---
id: euripides-alceste-grc-murray-1902
type: primary_text
title: Ἄλκηστις
subtitle: Alceste
author: Eurípides
editor: Gilbert Murray
base_edition: 'Euripidis Fabulae, vol. 1, ed. Gilbert Murray (Oxford: Clarendon Press, 1902)'
year_original: 438 a.C.
publication_year: 1902
language: grc
tags:
- greek-tragedy
- ancient-theatre
- century-5-bce
status: draft
project: pedra_angular
related:
- euripides-alceste-pt-torrano-2018
scope: A tragédia inteira, verso a verso, com o número de verso de Murray (**5**) e a âncora ^v-5; os versos que o editor intercala ou transpõe levam o número dele (94a, 123b)
urn_work: urn:cts:greekLit:tlg0006.tlg002
urn: urn:cts:greekLit:tlg0006.tlg002.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0006/tlg002
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0006/tlg002/tlg0006.tlg002.perseus-grc2.xml
source_commit: e37eed2e8
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil tragedia), 2026-11-03; preparado por Διαφορεύς, Claude Opus 5.5.
---

# Ἄλκηστις

### τὰ τοῦ δράματος πρόσωπα

- Ἀπόλλων
- Θάνατος
- Χορός
- Θεράπαινα Ἀλκήστιδος
- Ἄλκηστις
- Ἄδμητος
- Παῖς Ἀλκήστιδος
- Ἡρακλῆς
- Φέρης
- Θεράπων

