---
id: homero-odisseia-grc-murray-1919
type: primary_text
title: Ὀδύσσεια
subtitle: Odyssey
author: Homer
editor: Augustus Taber Murray
base_edition: 'The Odyssey, with an English translation by A. T. Murray, 2 vols. (London: William Heinemann; New York: G. P. Putnam''s Sons, 1919), Loeb Classical Library'
cite_in: 'MURRAY, A. T. (ed.). The Odyssey. Londres: William Heinemann; Nova York: G. P. Putnam''s Sons, 1919, v. 1–2'
year_original: c. 8th century BCE
publication_year: 1919
language: grc
tags:
- greek-epic
- homer
- hexameter
- trojan-war
- archaic-greece
status: draft
project: pedra_angular
related:
- homero-odisseia-en-murray-1919
reference_system: book-line
scope: 'The whole poem, 24 books, line by line, cited book.line (Od. 1.1): the line number in bold (**1**) and the anchor ^v-1-1. Speeches (TEI <q>) open with “ on their first line and close with ” on their last; lines the editor marks as spurious stay in the text between [ ], and his supplements go between ⟨ ⟩'
urn_work: urn:cts:greekLit:tlg0012.tlg002
urn: urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0012/tlg002
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0012/tlg002/tlg0012.tlg002.perseus-grc2.xml
source_commit: 282e6f5a
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py and conversor_tei.py (profile epica), 2026-11-04; prepared by Διαφορεύς, Claude Opus 5.5.
---

