους ἀμαθῶς θνα- ^v-1153

**1154** τῶν καταπαυόμενοι· ^v-1154

**1155** εἰ γὰρ ἅμιλλα κρινεῖ νιν ^v-1155

**1156** αἵματος, οὔποτʼ ἔρις ^v-1156

**1157** λείψει κατʼ ἀνθρώπων πόλεις· ^v-1157

**1158** ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους, ^v-1158

**1159** ἐξὸν διορθῶσαι λόγοις ^v-1159

**1160** σὰν ἔριν, ὦ Ἑλένα. ^v-1160

**1161** νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω, ^v-1161

**1162** τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ, ^v-1162

**1163** ἐπὶ δὲ πάθεα πάθεσι φέρεις ^v-1163

**1164** ἀθλίοις συμφοραῖς αἰλίνοις. ^v-1164

*Θεοκλύμενος*

**1165** ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ ^v-1165

**1166** ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως· ^v-1166

**1167** ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους ^v-1167

**1168** Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ. ^v-1168

**1169** ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, ^v-1169

**1170** δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς· ^v-1170

**1171** ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή· ^v-1171

**1172** οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν; ^v-1172

**1173** καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ ^v-1173

**1174** ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, ^v-1174

**1175** ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον ^v-1175

**1176** Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον. ^v-1176

**1177** ἔα· ^v-1177

**1178** ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα ^v-1178

**1179** ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας ^v-1179

**1179a** ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. ^v-1179a

**1180** ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ ^v-1180

**1181** φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα, ^v-1181

**1182** ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς ^v-1182

**1183** τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. — ^v-1183

**1184** ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν ^v-1184

**1185** παρόντας ἐν δόμοισι κοὐ πεφευγότας. ^v-1185

**1186** αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς ^v-1186

**1187** λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς ^v-1187

**1188** κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας ^v-1188

**1189** χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα ^v-1189

**1190** κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη ^v-1190

**1191** στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν ^v-1191

**1192** κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας; ^v-1192

*Ἑλένη*

**1193** ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος — ^v-1193

**1194** ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι. ^v-1194

*Θεοκλύμενος*

**1195** ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη; ^v-1195

*Ἑλένη*

**1196** Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι. ^v-1196

*Θεοκλύμενος*

**1197** οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ. ^v-1197

**1198** πῶς ⟨δʼ⟩ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε; ^v-1198

*Ἑλένη*

**1199** κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο. ^v-1199

*Θεοκλύμενος*

**1200** ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ; ^v-1200

*Ἑλένη*

**1201** ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν. ^v-1201

*Θεοκλύμενος*

**1202** τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω. ^v-1202

*Ἑλένη*

**1203** ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ. ^v-1203

*Θεοκλύμενος*

**1204** Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει. ^v-1204

*Ἑλένη*

**1205** οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν. ^v-1205

*Θεοκλύμενος*

**1206** ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν; ^v-1206

*Ἑλένη*

**1207** Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει. ^v-1207

*Θεοκλύμενος*

**1208** θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν; ^v-1208

*Ἑλένη*

**1209** οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός. ^v-1209

*Θεοκλύμενος*

**1210** ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον; ^v-1210

*Ἑλένη*

**1211** Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις. ^v-1211

*Θεοκλύμενος*

**1212** καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης; ^v-1212

*Ἑλένη*

**1213** ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι. ^v-1213

*Θεοκλύμενος*

**1214** λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα; ^v-1214

*Ἑλένη*

**1215** ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. ^v-1215

*Θεοκλύμενος*

**1216** ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει; ^v-1216

*Ἑλένη*