*Ἀπόλλων*

**1** Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ ^v-1

**2** θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. ^v-2

**3** Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος ^v-3

**4** Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· ^v-4

**5** οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς ^v-5

**6** κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ ^v-6

**7** θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. ^v-7

**8** ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ, ^v-8

**9** καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας. ^v-9

**10** ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον ^v-10

**11** παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, ^v-11

**12** Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ ^v-12

**13** Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν, ^v-13

**14** ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. ^v-14

**15** πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, ^v-15

**16** πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, ^v-16

**17** οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε ^v-17

**18** θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· ^v-18

**19** ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται ^v-19

**20** ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ ^v-20

**21** θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ^v-21

**22** ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, ^v-22

**23** λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ^v-23

**24** ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, ^v-24

**25** ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους ^v-25

**26** μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, ^v-26

**27** φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών. ^v-27

*Θάνατος*

**28** ἆ ἆ· ^v-28

**29** τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς, ^v-29

**30** Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων ^v-30

**31** ἀφοριζόμενος καὶ καταπαύων; ^v-31

**32** οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου ^v-32

**33** διακωλῦσαι, Μοίρας δολίῳ ^v-33

**34** σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ ^v-34

**35** χέρα τοξήρη φρουρεῖς ὁπλίσας, ^v-35

**36** ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’ ^v-36

**37** αὐτὴ προθανεῖν Πελίου παῖς. ^v-37

*Ἀπόλλων*

**38** θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω. ^v-38

*Θάνατος*

**39** τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; ^v-39

*Ἀπόλλων*

**40** σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί. ^v-40

*Θάνατος*

**41** καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν. ^v-41

*Ἀπόλλων*

**42** φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι. ^v-42

*Θάνατος*

**43** καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ; ^v-43

*Ἀπόλλων*

**44** ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην. ^v-44

*Θάνατος*

**45** πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; ^v-45

*Ἀπόλλων*

**46** δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα. ^v-46

*Θάνατος*

**47** κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα. ^v-47

*Ἀπόλλων*

**48** λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε. ^v-48

*Θάνατος*

**49** κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα. ^v-49

*Ἀπόλλων*

**50** οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν. ^v-50

*Θάνατος*

**51** ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν. ^v-51

*Ἀπόλλων*

**52** ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι; ^v-52

*Θάνατος*

**53** οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει. ^v-53

*Ἀπόλλων*

**54** οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις. ^v-54

*Θάνατος*

**55** νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. ^v-55

*Ἀπόλλων*

**56** κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται. ^v-56

*Θάνατος*

**57** πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης. ^v-57

*Ἀπόλλων*

**58** πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν; ^v-58

*Θάνατος*

**59** ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν. ^v-59

*Ἀπόλλων*

**60** οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; ^v-60

*Θάνατος*

**61** οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους. ^v-61

*Ἀπόλλων*

**62** ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους. ^v-62

*Θάνατος*

**63** οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ. ^v-63

*Ἀπόλλων*

**64** ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν· ^v-64

**65** τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, ^v-65

**66** Εὐρυσθέως πέμψαντος ἵππειον μέτα ^v-66

**67** ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων, ^v-67

**68** ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις ^v-68

**69** βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται. ^v-69

**70** κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις ^v-70

**71** δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί. ^v-71

*Θάνατος*

**72** πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις· ^v-72

**73** ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους. ^v-73

**74** στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει· ^v-74

**75** ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν ^v-75

**76** ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα. ^v-76

*Χορός*

**77** —τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων; ^v-77

**78** —τί σεσίγηται δόμος Ἀδμήτου; ^v-78

**79** —ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς, ^v-79

**80** ὅστις ἂν εἴποι πότερον φθιμένην ^v-80

**81** βασίλεαν πενθεῖν χρή ⟨μʼ⟩, ἢ ζῶσ’ ἔτι ^v-81

**82** φῶς τόδε λεύσσει Πελίου παῖς ^v-82

**83** Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη ^v-83

**84** δόξασα γυνὴ ^v-84

**85** πόσιν εἰς αὑτῆς γεγενῆσθαι. ^v-85

*Χορός*

**86** —κλύει τις ἢ στεναγμὸν ἢ ^v-86

**87** χειρῶν κτύπον κατὰ στέγας ^v-87

**88** ἢ γόον ὡς πεπραγμένων; ^v-88

**89** —οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα- ^v-89

**90** τίζεται ἀμφὶ πύλας. εἰ ^v-90

**91** γὰρ μετακύμιος ἄτας, ^v-91

**92** ὦ Παιάν, φανείης. ^v-92

*Χορός*

**93** —οὔ τἂν φθιμένης γ’ ἐσιώπων. ^v-93

**94** —νέκυς ἤδη. ^v-94

**94a** —οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων. ^v-94a

**95** —πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει; ^v-95

**96** —πῶς ἂν ἔρημον τάφον Ἄδμητος ^v-96

**96a** […] ^v-96a

**97** κεδνῆς ἂν ἔπραξε γυναικός; ^v-97

*Χορός*

**98** —πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ ^v-98

**99** πηγαῖον ὡς νομίζεται ^v-99

**100** χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις. ^v-100

**101** —χαίτα τ’ οὔτις ἐπὶ προθύροις το- ^v-101

**102** μαῖος, ἃ δὴ νεκύων πέν- ^v-102

**103** θει πίτνει· οὐ νεολαία ^v-103

**104** δουπεῖ χεὶρ γυναικῶν. ^v-104

*Χορός*

**105** —καὶ μὴν τόδε κύριον ἦμαρ . . . ^v-105

**106** —τί τόδ’ αὐδᾷς; ^v-106

**107** —ᾧ χρή σφε μολεῖν κατὰ γαίας. ^v-107

**108** —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν. ^v-108

**109** —χρὴ τῶν ἀγαθῶν διακναιομένων ^v-109

**110** πενθεῖν ὅστις ^v-110

**111** χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται. ^v-111

*Χορός*

**112** —ἀλλ’ οὐδὲ ναυκληρίαν ^v-112

**113** ἔσθ’ ὅποι τις αἴας ^v-113

**114** στείλας, ἢ Λυκίαν ^v-114

**115** εἴτ’ ἐπὶ τὰς ἀνύδρους ^v-115

**116** Ἀμμωνιάδας [ἕδρας], ^v-116

**117** δυστάνου παραλύσαι ^v-117

**118** ψυχάν· μόρος γὰρ ἀπότομος ^v-118

**119** πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις ^v-119

**120** οὐκ ἔχω ἐπὶ τίνα ^v-120

**121** μηλοθύταν πορευθῶ. ^v-121

*Χορός*

**122** —μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν ^v-122

**123** ὄμμασιν δεδορκὼς ^v-123

**124** Φοίβου παῖς, προλιποῦσ’ ^v-124

**125** ἦλθεν ἕδρας σκοτίους ^v-125

**126** Ἅιδα τε πύλας· ^v-126

**127** δμαθέντας γὰρ ἀνίστη, ^v-127

**128** πρὶν αὐτὸν εἷλε διόβολον ^v-128

**129** πλῆκτρον πυρὸς κεραυνίου. ^v-129

**130** νῦν δὲ τίν’ ἔτι βίου ^v-130

**131** ἐλπίδα προσδέχωμαι; ^v-131

*Χορός*

**132** —πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι, ^v-132

**133** πάντων δὲ θεῶν ἐπὶ βωμοῖς ^v-133

**134** αἱμόρραντοι θυσίαι πλήρεις· ^v-134

**135** οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν. ^v-135

*Χορός*

**136** ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται ^v-136

**137** δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι; ^v-137

**138** πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει, ^v-138

**139** συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ ^v-139

**140** εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. ^v-140

*Θεράπαινα*

**141** καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι. ^v-141

*Χορός*

**142** καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; ^v-142

*Θεράπαινα*

**143** ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ. ^v-143

*Χορός*

**144** ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. ^v-144

*Θεράπαινα*

**145** οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. ^v-145

*Χορός*

**146** ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον; ^v-146

*Θεράπαινα*

**147** πεπρωμένη γὰρ ἡμέρα βιάζεται. ^v-147

*Χορός*

**148** οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα; ^v-148

*Θεράπαινα*

**149** κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις. ^v-149

*Χορός*

**150** ἴστω νυν εὐκλεής γε κατθανουμένη ^v-150

**151** γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ. ^v-151

*Θεράπαινα*

**152** πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται; ^v-152

**153** τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην ^v-153

**154** γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις ^v-154

**155** πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν; ^v-155

**156** καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις· ^v-156

**157** ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων. ^v-157

**158** ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν ^v-158

**159** ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα ^v-159

**160** ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων ^v-160

**161** ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο, ^v-161

**162** καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο· ^v-162

**163** Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, ^v-163

**164** πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι, ^v-164

**165** τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην ^v-165

**166** σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν. ^v-166

**167** μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι ^v-167

**168** θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας ^v-168

**169** ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον. ^v-169

**170** πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους, ^v-170

**171** προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, ^v-171

**172** πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, ^v-172

**173** ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν ^v-173

**174** κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν. ^v-174

**175** κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος, ^v-175

**176** ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε· ^v-176

**177** Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ ^v-177

**178** κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι, ^v-178

**179** χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ ^v-179

**180** μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν ^v-180

**181** θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, ^v-181

**182** σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως. ^v-182

**183** κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον ^v-183

**184** ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι. ^v-184

**185** ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, ^v-185

**186** στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων, ^v-186

**187** καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη ^v-187

**188** κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν. ^v-188

**189** παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι ^v-189

**190** ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας ^v-190

**191** ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη. ^v-191

**192** πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας ^v-192

**193** δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν ^v-193

**194** προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς ^v-194

**195** ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. ^v-195

**196** τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά. ^v-196

**197** καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει ^v-197

**198** τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται. ^v-198

*Χορός*