# Ὀδύσσεια

### Livro 1

**1** ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ ^v-1-1

**2** πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν· ^v-1-2

**3** πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, ^v-1-3

**4** πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ^v-1-4

**5** ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. ^v-1-5

**6** ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ· ^v-1-6

**7** αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο, ^v-1-7

**8** νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ^v-1-8

**9** ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. ^v-1-9

**10** τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. ^v-1-10

**11** ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον, ^v-1-11

**12** οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν· ^v-1-12

**13** τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς ^v-1-13

**14** νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων ^v-1-14

**15** ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι. ^v-1-15

**16** ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν, ^v-1-16

**17** τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι ^v-1-17

**18** εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων ^v-1-18

**19** καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες ^v-1-19

**20** νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν ^v-1-20

**21** ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. ^v-1-21

**22** ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, ^v-1-22

**23** Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, ^v-1-23

**24** οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, ^v-1-24

**25** ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. ^v-1-25

**26** ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι ^v-1-26

**27** Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. ^v-1-27

**28** τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-1-28

**29** μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, ^v-1-29

**30** τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· ^v-1-30

**31** τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· ^v-1-31

**32** “ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ^v-1-32

**33** ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ ^v-1-33

**34** σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ^v-1-34

**35** ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο ^v-1-35

**36** γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, ^v-1-36

**37** εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, ^v-1-37

**38** Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, ^v-1-38

**39** μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ^v-1-39

**40** ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, ^v-1-40

**41** ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης. ^v-1-41

**42** ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο ^v-1-42

**43** πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.” ^v-1-43

**44** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· ^v-1-44

**45** “ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, ^v-1-45

**46** καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ· ^v-1-46

**47** ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι· ^v-1-47

**48** ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, ^v-1-48

**49** δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει ^v-1-49

**50** νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης. ^v-1-50

**51** νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει, ^v-1-51

**52** Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης ^v-1-52

**53** πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς ^v-1-53

**54** μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. ^v-1-54

**55** τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, ^v-1-55

**56** αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν ^v-1-56

**57** θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς, ^v-1-57

**58** ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι ^v-1-58

**59** ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ ^v-1-59

**60** ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς ^v-1-60

**61** Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων ^v-1-61

**62** Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;” ^v-1-62

**63** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-1-63

**64** “τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ^v-1-64

**65** πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, ^v-1-65

**66** ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν ^v-1-66

**67** ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; ^v-1-67

**68** ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ ^v-1-68

**69** Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν, ^v-1-69

**70** ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον ^v-1-70

**71** πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη, ^v-1-71

**72** Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος, ^v-1-72

**73** ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα. ^v-1-73

**74** ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων ^v-1-74

**75** οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης. ^v-1-75

**76** ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες ^v-1-76

**77** νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει ^v-1-77

**78** ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων ^v-1-78

**79** ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.” ^v-1-79

**80** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· ^v-1-80

**81** “ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, ^v-1-81

**82** εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν, ^v-1-82

**83** νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, ^v-1-83

**84** Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην ^v-1-84

**85** νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα ^v-1-85

**86** νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν, ^v-1-86

**87** νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται· ^v-1-87

**88** αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν ^v-1-88

**89** μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, ^v-1-89

**90** εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς ^v-1-90

**91** πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ ^v-1-91

**92** μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς. ^v-1-92

**93** πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα ^v-1-93

**94** νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, ^v-1-94

**95** ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.” ^v-1-95

**96** ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ^v-1-96

**97** ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ^v-1-97

**98** ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· ^v-1-98

**99** εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, ^v-1-99

**100** βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ^v-1-100

**101** ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. ^v-1-101

**102** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα, ^v-1-102

**103** στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, ^v-1-103

**104** οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, ^v-1-104

**105** εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. ^v-1-105

**106** εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα ^v-1-106

**107** πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ^v-1-107

**108** ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· ^v-1-108

**109** κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες ^v-1-109

**110** οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, ^v-1-110

**111** οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας ^v-1-111

**112** νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. ^v-1-112

**113** τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ^v-1-113

**114** ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ^v-1-114

**115** ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν ^v-1-115

**116** μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, ^v-1-116

**117** τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. ^v-1-117

**118** τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην. ^v-1-118

**119** βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ ^v-1-119

**120** ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς ^v-1-120

**121** χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, ^v-1-121

**122** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-1-122

**123** “χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα ^v-1-123

**124** δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.” ^v-1-124

**125** ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη. ^v-1-125

**126** οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, ^v-1-126

**127** ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν ^v-1-127

**128** δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα ^v-1-128

**129** ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, ^v-1-129

**130** αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, ^v-1-130

**131** καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. ^v-1-131

**132** πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων ^v-1-132

**133** μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ ^v-1-133

**134** δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, ^v-1-134

**135** ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. ^v-1-135

**136** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-1-136

**137** καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-1-137

**138** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-1-138

**139** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, ^v-1-139

**140** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· ^v-1-140

**141** δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας ^v-1-141

**142** παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· ^v-1-142

**143** κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων. ^v-1-143

**144** ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα ^v-1-144

**145** ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, ^v-1-145

**146** τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, ^v-1-146

**147** σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, ^v-1-147

**148** κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. ^v-1-148

**149** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-1-149

**150** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ^v-1-150

**151** μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, ^v-1-151

**152** μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός· ^v-1-152

**153** κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν ^v-1-153

**154** Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ. ^v-1-154

**155** ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. ^v-1-155

**156** αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, ^v-1-156

**157** ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· ^v-1-157

**158** “ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; ^v-1-158

**159** τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, ^v-1-159

**160** ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, ^v-1-160

**161** ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ ^v-1-161

**162** κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει. ^v-1-162

**163** εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, ^v-1-163

**164** πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι ^v-1-164

**165** ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. ^v-1-165

**166** νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν ^v-1-166

**167** θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων ^v-1-167

**168** φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ. ^v-1-168

**169** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-1-169

**170** τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ^v-1-170

**171** ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ^v-1-171

**172** ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; ^v-1-172

**173** οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι. ^v-1-173

**174** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ^v-1-174

**175** ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι ^v-1-175

**176** ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ ^v-1-176

**177** ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.” ^v-1-177

**178** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-1-178

**179** “τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-1-179

**180** Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι ^v-1-180

**181** υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. ^v-1-181

**182** νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν ^v-1-182

**183** πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους, ^v-1-183

**184** ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον. ^v-1-184

**185** νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος, ^v-1-185

**186** ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. ^v-1-186

**187** ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι ^v-1-187

**188** ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν ^v-1-188

**189** Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε ^v-1-189

**190** ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν ^v-1-190

**191** γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε ^v-1-191

**192** παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν ^v-1-192

**193** ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. ^v-1-193

**194** νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι, ^v-1-194

**195** σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου. ^v-1-195

**196** οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, ^v-1-196

**197** ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ ^v-1-197

**198** νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ^v-1-198

**199** ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα. ^v-1-199

**200** αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ^v-1-200

**201** ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω, ^v-1-201

**202** οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς. ^v-1-202

**203** οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης ^v-1-203

**204** ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν· ^v-1-204

**205** φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. ^v-1-205

**206** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-1-206

**207** εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος. ^v-1-207

**208** αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας ^v-1-208

**209** κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν, ^v-1-209

**210** πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι ^v-1-210

**211** Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν· ^v-1-211

**212** ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.” ^v-1-212

**213** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-213

**214** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-1-214

**215** μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε ^v-1-215

**216** οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. ^v-1-216

**217** ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς ^v-1-217

**218** ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε. ^v-1-218

**219** νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων, ^v-1-219

**220** τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.” ^v-1-220

**221** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-1-221

**222** “οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω ^v-1-222

**223** θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια. ^v-1-223

**224** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-1-224

**225** τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ; ^v-1-225

**226** εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν· ^v-1-226

**227** ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι ^v-1-227

**228** δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ ^v-1-228

**229** αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.” ^v-1-229

**230** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-230

**231** “ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, ^v-1-231

**232** μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων ^v-1-232

**233** ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν· ^v-1-233

**234** νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, ^v-1-234

**235** οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων ^v-1-235

**236** ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην, ^v-1-236

**237** εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, ^v-1-237

**238** ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. ^v-1-238

**239** τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, ^v-1-239

**240** ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω. ^v-1-240

**241** νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο· ^v-1-241

**242** οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε ^v-1-242

**243** κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω ^v-1-243

**244** οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν. ^v-1-244

**245** ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, ^v-1-245

**246** Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ^v-1-246

**247** ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, ^v-1-247

**248** τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ^v-1-248

**249** ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ^v-1-249

**250** ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες ^v-1-250

**251** οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.” ^v-1-251

**252** τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη· ^v-1-252

**253** “ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος ^v-1-253

**254** δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη. ^v-1-254

**255** εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι ^v-1-255

**256** σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, ^v-1-256

**257** τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα ^v-1-257

**258** οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ^v-1-258

**259** ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο— ^v-1-259

**260** ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς ^v-1-260

**261** φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη ^v-1-261

**262** ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ ^v-1-262

**263** δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, ^v-1-263

**264** ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς— ^v-1-264

**265** τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· ^v-1-265

**266** πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ^v-1-266

**267** ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, ^v-1-267

**268** ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί, ^v-1-268

**269** οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα, ^v-1-269

**270** ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο. ^v-1-270

**271** εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων· ^v-1-271

**272** αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς ^v-1-272

**273** μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων. ^v-1-273

**274** μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, ^v-1-274

**275** μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ^v-1-275

**276** ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο· ^v-1-276

**277** οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα ^v-1-277

**278** πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. ^v-1-278

**279** σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι· ^v-1-279

**280** νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, ^v-1-280

**281** ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο, ^v-1-281

**282** ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς ^v-1-282

**283** ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι. ^v-1-283

**284** πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, ^v-1-284

**285** κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· ^v-1-285

**286** ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. ^v-1-286

**287** εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, ^v-1-287

**288** ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν· ^v-1-288

**289** εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος, ^v-1-289

**290** νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν ^v-1-290

**291** σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι ^v-1-291

**292** πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι. ^v-1-292

**293** αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, ^v-1-293

**294** φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-1-294

**295** ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι ^v-1-295

**296** κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ ^v-1-296

**297** νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι. ^v-1-297

**298** ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης ^v-1-298

**299** πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, ^v-1-299

**300** Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα; ^v-1-300

**301** καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ^v-1-301

**302** ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ. ^v-1-302

**303** αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη ^v-1-303

**304** ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες· ^v-1-304

**305** σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.” ^v-1-305

**306** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-306

**307** “ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις, ^v-1-307

**308** ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν. ^v-1-308

**309** ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο, ^v-1-309

**310** ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ, ^v-1-310

**311** δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ, ^v-1-311