**1217** ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει. ^v-1217

*Θεοκλύμενος*

**1218** ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν; ^v-1218

*Ἑλένη*

**1219** νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται. ^v-1219

*Θεοκλύμενος*

**1220** ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ⟨ὡς⟩ ἔρρεις μάτην. ^v-1220

*Ἑλένη*

**1221** κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας. ^v-1221

*Θεοκλύμενος*

**1222** πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί; ^v-1222

*Ἑλένη*

**1223** ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. ^v-1223

*Θεοκλύμενος*

**1224** τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης· ^v-1224

*Ἑλένη*

**1225** φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν. ^v-1225

*Θεοκλύμενος*

**1226** ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται — ^v-1226

*Ἑλένη*

**1227** ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. ^v-1227

*Θεοκλύμενος*

**1228** οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον; ^v-1228

*Ἑλένη*

**1229** τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς; ^v-1229

*Θεοκλύμενος*

**1230** πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. ^v-1230

*Ἑλένη*

**1231** ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων. ^v-1231

*Θεοκλύμενος*

**1232** χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε. ^v-1232

*Ἑλένη*

**1233** οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα. ^v-1233

*Θεοκλύμενος*

**1234** ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. ^v-1234

*Ἑλένη*

**1235** σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. ^v-1235

*Θεοκλύμενος*

**1236** μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον. ^v-1236

*Ἑλένη*

**1237** πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος — ^v-1237

*Θεοκλύμενος*

**1238** τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ; ^v-1238

*Ἑλένη*

**1239** τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω. ^v-1239

*Θεοκλύμενος*

**1240** τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν; ^v-1240

*Ἑλένη*

**1241** Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ — ^v-1241

*Θεοκλύμενος*

**1242** τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. ^v-1242

*Ἑλένη*

**1243** κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν. ^v-1243

*Θεοκλύμενος*

**1244** κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός. ^v-1244

*Ἑλένη*

**1245** οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. ^v-1245

*Θεοκλύμενος*

**1246** πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. ^v-1246

*Ἑλένη*

**1247** ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. ^v-1247

*Θεοκλύμενος*

**1248** τί σοι παράσχω δῆτα τῷ τεθνηκότι; ^v-1248

*Ἑλένη*

**1249** ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν. ^v-1249

*Θεοκλύμενος*

**1250** ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην. ^v-1250

*Μενελέως*

**1251** οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι. ^v-1251

*Θεοκλύμενος*

**1252** πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς; ^v-1252

*Μενελέως*

**1253** ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ. ^v-1253

*Θεοκλύμενος*

**1254** πλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν. ^v-1254

*Μενελέως*

**1255** προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις. ^v-1255

*Θεοκλύμενος*

**1256** τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ. ^v-1256

*Μενελέως*

**1257** αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς. ^v-1257

*Θεοκλύμενος*

**1258** ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος. ^v-1258

*Μενελέως*

**1259** διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου. ^v-1259

*Θεοκλύμενος*

**1260** οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. ^v-1260

*Μενελέως*

**1261** καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά. ^v-1261

*Θεοκλύμενος*

**1262** ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται; ^v-1262

*Μενελέως*

**1263** χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί. ^v-1263

*Θεοκλύμενος*

**1264** ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν. ^v-1264

*Μενελέως*

**1265** καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. ^v-1265

*Θεοκλύμενος*

**1266** πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε; ^v-1266

*Μενελέως*

**1267** ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας. ^v-1267

*Θεοκλύμενος*

**1268** πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ; ^v-1268

*Μενελέως*

**1269** ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις. ^v-1269

*Θεοκλύμενος*

**1270** τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει; ^v-1270

*Μενελέως*

