---
id: euripides-as-suplicantes-grc-murray-1913
type: primary_text
title: Ἱκέτιδες
subtitle: As Suplicantes
author: Eurípides
editor: Gilbert Murray
base_edition: 'Euripidis Fabulae, vol. 2, ed. Gilbert Murray (Oxford: Clarendon Press, 1913)'
year_original: entre 424 e 420 a.C.
publication_year: 1913
language: grc
tags:
- greek-tragedy
- ancient-theatre
- century-5-bce
status: draft
project: pedra_angular
related:
- euripides-as-suplicantes-pt-torrano-2019
scope: A tragédia inteira, verso a verso, com o número de verso de Murray (**5**) e a âncora ^v-5; os versos que o editor intercala ou transpõe levam o número dele (94a, 123b)
urn_work: urn:cts:greekLit:tlg0006.tlg008
urn: urn:cts:greekLit:tlg0006.tlg008.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0006/tlg008
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0006/tlg008/tlg0006.tlg008.perseus-grc2.xml
source_commit: e37eed2e8
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil tragedia), 2026-11-03; preparado por Διαφορεύς, Claude Opus 5.5.
---

# Ἱκέτιδες

### τὰ τοῦ δράματος πρόσωπα

- Αἴθρα
- Χορός
- Θησεύς
- Ἄδραστος
- Κῆρυξ
- Ἄγγελος
- Εὐάδνη
- Ἶφις
- Παῖδες
- Ἀθήνα