**312** τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται ^v-1-312

**313** ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.” ^v-1-313

**314** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· ^v-1-314

**315** “μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο. ^v-1-315

**316** δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ, ^v-1-316

**317** αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι, ^v-1-317

**318** καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.” ^v-1-318

**319** ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, ^v-1-319

**320** ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ ^v-1-320

**321** θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς ^v-1-321

**322** μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας ^v-1-322

**323** θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. ^v-1-323

**324** αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς. ^v-1-324

**325** τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ ^v-1-325

**326** ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε ^v-1-326

**327** λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ^v-1-327

**328** τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν ^v-1-328

**329** κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια· ^v-1-329

**330** κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, ^v-1-330

**331** οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ^v-1-331

**332** ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, ^v-1-332

**333** στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ^v-1-333

**334** ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ^v-1-334

**335** ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. ^v-1-335

**336** δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· ^v-1-336

**337** “Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, ^v-1-337

**338** ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· ^v-1-338

**339** τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ ^v-1-339

**340** οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς ^v-1-340

**341** λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ ^v-1-341

**342** τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον. ^v-1-342

**343** τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί, ^v-1-343

**344** ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.” ^v-1-344

**345** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-345

**346** “μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν ^v-1-346

**347** τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ ^v-1-347

**348** αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν ^v-1-348

**349** ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ. ^v-1-349

**350** τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· ^v-1-350

**351** τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι, ^v-1-351

**352** ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. ^v-1-352

**353** σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν· ^v-1-353

**354** οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ ^v-1-354

**355** ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. ^v-1-355

**356** ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, ^v-1-356

**357** ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ^v-1-357

**358** ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει ^v-1-358

**359** πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.” ^v-1-359

**360** ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· ^v-1-360

**361** παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. ^v-1-361

**362** ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ ^v-1-362

**363** κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον ^v-1-363

**364** ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ^v-1-364

**365** μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, ^v-1-365

**366** πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. ^v-1-366

**367** τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· ^v-1-367

**368** “μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες, ^v-1-368

**369** νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς ^v-1-369

**370** ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ ^v-1-370

**371** τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. ^v-1-371

**372** ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες ^v-1-372

**373** πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω, ^v-1-373

**374** ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας, ^v-1-374

**375** ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. ^v-1-375

**376** εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ^v-1-376

**377** ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, ^v-1-377

**378** κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, ^v-1-378

**379** αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι· ^v-1-379

**380** νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.” ^v-1-380

**381** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες ^v-1-381

**382** Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν. ^v-1-382

**383** τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ^v-1-383

**384** “Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ ^v-1-384

**385** ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν· ^v-1-385

**386** μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ^v-1-386

**387** ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.” ^v-1-387

**388** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-388

**389** “Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; ^v-1-389

**390** καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι. ^v-1-390

**391** ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; ^v-1-391

**392** οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ ^v-1-392

**393** ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. ^v-1-393

**394** ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι ^v-1-394

**395** πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, ^v-1-395

**396** τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς· ^v-1-396

**397** αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο ^v-1-397

**398** καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.” ^v-1-398

**399** τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· ^v-1-399

**400** “Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, ^v-1-400

**401** ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν· ^v-1-401

**402** κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. ^v-1-402

**403** μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν ^v-1-403

**404** κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. ^v-1-404

**405** ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, ^v-1-405

**406** ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι ^v-1-406

**407** γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. ^v-1-407

**408** ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, ^v-1-408

**409** ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει; ^v-1-409

**410** οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε ^v-1-410

**411** γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.” ^v-1-411

**412** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-1-412

**413** “Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· ^v-1-413

**414** οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, ^v-1-414

**415** οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ^v-1-415

**416** ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. ^v-1-416

**417** ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, ^v-1-417

**418** Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι ^v-1-418

**419** υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.” ^v-1-419

**420** ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω. ^v-1-420

**421** οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν ^v-1-421

**422** τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. ^v-1-422

**423** τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε· ^v-1-423

**424** δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. ^v-1-424

**425** Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ^v-1-425

**426** ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, ^v-1-426

**427** ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. ^v-1-427

**428** τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα ^v-1-428

**429** Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο, ^v-1-429

**430** τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν ^v-1-430

**431** πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, ^v-1-431

**432** ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, ^v-1-432

**433** εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός· ^v-1-433

**434** ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα ^v-1-434

**435** δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ^v-1-435

**436** ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, ^v-1-436

**437** ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα· ^v-1-437

**438** καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. ^v-1-438

**439** ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, ^v-1-439

**440** πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι ^v-1-440

**441** βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ ^v-1-441

**442** ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι. ^v-1-442

**443** ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, ^v-1-443

**444** βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη. ^v-1-444

### Livro 2

**1** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-2-1

**2** ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς ^v-2-2

**3** εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, ^v-2-3

**4** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-2-4

**5** βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. ^v-2-5

**6** αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε ^v-2-6

**7** κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. ^v-2-7

**8** οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. ^v-2-8

**9** αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, ^v-2-9

**10** βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, ^v-2-10

**11** οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. ^v-2-11

**12** θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. ^v-2-12

**13** τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· ^v-2-13

**14** ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. ^v-2-14

**15** τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, ^v-2-15

**16** ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. ^v-2-16

**17** καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι ^v-2-17

**18** Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, ^v-2-18

**19** Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ ^v-2-19

**20** ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον. ^v-2-20

**21** τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει, ^v-2-21

**22** Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα. ^v-2-22

**23** ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων. ^v-2-23

**24** τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε· ^v-2-24

**25** “κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ^v-2-25

**26** οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος ^v-2-26

**27** ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί. ^v-2-27

**28** νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει ^v-2-28

**29** ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; ^v-2-29

**30** ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, ^v-2-30

**31** ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο; ^v-2-31

**32** ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει; ^v-2-32

**33** ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ ^v-2-33

**34** Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.” ^v-2-34

**35** ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, ^v-2-35

**36** οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν, ^v-2-36

**37** στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ ^v-2-37

**38** κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς. ^v-2-38

**39** πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν· ^v-2-39

**40** “ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός, ^v-2-40

**41** ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει. ^v-2-41

**42** οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, ^v-2-42

**43** ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, ^v-2-43

**44** οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω, ^v-2-44

**45** ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ ^v-2-45

**46** δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν ^v-2-46

**47** τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν· ^v-2-47

**48** νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα ^v-2-48

**49** πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει. ^v-2-49

**50** μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, ^v-2-50

**51** τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, ^v-2-51

**52** οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι ^v-2-52

**53** Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα, ^v-2-53

**54** δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι· ^v-2-54

**55** οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, ^v-2-55

**56** βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας ^v-2-56

**57** εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον ^v-2-57

**58** μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, ^v-2-58

**59** οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. ^v-2-59

**60** ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα ^v-2-60

**61** λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. ^v-2-61

**62** ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. ^v-2-62

**63** οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς ^v-2-63

**64** οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, ^v-2-64

**65** ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, ^v-2-65

**66** οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, ^v-2-66

**67** μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. ^v-2-67

**68** λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ^v-2-68

**69** ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· ^v-2-69

**70** σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ ^v-2-70

**71** τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς ^v-2-71

**72** δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, ^v-2-72

**73** τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, ^v-2-73

**74** τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη ^v-2-74

**75** ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. ^v-2-75

**76** εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· ^v-2-76

**77** τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ ^v-2-77

**78** χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· ^v-2-78

**79** νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.” ^v-2-79

**80** ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ ^v-2-80

**81** δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα. ^v-2-81

**82** ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη ^v-2-82

**83** Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν· ^v-2-83

**84** Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε· ^v-2-84

**85** “Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ^v-2-85

**86** ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι. ^v-2-86

**87** σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν, ^v-2-87

**88** ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν. ^v-2-88

**89** ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον, ^v-2-89

**90** ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. ^v-2-90

**91** πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ ^v-2-91

**92** ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. ^v-2-92

**93** ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· ^v-2-93

**94** στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, ^v-2-94

**95** λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· ^v-2-95

**96** “κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, ^v-2-96

**97** μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ^v-2-97

**98** ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, ^v-2-98

**99** Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν ^v-2-99

**100** μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, ^v-2-100

**101** μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ. ^v-2-101

**102** αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.” ^v-2-102

**103** ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-2-103

**104** ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, ^v-2-104

**105** νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. ^v-2-105

**106** ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· ^v-2-106

**107** ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, ^v-2-107

**108** καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, ^v-2-108

**109** καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. ^v-2-109

**110** ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης· ^v-2-110

**111** σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς ^v-2-111

**112** αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί· ^v-2-112

**113** μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι ^v-2-113

**114** τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. ^v-2-114

**115** εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ^v-2-115

**116** τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη ^v-2-116

**117** ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς ^v-2-117

**118** κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, ^v-2-118

**119** τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, ^v-2-119

**120** Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· ^v-2-120

**121** τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ ^v-2-121

**122** ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε. ^v-2-122

**123** τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται, ^v-2-123

**124** ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν ^v-2-124

**125** ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ ^v-2-125

**126** ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. ^v-2-126

**127** ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, ^v-2-127

**128** πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.” ^v-2-128

**129** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-2-129

**130** “Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι ^v-2-130

**131** ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης, ^v-2-131

**132** ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν ^v-2-132

**133** Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. ^v-2-133

**134** ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων ^v-2-134

**135** δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς ^v-2-135

**136** οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων ^v-2-136

**137** ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. ^v-2-137

**138** ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, ^v-2-138

**139** ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας ^v-2-139

**140** ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. ^v-2-140

**141** εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ^v-2-141

**142** ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, ^v-2-142

**143** κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, ^v-2-143

**144** αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. ^v-2-144

**145** νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.” ^v-2-145

**146** ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς ^v-2-146

**147** ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. ^v-2-147

**148** τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο ^v-2-148

**149** πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· ^v-2-149

**150** ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, ^v-2-150

**151** ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, ^v-2-151

**152** ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον· ^v-2-152

**153** δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς ^v-2-153

**154** δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν. ^v-2-154

**155** θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· ^v-2-155

**156** ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον. ^v-2-156

**157** τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης ^v-2-157

**158** Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ^v-2-158

**159** ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· ^v-2-159

**160** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε· ^v-2-160

**161** “κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ^v-2-161

**162** μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω· ^v-2-162

**163** τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς ^v-2-163

**164** δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ^v-2-164

**165** ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει ^v-2-165

**166** πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, ^v-2-166

**167** οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν ^v-2-167

**168** φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ ^v-2-168

**169** παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. ^v-2-169

**170** οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς· ^v-2-170

**171** καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, ^v-2-171

**172** ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον ^v-2-172

**173** Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. ^v-2-173

**174** φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, ^v-2-174

**175** ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ ^v-2-175

**176** οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.” ^v-2-176

**177** τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· ^v-2-177