**1271** ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων. ^v-1271

*Θεοκλύμενος*

**1272** Φοίνισσα κώπη ταχύπορος γενήσεται. ^v-1272

*Μενελέως*

**1273** καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν. ^v-1273

*Θεοκλύμενος*

**1274** οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε; ^v-1274

*Μενελέως*

**1275** μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων. ^v-1275

*Θεοκλύμενος*

**1276** ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. ^v-1276

*Μενελέως*

**1277** ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. ^v-1277

*Θεοκλύμενος*

**1278** ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. ^v-1278

**1279** ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ· ^v-1279

**1280** καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, ^v-1280

**1281** δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ ^v-1281

**1282** ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας ^v-1282

**1283** ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν ^v-1283

**1284** ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ. ^v-1284

**1285** σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις ^v-1285

**1286** τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον, ^v-1286

**1287** κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις. ^v-1287

*Μενελέως*

**1288** σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν ^v-1288

**1289** στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν· ^v-1289

**1290** ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. ^v-1290

**1291** ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας, ^v-1291

**1293** παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ ^v-1293

**1292** οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ. ^v-1292

*Ἑλένη*

**1294** ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ ^v-1294

**1295** ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. ^v-1295

**1296** ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε ^v-1296

**1297** ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς ^v-1297

**1298** εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν ^v-1298

**1299** τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα ^v-1299

**1300** δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή. ^v-1300

*Χορός*

**1301** Ὀρεία ποτὲ δρομάδι κώ- ^v-1301

**1302** λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼ ^v-1302

**1303** ὑλάεντα νάπη ^v-1303

**1304** ποτάμιόν τε χεῦμʼ ὑδάτων ^v-1304

**1305** βαρύβρομόν τε κῦμʼ ἅλιον ^v-1305

**1306** πόθῳ τᾶς ἀποιχομένας ^v-1306

**1307** ἀρρήτου κούρας. ^v-1307

**1308** κρόταλα δὲ βρόμια διαπρύσιον ^v-1308

**1309** ἱέντα κέλαδον ἀνεβόα, ^v-1309

**1310** θηρῶν ὅτε ζυγίους ^v-1310

**1311** ζευξάσᾳ θεᾷ σατίνας ^v-1311

**1312** τὰν ἁρπασθεῖσαν κυκλίων ^v-1312

**1313** χορῶν ἔξω παρθενίων ^v-1313

**1314** μετὰ κούραν, ἀελλόποδες, ^v-1314

**1315** ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼ ^v-1315

**1316** ἔγχει Γοργῶπις πάνοπλος, ^v-1316

**1317** ⟨συνείποντο. Ζεὺς δʼ ἑδράνων⟩ ^v-1317

**1318** αὐγάζων ἐξ οὐρανίων ^v-1318

**1318a** ἄλλαν μοῖραν ἔκραινε. ^v-1318a

*Χορός*

**1319** δρομαῖον δʼ ὅτε πολυπλάνη- ^v-1319

**1320** τον μάτηρ ἔπαυσε πόνον, ^v-1320

**1321** μαστεύουσα πόνους ^v-1321

**1322** θυγατρὸς ἁρπαγὰς δολίους, ^v-1322

**1323** χιονοθρέμμονάς γʼ ἐπέρασʼ ^v-1323

**1324** Ἰδαιᾶν Νυμφᾶν σκοπιάς· ^v-1324

**1325** ῥίπτει δʼ ἐν πένθει ^v-1325

**1326** πέτρινα κατὰ δρία πολυνιφέα· ^v-1326

**1327** βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς ^v-1327

**1328** οὐ καρπίζουσʼ ἀρότοις ^v-1328

**1329** λαῶν [δὲ] φθείρει γενεάν· ^v-1329

**1330** ποίμναις δʼ οὐχ ἵει θαλερὰς ^v-1330

**1331** βοσκὰς εὐφύλλων ἑλίκων, ^v-1331

**1332** πόλεων δʼ ἀπέλειπε βίος· ^v-1332

**1333** οὐδʼ ἦσαν θεῶν θυσίαι, ^v-1333

**1334** βωμοῖς δʼ ἄφλεκτοι πέλανοι· ^v-1334

**1335** πηγὰς δʼ ἀμπαύει δροσερὰς ^v-1335

**1336** λευκῶν ἐκβάλλειν ὑδάτων ^v-1336

**1337** πένθει παιδὸς ἀλάστωρ. ^v-1337

*Χορός*

**1338** ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας ^v-1338

**1339** θεοῖς βροτείῳ τε γένει, ^v-1339

**1340** Ζεὺς μειλίσσων στυγίους ^v-1340

**1341** ματρὸς ὀργὰς ἐνέπει· ^v-1341

**1342** βᾶτε, σεμναὶ Χάριτες, ^v-1342

**1343** ἴτε, τᾷ περὶ παρθένῳ ^v-1343

**1344** Δηοῖ θυμωσαμένᾳ ^v-1344

**1344a** λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ, ^v-1344a

**1345** Μοῦσαί θʼ ὕμνοισι χορῶν. ^v-1345

**1346** χαλκοῦ δʼ αὐδὰν χθονίαν ^v-1346

**1347** τύπανά τʼ ἔλαβε βυρσοτενῆ ^v-1347

**1348** καλλίστα τότε πρῶτα μακά- ^v-1348

**1349** ρων Κύπρις· γέλασέν τε θεὰ ^v-1349

**1350** δέξατό τʼ ἐς χέρας ^v-1350

**1351** βαρύβρομον αὐλὸν ^v-1351

**1352** τερφθεῖσʼ ἀλαλαγμῷ. ^v-1352

*Χορός*