**199** ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς, ^v-199

**200** ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή; ^v-200

*Θεράπαινα*

**201** κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων, ^v-201

**202** καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα ^v-202

**203** ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ. ^v-203

**204** παρειμένη δέ, χειρὸς ἄθλιον βάρος ^v-204

**204a** […] ^v-204a

**205** ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι ^v-205

**206** βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου ^v-206

**207** ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον. ^v-207

**208** [ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.] ^v-208

**209** ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν· ^v-209

**210** οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, ^v-210

**211** ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι· ^v-211

**212** σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. ^v-212

*Χορός*

**213** — ἰὼ Ζεῦ, τίς ἂν [πῶς] πᾷ πόρος κακῶν ^v-213

**214** γένοιτο καὶ λύσις τύχας ^v-214

**214a** ἃ πάρεστι κοιράνοις; ^v-214a

**215** —αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα, ^v-215

**216** καὶ μέλανα στολμὸν πέπλων ^v-216

**217** ἀμφιβαλώμεθ’ ἤδη; ^v-217

**218** —δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως ^v-218

**219** θεοῖσιν εὐχώμεσθα· θεῶν ^v-219

**219a** γὰρ δύναμις μεγίστα. ^v-219a

**220** —ὦναξ Παιάν, ^v-220

**221** ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν. ^v-221

**222** —πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ ^v-222

**223** τοῦδ’ ἐφεῦρες, καὶ νῦν ^v-223

**224** λυτήριος ἐκ θανάτου γενοῦ, ^v-224

**225** φόνιον δ’ ἀπόπαυσον Ἅιδαν. ^v-225

*Χορός*

**226** — παπαῖ […] ^v-226

**226a** ὦ παῖ Φέρητος, οἷ’ ἔπρα- ^v-226a

**227** ξας δάμαρτος σᾶς στερείς. ^v-227

**228** —αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε, ^v-228

**229** καὶ πλέον ἢ βρόχῳ δέρην ^v-229

**230** οὐρανίῳ πελάσσαι; ^v-230

**231** τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν ^v-231

**232** γυναῖκα κατθανοῦσαν ἐν ^v-232

**233** ἄματι τῷδ’ ἐπόψῃ. ^v-233

**234** —ἰδοὺ ἰδού, ^v-234

**234a** ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται. ^v-234a

**235** —βόασον ὦ, στέναξον, ὦ Φεραία ^v-235

**235a** χθών, τὰν ἀρίσταν ^v-235a

**236** γυναῖκα μαραινομέναν νόσῳ ^v-236

**237** κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν. ^v-237

*Χορός*

**238** οὔποτε φήσω γάμον εὐφραίνειν ^v-238

**239** πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν ^v-239

**240** τεκμαιρόμενος καὶ τάσδε τύχας ^v-240

**241** λεύσσων βασιλέως, ὅστις ἀρίστης ^v-241

**242** ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον ^v-242

**243** τὸν ἔπειτα χρόνον βιοτεύσει. ^v-243

*Ἄλκηστις*

**244** Ἅλιε καὶ φάος ἁμέρας, ^v-244

**245** οὐράνιαί τε δῖναι νεφέλας δρομαίου. ^v-245

*Ἄδμητος*

**246** ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας, ^v-246

**247** οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ. ^v-247

*Ἄλκηστις*

**248** γαῖά τε καὶ μελάθρων στέγαι ^v-248

**249** νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ. ^v-249

*Ἄδμητος*

**250** ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς· ^v-250

**251** λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς. ^v-251

*Ἄλκηστις*

**252** ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ· ^v-252

**253** νεκύων δὲ πορθμεὺς ^v-253

**254** ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων ^v-254

**255** μ’ ἤδη καλεῖ· Τί μέλλεις; ^v-255

**256** ἐπείγου· σὺ κατείργεις. τάδε τοί με ^v-256

**256a** σπερχόμενος ταχύνει. ^v-256a

*Ἄδμητος*

**257** οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν ^v-257

**258** ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν. ^v-258

*Ἄλκηστις*

**259** ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;— ^v-259

**260** νεκύων ἐς αὐλάν, ^v-260

**261** ὑπ’ ὀφρύσι κυαναυγέσι ^v-261

**262** βλέπων πτερωτός—αἵδας. ^v-262

**263** [μέθες με·] τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει- ^v-263

**263a** λαιότατα προβαίνω. ^v-263a

*Ἄδμητος*

**264** οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ ^v-264

**265** καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε. ^v-265

*Ἄλκηστις*

**266** μέθετε μέθετέ μ’ ἤδη. ^v-266

**267** κλίνατʼ, οὐ σθένω ποσίν· ^v-267

**268** πλησίον Ἅιδας. ^v-268

**269** σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει. ^v-269

**270** τέκνα, τέκνʼ, οὐκέτι δὴ ^v-270

**271** οὐκέτι μάτηρ σφῷν ἔστιν. ^v-271

**272** χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον. ^v-272

*Ἄδμητος*

**273** οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω ^v-273

**274** καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον. ^v-274

**275** μὴ πρός ⟨σε⟩ θεῶν τλῇς με προδοῦναι, ^v-275

**276** μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, ^v-276

**277** ἀλλ’ ἄνα, τόλμα· ^v-277

**277a** σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην· ^v-277a

**278** ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή· ^v-278

**279** σὴν γὰρ φιλίαν σεβόμεσθα. ^v-279

*Ἄλκηστις*

**280** Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, ^v-280

**281** λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι. ^v-281

**282** ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς ^v-282

**283** ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν, ^v-283

**284** θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, ^v-284

**285** ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, ^v-285

**286** καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι. ^v-286

**287** οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου ^v-287

**288** σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην ^v-288

**289** ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ. ^v-289

**290** καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, ^v-290

**291** καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, ^v-291

**292** καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. ^v-292

**293** μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν ^v-293

**294** σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. ^v-294

**295** κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, ^v-295

**296** κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες ^v-296

**297** καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν ^v-297

**298** θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν. ^v-298

**299** εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν· ^v-299

**300** αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε· ^v-300

**301** ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον— ^v-301

**302** δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς ^v-302

**303** οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς· ^v-303

**304** τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, ^v-304

**305** καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, ^v-305

**306** ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ ^v-306

**307** τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. ^v-307

**308** μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ. ^v-308

**309** ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις ^v-309

**310** τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα. ^v-310

**311** καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν, ^v-311

**312** [ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.] ^v-312

**313** σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς; ^v-313

**314** ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί; ^v-314

**315** μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα ^v-315

**316** ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους. ^v-316

**317** οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ ^v-317

**318** οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, ^v-318

**319** παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον. ^v-319

**320** δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον ^v-320

**321** οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, ^v-321

**322** ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι. ^v-322

**323** χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι, ^v-323

**324** γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, ^v-324

**325** ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. ^v-325

*Χορός*

**326** θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· ^v-326

**327** δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει. ^v-327

*Ἄδμητος*