**178** “ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν ^v-2-178

**179** οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· ^v-2-179

**180** ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. ^v-2-180

**181** ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο ^v-2-181

**182** φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς ^v-2-182

**183** ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ ^v-2-183

**184** ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, ^v-2-184

**185** οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης, ^v-2-185

**186** σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. ^v-2-186

**187** ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-2-187

**188** αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς ^v-2-188

**189** παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, ^v-2-189

**190** αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, ^v-2-190

**191** πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε· ^v-2-191

**192** σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ ^v-2-192

**193** τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. ^v-2-193

**194** Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός· ^v-2-194

**195** μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι· ^v-2-195

**196** οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα ^v-2-196

**197** πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. ^v-2-197

**198** οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν ^v-2-198

**199** μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, ^v-2-199

**200** οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, ^v-2-200

**201** οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ, ^v-2-201

**202** μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον. ^v-2-202

**203** χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα ^v-2-203

**204** ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς ^v-2-204

**205** ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα ^v-2-205

**206** εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας ^v-2-206

**207** ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.” ^v-2-207

**208** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-2-208

**209** “Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ^v-2-209

**210** ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω· ^v-2-210

**211** ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ^v-2-211

**212** ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, ^v-2-212

**213** οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. ^v-2-213

**214** εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα ^v-2-214

**215** νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, ^v-2-215

**216** ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω ^v-2-216

**217** ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν· ^v-2-217

**218** εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ^v-2-218

**219** ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν· ^v-2-219

**220** εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος, ^v-2-220

**221** νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν ^v-2-221

**222** σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω ^v-2-222

**223** πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.” ^v-2-223

**224** ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη ^v-2-224

**225** Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, ^v-2-225

**226** καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, ^v-2-226

**227** πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν· ^v-2-227

**228** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-2-228

**229** “κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ^v-2-229

**230** μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω ^v-2-230

**231** σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, ^v-2-231

**232** ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· ^v-2-232

**233** ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο ^v-2-233

**234** λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. ^v-2-234

**235** ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω ^v-2-235

**236** ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο· ^v-2-236

**237** σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως ^v-2-237

**238** οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι. ^v-2-238

**239** νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες ^v-2-239

**240** ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι ^v-2-240

**241** παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.” ^v-2-241

**242** τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· ^v-2-242

**243** “Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ^v-2-243

**244** ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ ^v-2-244

**245** ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. ^v-2-245

**246** εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν ^v-2-246

**247** δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ^v-2-247

**248** ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, ^v-2-248

**249** οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, ^v-2-249

**250** ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, ^v-2-250

**251** εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες. ^v-2-251

**252** ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, ^v-2-252

**253** τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, ^v-2-253

**254** οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. ^v-2-254

**255** ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων ^v-2-255

**256** πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.” ^v-2-256

**257** ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. ^v-2-257

**258** οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, ^v-2-258

**259** μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος. ^v-2-259

**260** Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, ^v-2-260

**261** χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ· ^v-2-261

**262** “κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ ^v-2-262

**263** καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον ^v-2-263

**264** νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο ^v-2-264

**265** ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, ^v-2-265

**266** μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.” ^v-2-266

**267** ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, ^v-2-267

**268** Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, ^v-2-268

**269** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-2-269

**270** “Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, ^v-2-270

**271** εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, ^v-2-271

**272** οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· ^v-2-272

**273** οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος. ^v-2-273

**274** εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, ^v-2-274

**275** οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. ^v-2-275

**276** παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, ^v-2-276

**277** οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. ^v-2-277

**278** ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, ^v-2-278

**279** οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, ^v-2-279

**280** ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. ^v-2-280

**281** τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε ^v-2-281

**282** ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· ^v-2-282

**283** οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, ^v-2-283

**284** ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι. ^v-2-284

**285** σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· ^v-2-285

**286** τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ^v-2-286

**287** ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός. ^v-2-287

**288** ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει, ^v-2-288

**289** ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, ^v-2-289

**290** οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, ^v-2-290

**291** δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους ^v-2-291

**292** αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες ^v-2-292

**293** πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· ^v-2-293

**294** τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, ^v-2-294

**295** ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.” ^v-2-295

**296** ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν ^v-2-296

**297** Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. ^v-2-297

**298** βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, ^v-2-298

**299** εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, ^v-2-299

**300** αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ. ^v-2-300

**301** Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, ^v-2-301

**302** ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-2-302

**303** “Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο ^v-2-303

**304** ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, ^v-2-304

**305** ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. ^v-2-305

**306** ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, ^v-2-306

**307** νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι ^v-2-307

**308** ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.” ^v-2-308

**309** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-2-309

**310** “Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν ^v-2-310

**311** δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ^v-2-311

**312** ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ ^v-2-312

**313** κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα; ^v-2-313

**314** νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων ^v-2-314

**315** πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, ^v-2-315

**316** πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, ^v-2-316

**317** ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ. ^v-2-317

**318** εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, ^v-2-318

**319** ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων ^v-2-319

**320** γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.” ^v-2-320

**321** ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο ^v-2-321

**322** ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. ^v-2-322

**323** οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. ^v-2-323

**324** ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-2-324

**325** “ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ^v-2-325

**326** ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος ^v-2-326

**327** ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· ^v-2-327

**328** ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ^v-2-328

**329** ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, ^v-2-329

**330** ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.” ^v-2-330

**331** ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-2-331

**332** “τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς ^v-2-332

**333** τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; ^v-2-333

**334** οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· ^v-2-334

**335** κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε ^v-2-335

**336** τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.” ^v-2-336

**337** ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς ^v-2-337

**338** εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο ^v-2-338

**339** ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· ^v-2-339

**340** ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ^v-2-340

**341** ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, ^v-2-341

**342** ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς ^v-2-342

**343** οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. ^v-2-343

**344** κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, ^v-2-344

**345** δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ^v-2-345

**346** ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, ^v-2-346

**347** Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. ^v-2-347

**348** τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· ^v-2-348

**349** “μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ^v-2-349

**350** ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις ^v-2-350

**351** κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι ^v-2-351

**352** διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. ^v-2-352

**353** δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. ^v-2-353

**354** ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· ^v-2-354

**355** εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. ^v-2-355

**356** αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· ^v-2-356

**357** ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ ^v-2-357

**358** μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. ^v-2-358

**359** εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα ^v-2-359

**360** νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.” ^v-2-360

**361** ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, ^v-2-361

**362** καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-2-362

**363** “τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ^v-2-363

**364** ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν ^v-2-364

**365** μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης ^v-2-365

**366** διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. ^v-2-366

**367** οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ^v-2-367

**368** ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται. ^v-2-368

**369** ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ ^v-2-369

**370** πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.” ^v-2-370

**371** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-2-371

**372** “θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. ^v-2-372

**373** ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, ^v-2-373

**374** πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, ^v-2-374

**375** ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ^v-2-375

**376** ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.” ^v-2-376

**377** ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. ^v-2-377

**378** αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ^v-2-378

**379** αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, ^v-2-379

**380** ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. ^v-2-380

**381** Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει. ^v-2-381

**382** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. ^v-2-382

**383** Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, ^v-2-383

**384** καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, ^v-2-384

**385** ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. ^v-2-385

**386** ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν ^v-2-386

**387** ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. ^v-2-387

**388** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, ^v-2-388

**389** καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ ^v-2-389

**390** ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. ^v-2-390

**391** στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι ^v-2-391

**392** ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον. ^v-2-392

**393** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. ^v-2-393

**394** βῆ ῥʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· ^v-2-394

**395** ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, ^v-2-395

**396** πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα. ^v-2-396

**397** οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν ^v-2-397

**398** ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. ^v-2-398

**399** αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη ^v-2-399

**400** ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, ^v-2-400

**401** Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· ^v-2-401

**402** “Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι ^v-2-402

**403** ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν· ^v-2-403

**404** ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.” ^v-2-404

**405** ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη ^v-2-405

**406** καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ^v-2-406

**407** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, ^v-2-407

**408** εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. ^v-2-408

**409** τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ^v-2-409

**410** “δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη ^v-2-410

**411** ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται, ^v-2-411

**412** οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.” ^v-2-412

**413** ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. ^v-2-413

**414** οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ ^v-2-414

**415** κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. ^v-2-415

**416** ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, ^v-2-416

**417** νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς ^v-2-417

**418** ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, ^v-2-418

**419** ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. ^v-2-419

**420** τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ^v-2-420

**421** ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. ^v-2-421

**422** Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ^v-2-422

**423** ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν. ^v-2-423

**424** ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης ^v-2-424

**425** στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ^v-2-425

**426** ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. ^v-2-426

**427** ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα ^v-2-427

**428** στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ^v-2-428

**429** ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. ^v-2-429

**430** δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν ^v-2-430

**431** στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, ^v-2-431

**432** λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, ^v-2-432

**433** ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. ^v-2-433

**434** παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον. ^v-2-434

### Livro 3

**1** Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, ^v-3-1

**2** οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι ^v-3-2

**3** καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· ^v-3-3

**4** οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ^v-3-4

**5** ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ^v-3-5

**6** ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. ^v-3-6

**7** ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ ^v-3-7

**8** ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. ^v-3-8

**9** εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, ^v-3-9

**10** οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης ^v-3-10

**11** στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· ^v-3-11

**12** ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη. ^v-3-12

**13** τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-3-13

**14** “Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν· ^v-3-14

**15** τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι ^v-3-15

**16** πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν. ^v-3-16

**17** ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο· ^v-3-17

**18** εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. ^v-3-18

**19** λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ· ^v-3-19

**20** ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.” ^v-3-20

**21** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-3-21

**22** “Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν; ^v-3-22

**23** οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· ^v-3-23

**24** αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.” ^v-3-24

**25** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-3-25

**26** “Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ^v-3-26

**27** ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω ^v-3-27

**28** οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.” ^v-3-28

**29** ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη ^v-3-29

**30** καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ^v-3-30

**31** ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, ^v-3-31

**32** ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι ^v-3-32

**33** δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον. ^v-3-33

**34** οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, ^v-3-34

**35** χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. ^v-3-35

**36** πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ^v-3-36

**37** ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ ^v-3-37

**38** κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν ^v-3-38

**39** πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· ^v-3-39

**40** δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν ^v-3-40

**41** χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα ^v-3-41

**42** Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο· ^v-3-42

**43** “εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι· ^v-3-43

**44** τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. ^v-3-44

**45** αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, ^v-3-45

**46** δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου ^v-3-46

**47** σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν ^v-3-47

**48** εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. ^v-3-48

**49** ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ· ^v-3-49

**50** τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.” ^v-3-50

**51** ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· ^v-3-51

**52** χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, ^v-3-52

**53** οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· ^v-3-53