**1353** ὧν οὐ θέμις ⟨σʼ⟩ οὔθʼ ὁσία ^v-1353

**1354** ʼπʼύρωσας ἐν ⟨θεῶν⟩ θαλάμοις, ^v-1354

**1355** μῆνιν δʼ ἔσχες μεγάλας ^v-1355

**1356** ματρός, ὦ παῖ, θυσίας ^v-1356

**1357** οὐ σεβίζουσα θεᾶς. ^v-1357

**1358** μέγα τοι δύναται νεβρῶν ^v-1358

**1359** παμποίκιλοι στολίδες ^v-1359

**1360** κισσοῦ τε στεφθεῖσα χλόα ^v-1360

**1361** νάρθηκας εἰς ἱερούς, ^v-1361

**1362** ῥόμβου θʼ εἱλισσομένα ^v-1362

**1363** κύκλιος ἔνοσις αἰθερία, ^v-1363

**1364** βακχεύουσά τʼ ἔθειρα Βρομί- ^v-1364

**1365** ῳ καὶ παννυχίδες θεᾶς. ^v-1365

**1366** εὖ δέ νιν ἄμασιν ^v-1366

**1367** ὑπέρβαλε σελάνα ^v-1367

**1368** μορφᾷ μόνον ηὔχεις. ^v-1368

*Ἑλένη*

**1369** τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι· ^v-1369

**1370** ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη ^v-1370

**1371** πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη ^v-1371

**1372** οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ ^v-1372

**1373** οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν. ^v-1373

**1374** ⟨⟩ ^v-1374

**1374a** κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις· ^v-1374a

**1375** ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα, ^v-1375

**1376** ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα ^v-1376

**1377** αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών, ^v-1377

**1378** ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν. ^v-1378

**1379** προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο, ^v-1379

**1380** ὡς βαρβάρων τρόπαια μυρίων χερὶ ^v-1380

**1381** θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος, ^v-1381

**1382** πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς ^v-1382

**1383** ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα ^v-1383

**1384** ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου. ^v-1384

**1385** ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς ^v-1385

**1386** γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν, ^v-1386

**1387** σιγητέον μοι· καὶ σὲ προσποιούμεθα ^v-1387

**1388** εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα ^v-1388

**1389** σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε. ^v-1389

*Θεοκλύμενος*

**1390** χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος, ^v-1390

**1391** δμῶες, φέροντες ἐνάλια κτερίσματα. ^v-1391

**1392** Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, ^v-1392

**1393** πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε ^v-1393

**1394** πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς. ^v-1394

**1395** δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος ^v-1395

**1396** πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον ^v-1396

**1397** τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην· ^v-1397

**1398** ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις. ^v-1398

*Ἑλένη*

**1399** ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει ^v-1399

**1400** τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας ^v-1400

**1401** τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν ^v-1401

**1402** καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις ^v-1402

**1403** ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με ^v-1403

**1404** αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ. ^v-1404

**1405** θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω, ^v-1405

**1406** καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε. ^v-1406

**1407** ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι ^v-1407

**1408** γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς ^v-1408

**1409** κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε. ^v-1409

**1410** ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν, ^v-1410

**1411** πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω. ^v-1411

*Θεοκλύμενος*

**1412** χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον ^v-1412

**1413** Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας. ^v-1413

*Ἑλένη*

**1414** οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον; ^v-1414

*Θεοκλύμενος*

**1415** μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. ^v-1415

*Ἑλένη*

**1416** αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου. ^v-1416

*Θεοκλύμενος*

**1417** αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον. ^v-1417

*Ἑλένη*

**1418** ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων. ^v-1418

*Θεοκλύμενος*

**1419** μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. ^v-1419

*Ἑλένη*

**1420** ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. ^v-1420

*Θεοκλύμενος*

**1421** τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος. ^v-1421

*Ἑλένη*