*Αἴθρα*

**1** Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς ^v-1

**2** τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, ^v-2

**3** εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν ^v-3

**4** πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ^v-4

**5** ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν ^v-5

**6** Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος ^v-6

**7** Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν. ^v-7

**8** ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε ^v-8

**9** γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς ^v-9

**10** ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, ^v-10

**11** πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας ^v-11

**12** Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ^v-12

**13** ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ ^v-13

**14** Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας ^v-14

**15** μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων ^v-15

**16** γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ ^v-16

**17** θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ ^v-17

**18** εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν ^v-18

**19** δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν. ^v-19

**20** κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς ^v-20

**21** Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε ^v-21

**22** κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην ^v-22

**23** στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ^v-23

**24** ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς ^v-24

**25** νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ^v-25

**26** ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, ^v-26

**27** μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ ^v-27

**28** πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς ^v-28

**29** ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν ^v-29

**30** πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται ^v-30

**31** φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. ^v-31

**32** δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος ^v-32

**33** μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν ^v-33

**34** Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν ^v-34

**35** πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, ^v-35

**36** σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι ^v-36

**37** κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ^v-37

**38** ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ^v-38

**39** ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς ^v-39

**40** ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων ^v-40

**41** γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί. ^v-41

*Χορός*

**42** — ἱκετεύω σε, γεραιά, ^v-42

**43** γεραιῶν ἐκ στομάτων, πρὸς ^v-43

**44** γόνυ πίπτουσα τὸ σόν· ^v-44

**45** — ἄνομοι […] — τέκνα λῦσαι. — φθιμένων ^v-45

**46** νεκύων οἳ καταλείπουσι μέλη ^v-46

**47** θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· ^v-47

*Χορός*

**48** — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων ^v-48

**49** δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ- ^v-49

**50** σὰ δὲ σαρκῶν πολιᾶν ^v-50

**51** καταδρύμματα χειρῶν· τί γάρ; ἃ ^v-51

**52** φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις ^v-52

**53** προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ. ^v-53

*Χορός*

**54** — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον ^v-54

**55** φίλα ποιησαμένα λέ- ^v-55

**56** κτρα πόσει σῷ· μετά νυν ^v-56

**57** δὸς ἐμοὶ σᾶς διανοίας, ^v-57

**58** μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ⟨ʼγὼ⟩ ^v-58

**59** φθιμένων οὓς ἔτεκον· ^v-59

**60** παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν ^v-60

**61** τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι ^v-61

**62** νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα. ^v-62

*Χορός*

**63** — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου- ^v-63

**64** σα προσαιτοῦσʼ ἔμολον δε- ^v-64

**64a** ξιπύρους θεῶν θυμέλας· ^v-64a

**65** ἔχομεν δʼ ἔνδικα, καὶ σοί ^v-65

**66** τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ- ^v-66

**67** τυχίαν τὰν παρʼ ἐμοὶ ^v-67

**68** καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω ^v-68

**69** σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι ^v-69

**70** νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. ^v-70

*Χορός*

**71** — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων ^v-71

**72** διάδοχος, ἀχοῦσι προσπόλων χέρες. ^v-72

**73** ἴτʼ ὦ ξυνῳδοὶ κτύποι, ^v-73

**74** ἴτʼ ὦ ξυναλγηδόνες, ^v-74

**75** χορὸν τὸν Ἅιδας σέβει, ^v-75

**76** διὰ παρῇδος ὄνυχα λευκὸν ^v-76

**77** αἱματοῦτε χρῶτά τε φόνιον· ^v-77

**78** τὰ γὰρ φθιτῶν ^v-78

**78a** τοῖς ὁρῶσι κόσμος. ^v-78a

*Χορός*

**79** — ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων ^v-79

**80** πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας ^v-80

**81** ὑγρὰ ῥέουσα σταγὼν ^v-81

**82** ἄπαυστος αἰεί· γόων, ^v-82

**83** τὸ γὰρ θανόντων τέκνων ^v-83

**84** ἐπιπονόν τι κατὰ γυναῖκας ^v-84

**85** ἐς γόους πέφυκε πάθος. ἒ ἔ. ^v-85

**86** θανοῦσα τῶνδʼ ^v-86

**86a** ἀλγέων λαθοίμαν. ^v-86a

*Θησεύς*

**87** τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον ^v-87

**88** νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο ^v-88

**89** ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ ^v-89

**90** μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, ^v-90

**91** χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον. ^v-91

**92** ἔα· ^v-92

**92a** τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· ^v-92a

**93** μητέρα γεραιὰν βωμίαν ἐφημένην ^v-93

**94** ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν ^v-94

**95** κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων ^v-95

**96** ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ, ^v-96

**97** κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά. ^v-97

**98** τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ^v-98

**99** ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. ^v-99

*Αἴθρα*

**100** ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων ^v-100

**101** τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας ^v-101

**102** ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις ^v-102

**103** φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον. ^v-103

*Θησεύς*

**104** τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; ^v-104

*Αἴθρα*

**105** Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. ^v-105

*Θησεύς*

**106** οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; ^v-106

*Αἴθρα*

**107** οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. ^v-107

*Θησεύς*

**108** τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί; ^v-108

*Αἴθρα*

**109** οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. ^v-109

*Θησεύς*

**110** σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. ^v-110

**111** λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· ^v-111

**112** πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν. ^v-112

*Ἄδραστος*

**113** ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, ^v-113

**114** Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. ^v-114

*Θησεύς*

**115** τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; ^v-115

*Ἄδραστος*

**116** οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν. ^v-116

*Θησεύς*

**117** οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. ^v-117

*Ἄδραστος*

**118** ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους. ^v-118

*Θησεύς*

**119** τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται. ^v-119

*Ἄδραστος*

**120** τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. ^v-120

*Θησεύς*

**121** κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς; ^v-121

*Ἄδραστος*

**122** κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με. ^v-122

*Θησεύς*

**123** τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν; ^v-123

*Ἄδραστος*

**124** τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. ^v-124

*Θησεύς*

**125** ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν; ^v-125

*Ἄδραστος*

**126** κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. ^v-126

*Θησεύς*

**127** τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην; ^v-127

*Ἄδραστος*

**128** σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν. ^v-128

*Θησεύς*

**129** ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει; ^v-129

*Ἄδραστος*

**130** πάντες ⟨σʼ⟩ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. ^v-130

*Θησεύς*

**131** ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; ^v-131

*Ἄδραστος*

**132** δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. ^v-132

*Θησεύς*

**133** τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; ^v-133

*Ἄδραστος*

**134** οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. ^v-134

*Θησεύς*

**135** ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; ^v-135

*Ἄδραστος*

**136** Τυδεῖ ⟨γε⟩ Πολυνείκει τε τῷ Θηβαιγενεῖ. ^v-136

*Θησεύς*

**137** τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών; ^v-137

*Ἄδραστος*

**138** Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα. ^v-138

*Θησεύς*

**139** τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον; ^v-139

*Ἄδραστος*

**140** κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ. ^v-140

*Θησεύς*

**141** σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; ^v-141

*Ἄδραστος*

**142** ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας — ^v-142

*Θησεύς*

**143** τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα. ^v-143

*Ἄδραστος*

**144** Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα. ^v-144

*Θησεύς*

**145** ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; ^v-145

*Ἄδραστος*

**146** μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. ^v-146

*Θησεύς*

**147** ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους; ^v-147

*Ἄδραστος*

**148** Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. ^v-148

*Θησεύς*

**149** ὁ δʼ Οἰδίπου ⟨τί⟩, τίνι τρόπῳ Θήβας λιπών; ^v-149

*Ἄδραστος*

**150** ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. ^v-150

*Θησεύς*

**151** σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν. ^v-151

*Ἄδραστος*

**152** ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. ^v-152

*Θησεύς*

**153** οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται; ^v-153

*Ἄδραστος*

**154** ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην. ^v-154

*Θησεύς*

**155** μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα; ^v-155

*Ἄδραστος*

**156** οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην. ^v-156

*Θησεύς*

**157** οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν. ^v-157

*Ἄδραστος*

**158** τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. ^v-158

*Θησεύς*

**159** οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης; ^v-159

*Ἄδραστος*

**160** νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. ^v-160

*Θησεύς*

**161** εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας. ^v-161

*Ἄδραστος*