**328** ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ ^v-328

**329** καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ ^v-329

**330** μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε ^v-330

**331** τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. ^v-331

**332** οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς ^v-332

**333** οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή. ^v-333

**334** ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι ^v-334

**335** θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. ^v-335

**336** οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν, ^v-336

**337** ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι, ^v-337

**338** στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν ^v-338

**339** πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι. ^v-339

**340** σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα ^v-340

**341** ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα ^v-341

**342** τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν; ^v-342

**343** παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας ^v-343

**344** στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους. ^v-344

**345** οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι ^v-345

**346** οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν ^v-346

**347** αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου. ^v-347

**348** σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν ^v-348

**349** εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, ^v-349

**350** ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας ^v-350

**351** ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις ^v-351

**352** δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν· ^v-352

**353** ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος ^v-353

**354** ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι ^v-354

**355** φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους ^v-355

**356** κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον. ^v-356

**357** εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ^v-357

**358** ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ^v-358

**359** ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν, ^v-359

**360** κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων ^v-360

**361** οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων ^v-361

**362** ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον. ^v-362

**363** ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω, ^v-363

**364** καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι. ^v-364

**365** ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις ^v-365

**366** σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας ^v-366

**367** πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε ^v-367

**368** σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί. ^v-368

*Χορός*

**369** καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ ^v-369

**370** λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία. ^v-370

*Ἄλκηστις*

**371** ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε ^v-371

**372** πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ ^v-372

**373** γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ. ^v-373

*Ἄδμητος*

**374** καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε. ^v-374

*Ἄλκηστις*

**375** ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. ^v-375

*Ἄδμητος*

**376** δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός. ^v-376

*Ἄλκηστις*

**377** σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις. ^v-377

*Ἄδμητος*

**378** πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις. ^v-378

*Ἄλκηστις*

**379** ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω. ^v-379

*Ἄδμητος*

**380** οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; ^v-380

*Ἄλκηστις*

**381** χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών. ^v-381

*Ἄδμητος*

**382** ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω. ^v-382

*Ἄλκηστις*

**383** ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν. ^v-383

*Ἄδμητος*

**384** ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς. ^v-384

*Ἄλκηστις*

**385** καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. ^v-385

*Ἄδμητος*

**386** ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι. ^v-386

*Ἄλκηστις*

**387** ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ. ^v-387

*Ἄδμητος*

**388** ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν. ^v-388

*Ἄλκηστις*

**389** οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα. ^v-389

*Ἄδμητος*

**390** βλέψον πρὸς αὐτοὺς βλέψον. ^v-390

*Ἄλκηστις*

**390b** οὐδέν εἰμ’ ἔτι. ^v-390b

*Ἄδμητος*

**391** τί δρᾷς; προλείπεις; ^v-391

*Ἄλκηστις*

**391b** χαῖρʼ. ^v-391b

*Ἄδμητος*

**391c** ἀπωλόμην τάλας. ^v-391c

*Χορός*

**392** βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή. ^v-392

*Παῖς*

**393** ἰώ μοι τύχας. μαῖα δὴ κάτω ^v-393

**394** βέβακεν, οὐκέτ’ ἔστιν, ὦ ^v-394

**395** πάτερ, ὑφ’ ἁλίῳ. ^v-395

**396** προλιποῦσα δ’ ἀμὸν ^v-396

**397** βίον ὠρφάνισσε τλάμων. ^v-397

**398** ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας. ^v-398

**400** ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. ^v-400

**401** ἐγώ σ’ ἐγώ, μᾶτερ, ^v-401

**402** καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ- ^v-402

**403** στόμασιν νεοσσός. ^v-403

*Ἄδμητος*

**404** τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ ^v-404

**405** καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα. ^v-405

*Παῖς*

**406** νέος ἐγώ, πάτερ, λείπομαι φίλας ^v-406

**407** μονόστολός τε ματρός· ὦ ^v-407

**408** σχέτλια δὴ παθὼν ^v-408

**409** ἐγὼ ἐργὰ . ., ^v-409

**410** σύ τέ μοι σύγκασι κούρα ^v-410

**411** συνέτλας· […] ὦ πάτερ, ^v-411

**412** ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως ^v-412

**413** ἔβας τέλος σὺν τᾷδʼ· ^v-413

**414** ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, ^v-414

**415** μᾶτερ, ὄλωλεν οἶκος. ^v-415

*Χορός*

**416** Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν· ^v-416

**417** οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν ^v-417

**418** γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ ^v-418

**419** ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. ^v-419

*Ἄδμητος*

**420** ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε ^v-420

**421** προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι. ^v-421

**422** ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, ^v-422

**423** πάρεστε καὶ μένοντες ἀντηχήσατε ^v-423

**424** παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ. ^v-424

**425** πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ ^v-425

**426** πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω ^v-426

**427** κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ· ^v-427

**428** τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας ^v-428

**429** πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην. ^v-429

**430** αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος ^v-430

**431** ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας· ^v-431

**432** οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν ^v-432

**433** τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι ^v-433

**434** τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη. ^v-434

*Χορός*

**435** ὦ Πελίου θύγατερ, ^v-435

**436** χαίρουσά μοι εἰν Ἀίδαο δόμοις ^v-436

**437** τὸν ἀνάλιον οἶκον οἰκετεύοις. ^v-437

**438** ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ ^v-438

**440** πηδαλίῳ τε γέρων ^v-440

**441** νεκροπομπὸς ἵζει, ^v-441

**442** πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν ^v-442

**443** λίμναν Ἀχεροντίαν πορεύ- ^v-443

**444** σας ἐλάτᾳ δικώπῳ. ^v-444

*Χορός*

**445** πολλά σε μουσοπόλοι ^v-445

**446** μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν ^v-446

**447** χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, ^v-447

**448** Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας ^v-448

**450** μηνός, ἀειρομένας ^v-450

**451** παννύχου σελάνας, ^v-451

**452** λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις. ^v-452

**453** τοίαν ἔλιπες θανοῦσα μολ- ^v-453

**454** πὰν μελέων ἀοιδοῖς. ^v-454

*Χορός*

**455** εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, ^v-455

**456** δυναίμαν δέ σε πέμψαι ^v-456

**457** φάος ἐξ Ἀίδα τεράμνων ^v-457

**458** καὶ Κωκυτοῖο ῥεέθρων ^v-458

**459** ποταμίᾳ νερτέρᾳ τε κώπᾳ. ^v-459

**460** σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, ^v-460

**461** σὺ τὸν αὑτᾶς ^v-461

**462** ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι ^v-462

**462a** ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι ^v-462a

**463** χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι ^v-463

**464** καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη ^v-464

**465** στυγηθεὶς τέκνοις τε τοῖς σοῖς. ^v-465

*Χορός*

**466** ματέρος οὐ θελούσας ^v-466

**467** πρὸ παιδὸς χθονὶ κρύψαι ^v-467

**468** δέμας, οὐδὲ πατρὸς γεραιοῦ, ^v-468

**468a** […] ^v-468a

**469** ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι, ^v-469

**470** σχετλίω, πολιὰν ἔχοντε χαίταν. ^v-470

**470a** σὺ δ’ ἐν ἥβᾳ ^v-470a

**471** νέᾳ προθανοῦσα φωτὸς οἴχῃ. ^v-471

**472** τοιαύτας εἴη μοι κῦρσαι ^v-472

**473** συνδυάδος φιλίας [ἀλόχου]· τοῦτο γὰρ ^v-473

**474** ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος ^v-474

**475** δι’ αἰῶνος ἂν ξυνείη. ^v-475

*Ἡρακλῆς*

**476** ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, ^v-476

**477** Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω; ^v-477

*Χορός*

**478** ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις. ^v-478

**479** ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα ^v-479

**480** πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. ^v-480

*Ἡρακλῆς*

**481** Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον. ^v-481

*Χορός*

**482** καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ; ^v-482

*Ἡρακλῆς*

**483** Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα. ^v-483

*Χορός*

**484** πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου; ^v-484

*Ἡρακλῆς*

**485** ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. ^v-485

*Χορός*

**486** οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης. ^v-486

*Ἡρακλῆς*

**487** ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί. ^v-487

*Χορός*

**488** κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς. ^v-488

*Ἡρακλῆς*

**489** οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ. ^v-489

*Χορός*

**490** τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; ^v-490

*Ἡρακλῆς*

**491** πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ. ^v-491

*Χορός*

**492** οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις. ^v-492

*Ἡρακλῆς*

**493** εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο. ^v-493

*Χορός*

**494** ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις. ^v-494

*Ἡρακλῆς*

**495** θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. ^v-495

*Χορός*

**496** φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. ^v-496

*Ἡρακλῆς*

**497** τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται; ^v-497

*Χορός*

**498** Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ. ^v-498

*Ἡρακλῆς*

**499** καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις· ^v-499

**500** σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται· ^v-500

**501** εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο ^v-501

**502** μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι, ^v-502

**503** αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον ^v-503

**504** ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν. ^v-504

**505** ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον ^v-505

**506** τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται. ^v-506

*Χορός*

**507** καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς ^v-507

**508** Ἄδμητος ἔξω δωμάτων πορεύεται. ^v-508

*Ἄδμητος*

**509** χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος. ^v-509

*Ἡρακλῆς*

**510** Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. ^v-510

*Ἄδμητος*

**511** θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι. ^v-511

*Ἡρακλῆς*

**512** τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις; ^v-512

*Ἄδμητος*