**1422** ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω. ^v-1422

*Θεοκλύμενος*

**1423** οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν. ^v-1423

*Ἑλένη*

**1424** οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον. ^v-1424

*Θεοκλύμενος*

**1425** ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς. ^v-1425

*Ἑλένη*

**1426** οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν. ^v-1426

*Θεοκλύμενος*

**1427** βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον; ^v-1427

*Ἑλένη*

**1428** ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ. ^v-1428

*Θεοκλύμενος*

**1429** ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους· ^v-1429

**1430** καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε ^v-1430

**1431** ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις ^v-1431

**1432** φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων ^v-1432

**1433** ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ ^v-1433

**1434** γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις ^v-1434

**1435** ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. ^v-1435

**1436** σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας ^v-1436

**1437** τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε, ^v-1437

**1438** πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων, ^v-1438

**1439** ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ ^v-1439

**1440** στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. ^v-1440

*Μενελέως*

**1441** ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, ^v-1441

**1442** βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν. ^v-1442

**1443** ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς ^v-1443

**1444** σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί, ^v-1444

**1445** ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης. ^v-1445

**1446** ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος. ^v-1446

**1447** κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν ^v-1447

**1448** καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς, ^v-1448

**1449** ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν ^v-1449

**1450** δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε. ^v-1450

*Χορός*

**1451** Φοίνισσα Σιδωνιὰς ὦ ^v-1451

**1452** ταχεῖα κώπα, ῥοθίοισι μάτηρ ^v-1452

**1453** εἰρεσίας φίλα, ^v-1453

**1454** χοραγὲ τῶν καλλιχόρων ^v-1454

**1455** δελφίνων, ὅταν αὔραις ^v-1455

**1456** πέλαγος ἀνήνεμον ᾖ, ^v-1456

**1457** γλαυκὰ δὲ Πόντου θυγάτηρ ^v-1457

**1458** Γαλάνεια τάδʼ εἴπῃ· ^v-1458

**1459** κατὰ μὲν ἱστία πετάσατʼ αὔ- ^v-1459

**1460** ραις λιπόντες εἰναλίαις, ^v-1460

**1461** λάβετε δʼ εἰλατίνας πλάτας, ^v-1461

**1462** ὦ ναῦται, ναῦται, ^v-1462

**1463** πέμποντες εὐλιμένους ^v-1463

**1464** Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς. ^v-1464

*Χορός*

**1465** ἦ που κόρας ἂν ποταμοῦ ^v-1465

**1466** παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ ^v-1466

**1467** Παλλάδος ἂν λάβοις ^v-1467

**1468** χρόνῳ ξυνελθοῦσα χοροῖς ^v-1468

**1469** ἢ κώμοις Ὑακίνθου ^v-1469

**1470** νύχιον ἐς εὐφροσύναν, ^v-1470

**1471** ὃν ἐξαμιλλησάμενος ^v-1471

**1472** τροχῷ τέρμονα δίσκου ^v-1472

**1473** ἔκανε Φοῖβος, τᾷ Λακαί- ^v-1473

**1474** νᾳ γᾷ βούθυτον ἁμέραν· ^v-1474

**1475** ὁ Διὸς δʼ εἶπε σέβειν γόνος· ^v-1475

**1476** μόσχον θʼ, ἃν οἴκοις ^v-1476

**1476a** ⟨ἔλειπες, Ἑρμιόναν,⟩ ^v-1476a

**1477** ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν. ^v-1477

*Χορός*

**1478** διʼ ἀέρος εἴθε ποτανοὶ ^v-1478

**1479** γενοίμεσθʼ ᾇ Λιβύας ^v-1479

**1480** οἰωνοὶ στοχάδες ^v-1480

**1481** ὄμβρον λιποῦσαι χειμέριον ^v-1481

**1482** νίσονται πρεσβυτάτᾳ ^v-1482

**1483** σύριγγι πειθόμεναι ^v-1483

**1485** ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς ^v-1485

**1486** ἐπιπετόμενος ἰαχεῖ. ^v-1486

**1487** ὦ πταναὶ δολιχαύχενες, ^v-1487

**1488** σύννομοι νεφέων δρόμου, ^v-1488

**1489** βᾶτε Πλειάδας ὑπὸ μέσας ^v-1489

**1490** ὠρίωνά τʼ ἐννύχιον· ^v-1490

**1491** καρύξατʼ ἀγγελίαν, ^v-1491

**1492** Εὐρώταν ἐφεζόμεναι, ^v-1492

**1493** Μενέλεως ὅτι Δαρδάνου ^v-1493

**1494** πόλιν ἑλὼν δόμον ἥξει. ^v-1494

*Χορός*

**1495** μόλοιτέ ποθʼ ἵππιον οἶμον ^v-1495

**1496** διʼ αἰθέρος ἱέμενοι ^v-1496

**1497** παῖδες Τυνδαρίδαι, ^v-1497

**1498** λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν· ^v-1498

**1499** οἳ ναίετʼ οὐράνιοι, ^v-1499

**1500** σωτῆρες τᾶς Ἑλένας, ^v-1500

**1501** γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων ^v-1501

**1502** ῥόθια πολιὰ θαλάσσας, ^v-1502

**1503** ναύταις εὐαεῖς ἀνέμων ^v-1503

**1505** πέμποντες Διόθεν πνοάς· ^v-1505

**1506** δύσκλειαν δʼ ἀπὸ συγγόνου ^v-1506

**1507** βάλετε βαρβάρων λεχέων, ^v-1507

**1508** ἃν Ἰδαίων ἐρίδων ^v-1508

**1509** ποιναθεῖσʼ ἐκτήσατο, γᾶν ^v-1509

**1510** οὐκ ἐλθοῦσά ⟨ποτʼ⟩ Ἰλίου ^v-1510

**1511** Φοιβείους ἐπὶ πύργους. ^v-1511

*Ἄγγελος*