**162** ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας. ^v-162

**163** ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα, ^v-163

**164** ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω ^v-164

**165** πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, ^v-165

**166** πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· ^v-166

**167** ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. ^v-167

**168** σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ ^v-168

**169** καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, ^v-169

**170** αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ^v-170

**171** ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα ^v-171

**172** θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, ^v-172

**173** πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια, ^v-173

**174** ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν ^v-174

**175** κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. ^v-175

**176** σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον, ^v-176

**177** πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν ^v-177

**178** ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ, ^v-178

**179** τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι. ^v-179

**179a** […] ^v-179a

**180** τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη ^v-180

**181** χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε, ^v-181

**182** οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος ^v-182

**183** τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει. ^v-183

**184** τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα ^v-184

**185** πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; ^v-185

**186** ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε. ^v-186

**187** Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, ^v-187

**188** τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ ^v-188

**189** μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον· ^v-189

**190** τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν ^v-190

**191** ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις ^v-191

**192** πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου. ^v-192

*Χορός*

**193** κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, ^v-193

**194** Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας. ^v-194

*Θησεύς*

**195** ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ ^v-195

**196** τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα ^v-196

**197** πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· ^v-197

**198** ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, ^v-198

**199** πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς· ^v-199

**200** εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει. ^v-200

**201** αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου ^v-201

**202** καὶ θηριώδους θεῶν διεσταθμήσατο, ^v-202

**203** πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον ^v-203

**204** γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα, ^v-204

**205** τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ ^v-205

**206** σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ ^v-206

**207** ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος ^v-207

**208** προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ, ^v-208

**209** πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς ^v-209

**210** ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. ^v-210

**211** ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν, ^v-211

**212** ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς ^v-212

**213** μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο. ^v-213

**214** ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ ^v-214

**215** δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; ^v-215

**216** ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν ^v-216

**217** ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι ^v-217

**218** δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι. ^v-218

**219** ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς, ^v-219

**220** ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς ^v-220

**221** ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν, ^v-221

**222** λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν ^v-222

**223** ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα ^v-223

**224** ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι, ^v-224

**225** εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους. ^v-225

**226** κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος ^v-226

**227** τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε ^v-227

**228** τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα. ^v-228

**229** ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων, ^v-229

**230** μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας ^v-230

**231** βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν, ^v-231

**232** νέοις παραχθείς, οἵτινες τιμώμενοι ^v-232

**233** χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης, ^v-233

**234** φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ, ^v-234

**235** ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών, ^v-235

**236** ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν ^v-236

**237** τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε. ^v-237

**238** τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι ^v-238

**239** ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί· ^v-239

**240** οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου ^v-240

**241** δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος, ^v-241

**242** ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά, ^v-242

**243** γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι· ^v-243

**244** τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις, ^v-244

**245** κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις. ^v-245

**246** κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι; ^v-246

**247** τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν; ^v-247

**248** χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς, ^v-248

**249** αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν. ^v-249

*Χορός*

**250** ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε ^v-250

**251** ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών. ^v-251

**252** [ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.] ^v-252

*Ἄδραστος*

**253** οὔτοι δικαστήν ⟨σʼ⟩ εἱλόμην ἐμῶν κακῶν ^v-253

**254** οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, ^v-254

**255** τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, ^v-255

**256** ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε, ^v-256

**257** στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω; ^v-257

**258** ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην ^v-258

**259** αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ ^v-259

**260** θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν ^v-260

**261** Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς, ^v-261

**262** ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. ^v-262

*Χορός*

**262a** […] ^v-262a

**263** ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς ^v-263

**264** ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. ^v-264

**265** τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς ^v-265

**266** γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν; ^v-266

**267** μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, ^v-267

**268** δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν ^v-268

**269** ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς ^v-269

**270** οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. ^v-270

*Χορός*

**271** βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, ^v-271

**272** βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, ^v-272

**273** τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ, ^v-273

**274** οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους. ^v-274

**275** [ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.] ^v-275

**276** πρός ⟨σε⟩ γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, ^v-276

**279** ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· ^v-279

**280** οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν ^v-280

**281** οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. ^v-281

**282** μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν ^v-282

**283** παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω. ^v-283

**284** βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι ^v-284

**285** γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι. ^v-285

*Θησεύς*

**286** μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη ^v-286

**287** βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους ^v-287

**288** κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι. ^v-288

**289** ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει ^v-289

**290** σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. ^v-290

*Αἴθρα*

**291** αἰαῖ. ^v-291

*Θησεύς*

**291b** τὰ τούτων οὐχὶ σοὶ στενακτέον. ^v-291b

*Αἴθρα*

**292** ὦ τλήμονες γυναῖκες. ^v-292

*Θησεύς*

**292b** οὐ σὺ τῶνδʼ ἔφυς. ^v-292b

*Αἴθρα*

**293** εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν; ^v-293

*Θησεύς*

**294** ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά. ^v-294

*Αἴθρα*

**295** ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. ^v-295

*Θησεύς*

**296** αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις. ^v-296

*Αἴθρα*

**297** οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε ^v-297

**298** τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, ^v-298

**299** οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν ^v-299

**300** δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν. ^v-300

**301** ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν ^v-301

**302** σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας· ^v-302

**303** τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης. ^v-303

**304** πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν ^v-304

**305** τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως· ^v-305

**306** νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει, ^v-306

**307** κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, ^v-307

**308** ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς ^v-308

**309** τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν ^v-309

**310** ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί, ^v-310

**311** νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος ^v-311

**312** παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις ^v-312

**313** τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς. ^v-313

**314** ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν, ^v-314

**315** πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, ^v-315

**316** δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου ^v-316

**317** ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, ^v-317

**318** οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν ^v-318

**319** χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης. ^v-319

**320** μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε. ^v-320

**321** ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη ^v-321

**322** τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει ^v-322

**323** σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται· ^v-323

**324** αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις ^v-324

**325** σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. ^v-325

**326** οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις ^v-326

**327** προσωφελήσων, ὦ τέκνον, κεχρημέναις; ^v-327

**328** ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον, ^v-328

**329** Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα, ^v-329

**330** ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν ^v-330

**331** πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν. ^v-331

*Χορός*

**332** ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς ^v-332

**333** κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε. ^v-333

*Θησεύς*