**513** θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν. ^v-513

*Ἡρακλῆς*

**514** ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός. ^v-514

*Ἄδμητος*

**515** ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ. ^v-515

*Ἡρακλῆς*

**516** πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται. ^v-516

*Ἄδμητος*

**517** κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις. ^v-517

*Ἡρακλῆς*

**518** οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν; ^v-518

*Ἄδμητος*

**519** διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν. ^v-519

*Ἡρακλῆς*

**520** πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; ^v-520

*Ἄδμητος*

**521** ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ. ^v-521

*Ἡρακλῆς*

**522** οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις. ^v-522

*Ἄδμητος*

**523** οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών; ^v-523

*Ἡρακλῆς*

**524** οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην. ^v-524

*Ἄδμητος*

**525** πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε; ^v-525

*Ἡρακλῆς*

**526** ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ. ^v-526

*Ἄδμητος*

**527** τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών. ^v-527

*Ἡρακλῆς*

**528** χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται. ^v-528

*Ἄδμητος*

**529** σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ. ^v-529

*Ἡρακλῆς*

**530** τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; ^v-530

*Ἄδμητος*

**531** γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα. ^v-531

*Ἡρακλῆς*

**532** ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις; ^v-532

*Ἄδμητος*

**533** ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις. ^v-533

*Ἡρακλῆς*

**534** πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον; ^v-534

*Ἄδμητος*

**535** πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο. ^v-535

*Ἡρακλῆς*

**536** φεῦ. ^v-536

**536a** εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον. ^v-536a

*Ἄδμητος*

**537** ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον; ^v-537

*Ἡρακλῆς*

**538** ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι. ^v-538

*Ἄδμητος*

**539** οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν. ^v-539

*Ἡρακλῆς*

**540** λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. ^v-540

*Ἄδμητος*

**541** τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους. ^v-541

*Ἡρακλῆς*

**542** αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους. ^v-542

*Ἄδμητος*

**543** χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν. ^v-543

*Ἡρακλῆς*

**544** μέθες με, καί σοι μυρίαν ἕξω χάριν. ^v-544

*Ἄδμητος*

**545** οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν. ^v-545

**546** ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους ^v-546

**547** ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον ^v-547

**548** σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε ^v-548

**549** θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους ^v-549

**550** κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους. ^v-550

*Χορός*

**551** τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης, ^v-551

**552** Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ; ^v-552

*Ἄδμητος*

**553** ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα ^v-553

**554** ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας; ^v-554

**555** οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν ^v-555

**556** μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ. ^v-556

**557** καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν, ^v-557

**558** δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους. ^v-558

**559** αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου, ^v-559

**560** ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα. ^v-560

*Χορός*

**561** πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα, ^v-561

**562** φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις; ^v-562

*Ἄδμητος*

**563** οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους, ^v-563

**564** εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε. ^v-564

**565** καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ, ^v-565

**566** οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται ^v-566

**567** μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους. ^v-567

*Χορός*

**568** ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος, ^v-568

**570** σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων ^v-570

**571** ἠξίωσε ναίειν, ^v-571

**572** ἔτλα δὲ σοῖσι μηλονόμας ^v-572

**573** ἐν δόμοις γενέσθαι, ^v-573

**575** δοχμιᾶν διὰ κλιτύων ^v-575

**576** βοσκήμασι σοῖσι συρίζων ^v-576

**577** ποιμνίτας ὑμεναίους. ^v-577

*Χορός*

**578** σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες, ^v-578

**580** ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων ^v-580

**581** ἁ δαφοινὸς ἴλα· ^v-581

**582** χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν, ^v-582

**583** Φοῖβε, ποικιλόθριξ ^v-583

**585** νεβρὸς ὑψικόμων πέραν ^v-585

**586** βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ, ^v-586

**587** χαίρουσ’ εὔφρονι μολπᾷ. ^v-587

*Χορός*

**588** τοιγὰρ πολυμηλοτάταν ^v-588

**589** ἑστίαν οἰκεῖς παρὰ καλλίναον ^v-589

**590** Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν ^v-590

**591** καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν ^v-591

**592** ἀελίου κνεφαίαν ^v-592

**593** ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν […] τίθεται, ^v-593

**595** πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν ^v-595

**596** ἀλίμενον Πηλίου κρατύνει. ^v-596

*Χορός*

**597** καὶ νῦν δόμον ἀμπετάσας ^v-597

**598** δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ, ^v-598

**599** τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν ^v-599

**600** δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς ^v-600

**601** ἐκφέρεται πρὸς αἰδῶ. ^v-601

**602** ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι· ^v-602

**603** πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται ^v-603

**605** θεοσεβῆ φῶτα κεδνὰ πράξειν. ^v-605

*Ἄδμητος*

**606** ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία, ^v-606

**607** νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι ^v-607

**608** φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν· ^v-608

**609** ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται, ^v-609

**610** προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν. ^v-610

*Χορός*

**611** καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ ^v-611

**612** στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ ^v-612

**613** κόσμον φέροντας, νερτέρων ἀγάλματα. ^v-613

*Φέρης*

**614** ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον· ^v-614

**615** ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος ^v-615

**616** γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν ^v-616

**617** φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. ^v-617

**618** δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς ^v-618

**619** ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, ^v-619

**620** ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, ^v-620

**621** καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ ^v-621

**622** στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, ^v-622

**623** πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον ^v-623

**624** γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε. ^v-624

**625** ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ ^v-625

**626** ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις ^v-626

**627** εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους ^v-627

**628** λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον. ^v-628

*Ἄδμητος*

**629** οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον, ^v-629

**630** οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω. ^v-630

**631** κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται. ^v-631

**632** οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται. ^v-632

**633** τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ. ^v-633

**634** σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν ^v-634

**635** νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν; ^v-635

**636** οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ; ^v-636

**637** οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη ^v-637

**638** μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος ^v-638

**639** μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ; ^v-639

**640** ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ, ^v-640

**641** καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι. ^v-641

**642** ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ, ^v-642

**643** ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου ^v-643

**644** οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν ^v-644

**645** τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε ^v-645

**646** γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα ^v-646

**647** πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην. ^v-647

**648** καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω, ^v-648

**649** τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι ^v-649

**650** πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος. ^v-650

**651** [κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,] ^v-651

**652** [κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.] ^v-652

**653** καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα ^v-653

**654** πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι, ^v-654

**655** παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων, ^v-655

**656** ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον ^v-656

**657** λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι. ^v-657

**658** οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν ^v-658

**659** γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων ^v-659

**660** πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν ^v-660

**661** τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην. ^v-661

**662** τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις, ^v-662

**663** οἳ γηροβοσκήσουσι καὶ θανόντα σε ^v-663

**664** περιστελοῦσι καὶ προθήσονται νεκρόν. ^v-664

**665** οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί· ^v-665

**666** τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν ^v-666

**667** σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω ^v-667

**668** καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον. ^v-668

**669** μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, ^v-669

**670** γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου· ^v-670

**671** ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται ^v-671

**672** θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ. ^v-672

*Χορός*

**673** παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά· ^v-673

**674** ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας. ^v-674

*Φέρης*