**54** αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· ^v-3-54

**55** “κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς ^v-3-55

**56** ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. ^v-3-56

**57** Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, ^v-3-57

**58** αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν ^v-3-58

**59** σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. ^v-3-59

**60** δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, ^v-3-60

**61** οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.” ^v-3-61

**62** ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα. ^v-3-62

**63** δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον· ^v-3-63

**64** ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. ^v-3-64

**65** οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, ^v-3-65

**66** μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα. ^v-3-66

**67** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-3-67

**68** τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ^v-3-68

**69** “νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι ^v-3-69

**70** ξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. ^v-3-70

**71** ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ^v-3-71

**72** ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε ^v-3-72

**73** οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται ^v-3-73

**74** ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;” ^v-3-74

**75** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ^v-3-75

**76** θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη ^v-3-76

**77** θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο ^v-3-77

**78** ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν· ^v-3-78

**79** “ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, ^v-3-79

**80** εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. ^v-3-80

**81** ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· ^v-3-81

**82** πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. ^v-3-82

**83** πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, ^v-3-83

**84** δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι ^v-3-84

**85** σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. ^v-3-85

**86** ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, ^v-3-86

**87** πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, ^v-3-87

**88** κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ^v-3-88

**89** οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, ^v-3-89

**90** εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, ^v-3-90

**91** εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. ^v-3-91

**92** τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα ^v-3-92

**93** κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ^v-3-93

**94** ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας ^v-3-94

**95** πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. ^v-3-95

**96** μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, ^v-3-96

**97** ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. ^v-3-97

**98** λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, ^v-3-98

**99** ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε ^v-3-99

**100** δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, ^v-3-100

**101** τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.” ^v-3-101

**102** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-3-102

**103** “ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ ^v-3-103

**104** δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, ^v-3-104

**105** ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον ^v-3-105

**106** πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, ^v-3-106

**107** ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ^v-3-107

**108** μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. ^v-3-108

**109** ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, ^v-3-109

**110** ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, ^v-3-110

**111** ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, ^v-3-111

**112** Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· ^v-3-112

**113** ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα ^v-3-113

**114** πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; ^v-3-114

**115** οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων ^v-3-115

**116** ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· ^v-3-116

**117** πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. ^v-3-117

**118** εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες ^v-3-118

**119** παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων. ^v-3-119

**120** ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην ^v-3-120

**121** ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς ^v-3-121

**122** παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε ^v-3-122

**123** κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα. ^v-3-123

**124** ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ^v-3-124

**125** ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. ^v-3-125

**126** ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς ^v-3-126

**127** οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ, ^v-3-127

**128** ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ ^v-3-128

**129** φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο. ^v-3-129

**130** αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, ^v-3-130

**131** βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, ^v-3-131

**132** καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον ^v-3-132

**133** Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι ^v-3-133

**134** πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον ^v-3-134

**135** μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. ^v-3-135

**136** ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε. ^v-3-136

**137** τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, ^v-3-137

**138** μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, ^v-3-138

**139** οἱ δʼ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, ^v-3-139

**140** μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ^v-3-140

**141** ἔνθʼ ἦ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς ^v-3-141

**142** νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, ^v-3-142

**143** οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα ^v-3-143

**144** λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, ^v-3-144

**145** ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, ^v-3-145

**146** νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· ^v-3-146

**147** οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων. ^v-3-147

**148** ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν ^v-3-148

**149** ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ ^v-3-149

**150** ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. ^v-3-150

**151** νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες ^v-3-151

**152** ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο· ^v-3-152

**153** ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν ^v-3-153

**154** κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. ^v-3-154

**155** ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες ^v-3-155

**156** αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· ^v-3-156

**157** ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα ^v-3-157

**158** ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον. ^v-3-158

**159** ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, ^v-3-159

**160** οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, ^v-3-160

**161** σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις. ^v-3-161

**162** οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας ^v-3-162

**163** ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, ^v-3-163

**164** αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· ^v-3-164

**165** αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, ^v-3-165

**166** φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων. ^v-3-166

**167** φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους. ^v-3-167

**168** ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, ^v-3-168

**169** ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, ^v-3-169

**170** ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, ^v-3-170

**171** νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, ^v-3-171

**172** ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα. ^v-3-172

**173** ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν ^v-3-173

**174** δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Ἐύβοιαν ^v-3-174

**175** τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. ^v-3-175

**176** ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα ^v-3-176

**177** ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν ^v-3-177

**178** ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων ^v-3-178

**179** πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες. ^v-3-179

**180** τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας ^v-3-180

**181** Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο ^v-3-181

**182** ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη ^v-3-182

**183** οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. ^v-3-183

**184** ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα ^v-3-184

**185** κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. ^v-3-185

**186** ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι ^v-3-186

**187** πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. ^v-3-187

**188** εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, ^v-3-188

**189** οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, ^v-3-189

**190** εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. ^v-3-190

**191** πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, ^v-3-191

**192** οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. ^v-3-192

**193** Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, ^v-3-193

**194** ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. ^v-3-194

**195** ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· ^v-3-195

**196** ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ^v-3-196

**197** ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, ^v-3-197

**198** Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. ^v-3-198

**199** καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ^v-3-199

**200** ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.” ^v-3-200

**201** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-3-201

**202** “ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, ^v-3-202

**203** καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ ^v-3-203

**204** οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· ^v-3-204

**205** αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, ^v-3-205

**206** τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, ^v-3-206

**207** οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. ^v-3-207

**208** ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, ^v-3-208

**209** πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.” ^v-3-209

**210** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-3-210

**211** “ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες, ^v-3-211

**212** φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς ^v-3-212

**213** ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι· ^v-3-213

**214** εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ ^v-3-214

**215** ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ. ^v-3-215

**216** τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, ^v-3-216

**217** ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί; ^v-3-217

**218** εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, ^v-3-218

**219** ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο ^v-3-219

**220** δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί— ^v-3-220

**221** οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, ^v-3-221

**222** ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη— ^v-3-222

**223** εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, ^v-3-223

**224** τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.” ^v-3-224

**225** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-3-225

**226** “ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· ^v-3-226

**227** λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε ^v-3-227

**228** ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.” ^v-3-228

**229** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-3-229

**230** “Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ^v-3-230

**231** ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. ^v-3-231

**232** βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας ^v-3-232

**233** οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, ^v-3-233

**234** ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων ^v-3-234

**235** ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. ^v-3-235

**236** ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ ^v-3-236

**237** καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ ^v-3-237

**238** μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.” ^v-3-238

**239** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-3-239

**240** “Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· ^v-3-240

**241** κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη ^v-3-241

**242** φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν. ^v-3-242

**243** νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι ^v-3-243

**244** Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· ^v-3-244

**245** τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· ^v-3-245

**246** ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. ^v-3-246

**247** ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες· ^v-3-247

**248** πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; ^v-3-248

**249** ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον ^v-3-249

**250** Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; ^v-3-250

**251** ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ ^v-3-251

**252** πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;” ^v-3-252

**253** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-3-253

**254** “τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. ^v-3-254

**255** ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, ^v-3-255

**256** εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν ^v-3-256

**257** Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· ^v-3-257

**258** τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, ^v-3-258

**259** ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν ^v-3-259

**260** κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν ^v-3-260

**261** κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον. ^v-3-261

**262** ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους ^v-3-262

**263** ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο ^v-3-263

**264** πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν. ^v-3-264

**265** ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς ^v-3-265

**266** δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι· ^v-3-266

**267** πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν ^v-3-267

**268** Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν. ^v-3-268

**269** ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, ^v-3-269

**270** δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην ^v-3-270

**271** κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, ^v-3-271

**272** τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. ^v-3-272

**273** πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, ^v-3-273

**274** πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, ^v-3-274

**275** ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ. ^v-3-275

**276** ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, ^v-3-276

**277** Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· ^v-3-277

**278** ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, ^v-3-278

**279** ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων ^v-3-279

**280** οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, ^v-3-280

**281** πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, ^v-3-281

**282** Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων ^v-3-282

**283** νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι. ^v-3-283

**284** ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο, ^v-3-284

**285** ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. ^v-3-285

**286** ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον ^v-3-286

**287** ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ ^v-3-287

**288** ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς ^v-3-288

**289** ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε, ^v-3-289

**290** κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. ^v-3-290

**291** ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, ^v-3-291

**292** ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα. ^v-3-292

**293** ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ^v-3-293

**294** ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ· ^v-3-294

**295** ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, ^v-3-295

**296** ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει. ^v-3-296

**297** αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον ^v-3-297

**298** ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν ^v-3-298

**299** κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους ^v-3-299

**300** Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ^v-3-300

**301** ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων ^v-3-301

**302** ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους· ^v-3-302

**303** τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά. ^v-3-303

**305** ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης, ^v-3-305

**304** κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ. ^v-3-304

**306** τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης ^v-3-306

**307** ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα, ^v-3-307

**308** Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. ^v-3-308

**309** ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν ^v-3-309

**310** μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο· ^v-3-310

**311** αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος ^v-3-311

**312** πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν. ^v-3-312

**313** καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο, ^v-3-313

**314** κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν ^v-3-314

**315** οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν ^v-3-315

**316** κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ^v-3-316

**317** ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα ^v-3-317

**318** ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν, ^v-3-318

**319** ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ^v-3-319

**320** ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ^v-3-320

**321** ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ ^v-3-321

**322** αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. ^v-3-322

**323** ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν· ^v-3-323

**324** εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι, ^v-3-324

**325** πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται ^v-3-325

**326** ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος. ^v-3-326

**327** λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ· ^v-3-327

**328** ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.” ^v-3-328

**329** ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. ^v-3-329

**330** τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-3-330

**331** “ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας· ^v-3-331

**332** ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ^v-3-332

**333** ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν ^v-3-333

**334** σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. ^v-3-334

**335** ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν· ^v-3-335

**336** δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.” ^v-3-336

**337** ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης. ^v-3-337

**338** τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, ^v-3-338

**339** κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, ^v-3-339

**340** νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι· ^v-3-340

**341** γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον. ^v-3-341

**342** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, ^v-3-342

**343** δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς ^v-3-343

**344** ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. ^v-3-344

**345** Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν· ^v-3-345

**346** “Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ^v-3-346

**347** ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε ^v-3-347

**348** ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ, ^v-3-348

**349** ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ, ^v-3-349

**350** οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. ^v-3-350

**351** αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. ^v-3-351

**352** οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς ^v-3-352

**353** νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε ^v-3-353

**354** ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται, ^v-3-354

**355** ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.” ^v-3-355

**356** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-3-356

**357** “εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν ^v-3-357

**358** Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως. ^v-3-358

**359** ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ ^v-3-359

**360** σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν ^v-3-360

**361** εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα. ^v-3-361

**362** οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· ^v-3-362