**334** ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι ^v-334

**335** ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην ^v-335

**336** γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων· ^v-336

**337** ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς, ^v-337

**338** ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις ^v-338

**339** φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ ^v-339

**340** ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην, ^v-340

**341** ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. ^v-341

**342** οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. ^v-342

**343** τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ^v-343

**344** ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ ^v-344

**345** πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον; ^v-345

**346** δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι ^v-346

**347** λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς ^v-347

**348** ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν. ^v-348

**349** δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε. ^v-349

**350** δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου ^v-350

**351** προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον. ^v-351

**352** καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν ^v-352

**353** ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν. ^v-353

**354** λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων ^v-354

**355** ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, ^v-355

**356** λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους ^v-356

**357** ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους ^v-357

**358** Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος. ^v-358

**359** ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη ^v-359

**360** μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, ^v-360

**361** φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ ^v-361

**362** δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων — ^v-362

**363** κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται ^v-363

**364** παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ. ^v-364

*Χορός*

**365** — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, ^v-365

**366** ἐκλύετε τάδʼ, ἐκλύετε ^v-366

**367** ἄνακτος ὅσια περὶ θεοὺς ^v-367

**368** καὶ μεγάλα Πελασγίᾳ ^v-368

**368a** καὶ κατʼ Ἄργος. ^v-368a

*Χορός*

**369** — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν ^v-369

**370** ἱκόμενος ἔτι ματέρος ^v-370

**371** ἄγαλμα φόνιον ἐξέλοι, ^v-371

**372** γᾶν δὲ φίλιον Ἰνάχου ^v-372

**372a** θεῖτʼ ὀνήσας. ^v-372a

*Χορός*

**373** — καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος ^v-373

**374** χάριν τʼ ἔχει τὰν ἐς αἰεί. ^v-374

**375** τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι ^v-375

**376** τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα; ^v-376

*Χορός*

**377** — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, ^v-377

**378** νόμους βροτῶν μὴ μιαίνειν. ^v-378

**379** σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ ^v-379

**380** νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ. ^v-380

*Θησεύς*

**381** τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς ^v-381

**382** πόλει τε κἀμοί, διαφέρων κηρύγματα· ^v-382

**383** ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ ^v-383

**384** σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε· ^v-384

**385** Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, ^v-385

**386** συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν, ^v-386

**387** φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών. ^v-387

**388** κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος ^v-388

**389** στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι· ^v-389

**390** Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον. ^v-390

**391** στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν ^v-391

**392** Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε. ^v-392

**393** — καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο ^v-393

**394** πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο. ^v-394

**395** ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται; ^v-395

**396** Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι, ^v-396

**397** κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου ^v-397

**398** μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν. ^v-398

*Κῆρυξ*

**399** τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ ^v-399

**400** λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς ^v-400

**401** Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους ^v-401

**402** πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο; ^v-402

*Θησεύς*

**403** πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, ^v-403

**404** ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται ^v-404

**405** ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις. ^v-405

**406** δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει ^v-406

**407** ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς ^v-407

**408** τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον. ^v-408

*Κῆρυξ*

**409** ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως ^v-409

**410** κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο ^v-410

**411** ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται· ^v-411

**412** οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις ^v-412

**413** πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει, ^v-413

**414** τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν, ^v-414

**415** ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις ^v-415

**416** κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης. ^v-416

**417** ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους ^v-417

**418** ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν; ^v-418

**419** ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους ^v-419

**420** κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης, ^v-420

**421** εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο ^v-421

**422** οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν. ^v-422

**423** ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν, ^v-423

**424** ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ ^v-424

**425** γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν. ^v-425

*Θησεύς*

**426** κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων. ^v-426

**427** ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω, ^v-427

**428** ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. ^v-428

**429** οὐδὲν τυράννου δυσμενέστερον πόλει, ^v-429

**430** ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι ^v-430

**431** κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος ^v-431

**432** αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον. ^v-432

**433** γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς ^v-433

**434** ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, ^v-434

**435** ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις ^v-435

**436** τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς, ^v-436

**437** νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων. ^v-437

**438** τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει ^v-438

**439** χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων; ^v-439

**440** καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων ^v-440

**441** σιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει; ^v-441

**442** καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, ^v-442

**443** ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· ^v-443

**444** ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, ^v-444

**445** καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν ^v-445

**446** κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. ^v-446

**447** πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις, ^v-447

**448** ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν ^v-448

**449** τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους; ^v-449

**450** κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις ^v-450

**451** ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον; ^v-451

**452** ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, ^v-452

**453** τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, ^v-453

**454** δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι, ^v-454

**455** εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. ^v-455

**456** καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα. ^v-456

**457** ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος; ^v-457

**458** κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις, ^v-458

**459** περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν ^v-459

**460** λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν ^v-460

**461** χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων ^v-461

**462** ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον. ^v-462

*Χορός*

**463** φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ ^v-463

**464** καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ. ^v-464

*Κῆρυξ*

**465** λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων ^v-465

**466** σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία. ^v-466

**467** ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς ^v-467

**468** Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι· ^v-468

**469** εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, ^v-469

**470** λύσαντα σεμνὰ στεμμάτων μυστήρια ^v-470

**471** τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς ^v-471

**472** βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει. ^v-472

**473** κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν ^v-473

**474** σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων ^v-474

**475** ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός. ^v-475

**476** σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος ^v-476

**477** λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, ^v-477

**478** σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων· ^v-478

**479** ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις ^v-479

**480** συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ^v-480

**481** ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, ^v-481

**482** οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται, ^v-482

**483** τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει· ^v-483

**484** εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, ^v-484

**485** οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. ^v-485

**486** καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν ^v-486

**487** τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, ^v-487

**488** ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· ^v-488

**489** ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, ^v-489

**490** Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ, ^v-490

**491** χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ ^v-491

**492** πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα ^v-492

**493** δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν. ^v-493

**494** σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, ^v-494

**495** θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν; ^v-495

**496** οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον ^v-496

**497** δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας ^v-497

**498** ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν ^v-498

**499** πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ; ^v-499

**500** οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, ^v-500

**501** τέθριππον ἅρμα περιβαλοῦσα χάσματι, ^v-501

**502** ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται ^v-502

**503** πέτροις καταξανθέντες ὀστέων ῥαφάς; ^v-503

**504** ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός, ^v-504

**505** ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. ^v-505

**506** φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ^v-506

**507** ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν ^v-507

**508** καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς· ^v-508

**509** νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός. ^v-509

**510** καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. ^v-510

*Χορός*

**511** ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ^v-511

**512** ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν. ^v-512

*Ἄδραστος*

**513** ὦ παγκάκιστε — ^v-513

*Θησεύς*