**675** ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα ^v-675

**676** κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν; ^v-676

**677** οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ ^v-677

**678** πατρὸς γεγῶτα γνησίως ἐλεύθερον; ^v-678

**679** ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους ^v-679

**680** ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει. ^v-680

**681** ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην ^v-681

**682** κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν· ^v-682

**683** οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον, ^v-683

**684** παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν. ^v-684

**685** σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς ^v-685

**686** ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις. ^v-686

**687** πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας ^v-687

**688** λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα. ^v-688

**689** τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ; ^v-689

**690** μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ. ^v-690

**691** χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς; ^v-691

**692** ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι ^v-692

**693** χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ. ^v-693

**694** σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν, ^v-694

**695** καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην, ^v-695

**696** ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν ^v-696

**697** λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος, ^v-697

**698** ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου; ^v-698

**699** σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε, ^v-699

**700** εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ ^v-700

**701** γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις ^v-701

**702** τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός; ^v-702

**703** σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς ^v-703

**704** ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς ^v-704

**705** ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά. ^v-705

*Χορός*

**706** πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά· ^v-706

**707** παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν. ^v-707

*Ἄδμητος*

**708** λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων ^v-708

**709** τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν. ^v-709

*Φέρης*

**710** σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον. ^v-710

*Ἄδμητος*

**711** ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν; ^v-711

*Φέρης*

**712** ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν. ^v-712

*Ἄδμητος*

**713** καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον. ^v-713

*Φέρης*

**714** ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών; ^v-714

*Ἄδμητος*

**715** μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε. ^v-715

*Φέρης*

**716** ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις; ^v-716

*Ἄδμητος*

**717** σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας. ^v-717

*Φέρης*

**718** οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε. ^v-718

*Ἄδμητος*

**719** φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ. ^v-719

*Φέρης*

**720** μνήστευε πολλάς, ὡς θάνωσι πλείονες. ^v-720

*Ἄδμητος*

**721** σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν. ^v-721

*Φέρης*

**722** φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον. ^v-722

*Ἄδμητος*

**723** κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν. ^v-723

*Φέρης*

**724** οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν. ^v-724

*Ἄδμητος*

**725** θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς. ^v-725

*Φέρης*

**726** κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι. ^v-726

*Ἄδμητος*

**727** φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων. ^v-727

*Φέρης*

**728** ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα. ^v-728

*Ἄδμητος*

**729** ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν. ^v-729

*Φέρης*

**730** ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς, ^v-730

**731** δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι. ^v-731

**732** ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν, ^v-732

**733** εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται. ^v-733

*Ἄδμητος*

**734** ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι, ^v-734

**735** ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι, ^v-735

**736** γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος ^v-736

**737** νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο ^v-737

**738** τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν. ^v-738

**739** ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν— ^v-739

**740** ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν. ^v-740

*Χορός*

**741** ἰὼ ἰώ. σχετλία τόλμης, ^v-741

**742** ὦ γενναία καὶ μέγ’ ἀρίστη, ^v-742

**743** χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς ^v-743

**744** Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ ^v-744

**745** πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’ ^v-745

**746** Ἅιδου νύμφῃ παρεδρεύοις. ^v-746

*Θεράπων*

**747** πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς ^v-747

**748** ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους, ^v-748

**749** οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου ^v-749

**750** κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην. ^v-750

**751** ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν ^v-751

**752** ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας. ^v-752

**753** ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο ^v-753

**754** τὰ προστυχόντα ξένια, συμφορὰν μαθών, ^v-754

**755** ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν. ^v-755

**756** ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν ^v-756

**757** πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ, ^v-757

**758** ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ ^v-758

**759** οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις ^v-759

**760** ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν· ^v-760

**761** ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν ^v-761

**762** οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν ^v-762

**763** δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ ^v-763

**764** τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο. ^v-764

**765** καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ ^v-765

**766** ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα, ^v-766

**767** ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην ^v-767

**768** οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν ^v-768

**769** δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν ^v-769

**770** μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο, ^v-770

**771** ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον ^v-771

**772** στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον; ^v-772

*Ἡρακλῆς*

**773** οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις; ^v-773

**774** οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον ^v-774

**775** εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί. ^v-775

**776** σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν, ^v-776

**777** στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ ^v-777

**778** δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων. ^v-778

**779** δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ. ^v-779

**780** τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν; ^v-780

**781** οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου. ^v-781

**782** βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, ^v-782

**783** κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται ^v-783

**784** τὴν αὔριον μέλλουσαν εἰ βιώσεται· ^v-784

**785** τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, ^v-785

**786** κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ. ^v-786

**787** ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα, ^v-787

**788** εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν ^v-788

**789** βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης. ^v-789

**790** τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν ^v-790

**791** Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός. ^v-791

**792** τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις ^v-792

**793** ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν; ^v-793

**794** οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς ^v-794

**795** πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας, ^v-795

**796** στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα ^v-796

**797** τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν ^v-797

**798** μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου. ^v-798

**799** ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών· ^v-799

**800** ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις ^v-800

**801** ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ, ^v-801

**802** οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά. ^v-802

*Θεράπων*

**803** ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν ^v-803

**804** οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια. ^v-804

*Ἡρακλῆς*

**805** γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν ^v-805

**806** πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται. ^v-806

*Θεράπων*

**807** τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά; ^v-807

*Ἡρακλῆς*

**808** εἰ μή τι σός με δεσπότης ἐψεύσατο. ^v-808

*Θεράπων*

**809** ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος. ^v-809

*Ἡρακλῆς*

**810** οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ; ^v-810

*Θεράπων*

**811** ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν. ^v-811

*Ἡρακλῆς*

**812** μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι; ^v-812

*Θεράπων*

**813** χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά. ^v-813

*Ἡρακλῆς*

**814** ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος. ^v-814

*Θεράπων*

**815** οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν. ^v-815

*Ἡρακλῆς*

**816** ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν; ^v-816

*Θεράπων*

**817** οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις. ^v-817

**818** πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις ^v-818

**819** μελαμπέπλους κουράν τε. ^v-819

*Ἡρακλῆς*

**819b** τίς δ’ ὁ κατθανών; ^v-819b

**820** μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ; ^v-820

*Θεράπων*

**821** γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε. ^v-821

*Ἡρακλῆς*

**822** τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε; ^v-822

*Θεράπων*

**823** ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων. ^v-823

*Ἡρακλῆς*

**824** ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου. ^v-824

*Θεράπων*

**825** ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη. ^v-825

*Ἡρακλῆς*