**363** οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, ^v-3-363

**364** πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. ^v-3-364

**365** ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ ^v-3-365

**366** νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους ^v-3-366

**367** εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε ^v-3-367

**368** οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ^v-3-368

**369** πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, ^v-3-369

**370** οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.” ^v-3-370

**371** ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη ^v-3-371

**372** φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας. ^v-3-372

**373** θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι· ^v-3-373

**374** Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-3-374

**375** “ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, ^v-3-375

**376** εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. ^v-3-376

**377** οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, ^v-3-377

**378** ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ^v-3-378

**379** ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. ^v-3-379

**380** ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, ^v-3-380

**381** αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· ^v-3-381

**382** σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον ^v-3-382

**383** ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· ^v-3-383

**384** τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.” ^v-3-384

**385** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. ^v-3-385

**386** τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, ^v-3-386

**387** υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. ^v-3-387

**388** ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, ^v-3-388

**389** ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· ^v-3-389

**390** τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν ^v-3-390

**391** οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ ^v-3-391

**392** ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· ^v-3-392

**393** τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ ^v-3-393

**394** εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. ^v-3-394

**395** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, ^v-3-395

**396** οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, ^v-3-396

**397** τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, ^v-3-397

**398** Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, ^v-3-398

**399** τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, ^v-3-399

**400** πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, ^v-3-400

**401** ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· ^v-3-401

**402** αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, ^v-3-402

**403** τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. ^v-3-403

**404** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-3-404

**405** ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ^v-3-405

**406** ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, ^v-3-406

**407** οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, ^v-3-407

**408** λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν ^v-3-408

**409** Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· ^v-3-409

**410** ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, ^v-3-410

**411** Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, ^v-3-411

**412** σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ^v-3-412

**413** ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε ^v-3-413

**414** Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. ^v-3-414

**415** τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, ^v-3-415

**416** πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. ^v-3-416

**417** τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ^v-3-417

**418** “καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, ^v-3-418

**419** ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, ^v-3-419

**420** ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. ^v-3-420

**421** ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα ^v-3-421

**422** ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· ^v-3-422

**423** εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν ^v-3-423

**424** πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· ^v-3-424

**425** εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω ^v-3-425

**426** ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ. ^v-3-426

**427** οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω ^v-3-427

**428** δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι, ^v-3-428

**429** ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.” ^v-3-429

**430** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς ^v-3-430

**431** ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης ^v-3-431

**432** Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς ^v-3-432

**433** ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, ^v-3-433

**434** ἄκμονά τε σφῦράν τʼ ἐυποίητόν τε πυράγρην, ^v-3-434

**435** οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη ^v-3-435

**436** ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ ^v-3-436

**437** χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν ^v-3-437

**438** ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. ^v-3-438

**439** βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. ^v-3-439

**440** χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι ^v-3-440

**441** ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς ^v-3-441

**442** ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης ^v-3-442

**443** ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. ^v-3-443

**444** Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ ^v-3-444

**445** χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ ^v-3-445

**446** εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. ^v-3-446

**447** αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, ^v-3-447

**448** αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ^v-3-448

**449** ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας ^v-3-449

**450** αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν ^v-3-450

**451** θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις ^v-3-451

**452** Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. ^v-3-452

**453** οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ^v-3-453

**454** ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. ^v-3-454

**455** τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, ^v-3-455

**456** αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον ^v-3-456

**457** πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν ^v-3-457

**458** δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. ^v-3-458

**459** καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον ^v-3-459

**460** λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. ^v-3-460

**461** αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, ^v-3-461

**462** μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ^v-3-462

**463** ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. ^v-3-463

**464** τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, ^v-3-464

**465** Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. ^v-3-465

**466** αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, ^v-3-466

**467** ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ^v-3-467

**468** ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· ^v-3-468

**469** πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν. ^v-3-469

**470** οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, ^v-3-470

**471** δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο ^v-3-471

**472** οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν. ^v-3-472

**473** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-3-473

**474** τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ^v-3-474

**475** “παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους ^v-3-475

**476** ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.” ^v-3-476

**477** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, ^v-3-477

**478** καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους. ^v-3-478

**479** ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν ^v-3-479

**480** ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. ^v-3-480

**481** ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον· ^v-3-481

**482** πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, ^v-3-482

**483** ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, ^v-3-483

**484** μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην ^v-3-484

**485** ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. ^v-3-485

**486** οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. ^v-3-486

**487** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, ^v-3-487

**488** ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, ^v-3-488

**489** υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ^v-3-489

**490** ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ^v-3-490

**491** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-3-491

**492** ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον· ^v-3-492

**493** ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· ^v-3-493

**494** μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. ^v-3-494

**495** ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα ^v-3-495

**496** ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. ^v-3-496

**497** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. ^v-3-497

### Livro 4

**1** οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν, ^v-4-1

**2** πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο. ^v-4-2

**3** τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν ^v-4-3

**4** υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. ^v-4-4

**5** τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· ^v-4-5

**6** ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε ^v-4-6

**7** δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον. ^v-4-7

**8** τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι ^v-4-8

**9** Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. ^v-4-9

**10** υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, ^v-4-10

**11** ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης ^v-4-11

**12** ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, ^v-4-12

**13** ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, ^v-4-13

**14** Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. ^v-4-14

**15** ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα ^v-4-15

**16** γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, ^v-4-16

**17** τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς ^v-4-17

**18** φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, ^v-4-18

**19** μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. ^v-4-19

**20** τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω, ^v-4-20

**21** Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός, ^v-4-21

**22** στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς, ^v-4-22

**23** ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο, ^v-4-23

**24** βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, ^v-4-24

**25** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-4-25

**26** “ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε, ^v-4-26

**27** ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον. ^v-4-27

**28** ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους, ^v-4-28

**29** ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.” ^v-4-29

**30** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· ^v-4-30

**31** “οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ, ^v-4-31

**32** τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις. ^v-4-32

**33** ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε ^v-4-33

**34** ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς ^v-4-34

**35** ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους ^v-4-35

**36** ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.” ^v-4-36

**37** ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους ^v-4-37

**38** ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ. ^v-4-38

**39** οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, ^v-4-39

**40** καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι, ^v-4-40

**41** πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν, ^v-4-41

**42** ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα, ^v-4-42

**43** αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες ^v-4-43

**44** θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· ^v-4-44

**45** ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης ^v-4-45

**46** δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο. ^v-4-46

**47** αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, ^v-4-47

**48** ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο. ^v-4-48

**49** τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ^v-4-49

**50** ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, ^v-4-50

**51** ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον. ^v-4-51

**52** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-4-52

**53** καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-4-53

**54** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-4-54

**55** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, ^v-4-55

**56** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ^v-4-56

**57** δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας ^v-4-57

**58** παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα. ^v-4-58

**59** τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· ^v-4-59

**60** “σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα ^v-4-60

**61** δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον ^v-4-61

**62** ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων, ^v-4-62

**63** ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων ^v-4-63

**64** σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.” ^v-4-64

**65** ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν ^v-4-65

**66** ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. ^v-4-66

**67** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-4-67

**68** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-4-68

**69** δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, ^v-4-69

**70** ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· ^v-4-70

**71** “φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ, ^v-4-71

**72** χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα ^v-4-72

**73** χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. ^v-4-73

**74** Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή, ^v-4-74

**75** ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.” ^v-4-75

**76** τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος, ^v-4-76

**77** καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-4-77

**78** “τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· ^v-4-78

**79** ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν· ^v-4-79

**80** ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί, ^v-4-80

**81** κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ^v-4-81

**82** ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, ^v-4-82

**83** Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, ^v-4-83

**84** Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς ^v-4-84

**85** καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. ^v-4-85

**86** τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ^v-4-86

**87** ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν ^v-4-87

**88** τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, ^v-4-88

**89** ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. ^v-4-89

**90** ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων ^v-4-90

**91** ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν ^v-4-91

**92** λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο· ^v-4-92

**93** ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. ^v-4-93

**94** καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν ^v-4-94

**95** εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον ^v-4-95

**96** εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά. ^v-4-96

**97** ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ^v-4-97

**98** ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο ^v-4-98

**99** Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ^v-4-99

**100** ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων ^v-4-100

**101** πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν ^v-4-101

**102** ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε ^v-4-102

**103** παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. ^v-4-103

**104** τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, ^v-4-104

**105** ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν ^v-4-105

**106** μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, ^v-4-106

**107** ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν ^v-4-107

**108** αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον ^v-4-108

**109** κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, ^v-4-109

**110** ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν ^v-4-110

**111** Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια ^v-4-111

**112** Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.” ^v-4-112

**113** ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο. ^v-4-113

**114** δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, ^v-4-114

**115** χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν ^v-4-115

**116** ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος, ^v-4-116

**117** μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-4-117

**118** ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι ^v-4-118

**119** ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ^v-4-119

**120** ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-4-120

**121** ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ^v-4-121

**122** ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα. ^v-4-122

**123** τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, ^v-4-123

**124** Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, ^v-4-124

**125** Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν ^v-4-125

**126** Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς ^v-4-126

**127** Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· ^v-4-127

**128** ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, ^v-4-128

**129** δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. ^v-4-129

**130** χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· ^v-4-130

**131** χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ^v-4-131

**132** ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. ^v-4-132

**133** τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα ^v-4-133

**134** νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ ^v-4-134

**135** ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ^v-4-135

**136** ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. ^v-4-136

**137** αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· ^v-4-137

**138** “ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε ^v-4-138

**139** ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; ^v-4-139

**140** ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ^v-4-140

**141** οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι ^v-4-141

**142** οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, ^v-4-142

**143** ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε, ^v-4-143

**144** Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ ^v-4-144

**145** κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ ^v-4-145

**146** ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.” ^v-4-146

**147** τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ^v-4-147

**148** “οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις· ^v-4-148

**149** κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες ^v-4-149

**150** ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται. ^v-4-150

**151** καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι ^v-4-151

**152** μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν ^v-4-152

**153** ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε, ^v-4-153

**154** χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.” ^v-4-154

**155** τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· ^v-4-155

**156** “Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-4-156

**157** κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις· ^v-4-157

**158** ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ ^v-4-158

**159** ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν ^v-4-159

**160** ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. ^v-4-160

**161** αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ ^v-4-161

**162** τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, ^v-4-162

**163** ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον. ^v-4-163

**164** πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο ^v-4-164

**165** ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ^v-4-165

**166** ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι ^v-4-166

**167** εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.” ^v-4-167

**168** τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ^v-4-168

**169** “ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ ^v-4-169

**170** ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους· ^v-4-170

**171** καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων ^v-4-171

**172** Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε ^v-4-172

**173** νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. ^v-4-173

**174** καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, ^v-4-174

**175** ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ ^v-4-175

**176** καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, ^v-4-176