**513b** σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα, ^v-513b

**514** καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους ^v-514

**515** θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, ^v-515

**516** ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών. ^v-516

**517** καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι. ^v-517

**518** οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ ^v-518

**519** οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι ^v-519

**520** δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι ^v-520

**521** τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή. ^v-521

**522** πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ^v-522

**523** ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα· ^v-523

**524** νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν ^v-524

**525** οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, ^v-525

**526** θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον ^v-526

**527** σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον; ^v-527

**528** εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο, ^v-528

**529** τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, ^v-529

**530** αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται. ^v-530

**531** ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς, ^v-531

**532** ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο, ^v-532

**533** ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, ^v-533

**534** τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα ^v-534

**535** ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, ^v-535

**536** κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν. ^v-536

**537** δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς; ^v-537

**538** ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε, ^v-538

**539** εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν ^v-539

**540** ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει ^v-540

**541** τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος. ^v-541

**542** κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη, ^v-542

**543** νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί; ^v-543

**544** τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν ^v-544

**545** ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς ^v-545

**546** φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία; ^v-546

**547** σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε, ^v-547

**548** φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι. ^v-548

**549** ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· ^v-549

**550** παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ ^v-550

**551** οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν, ^v-551

**552** τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς, ^v-552

**553** ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται, ^v-553

**554** ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν ^v-554

**555** ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε ^v-555

**556** ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν ^v-556

**557** ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν. ^v-557

**558** πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς ^v-558

**559** θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν. ^v-559

**560** ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ. ^v-560

**561** οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται ^v-561

**562** ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος ^v-562

**563** νόμος παλαιὸς δαιμόνων διεφθάρη. ^v-563

*Χορός*

**564** θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος ^v-564

**565** πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. ^v-565

*Κῆρυξ*

**566** βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν; ^v-566

*Θησεύς*

**567** λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ. ^v-567

*Κῆρυξ*

**568** οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. ^v-568

*Θησεύς*

**569** κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν. ^v-569

*Κῆρυξ*

**570** κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. ^v-570

*Θησεύς*

**571** θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. ^v-571

*Κῆρυξ*

**572** ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. ^v-572

*Θησεύς*

**573** πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους. ^v-573

*Κῆρυξ*

**574** ἦ πᾶσιν οὖν ⟨σʼ⟩ ἔφυσεν ἐξαρκεῖν πατήρ; ^v-574

*Θησεύς*

**575** ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν. ^v-575

*Κῆρυξ*

**576** πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις. ^v-576

*Θησεύς*

**577** τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ. ^v-577

*Κῆρυξ*

**578** ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ. ^v-578

*Θησεύς*

**579** τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης; ^v-579

*Κῆρυξ*

**580** γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας. ^v-580

*Θησεύς*

**581** οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας ^v-581

**582** τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός, ^v-582

**583** λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών. ^v-583

**584** περαίνομεν γὰρ οὐδέν. ^v-584

**584b** ὁρμᾶσθαι χρεὼν ^v-584b

**585** πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην, ^v-585

**586** μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα ^v-586

**587** ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. ^v-587

**588** χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας ^v-588

**590** αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων ^v-590

**589** αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, ^v-589

**591** Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας ^v-591

**592** τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα ^v-592

**593** στρατηλατήσω καινὸς ἐν καινῷ δορί. ^v-593

**594** ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι ^v-594

**595** δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ ^v-595

**596** νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει ^v-596

**597** βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ. ^v-597

*Χορός*

**598** — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν, ^v-598

**599** ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει — ^v-599

**600** — τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν; ^v-600

**601** — στράτευμα πᾷ Παλλάδος κριθήσεται; ^v-601

**602** — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς; ^v-602

**603** — γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι ^v-603

**604** φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν ^v-604

**605** κτύποι φανήσονται, τάλαι- ^v-605

**606** να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι; ^v-606

*Χορός*

**608** — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ ^v-608

**609** μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει. ^v-609

**610** — δικαίους δαίμονας σύ γʼ ἐννέπεις. ^v-610

**611** — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς; ^v-611

**612** — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ. ^v-612

**613** — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι· ^v-613

**614** δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον, ^v-614

**615** κακῶν δʼ ἀναψυχὰς θεοὶ ^v-615

**617** βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί. ^v-617

*Χορός*

**618** — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν, ^v-618

**619** Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι — ^v-619

**620** — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι. ^v-620

**621** — διπόταμον ἵνα πόλιν μόλω. ^v-621

**622** — εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας. ^v-622

**623** — τίς ποτʼ αἶσα, τίς ἄρα πότμος ^v-623

**624** ἐπιμένει τὸν ἄλκιμον ^v-624

**625** τᾶσδε γᾶς ἄνακτα; ^v-625

*Χορός*

**626** — κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς· ^v-626

**627** — ἀλλὰ φόβων πίστις ἅδε πρώτα. ^v-627

**628** — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος ^v-628

**629** παιδογόνε πόριος Ἰνάχου. ^v-629

**630** — πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής. ^v-630

**631** — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα ^v-631

**632** πόλεος, ἐκκομίζομαι ^v-632

**633** πρὸς πυρὰν ὑβρισθέν. ^v-633

*Ἄγγελος*

**634** γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα, ^v-634

**635** αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ, ^v-635

**636** ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι ^v-636

**637** ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα· ^v-637

**638** νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε ^v-638

**639** μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις, ^v-639

**640** ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ. ^v-640

*Χορός*

**641** ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν ^v-641

**642** τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς ^v-642

**643** σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα. ^v-643

*Ἄγγελος*

**644** σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν ^v-644

**645** πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου ^v-645

**646** στείλας ἐπεστράτευσε Καδμείων πόλιν. ^v-646

*Χορός*

**647** πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος ^v-647

**648** ἔστησεν οἵ τε συμμετασχόντες δορός; ^v-648

**649** λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. ^v-649

*Ἄγγελος*

**650** λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, ^v-650

**651** ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας ^v-651

**652** ἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ^v-652

**653** ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων· ^v-653

**654** τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω ^v-654

**655** Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, ^v-655

**656** αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, ^v-656

**657** καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους ^v-657

**658** κέρας, παλαιᾶς Κεκροπίας ⟨τʼ⟩ οἰκήτορας, ^v-658

**662** ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα ^v-662

**659** αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ ^v-659

**660** κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον ^v-660

**661** πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. ^v-661

**664** Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, ^v-664

**665** νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών, ^v-665

**663** ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. ^v-663

**666** ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι ^v-666

**667** τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν. ^v-667

**668** κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε· ^v-668

**669** Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες, ^v-669

**670** ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, ^v-670

**671** θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον ^v-671

**672** σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον. ^v-672

**673** κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις, ^v-673

**674** ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων ^v-674

**675** τετραόρων κατῆρχον ἐντεῦθεν μάχης· ^v-675

**676** πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, ^v-676

**677** παραιβάτας ἔστησαν ἐς τάξιν δορός. ^v-677

**678** χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον ^v-678

**679** πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ^v-679

**680** ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ^v-680

**681** ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, ^v-681

**682** οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, ^v-682

**683** συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. ^v-683

**684** λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ ^v-684

**685** ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται — ^v-685

**686** τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω ^v-686

**687** τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν ^v-687

**688** κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ^v-688

**689** ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους ^v-689

**690** ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, ^v-690

**691** τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων ^v-691

**692** ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ ^v-692

**693** πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον; ^v-693

**694** νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν ^v-694

**695** Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ ^v-695

**696** χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. ^v-696

**699** καὶ συμπατάξαντες μέσον πάντα στρατὸν ^v-699

**700** ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων ^v-700

**701** κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ· ^v-701

**702** Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. ^v-702

**697** καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη, ^v-697

**698** ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα· ^v-698

**703** λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος ^v-703

**704** δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας ^v-704

**705** τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον ^v-705

**706** φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος. ^v-706

**707** κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν· ^v-707

**708** οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον, ^v-708

**709** ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. ^v-709

**710** ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα· ^v-710

**711** Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ ^v-711

**712** σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. ^v-712

**713** θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ. ^v-713

**714** αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν ^v-714

**715** δεινῆς κορύνης διαφέρων ἐσφενδόνα ^v-715

**716** ὁμοῦ τραχήλους κἀπικείμενον κάρα, ^v-716

**717** κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ. ^v-717

**718** μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ^v-718

**719** ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην ^v-719

**720** κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας. ^v-720

**721** βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν ^v-721

**722** νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν ^v-722

**723** φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν, ^v-723

**724** Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν ^v-724

**725** μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς. ^v-725

**726** τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, ^v-726

**727** ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος ^v-727

**728** μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς ^v-728

**729** ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα ^v-729

**730** ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν. ^v-730

*Χορός*

**731** νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ ^v-731

**732** θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς ^v-732

**733** ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην. ^v-733

*Ἄδραστος*

**734** ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς ^v-734

**735** φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα ^v-735

**736** δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων. ^v-736

**737** ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν, ^v-737

**738** αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν· ^v-738

**739** Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, ^v-739

**740** μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, ^v-740

**741** κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής, ^v-741

**742** λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ^v-742

**743** ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο ^v-743

**744** Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα ^v-744

**745** τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν, ^v-745

**746** καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, ^v-746

**747** φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· ^v-747

**748** πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, ^v-748

**749** φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα. ^v-749

**750** ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, ^v-750

**751** πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι. ^v-751

*Ἄγγελος*

**752** ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, ^v-752

**753** πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. ^v-753

*Ἄδραστος*

**754** ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε; ^v-754

*Ἄγγελος*

**755** ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις. ^v-755

*Ἄδραστος*

**756** πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος; ^v-756

*Ἄγγελος*

**757** τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. ^v-757

*Ἄδραστος*

**758** τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν; ^v-758

*Ἄγγελος*

**759** Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα. ^v-759

*Ἄδραστος*

**760** οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; ^v-760

*Ἄγγελος*

**761** ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. ^v-761

*Ἄδραστος*

**762** ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου; ^v-762

*Ἄγγελος*

**763** οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. ^v-763

*Ἄδραστος*

**763a** […] ^v-763a

*Ἄγγελος*

**764** φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς. ^v-764

*Ἄδραστος*

**765** ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; ^v-765

*Ἄγγελος*

**766** κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα. ^v-766

*Ἄδραστος*

**767** δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. ^v-767

*Ἄγγελος*

**768** τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; ^v-768

*Ἄδραστος*

**769** οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. ^v-769

*Ἄγγελος*

**770** ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ. ^v-770

*Ἄδραστος*

**771** δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι. ^v-771

**772** ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς ^v-772

**773** Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους, ^v-773

**774** φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας ^v-774

**775** ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς ^v-775

**776** οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν, ^v-776

**777** ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι. ^v-777

*Χορός*

**778** — τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ. ^v-778

**779** πόλει μὲν εὐδοξία ^v-779

**780** καὶ στρατηλάταις δορὸς ^v-780

**781** διπλάζεται τιμά· ^v-781

**782** ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη ^v-782

**783** πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι, ^v-783

**784** τὰν ἄελπτον ἁμέραν ^v-784

**785** ἰδοῦσα, πάντων μέγιστον ἄλγος. ^v-785

*Χορός*

**786** — ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ ^v-786

**787** Χρόνος παλαιὸς πατὴρ ^v-787

**788** ὤφελʼ ἁμερᾶν κτίσαι. ^v-788

**789** τί γάρ μʼ ἔδει παίδων; ^v-789

**790** τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι ^v-790

**791** πάθος περισσόν, εἰ γάμων ἀπεζύγην, ^v-791

**792** νῦν δʼ ὁρῶ σαφέστατον ^v-792

**793** κακόν, τέκνων φιλτάτων στερεῖσα. ^v-793

*Χορός*

**794** ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω ^v-794

**795** τῶν οἰχομένων παίδων· μελέα ^v-795

**796** πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις ^v-796

**797** κοινὸν ἐς Ἅιδην καταβᾶσα; ^v-797

*Ἄδραστος*

**798** στεναγμόν, ὦ ματέρες, ^v-798

**799** τῶν κατὰ χθονὸς νεκρῶν ^v-799

**800** ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν ^v-800

**801** στεναγμάτων κλύουσαι. ^v-801

*Χορός*

**802** — ὦ παῖδες, ὦ πικρὸν φίλων ^v-802

**803** προσηγόρημα ματέρων, ^v-803

**804** προσαυδῶ σε τὸν θανόντα. ^v-804

*Ἄδραστος*

**805** ἰὼ ἰώ. ^v-805

*Χορός*

**805b** τῶν γʼ ἐμῶν κακῶν ἐγώ. ^v-805b

*Ἄδραστος*

**806** αἰαῖ. ^v-806

*Χορός*

**806b** […] ^v-806b

*Ἄδραστος*

**807** ἐπάθομεν ὤ […] ^v-807

*Χορός*

**807b** τὰ κύντατʼ ἄλγη κακῶν. ^v-807b

*Ἄδραστος*

**808** ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε; ^v-808

*Χορός*

**809** — ὁρῶσι κἀμὲ τὰν τάλαι- ^v-809

**810** ναν, τέκνων ἄπαιδα. ^v-810

*Ἄδραστος*

**811** προσάγετε ⟨τῶν⟩ δυσπότμων ^v-811

**812** σώμαθʼ αἱματοσταγῆ, ^v-812

**813** σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων, ^v-813

**814** ἐν οἷς ἀγὼν ἐκράνθη. ^v-814

*Χορός*

**815** — δόθʼ, ὡς περιπτυχαῖσι δὴ ^v-815

**816** χέρας προσαρμόσασʼ ἐμοῖς ^v-816

**817** ἐν ἀγκῶσι τέκνα θῶμαι. ^v-817

*Ἄδραστος*

**818** ἔχεις ἔχεις. ^v-818

*Χορός*

**818b** — πημάτων γʼ ἅλις βάρος. ^v-818b

*Ἄδραστος*

**819** αἰαῖ. ^v-819

*Χορός*

**819b** τοῖς τεκοῦσι δʼ οὐ λέγεις; ^v-819b

*Ἄδραστος*

**820** ἀίετέ μου. ^v-820

*Χορός*

**820b** στένεις ἐπʼ ἀμφοῖν ἄχη. ^v-820b

*Ἄδραστος*

**821** εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν. ^v-821

*Χορός*

**822** — ἐμὸν δὲ μήποτʼ ἐζύγη ^v-822

**823** δέμας ἐς ἀνδρὸς εὐνάν. ^v-823

*Ἄδραστος*

**824** ἴδετε κακῶν πέλαγος, ὦ ^v-824

**825** ματέρες τάλαιναι τέκνων. ^v-825

*Χορός*

**826** — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ ^v-826

**827** σποδὸν κάρᾳ κεχύμεθα. ^v-827

*Ἄδραστος*

**828** ἰὼ ἰώ μοί μοι· ^v-828

**829** κατά με πέδον γᾶς ἕλοι, ^v-829

**830** διὰ δὲ θύελλα σπάσαι, ^v-830

**831** πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι. ^v-831

*Χορός*

**833** — πικροὺς ἐσεῖδες γάμους, ^v-833

**834** πικρὰν δὲ Φοίβου φάτιν· ^v-834

**835** ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα ^v-835

**836** δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς. ^v-836

*Θησεύς*

**837** μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ ^v-837

**838** γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν ^v-838

**840** εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ· ^v-840

**841** πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ ^v-841

**842** θνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτερος ^v-842

**843** νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ. ^v-843

**844** εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ ^v-844

**845** τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν. ^v-845

**846** ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω, ^v-846

**847** ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃ ^v-847

**848** ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο. ^v-848

**849** κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι ^v-849

**850** καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς ^v-850

**851** λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς ^v-851

**852** σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός. ^v-852

**853** οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε ^v-853

**854** οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν· ^v-854

**855** μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν ^v-855

**856** δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος. ^v-856

*Ἄδραστος*