**826** ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν ^v-826

**827** κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με ^v-827

**828** λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν. ^v-828

**829** βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας ^v-829

**830** ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, ^v-830

**831** πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα ^v-831

**832** στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι, ^v-832

**833** κακοῦ τοσούτου δώμασιν προκειμένου. ^v-833

**834** ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών; ^v-834

*Θεράπων*

**835** ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει, ^v-835

**836** τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου. ^v-836

*Ἡρακλῆς*

**837** ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, ^v-837

**838** νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία ^v-838

**839** Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί. ^v-839

**840** δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως ^v-840

**841** γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον ^v-841

**842** Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν. ^v-842

**843** ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν ^v-843

**844** Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ ^v-844

**845** πίνοντα τύμβου πλησίον προσφαγμάτων. ^v-845

**846** κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς ^v-846

**847** μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν, ^v-847

**848** οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται ^v-848

**849** μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ. ^v-849

**850** ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ ^v-850

**851** πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω ^v-851

**852** Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους ^v-852

**853** αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω ^v-853

**854** Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου, ^v-854

**855** ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε, ^v-855

**856** καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος, ^v-856

**857** ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ. ^v-857

**858** τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος, ^v-858

**859** τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν ^v-859

**860** εὐεργετῆσαι φῶτα γενναῖος γεγώς. ^v-860

*Ἄδμητος*

**861** ἰώ, στυγναὶ ^v-861

**861a** πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων ^v-861a

**862** μελάθρων. ἰώ μοί μοι. αἶ αἶ. ^v-862

**863** ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή; ^v-863

**864** πῶς ἂν ὀλοίμαν; ^v-864

**865** ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν. ^v-865

**866** ζηλῶ φθιμένους, κείνων ἔραμαι, ^v-866

**867** κεῖν’ ἐπιθυμῶ δώματα ναίειν. ^v-867

**868** οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν ^v-868

**869** οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων· ^v-869

**870** τοῖον ὅμηρόν μ’ ἀποσυλήσας ^v-870

**871** Ἅιδῃ Θάνατος παρέδωκεν. ^v-871

*Χορός*

**872** —πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων. ^v-872

*Ἄδμητος*

**872b** αἰαῖ. ^v-872b

*Χορός*

**873** —πέπονθας ἄξι’ αἰαγμάτων. ^v-873

*Ἄδμητος*

**873b** ἒ ἔ. ^v-873b

*Χορός*

**874** —δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . . ^v-874

*Ἄδμητος*

**874b** φεῦ φεῦ. ^v-874b

*Χορός*

**875** —τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς. ^v-875

*Ἄδμητος*

**875b** ἰώ μοί μοι. ^v-875b

*Χορός*

**876** —τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου ^v-876

**877** πρόσωπόν ἄντα λυπρόν. ^v-877

*Ἄδμητος*

**878** ἔμνησας ὅ μου φρένας ἥλκωσεν· ^v-878

**879** τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν ^v-879

**880** πιστῆς ἀλόχου; μή ποτε γήμας ^v-880

**881** ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους. ^v-881

**882** ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν· ^v-882

**883** μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν ^v-883

**884** μέτριον ἄχθος· ^v-884

**885** παίδων δὲ νόσους καὶ νυμφιδίους ^v-885

**886** εὐνὰς θανάτοις κεραϊζομένας ^v-886

**887** οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους ^v-887

**888** ἀγάμους τ’ εἶναι διὰ παντός. ^v-888

*Χορός*

**889** —τύχα τύχα δυσπάλαιστος ἥκει· ^v-889

*Ἄδμητος*

**889b** αἰαῖ. ^v-889b

*Χορός*

**890** —πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης. ^v-890

*Ἄδμητος*

**890b** ἒ ἔ. ^v-890b

*Χορός*

**891** —βαρέα μὲν φέρειν, ὅμως δὲ . . . ^v-891

*Ἄδμητος*

**891b** φεῦ φεῦ. ^v-891b

*Χορός*

**892** —τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . . ^v-892

*Ἄδμητος*

**892b** ἰώ μοί μοι. ^v-892b

*Χορός*

**893** —γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα ^v-893

**894** πιέζει φανεῖσα θνατῶν. ^v-894

*Ἄδμητος*

**895** ὦ μακρὰ πένθη λῦπαί τε φίλων ^v-895

**896** τῶν ὑπὸ γαῖαν. ^v-896

**897** τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου ^v-897

**898** τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης ^v-898

**899** τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον; ^v-899

**900** δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς ^v-900

**901** τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ ^v-901

**902** χθονίαν λίμνην διαβάντε. ^v-902

*Χορός*

**903** ἐμοί τις ἦν ^v-903

**904** ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος ^v-904

**905** ὤλετ’ ἐν δόμοισιν ^v-905

**906** μονόπαις· ἀλλ’ ἔμπας ^v-906

**907** ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν, ^v-907

**908** πολιὰς ἐπὶ χαίτας ^v-908

**909** ἤδη προπετὴς ὢν ^v-909

**910** βιότου τε πόρσω. ^v-910

*Ἄδμητος*

**912** ὦ σχῆμα δόμων, πῶς εἰσέλθω; ^v-912

**913** πῶς δ’ οἰκήσω μεταπίπτοντος ^v-913

**914** δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον· ^v-914

**915** τότε μὲν πεύκαις σὺν Πηλιάσιν ^v-915

**916** σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω, ^v-916

**917** φιλίας ἀλόχου χέρα βαστάζων, ^v-917

**918** πολυάχητος δ’ εἵπετο κῶμος, ^v-918

**919** τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων, ^v-919

**920** ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων ^v-920

**921** ὄντες ἀρίστων σύζυγες εἶμεν· ^v-921

**922** νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος ^v-922

**923** λευκῶν τε πέπλων μέλανες στολμοὶ ^v-923

**924** πέμπουσί μ’ ἔσω ^v-924

**925** λέκτρων κοίτας ἐς ἐρήμους. ^v-925

*Χορός*

**926** παρ’ εὐτυχῆ ^v-926

**927** σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’ ^v-927

**928** ἄλγος· ἀλλ’ ἔσωσας ^v-928

**929** βίοτον καὶ ψυχάν. ^v-929

**930** ἔθανε δάμαρ, ἔλιπε φιλίαν· ^v-930

**931** τί νέον τόδε; πολλοῖς ^v-931

**932** ἤδη παρέλυσεν ^v-932

**933** θάνατος δάμαρτας. ^v-933

*Ἄδμητος*

**935** φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον ^v-935

**936** τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως· ^v-936

**937** τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε, ^v-937

**938** πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο. ^v-938

**939** ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον ^v-939

**940** λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω. ^v-940

**941** πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι; ^v-941

**942** τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο, ^v-942

**943** τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι; ^v-943

**944** ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία, ^v-944

**945** γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς ^v-945

**946** θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας ^v-946

**947** αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι ^v-947

**948** πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν ^v-948

**949** στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν. ^v-949

**950** τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με ^v-950

**951** γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι ^v-951

**952** γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι ^v-952

**953** λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας. ^v-953

**954** ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε· ^v-954

**955** Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν, ^v-955

**956** ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ ^v-956

**957** πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ; ^v-957

**958** στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων ^v-958

**959** θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα ^v-959

**960** ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι, ^v-960

**961** κακῶς κλύοντι καὶ κακῶς πεπραγότι; ^v-961

*Χορός*

**962** ἐγὼ καὶ διὰ μούσας ^v-962

**963** καὶ μετάρσιος ᾖξα, καὶ ^v-963

**964** πλείστων ἁψάμενος λόγων ^v-964

**965** κρεῖσσον οὐδὲν Ἀνάγκας ^v-965

**966** ηὗρον, οὐδέ τι φάρμακον ^v-966

**967** Θρῄσσαις ἐν σανίσιν, τὰς ^v-967

**968** Ὀρφεία κατέγραψεν ^v-968

**970** γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε ^v-970

**971** φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν. ^v-971

*Χορός*

**973** μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς ^v-973

**974** ἔστιν οὔτε βρέτας θεᾶς ^v-974

**975** ἐλθεῖν, οὐ σφαγίων κλύει. ^v-975

**976** μή μοι, πότνια, μείζων ^v-976

**977** ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ. ^v-977

**978** καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ, ^v-978

**979** σὺν σοὶ τοῦτο τελευτᾷ. ^v-979

**980** καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον, ^v-980

**981** οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς. ^v-981

*Χορός*

**984** καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς. ^v-984

**985** τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν ^v-985

**986** κλαίων τοὺς φθιμένους ἄνω. ^v-986

**987** καὶ θεῶν σκότιοι φθίνουσι ^v-987

**990** παῖδες ἐν θανάτῳ. ^v-990

**991** φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν, ^v-991

**992** φίλα δὲ καὶ θανοῦσ’ ἔσται, ^v-992

**994** γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν. ^v-994

*Χορός*

**995** μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω ^v-995

**996** τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως ^v-996

**997** τιμάσθω, σέβας ἐμπόρων. ^v-997

**1000** καί τις δοχμίαν κέλευθον ^v-1000

**1001** ἐκβαίνων τόδ’ ἐρεῖ· ^v-1001

**1002** Αὕτα ποτὲ προύθαν’ ἀνδρός, ^v-1002

**1003** νῦν δ’ ἐστὶ μάκαιρα δαίμων· ^v-1003

**1004** χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι ^v-1004

**1005** φῆμαι. ^v-1005

*Χορός*

**1006** —καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος, ^v-1006

**1007** Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται. ^v-1007

*Ἡρακλῆς*