**177** αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. ^v-4-177

**178** καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας ^v-4-178

**179** ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, ^v-4-179

**180** πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ^v-4-180

**181** ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, ^v-4-181

**182** ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.” ^v-4-182

**183** ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. ^v-4-183

**184** κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, ^v-4-184

**185** κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, ^v-4-185

**186** οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· ^v-4-186

**187** μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, ^v-4-187

**188** τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· ^v-4-188

**189** τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· ^v-4-189

**190** “Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι ^v-4-190

**191** Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο ^v-4-191

**192** οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. ^v-4-192

**193** καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε ^v-4-193

**194** τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς ^v-4-194

**195** ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν ^v-4-195

**196** κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. ^v-4-196

**197** τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, ^v-4-197

**198** κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. ^v-4-198

**199** καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος ^v-4-199

**200** Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε ^v-4-200

**201** ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι ^v-4-201

**202** Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.” ^v-4-202

**203** τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ^v-4-203

**204** “ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ ^v-4-204

**205** εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· ^v-4-205

**206** τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις, ^v-4-206

**207** ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων ^v-4-207

**208** ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, ^v-4-208

**209** ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα ^v-4-209

**210** αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, ^v-4-210

**211** υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ^v-4-211

**212** ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, ^v-4-212

**213** δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ ^v-4-213

**214** χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται ^v-4-214

**215** Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.” ^v-4-215

**216** ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν, ^v-4-216

**217** ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο. ^v-4-217

**218** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-4-218

**219** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· ^v-4-219

**220** αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, ^v-4-220

**221** νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. ^v-4-221

**222** ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη, ^v-4-222

**223** οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν, ^v-4-223

**224** οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, ^v-4-224

**225** οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν ^v-4-225

**226** χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο. ^v-4-226

**227** τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα, ^v-4-227

**228** ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις ^v-4-228

**229** Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα ^v-4-229

**230** φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· ^v-4-230

**231** ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ^v-4-231

**232** ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης. ^v-4-232

**233** αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι, ^v-4-233

**234** ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· ^v-4-234

**235** “Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε ^v-4-235

**236** ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ ^v-4-236

**237** Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· ^v-4-237

**238** ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι ^v-4-238

**239** καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. ^v-4-239

**240** πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ^v-4-240

**241** ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι· ^v-4-241

**242** ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ^v-4-242

**243** δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί. ^v-4-243

**244** αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, ^v-4-244

**245** σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ^v-4-245

**246** ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν· ^v-4-246

**247** ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε, ^v-4-247

**248** δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. ^v-4-248

**249** τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν ^v-4-249

**250** πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα, ^v-4-250

**251** καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν. ^v-4-251

**252** ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ, ^v-4-252

**253** ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον ^v-4-253

**254** μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι, ^v-4-254

**255** πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι, ^v-4-255

**256** καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. ^v-4-256

**257** πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ ^v-4-257

**258** ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ^v-4-258

**259** ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ ^v-4-259

**260** χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ^v-4-260

**261** ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη ^v-4-261

**262** δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης, ^v-4-262

**263** παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε ^v-4-263

**264** οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.” ^v-4-264

**265** τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ^v-4-265

**266** “ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες. ^v-4-266

**267** ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε ^v-4-267

**268** ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν· ^v-4-268

**269** ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, ^v-4-269

**270** οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ. ^v-4-270

**271** οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ^v-4-271

**272** ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι ^v-4-272

**273** Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ^v-4-273

**274** ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε ^v-4-274

**275** δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι· ^v-4-275

**276** καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ. ^v-4-276

**277** τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα, ^v-4-277

**278** ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους, ^v-4-278

**279** πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν. ^v-4-279

**280** αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς ^v-4-280

**281** ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας. ^v-4-281

**282** νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε ^v-4-282

**283** ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· ^v-4-283

**284** ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. ^v-4-284

**285** ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, ^v-4-285

**286** Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν ^v-4-286

**287** ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν ^v-4-287

**288** νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· ^v-4-288

**289** τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.” ^v-4-289

**290** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-4-290

**291** “Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-4-291

**292** ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, ^v-4-292

**293** οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. ^v-4-293

**294** ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη ^v-4-294

**295** ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.” ^v-4-295

**296** ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν ^v-4-296

**297** δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ ^v-4-297

**298** πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, ^v-4-298

**299** χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. ^v-4-299

**300** αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, ^v-4-300

**301** δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ. ^v-4-301

**302** οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, ^v-4-302

**303** Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός· ^v-4-303

**304** Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, ^v-4-304

**305** πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν. ^v-4-305

**306** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-4-306

**307** ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος ^v-4-307

**308** εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, ^v-4-308

**309** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-4-309

**310** βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, ^v-4-310

**311** Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-4-311

**312** “τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, ^v-4-312

**313** ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης; ^v-4-313

**314** δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.” ^v-4-314

**315** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-4-315

**316** “Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-4-316

**317** ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. ^v-4-317

**318** ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, ^v-4-318

**319** δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ ^v-4-319

**320** μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, ^v-4-320

**321** μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες. ^v-4-321

**322** τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα ^v-4-322

**323** κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ^v-4-323

**324** ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας ^v-4-324

**325** πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. ^v-4-325

**326** μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, ^v-4-326

**327** ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. ^v-4-327

**328** λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς ^v-4-328

**329** ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε ^v-4-329

**330** δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, ^v-4-330

**331** τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.” ^v-4-331

**332** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· ^v-4-332

**333** “ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ^v-4-333

**334** ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ^v-4-334

**335** ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος ^v-4-335

**336** νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς ^v-4-336

**337** κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα ^v-4-337

**338** βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ^v-4-338

**339** ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ^v-4-339

**340** ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. ^v-4-340

**341** αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ^v-4-341

**342** τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ ^v-4-342

**343** ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, ^v-4-343

**344** κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, ^v-4-344

**345** τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· ^v-4-345

**346** πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ^v-4-346

**347** ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ^v-4-347

**348** ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, ^v-4-348

**349** ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, ^v-4-349

**350** τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. ^v-4-350

**351** Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ^v-4-351

**352** ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. ^v-4-352

**353** οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων. ^v-4-353

**354** νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ ^v-4-354

**355** Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, ^v-4-355

**356** τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς ^v-4-356

**357** ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν· ^v-4-357

**358** ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας ^v-4-358

**359** ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. ^v-4-359

**360** ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι ^v-4-360

**361** πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν ^v-4-361

**362** πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-4-362

**363** καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, ^v-4-363

**364** εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, ^v-4-364

**365** Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, ^v-4-365

**366** Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα. ^v-4-366

**367** ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· ^v-4-367

**368** αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον ^v-4-368

**369** γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. ^v-4-369

**370** ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε· ^v-4-370

**371** “νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων, ^v-4-371

**372** ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων; ^v-4-372

**373** ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ ^v-4-373

**374** εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.” ^v-4-374

**375** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-4-375

**376** “ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, ^v-4-376

**377** ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω ^v-4-377

**378** ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν. ^v-4-378

**379** ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, ^v-4-379

**380** ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, ^v-4-380

**381** νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.” ^v-4-381

**382** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· ^v-4-382

**383** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-4-383

**384** πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς ^v-4-384

**385** ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης ^v-4-385

**386** πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· ^v-4-386

**387** τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. ^v-4-387

**388** τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, ^v-4-388

**389** ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου ^v-4-389

**390** νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. ^v-4-390

**391** καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, ^v-4-391

**392** ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται ^v-4-392

**393** οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.” ^v-4-393

**394** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-4-394

**395** “αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, ^v-4-395

**396** μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· ^v-4-396

**397** ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.” ^v-4-397

**398** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· ^v-4-398

**399** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-4-399

**400** ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, ^v-4-400

**401** τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς ^v-4-401

**402** πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, ^v-4-402

**403** ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν· ^v-4-403

**404** ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης ^v-4-404

**405** ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, ^v-4-405

**406** πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ^v-4-406

**407** ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν ^v-4-407

**408** εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους ^v-4-408

**409** τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. ^v-4-409

**410** πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. ^v-4-410

**411** φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· ^v-4-411

**412** αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, ^v-4-412

**413** λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. ^v-4-413

**414** τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, ^v-4-414

**415** καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, ^v-4-415

**416** αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. ^v-4-416

**417** πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν ^v-4-417

**418** ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· ^v-4-418

**419** ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. ^v-4-419

**420** ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, ^v-4-420

**421** τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, ^v-4-421

**422** καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, ^v-4-422

**423** ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, ^v-4-423

**424** νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.” ^v-4-424

**425** ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ^v-4-425

**426** αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν, ^v-4-426

**427** ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. ^v-4-427

**428** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, ^v-4-428

**429** δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ· ^v-4-429

**430** δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-4-430

**431** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-4-431

**432** καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο ^v-4-432

**433** ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους ^v-4-433

**434** τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν. ^v-4-434

**435** τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον ^v-4-435

**436** τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε· ^v-4-436

**437** πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί. ^v-4-437

**438** εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν ^v-4-438

**439** ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· ^v-4-439

**440** ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. ^v-4-440

**441** ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς ^v-4-441

**442** φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· ^v-4-442

**443** τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ^v-4-443

**444** ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ· ^v-4-444

**445** ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα ^v-4-445

**446** ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. ^v-4-446

**447** πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ· ^v-4-447

**448** φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα ^v-4-448

**449** ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· ^v-4-449

**450** ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας ^v-4-450

**451** ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν· ^v-4-451

**452** ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ ^v-4-452

**453** ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός. ^v-4-453

**454** ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας ^v-4-454

**455** βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, ^v-4-455

**456** ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος, ^v-4-456

**457** αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· ^v-4-457

**458** γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· ^v-4-458

**459** ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. ^v-4-459

**460** ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς, ^v-4-460

**461** καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε· ^v-4-461

**462** “τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς, ^v-4-462

**463** ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;” ^v-4-463

**464** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-4-464

**465** “οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις; ^v-4-465

**466** ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ ^v-4-466

**467** εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. ^v-4-467

**468** ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, ^v-4-468

**469** ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, ^v-4-469

**470** νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.” ^v-4-470

**471** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ^v-4-471

**472** “ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι ^v-4-472

**473** ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα ^v-4-473

**474** σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. ^v-4-474

**475** οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-4-475

**476** οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν, ^v-4-476

**477** πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, ^v-4-477

**478** αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας ^v-4-478

**479** ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· ^v-4-479

**480** καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.” ^v-4-480

**481** ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, ^v-4-481

**482** οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον ^v-4-482

**483** Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε. ^v-4-483

**484** ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· ^v-4-484

**485** “ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις. ^v-4-485