**857** ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι ^v-857

**858** δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι ^v-858

**859** φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι. ^v-859

**860** ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο; ^v-860

**861** Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ^v-861

**862** ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ ^v-862

**863** οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ^v-863

**864** φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν ^v-864

**865** τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ ^v-865

**866** τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη. ^v-866

**867** φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε ^v-867

**868** καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς. ^v-868

**869** ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, ^v-869

**870** ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων ^v-870

**871** οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω ^v-871

**872** Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα· ^v-872

**873** νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής, ^v-873

**874** πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί. ^v-874

**875** φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων ^v-875

**876** οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους ^v-876

**877** δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο. ^v-877

**878** τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν ^v-878

**879** ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις ^v-879

**880** κακῶς κλύουσα διὰ κυβερνήτην κακόν. ^v-880

**881** ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ· ^v-881

**882** παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς ^v-882

**883** Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ^v-883

**884** ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς ^v-884

**885** ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν ^v-885

**886** ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν, ^v-886

**887** πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ^v-887

**888** ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος ^v-888

**889** [παῖς] Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, ^v-889

**890** Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς ^v-890

**891** παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ ^v-891

**892** πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, ^v-892

**893** λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει ^v-893

**894** οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς ^v-894

**895** μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος. ^v-895

**896** λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς ^v-896

**897** ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις, ^v-897

**898** ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ. ^v-898

**899** πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας ^v-899

**900** ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. ^v-900

**901** Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· ^v-901

**902** [οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι] ^v-902

**903** [δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.] ^v-903

**904** [γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,] ^v-904

**905** [ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,] ^v-905

**906** [εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·] ^v-906

**907** φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ ^v-907

**908** ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον. ^v-908

**909** ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, ^v-909

**910** Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. ^v-910

**911** τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· ^v-911

**912** αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ ^v-912

**913** κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία ^v-913

**914** διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται ^v-914

**915** λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει. ^v-915

**916** ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ ^v-916

**917** πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε. ^v-917

*Χορός*

**918** ἰὼ τέκνον, δυστυχῆ σʼ ^v-918

**919** ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος ^v-919

**920** πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ ^v-920

**921** νῦν Ἅιδας τὸν ἐμὸν ^v-921

**922** ἔχει μόχθον ἀθλίας, ^v-922

**923** ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ ^v-923

**924** ἁ τάλαινα παῖδα. ^v-924

*Θησεύς*

**925** καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον ^v-925

**926** θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς ^v-926

**927** αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς· ^v-927

**928** τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, ^v-928

**929** ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν. ^v-929

**930** ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν ^v-930

**931** φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ^v-931

**932** ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι; ^v-932

*Ἄδραστος*

**933** οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. ^v-933

*Θησεύς*

**934** τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ […] ^v-934

*Ἄδραστος*

**935** ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; ^v-935

*Θησεύς*

**936** ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. ^v-936

*Ἄδραστος*

**937** ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας; ^v-937

*Θησεύς*

**938** αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον. ^v-938

*Ἄδραστος*

**939** οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. ^v-939

*Θησεύς*

**940** ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν. ^v-940

*Ἄδραστος*

**941** ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. ^v-941

*Θησεύς*

**942** ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. ^v-942

*Ἄδραστος*

**943** πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; ^v-943

*Θησεύς*

**944** ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους. ^v-944

*Ἄδραστος*

**945** πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. ^v-945

*Θησεύς*

**946** τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις; ^v-946

*Ἄδραστος*

**947** νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ ^v-947

**948** Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ^v-948

**949** ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, ^v-949

**950** τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους ^v-950

**951** τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων ^v-951

**952** ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων. ^v-952

**953** σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ ^v-953

**954** ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν. ^v-954

*Χορός*

**955** — οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ- ^v-955

**956** παις, οὐδʼ εὐτυχίας μέτε- ^v-956

**957** στίν μοι κουροτόκοις ἐν Ἀργείαις· ^v-957

**958** οὐδʼ Ἄρτεμις λοχία ^v-958

**959** προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους. ^v-959

**960** δυσαίων δʼ ὁ βίος, ^v-960

**961** πλαγκτὰ δʼ ὡσεί τις νεφέλα ^v-961

**962** πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω. ^v-962

*Χορός*

**963** — ἑπτὰ ματέρες ἑπτὰ κού- ^v-963

**964** ρους ἐγεινάμεθʼ αἱ ταλαί- ^v-964

**965** πωροι κλεινοτάτους ἐν Ἀργείοις· ^v-965

**966** καὶ νῦν ἄπαις ἄτεκνος ^v-966

**967** γηράσκω δυστανοτάτως, ^v-967

**968** οὔτʼ ἐν φθιμένοις ^v-968

**969** οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη, ^v-969

**970** χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν. ^v-970

*Χορός*

**971** — ὑπολελειμμένα μοι δάκρυα· ^v-971

**972** μέλεα παιδὸς ἐν οἴκοις ^v-972

**973** κεῖται μνήματα, πένθιμοι ^v-973

**974** κουραὶ καὶ στέφανοι κόμας, ^v-974

**974a** ⟨λοιβαί τε νεκύων φθιμένων,⟩ ^v-974a

**975** ἀοιδαί θʼ ἃς χρυσοκόμας ^v-975

**976** Ἀπόλλων οὐκ ἐνδέχεται· ^v-976

**977** γόοισι δʼ ὀρθρευομένα ^v-977

**978** δάκρυσι νοτερὸν ἀεὶ πέπλων ^v-978

**979** πρὸς στέρνῳ πτύχα τέγξω. ^v-979

*Χορός*

**980** — καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ ^v-980

**981** Καπανέως ἤδη τύμβον θʼ ἱερὸν ^v-981

**982** μελάθρων τʼ ἐκτὸς ^v-982

**983** Θησέως ἀναθήματα νεκροῖς, ^v-983

**984** κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου ^v-984

**985** τοῦδε κεραυνῷ πέλας Εὐάδνην, ^v-985

**986** ἣν Ἶφις ἄναξ παῖδα φυτεύει. ^v-986

**987** τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν, ^v-987

**988** ἣ τῶνδε δόμων ὑπερακρίζει, ^v-988

**989** τήνδʼ ἐμβαίνουσα κέλευθον; ^v-989

*Εὐάδνη*

**990** τί φέγγος, τίνʼ αἴγλαν ^v-990

**991** ἐδίφρευε τόθʼ ἅλιος ^v-991

**992** σελάνα τε κατʼ αἰθέρα, ^v-992

**993** λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι, ^v-993

**994** ἱππεύουσι διʼ ὀρφναίας, ^v-994

**995** ἁνίκα ⟨γάμων⟩ γάμων ^v-995

**996** τῶν ἐμῶν πόλις Ἄργους ^v-996

**997** ἀοιδάς, εὐδαιμονίας, ^v-997

**998** ἐπύργωσε καὶ γαμέτα ^v-998

**999** χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως. ^v-999

**1000** πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν ^v-1000

**1001** οἴκων ἐκβακχευσαμένα, ^v-1001

**1002** πυρᾶς φῶς τάφον τε ^v-1002

**1003** βατεύσουσα τὸν αὐτόν, ^v-1003

**1004** ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον ^v-1004

**1005** βίοτον αἰῶνός τε πόνους· ^v-1005

**1006** ἥδιστος γάρ τοι θάνατος ^v-1006

**1007** συνθνῄσκειν θνῄσκουσι φίλοις, ^v-1007

**1008** εἰ δαίμων τάδε κραίνοι. ^v-1008

*Χορός*

**1009** καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας ^v-1009

**1010** πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς ^v-1010

**1011** πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις. ^v-1011

*Εὐάδνη*

**1012** ὁρῶ δὴ τελευτάν, ^v-1012

**1013** ἵνʼ ἕστακα· τύχα δέ μοι ^v-1013

**1014** ξυνάπτοι ποδός· ἀλλὰ τᾶς ^v-1014

**1015** εὐκλεΐας χάριν ἔνθεν ὁρ- ^v-1015

**1016** μάσω τᾶσδʼ ἀπὸ πέτρας πη- ^v-1016

**1017** δήσασα πυρὸς ἔσω, ^v-1017

**1018** σῶμά τʼ αἴθοπι φλογμῷ ^v-1018

**1020** πόσει συμμείξασα, φίλον ^v-1020

**1021** χρῶτα χρωτὶ πέλας θεμένα, ^v-1021

**1022** Φερσεφονείας ἥξω θαλάμους, ^v-1022

**1023** σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ ^v-1023

**1024** προδοῦσα ψυχᾷ κατὰ γᾶς. ^v-1024

**1025** ἴτω φῶς γάμοι τε· ^v-1025

**1026** ἴθʼ αἵτινες εὐναὶ ^v-1026

**1027** δικαίων ὑμεναίων ἐν Ἄργει ^v-1027

**1028** φανῶσιν τέκνοις· ὅσιος δʼ ^v-1028

**1029** ⟨ὅσιος⟩ εὐναῖος γαμέτας ^v-1029

**1030** συντηχθεὶς αὔραις ἀδόλοις ^v-1030

**1030a** γενναίας [ψυχᾶς] ἀλόχοιο. ^v-1030a

*Χορός*

**1031** καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας ^v-1031

**1032** γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, ^v-1032

**1033** οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. ^v-1033

*Ἶφις*

**1034** ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων, ^v-1034

**1035** ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων, ^v-1035

**1036** τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ ^v-1036

**1037** Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν, ^v-1037

**1038** ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος ^v-1038

**1039** βέβηκε πηδήσασα Καπανέως δάμαρ, ^v-1039

**1040** θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν ^v-1040

**1041** τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ ^v-1041

**1042** φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, ^v-1042

**1043** βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν ^v-1043

**1044** μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε. ^v-1044

*Εὐάδνη*

**1045** τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι ^v-1045

**1046** ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς ^v-1046

**1047** δύστηνον αἰώρημα κουφίζω, πάτερ. ^v-1047

*Ἶφις*

**1048** τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν ^v-1048

**1049** δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα; ^v-1049

*Εὐάδνη*

**1050** ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων ^v-1050

**1051** κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ. ^v-1051

*Ἶφις*

**1052** τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; ^v-1052

*Εὐάδνη*

**1053** κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. ^v-1053

*Ἶφις*

**1054** σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας; ^v-1054

*Εὐάδνη*

**1055** θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. ^v-1055

*Ἶφις*

**1056** ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. ^v-1056

*Εὐάδνη*

**1057** ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. ^v-1057

*Ἶφις*

**1058** κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας; ^v-1058

*Εὐάδνη*

**1059** ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. ^v-1059

*Ἶφις*

**1060** νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. ^v-1060

*Εὐάδνη*

**1061** πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. ^v-1061

*Ἶφις*

**1062** ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ; ^v-1062

*Εὐάδνη*

**1063** ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι. ^v-1063

*Ἶφις*