**1512** ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν· ^v-1512

**1513** ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα. ^v-1513

*Θεοκλύμενος*

**1514** τί δʼ ἔστιν; ^v-1514

*Ἄγγελος*

**1514b** ἄλλης ἐκπόνει μνηστεύματα ^v-1514b

**1515** γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός. ^v-1515

*Θεοκλύμενος*

**1516** πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί; ^v-1516

*Ἄγγελος*

**1517** Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός, ^v-1517

**1518** ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν. ^v-1518

*Θεοκλύμενος*

**1519** ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία ^v-1519

**1520** ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις. ^v-1520

*Ἄγγελος*

**1521** ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων ^v-1521

**1522** ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς. ^v-1522

*Θεοκλύμενος*

**1523** πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων ^v-1523

**1524** ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα ^v-1524

**1525** τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα. ^v-1525

*Ἄγγελος*

**1526** ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους ^v-1526

**1527** ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη ^v-1527

**1528** σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε ^v-1528

**1529** πόσιν πέλας παρόντα κοὐ τεθνηκότα. ^v-1529

**1530** ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων, ^v-1530

**1531** Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν ^v-1531

**1532** ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα ^v-1532

**1533** ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο· ^v-1533

**1534** ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο ^v-1534

**1535** ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν ^v-1535

**1536** πηδάλιά τε ζεύγλαισι παρακαθίετο. ^v-1536

**1537** κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι, ^v-1537

**1538** Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι ^v-1538

**1539** προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι ^v-1539

**1540** πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν. ^v-1540

**1541** ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος ^v-1541

**1542** προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων· ^v-1542

**1543** ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε ^v-1543

**1544** Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος; ^v-1544

**1545** ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε, ^v-1545

**1546** ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ; ^v-1546

**1547** οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ, ^v-1547

**1548** ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα ^v-1548

**1549** φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία ^v-1549

**1550** λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν ^v-1550

**1551** ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως ^v-1551

**1552** τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς ^v-1552

**1553** ξένον κελεύσας πάντα συνέχεας τάδε. ^v-1553

**1554** καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς ^v-1554

**1555** ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς ^v-1555

**1556** οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα, ^v-1556

**1557** ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ ^v-1557

**1558** κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων ^v-1558

**1559** μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις ^v-1559

**1560** ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν, ^v-1560

**1561** οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ ^v-1561

**1562** νεανίαις ὤμοισι ταύρειον δέμας ^v-1562

**1563** ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα ^v-1563

**1564** πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι; ^v-1564

**1565** οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν ^v-1565

**1566** ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα. ^v-1566

**1567** μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην ^v-1567

**1568** μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ. ^v-1568

**1569** τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο, ^v-1569

**1570** πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί ^v-1570

**1571** Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις, ^v-1571

**1572** ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας· ^v-1572

**1573** ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι ^v-1573

**1574** ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη ^v-1574

**1575** λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο ^v-1575

**1576** βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν. ^v-1576

**1577** ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω ^v-1577

**1578** οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ· ^v-1578

**1579** ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει — ^v-1579

**1580** πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί. ^v-1580

**1581** ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος ^v-1581

**1582** ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ ^v-1582

**1583** σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, ^v-1583

**1584** τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα ^v-1584

**1585** πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι, ^v-1585

**1586** σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε ^v-1586

**1587** ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ ^v-1587

**1588** ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ. ^v-1588

**1589** καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία. ^v-1589

**1590** πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ, ^v-1590

**1591** σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου ^v-1591

**1592** Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους· ^v-1592

**1593** τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα, ^v-1593

**1594** σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο ^v-1594

**1595** ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς ^v-1595

**1596** βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα· ^v-1596

**1597** οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ, ^v-1597

**1598** ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην ^v-1598

**1599** καθαιματώσει κρᾶτα πολεμίων ξένων; ^v-1599

**1600** ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν ^v-1600

**1601** κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη· ^v-1601

**1602** φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν ^v-1602

**1603** πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος; ^v-1603

**1604** δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο ^v-1604

**1605** ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους ^v-1605

**1606** νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα, ^v-1606

**1607** ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν, ^v-1607

**1608** ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος, ^v-1608

**1609** ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ ^v-1609

**1610** σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς ^v-1610

**1611** ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ. ^v-1611

**1612** οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί. ^v-1612

**1613** βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον ^v-1613

**1614** καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα· ^v-1614

**1615** ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις ^v-1615

**1616** ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι ^v-1616

**1617** τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας ^v-1617

**1618** οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς. ^v-1618

*Χορός*

**1619** οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν ^v-1619

**1620** Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών. ^v-1620

*Θεοκλύμενος*

**1621** ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας· ^v-1621

**1622** ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος ^v-1622

**1623** ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους· ^v-1623

**1624** νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, ^v-1624

**1625** ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. ^v-1625

**1626** τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν. ^v-1626

*Θεράπων*

**1627** οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον; ^v-1627

*Θεοκλύμενος*

**1628** οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών. ^v-1628

*Θεράπων*

**1629** οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα ⟨γὰρ⟩ σπεύδεις κακά. ^v-1629

*Θεοκλύμενος*

**1630** ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; ^v-1630

*Θεράπων*

**1630b** φρονῶ γὰρ εὖ. ^v-1630b

*Θεοκλύμενος*

**1631** οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις — ^v-1631

*Θεράπων*

**1631b** οὐ μὲν οὖν σʼ ἐάσομεν. ^v-1631b

*Θεοκλύμενος*

**1632** σύγγονον κτανεῖν κακίστην — ^v-1632

*Θεράπων*

**1632b** εὐσεβεστάτην μὲν οὖν. ^v-1632b

*Θεοκλύμενος*

**1633** ἥ με προύδωκεν — ^v-1633

*Θεράπων*