**1008** φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, ^v-1008

**1009** Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν ^v-1009

**1010** σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν ^v-1010

**1011** ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· ^v-1011

**1012** σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν ^v-1012

**1013** γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις. ^v-1013

**1014** ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. ^v-1014

**1015** κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην ^v-1015

**1016** σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. ^v-1016

**1017** καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε, ^v-1017

**1018** οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. ^v-1018

**1019** ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν ^v-1019

**1020** λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών, ^v-1020

**1021** ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων ^v-1021

**1022** ἔλθω, τύραννον Βιστόνων κατακτανών. ^v-1022

**1023** πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ— ^v-1023

**1024** τήνδε σοῖσι προσπολεῖν δόμοις. ^v-1024

**1025** πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· ^v-1025

**1026** ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς ^v-1026

**1027** τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, ^v-1027

**1028** ὅθεν κομίζω τήνδε νικητήρια ^v-1028

**1029** λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν ^v-1029

**1030** ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα ^v-1030

**1031** νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· ^v-1031

**1032** γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ ^v-1032

**1033** αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές. ^v-1033

**1034** ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή· ^v-1034

**1035** οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν ^v-1035

**1036** ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως. ^v-1036

*Ἄδμητος*

**1037** οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς ^v-1037

**1038** ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· ^v-1038

**1039** ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, ^v-1039

**1040** εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· ^v-1040

**1041** ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. ^v-1041

**1042** γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, ^v-1042

**1043** ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ ^v-1043

**1044** σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι ^v-1044

**1045** ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. ^v-1045

**1046** οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν ^v-1046

**1047** ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον ^v-1047

**1048** προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι. ^v-1048

**1049** ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; ^v-1049

**1050** νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. ^v-1050

**1051** πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; ^v-1051

**1052** καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη ^v-1052

**1053** ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον ^v-1053

**1054** εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. ^v-1054

**1055** ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; ^v-1055

**1056** καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει; ^v-1056

**1057** διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, ^v-1057

**1058** μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν ^v-1058

**1059** προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, ^v-1059

**1060** καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· ^v-1060

**1061** πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι, ^v-1061

**1062** ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι ^v-1062

**1063** μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας. ^v-1063

**1064** οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων ^v-1064

**1065** γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. ^v-1065

**1066** δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν ^v-1066

**1067** ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων ^v-1067

**1068** πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ, ^v-1068

**1069** ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ. ^v-1069

*Χορός*

**1070** ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· ^v-1070

**1071** χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν. ^v-1071

*Ἡρακλῆς*

**1072** εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν ^v-1072

**1073** ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων ^v-1073

**1074** γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν. ^v-1074

*Ἄδμητος*

**1075** σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε; ^v-1075

**1076** οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν. ^v-1076

*Ἡρακλῆς*

**1077** μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε. ^v-1077

*Ἄδμητος*

**1078** ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν. ^v-1078

*Ἡρακλῆς*

**1079** τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν; ^v-1079

*Ἄδμητος*

**1080** ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. ^v-1080

*Ἡρακλῆς*

**1081** τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ. ^v-1081

*Ἄδμητος*

**1082** ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω. ^v-1082

*Ἡρακλῆς*

**1083** γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ; ^v-1083

*Ἄδμητος*

**1084** ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ. ^v-1084

*Ἡρακλῆς*

**1085** χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν. ^v-1085

*Ἄδμητος*

**1086** χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν. ^v-1086

*Ἡρακλῆς*

**1087** γυνή σε παύσει καὶ νέου γάμου πόθοι. ^v-1087

*Ἄδμητος*

**1088** σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην. ^v-1088

*Ἡρακλῆς*

**1089** τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος; ^v-1089

*Ἄδμητος*

**1090** οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται. ^v-1090

*Ἡρακλῆς*

**1091** μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς; ^v-1091

*Ἄδμητος*

**1092** κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών. ^v-1092

*Ἡρακλῆς*

**1093** αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις. ^v-1093

*Ἄδμητος*

**1094** ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν. ^v-1094

*Ἡρακλῆς*

**1095** ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος. ^v-1095

*Ἄδμητος*

**1096** θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς. ^v-1096

*Ἡρακλῆς*

**1097** δέχου νυν εἴσω τήνδε γενναίων δόμων. ^v-1097

*Ἄδμητος*

**1098** μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός. ^v-1098

*Ἡρακλῆς*

**1099** καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε. ^v-1099

*Ἄδμητος*

**1100** καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι. ^v-1100

*Ἡρακλῆς*

**1101** πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις. ^v-1101

*Ἄδμητος*

**1102** φεῦ. ^v-1102

**1102a** εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε. ^v-1102a

*Ἡρακλῆς*

**1103** νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί. ^v-1103

*Ἄδμητος*

**1104** καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω. ^v-1104

*Ἡρακλῆς*

**1105** ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει. ^v-1105

*Ἄδμητος*

**1106** χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί. ^v-1106

*Ἡρακλῆς*

**1107** εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν. ^v-1107

*Ἄδμητος*

**1108** νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς. ^v-1108

*Ἡρακλῆς*

**1109** ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον. ^v-1109

*Ἄδμητος*

**1110** κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις. ^v-1110

*Ἡρακλῆς*

**1111** οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις. ^v-1111

*Ἄδμητος*

**1112** σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους. ^v-1112

*Ἡρακλῆς*

**1113** ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας. ^v-1113

*Ἄδμητος*

**1114** οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα. ^v-1114

*Ἡρακλῆς*

**1115** τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ. ^v-1115

*Ἄδμητος*

**1116** ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε. ^v-1116

*Ἡρακλῆς*

**1117** τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης. ^v-1117

*Ἄδμητος*

**1118** καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν. ^v-1118

*Ἡρακλῆς*

**1119** ἔχεις; ^v-1119

*Ἄδμητος*

**1119b** ἔχω; ναί. ^v-1119b

*Ἡρακλῆς*

**1119c** σῷζέ νυν, καὶ τὸν Διὸς ^v-1119c

**1120** φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον. ^v-1120

**1121** βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν ^v-1121

**1122** γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο. ^v-1122

*Ἄδμητος*

**1123** ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε— ^v-1123

**1124** γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως; ^v-1124

**1125** ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά; ^v-1125

*Ἡρακλῆς*

**1126** οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν. ^v-1126

*Ἄδμητος*

**1127** ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ. ^v-1127

*Ἡρακλῆς*

**1128** οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον. ^v-1128

*Ἄδμητος*

**1129** ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν; ^v-1129

*Ἡρακλῆς*

**1130** σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην. ^v-1130

*Ἄδμητος*

**1131** θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν; ^v-1131

*Ἡρακλῆς*

**1132** πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες. ^v-1132

*Ἄδμητος*

**1133** ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας, ^v-1133

**1134** ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν. ^v-1134

*Ἡρακλῆς*

**1135** ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν. ^v-1135

*Ἄδμητος*

**1136** ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον, ^v-1136

**1137** εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ ^v-1137

**1138** σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος. ^v-1138

**1139** πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε; ^v-1139

*Ἡρακλῆς*

**1140** μάχην συνάψας δαιμόνων τῷ κυρίῳ. ^v-1140

*Ἄδμητος*

**1141** ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν; ^v-1141

*Ἡρακλῆς*

**1142** τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν. ^v-1142

*Ἄδμητος*

**1143** τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή; ^v-1143

*Ἡρακλῆς*

**1144** οὔπω θέμις σοι τῆσδε προσφωνημάτων ^v-1144

**1145** κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις ^v-1145

**1146** ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος. ^v-1146

**1147** ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν ^v-1147

**1148** τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους. ^v-1148

**1149** καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον ^v-1149

**1150** Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών. ^v-1150

*Ἄδμητος*

**1151** μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ. ^v-1151

*Ἡρακλῆς*

**1152** αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ. ^v-1152

*Ἄδμητος*

**1153** ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον. ^v-1153

**1154** ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ, ^v-1154

**1155** χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι ^v-1155

**1156** βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς. ^v-1156

**1157** νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον ^v-1157

**1158** τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι. ^v-1158

*Χορός*

**1159** πολλαὶ μορφαὶ τῶν δαιμονίων, ^v-1159

**1160** πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· ^v-1160

**1161** καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, ^v-1161

**1162** τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. ^v-1162

**1163** τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα. ^v-1163