**1064** τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν; ^v-1064

*Εὐάδνη*

**1065** ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν. ^v-1065

*Ἶφις*

**1066** ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. ^v-1066

*Εὐάδνη*

**1067** τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. ^v-1067

*Ἶφις*

**1068** ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. ^v-1068

*Εὐάδνη*

**1069** ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί. ^v-1069

**1070** καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, ^v-1070

**1071** ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει. ^v-1071

*Χορός*

**1072** ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω. ^v-1072

*Ἶφις*

**1073** ἀπωλόμην δύστηνος, Ἀργείων κόραι. ^v-1073

*Χορός*

**1074** ἒ ἔ, σχέτλια τάδε παθών, ^v-1074

**1075** τὸ πάντολμον ἔργον ὄψῃ τάλας. ^v-1075

*Ἶφις*

**1076** οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον. ^v-1076

*Χορός*

**1077** ἰὼ τάλας· ^v-1077

**1078** μετέλαχες τύχας Οἰδιπόδα, γέρον, ^v-1078

**1079** μέρος καὶ σὺ ⟨καὶ⟩ πόλις ἐμὰ τλάμων. ^v-1079

*Ἶφις*

**1080** οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, ^v-1080

**1081** νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν; ^v-1081

**1082** ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, ^v-1082

**1083** γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, ^v-1083

**1084** αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι ^v-1084

**1085** δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, ^v-1085

**1086** διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν. ^v-1086

**1087** ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους ^v-1087

**1088** παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην. ^v-1088

**1089** εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων ^v-1089

**1090** οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, ^v-1090

**1091** οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν· ^v-1091

**1092** ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν ^v-1092

**1093** ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι. ^v-1093

**1094** εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν; ^v-1094

**1095** στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω ^v-1095

**1096** πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ; ^v-1096

**1097** ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω; ^v-1097

**1098** ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι. ^v-1098

**1099** ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα ^v-1099

**1100** προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε ^v-1100

**1101** κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον ^v-1101

**1102** γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες ^v-1102

**1103** ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα. ^v-1103

**1104** οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους; ^v-1104

**1105** σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν ^v-1105

**1106** δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ. ^v-1106

**1107** τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν; ^v-1107

**1108** ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων, ^v-1108

**1109** μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, ^v-1109

**1110** βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι ^v-1110

**1111** παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· ^v-1111

**1112** οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, ^v-1112

**1113** θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. ^v-1113

*Χορός*

**1114** — ἰὼ ⟨ἰώ·⟩ ^v-1114

**1114a** τάδε δὴ παίδων καὶ δὴ φθιμένων ^v-1114a

**1115** ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι, ^v-1115

**1116** γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν ^v-1116

**1117** ῥώμη παίδων ὑπὸ πένθους — ^v-1117

**1118** πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ ^v-1118

**1119** καταλειβομένης τʼ ἄλγεσι πολλοῖς. ^v-1119

**1120** τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς ^v-1120

**1121** πάθος ἐξεύροις ^v-1121

**1122** ἢ τέκνα θανόντʼ ἐσιδέσθαι; ^v-1122

*Παῖδες*

**1123** — φέρω φέρω, ^v-1123

**1124** τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη, ^v-1124

**1125** βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, ^v-1125

**1126** ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς. ^v-1126

*Χορός*

**1127** — ἰὼ ἰώ, ^v-1127

**1128** πᾶ φέρεις δάκρυα φίλᾳ ^v-1128

**1129** ματρὶ τῶν ὀλωλότων; ^v-1129

**1130** σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων ^v-1130

**1131** εὐδοκίμων δήποτʼ ἐν Μυκήναις; ^v-1131

*Παῖδες*

**1132** — ἄπαις, ἄπαις· ^v-1132

**1132a** ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας ^v-1132a

**1133** ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, ^v-1133

**1134** οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. ^v-1134

*Χορός*

**1135** — ἰὼ ἰώ· ^v-1135

**1135a** ποῦ δὲ πόνος ἐμῶν τέκνων, ^v-1135a

**1136** ποῦ λοχευμάτων χάρις; ^v-1136

**1137** τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη, ^v-1137

**1138** καὶ φίλιαι προσβολαὶ προσώπων; ^v-1138

*Παῖδες*

**1139** — βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ· ^v-1139

**1140** βεβᾶσιν. ^v-1140

*Χορός*

**1140b** αἰθὴρ ἔχει νιν ἤδη, ^v-1140b

**1141** πυρὸς τετακότας σποδῷ· ^v-1141

**1142** ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν. ^v-1142

*Παῖδες*

**1143** — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους; ^v-1143

**1144** ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι ^v-1144

**1145** σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν; ^v-1145

*Παῖδες*

**1146** — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα ^v-1146

**1147** πατρῷος· ^v-1147

*Χορός*

**1147b** οὔπω κακὸν τόδʼ εὕδει. ^v-1147b

**1148** αἰαῖ γόων· ἅλις τύχας, ^v-1148

**1149** ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι. ^v-1149

*Παῖδες*

**1150** — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος ^v-1150

**1151** χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, ^v-1151

**1152** τοῦ φθιμένου πατρὸς ἐκδικαστάν. ^v-1152

*Παῖδες*

**1153** — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ […] ^v-1153

*Χορός*

**1154** — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν. ^v-1154

*Παῖδες*

**1155** — λόγων δὲ παρακέλευσμα σῶν ^v-1155

**1156** ἀέρι φερόμενον οἴχεται. ^v-1156

*Χορός*

**1157** — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν — ^v-1157

**1158** σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει. ^v-1158

*Παῖδες*

**1159** — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν. ^v-1159

*Χορός*

**1160** — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω ⟨φίλαν⟩ σποδόν. ^v-1160

*Παῖδες*

**1161** — ἔκλαυσα τόδε κλύων ἔπος ^v-1161

**1162** στυγνότατον· ἔθιγέ μου φρενῶν. ^v-1162

*Χορός*

**1163** — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον ^v-1163

**1164** φίλας ἄγαλμʼ ὄψομαί σε ματρός. ^v-1164

*Θησεύς*

**1165** Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, ^v-1165

**1166** ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν ^v-1166

**1167** πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην· ^v-1167

**1168** τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα. ^v-1168

**1169** ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους ^v-1169

**1170** σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ, ^v-1170

**1171** παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους, ^v-1171

**1172** τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις ^v-1172

**1173** μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε. ^v-1173

**1174** Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ ^v-1174

**1175** οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι. ^v-1175

*Ἄδραστος*

**1176** Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα ^v-1176

**1177** δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν, ^v-1177

**1178** χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ ^v-1178

**1179** παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν. ^v-1179

*Θησεύς*

**1180** τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή; ^v-1180

*Ἄδραστος*

**1181** χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν. ^v-1181

*Θησεύς*

**1182** ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις. ^v-1182

*Ἀθήνα*

**1183** ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους, ^v-1183

**1184** ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε. ^v-1184

**1185** μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα ^v-1185

**1186** παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς, ^v-1186

**1187** ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων ^v-1187

**1188** πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν ^v-1188

**1189** Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν, ^v-1189

**1190** πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. ^v-1190

**1191** ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα ^v-1191

**1192** ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν, ^v-1192

**1193** ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ. ^v-1193

**1194** ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν ^v-1194

**1195** κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα. ^v-1195

**1196** ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου. ^v-1196

**1197** ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ^v-1197

**1198** ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα ^v-1198

**1199** σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος ^v-1199

**1200** στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ^v-1200

**1201** ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν ^v-1201

**1202** ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει, ^v-1202

**1203** κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, ^v-1203

**1204** μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι. ^v-1204

**1205** ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον ^v-1205

**1206** ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς ^v-1206

**1207** κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν· ^v-1207

**1208** φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν, ^v-1208

**1209** δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. ^v-1209

**1210** δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. ^v-1210

**1211** τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί, ^v-1211

**1212** μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ· ^v-1212

**1213** σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω· ^v-1213

**1214** πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, ^v-1214

**1215** πατέρων θανόντων ἐκδικάζοντες φόνον, ^v-1215

**1216** σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης ^v-1216

**1217** νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν ^v-1217

**1218** Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ. ^v-1218

**1219** ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν ^v-1219

**1220** καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν ^v-1220

**1221** ἑπτάστολον πύργωμα Καδμείων ἔπι· ^v-1221

**1222** πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι ^v-1222

**1223** σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. ^v-1223

**1224** κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα ^v-1224

**1225** κληθέντες ᾠδὰς ὑστέροισι θήσετε· ^v-1225

**1226** τοῖον στράτευμα σὺν θεῷ πορεύσετε. ^v-1226

*Θησεύς*

**1227** δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς· ^v-1227

**1228** σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν· ^v-1228

**1229** καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με ^v-1229

**1230** ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει ^v-1230

**1231** οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν. ^v-1231

*Χορός*

**1232** στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν ^v-1232

**1233** τῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν ^v-1233

**1234** προμεμοχθήκασι σέβεσθαι. ^v-1234