**1633b** καλήν γε προδοσίαν, δίκαια δρᾶν. ^v-1633b

*Θεοκλύμενος*

**1634** τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα. ^v-1634

*Θεράπων*

**1634b** τοῖς γε κυριωτέροις. ^v-1634b

*Θεοκλύμενος*

**1635** κύριος δὲ τῶν ἐμῶν τίς; ^v-1635

*Θεράπων*

**1635b** ὃς ἔλαβεν πατρὸς πάρα. ^v-1635b

*Θεοκλύμενος*

**1636** ἀλλʼ ἔδωκεν ἡ τύχη μοι. ^v-1636

*Θεράπων*

**1636b** τὸ δὲ χρεὼν ἀφείλετο. ^v-1636b

*Θεοκλύμενος*

**1637** οὐ σὲ τἀμὰ χρὴ δικάζειν. ^v-1637

*Θεράπων*

**1637b** ἤν γε βελτίω λέγω. ^v-1637b

*Θεοκλύμενος*

**1638** ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν. ^v-1638

*Θεράπων*

**1638b** ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ. ^v-1638b

*Θεοκλύμενος*

**1639** κατθανεῖν ἐρᾶν ἔοικας. ^v-1639

*Θεράπων*

**1639b** κτεῖνε· σύγγονον δὲ σὴν ^v-1639b

**1640** οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ⟨ὡς⟩ πρὸ δεσποτῶν ^v-1640

**1641** τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν. ^v-1641

*Διόσκοροι*

**1642** ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ, ^v-1642

**1643** Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε ^v-1643

**1644** Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ ^v-1644

**1645** ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους· ^v-1645

**1646** οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις, ^v-1646

**1647** οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη ^v-1647

**1648** ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν ^v-1648

**1649** τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς. ^v-1649

**1650** ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον ^v-1650

**1651** κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν· ^v-1651

**1652** ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα, ^v-1652

**1653** καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι· ^v-1653

**1654** ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις ^v-1654

**1655** ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. ^v-1655

**1656** ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος, ^v-1656

**1657** νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε. ^v-1657

**1658** πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, ^v-1658

**1659** ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς· ^v-1659

**1660** ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα ^v-1660

**1661** καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν. ^v-1661

**1662** σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω· ^v-1662

**1663** πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον· ^v-1663

**1664** σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ ^v-1664

**1665** πόντον παριππεύοντε πέμψομεν πάτραν. ^v-1665

**1666** ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον, ^v-1666

**1667** θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα ^v-1667

**1668** σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα ^v-1668

**1669** ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται. ^v-1669

**1670** οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, ^v-1670

**1671** Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον, ^v-1671

**1672** κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε, ^v-1672

**1673** — φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω — ^v-1673

**1674** Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, ^v-1674

**1675** ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο. ^v-1675

**1676** καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα ^v-1676

**1677** μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον· ^v-1677

**1678** τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, ^v-1678

**1679** τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι. ^v-1679

*Θεοκλύμενος*

**1680** ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος ^v-1680

**1681** νείκη μεθήσω σφῶν κασιγνήτης πέρι· ^v-1681

**1682** ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν. ^v-1682

**1683** κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ. ^v-1683

**1684** ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα ^v-1684

**1685** γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος. ^v-1685

**1686** καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης ^v-1686

**1687** γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι. ^v-1687

*Χορός*

**1688** πολλαὶ μορφαὶ τῶν δαιμονίων, ^v-1688

**1689** πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· ^v-1689

**1690** καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, ^v-1690

**1691** τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. ^v-1691

**1692** τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα. ^v-1692