**486** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-4-486

**487** ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί, ^v-4-487

**488** οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες, ^v-4-488

**489** ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς ^v-4-489

**490** ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.” ^v-4-490

**491** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ^v-4-491

**492** Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ ^v-4-492

**493** ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι ^v-4-493

**494** δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. ^v-4-494

**495** πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο· ^v-4-495

**496** ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων ^v-4-496

**497** ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα. ^v-4-497

**498** εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ. ^v-4-498

**499** Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. ^v-4-499

**500** Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν ^v-4-500

**501** πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης· ^v-4-501

**502** καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ, ^v-4-502

**503** εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη· ^v-4-503

**504** φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. ^v-4-504

**505** τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· ^v-4-505

**506** αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν ^v-4-506

**507** ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· ^v-4-507

**508** καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, ^v-4-508

**509** τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· ^v-4-509

**510** τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. ^v-4-510

**511** ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. ^v-4-511

**512** σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν ^v-4-512

**513** ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη. ^v-4-513

**514** ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ^v-4-514

**515** ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα ^v-4-515

**516** πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ^v-4-516

**517** ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης ^v-4-517

**518** τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος. ^v-4-518

**519** ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ^v-4-519

**520** ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο, ^v-4-520

**521** ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης ^v-4-521

**522** καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ ^v-4-522

**523** δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν. ^v-4-523

**524** τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν ^v-4-524

**525** Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν ^v-4-525

**526** χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, ^v-4-526

**527** μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς. ^v-4-527

**528** βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. ^v-4-528

**529** αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· ^v-4-529

**530** κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους ^v-4-530

**531** εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. ^v-4-531

**532** αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν ^v-4-532

**533** ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων. ^v-4-533

**534** τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν ^v-4-534

**535** δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. ^v-4-535

**536** οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, ^v-4-536

**537** οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.” ^v-4-537

**538** ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, ^v-4-538

**539** κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ ^v-4-539

**540** ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. ^v-4-540

**541** αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ^v-4-541

**542** δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής· ^v-4-542

**543** “μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω ^v-4-543

**544** κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα ^v-4-544

**545** πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. ^v-4-545

**546** ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης ^v-4-546

**547** κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.” ^v-4-547

**548** ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-4-548

**549** αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, ^v-4-549

**550** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-4-550

**551** “τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, ^v-4-551

**552** ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ ^v-4-552

**553** ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.” ^v-4-553

**554** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ^v-4-554

**555** ““υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων· ^v-4-555

**556** τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, ^v-4-556

**557** νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ^v-4-557

**558** ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· ^v-4-558

**559** οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, ^v-4-559

**560** οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-4-560

**561** σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, ^v-4-561

**562** Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, ^v-4-562

**563** ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ^v-4-563

**564** ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, ^v-4-564

**565** τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· ^v-4-565

**566** οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος, ^v-4-566

**567** ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας ^v-4-567

**568** Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους· ^v-4-568

**569** οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.” ^v-4-569

**570** ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ^v-4-570

**571** αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν ^v-4-571

**572** ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. ^v-4-572

**573** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, ^v-4-573

**574** δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, ^v-4-574

**575** δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-4-575

**576** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-4-576

**577** νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ^v-4-577

**578** ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ^v-4-578

**579** ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· ^v-4-579

**580** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-4-580

**581** ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο ^v-4-581

**582** στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας. ^v-4-582

**583** αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, ^v-4-583

**584** χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη. ^v-4-584

**585** ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον ^v-4-585

**586** ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. ^v-4-586

**587** ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, ^v-4-587

**588** ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται· ^v-4-588

**589** καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, ^v-4-589

**590** τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα ^v-4-590

**591** δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν ^v-4-591

**592** ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.” ^v-4-592

**593** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-4-593

**594** “Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε. ^v-4-594

**595** καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην ^v-4-595

**596** ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων· ^v-4-596

**597** αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων ^v-4-597

**598** τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι ^v-4-598

**599** ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις. ^v-4-599

**600** δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· ^v-4-600

**601** ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ^v-4-601

**602** ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις ^v-4-602

**603** εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον ^v-4-603

**604** πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν. ^v-4-604

**605** ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών· ^v-4-605

**606** αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. ^v-4-606

**607** οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων, ^v-4-607

**608** αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.” ^v-4-608

**609** ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, ^v-4-609

**610** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-4-610

**611** “αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις· ^v-4-611

**612** τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ. ^v-4-612

**613** δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, ^v-4-613

**614** δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· ^v-4-614

**615** δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ ^v-4-615

**616** ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, ^v-4-616

**617** ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως, ^v-4-617

**618** Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε ^v-4-618

**619** κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.” ^v-4-619

**620** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-4-620

**621** δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος. ^v-4-621

**622** οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· ^v-4-622

**623** σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. ^v-4-623

**624** ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. ^v-4-624

**625** μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο ^v-4-625

**626** δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ^v-4-626

**627** ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. ^v-4-627

**628** Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, ^v-4-628

**629** ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. ^v-4-629

**630** τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν ^v-4-630

**631** Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· ^v-4-631

**632** “Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί, ^v-4-632

**633** ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος; ^v-4-633

**634** νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς ^v-4-634

**635** Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι ^v-4-635

**636** δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ ^v-4-636

**637** ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.” ^v-4-637

**638** ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο ^v-4-638

**639** ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ ^v-4-639

**640** ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. ^v-4-640

**641** τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Ἐυπείθεος υἱός· ^v-4-641

**642** “νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ ^v-4-642

**643** κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ ^v-4-643

**644** θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι. ^v-4-644

**645** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ^v-4-645

**646** ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, ^v-4-646

**647** ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.” ^v-4-647

**648** τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· ^v-4-648

**649** “αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, ^v-4-649

**650** ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ ^v-4-650

**651** αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. ^v-4-651

**652** κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, ^v-4-652

**653** οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα ^v-4-653

**654** Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. ^v-4-654

**655** ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον ^v-4-655

**656** χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.” ^v-4-656

**657** ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, ^v-4-657

**658** τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. ^v-4-658

**659** μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. ^v-4-659

**660** τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός, ^v-4-660

**661** ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι ^v-4-661

**662** πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην· ^v-4-662

**663** “ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη ^v-4-663

**664** Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ^v-4-664

**665** ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως ^v-4-665

**666** νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους. ^v-4-666

**667** ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ ^v-4-667

**668** Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι. ^v-4-668

**669** ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, ^v-4-669

**670** ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω ^v-4-670

**671** ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, ^v-4-671

**672** ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.” ^v-4-672

**673** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον. ^v-4-673

**674** αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος. ^v-4-674

**675** οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος ^v-4-675

**676** μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον· ^v-4-676

**677** κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς ^v-4-677

**678** αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον. ^v-4-678

**679** βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ· ^v-4-679

**680** τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· ^v-4-680

**681** “κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; ^v-4-681

**682** ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο ^v-4-682

**683** ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι; ^v-4-683

**684** μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες ^v-4-684

**685** ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· ^v-4-685

**686** οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, ^v-4-686

**687** κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ^v-4-687

**688** ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες, ^v-4-688

**689** οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν, ^v-4-689

**690** οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν ^v-4-690

**691** ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων· ^v-4-691

**692** ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. ^v-4-692

**693** κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. ^v-4-693

**694** ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα ^v-4-694

**695** φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.” ^v-4-695

**696** τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς· ^v-4-696

**697** “αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη. ^v-4-697

**698** ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο ^v-4-698

**699** μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· ^v-4-699

**700** Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ ^v-4-700

**701** οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ^v-4-701

**702** ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.” ^v-4-702

**703** ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-4-703

**704** δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε ^v-4-704

**705** δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ^v-4-705

**706** ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· ^v-4-706

**707** “κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ ^v-4-707

**708** νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι ^v-4-708

**709** ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν. ^v-4-709

**710** ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;” ^v-4-710

**711** τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς· ^v-4-711

**712** “οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ ^v-4-712

**713** θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται ^v-4-713

**714** πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.” ^v-4-714

**715** ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος. ^v-4-715

**716** τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη ^v-4-716

**717** δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων, ^v-4-717

**718** ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο ^v-4-718

**719** οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον ^v-4-719

**720** πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. ^v-4-720

**721** τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια· ^v-4-721

**722** “κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν ^v-4-722

**723** ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο· ^v-4-723

**724** ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, ^v-4-724

**725** παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, ^v-4-725

**726** ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. ^v-4-726

**727** νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι ^v-4-727

**728** ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. ^v-4-728

**729** σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη ^v-4-729

**730** ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, ^v-4-730

**731** ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. ^v-4-731

**732** εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, ^v-4-732

**733** τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ^v-4-733

**734** ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. ^v-4-734

**735** ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, ^v-4-735

**736** δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, ^v-4-736

**737** καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα ^v-4-737

**738** Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, ^v-4-738

**739** εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας ^v-4-739

**740** ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν ^v-4-740

**741** ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.” ^v-4-741

**742** τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-4-742

**743** “νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ ^v-4-743

**744** ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. ^v-4-744

**745** ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, ^v-4-745

**746** σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον ^v-4-746

**747** μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι ^v-4-747

**748** ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ^v-4-748

**749** ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ^v-4-749

**750** ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, ^v-4-750

**751** εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν ^v-4-751

**752** εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· ^v-4-752

**753** ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. ^v-4-753

**754** μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω ^v-4-754

**755** πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο ^v-4-755

**756** ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι ^v-4-756

**757** δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.” ^v-4-757

**758** ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο. ^v-4-758

**759** ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα ^v-4-759

**760** εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, ^v-4-760

**761** ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ· ^v-4-761

**762** “κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη, ^v-4-762

**763** εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς ^v-4-763

**764** ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε, ^v-4-764

**765** τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, ^v-4-765

**766** μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.” ^v-4-766

**767** ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς. ^v-4-767

**768** μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα· ^v-4-768

**769** ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-4-769

**770** “ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια ^v-4-770

**771** ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.” ^v-4-771

**772** ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. ^v-4-772

**773** τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε· ^v-4-773

**774** “δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε ^v-4-774

**775** πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω. ^v-4-775

**776** ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν ^v-4-776

**777** μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.” ^v-4-777

**778** ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους, ^v-4-778

**779** βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. ^v-4-779

**780** νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, ^v-4-780

**781** ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, ^v-4-781

**782** ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν, ^v-4-782

**783** πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν· ^v-4-783

**784** τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες. ^v-4-784

**785** ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· ^v-4-785

**786** ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. ^v-4-786

**787** ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια ^v-4-787

**788** κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ^v-4-788

**789** ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, ^v-4-789

**790** ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη. ^v-4-790

**791** ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ ^v-4-791

**792** δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, ^v-4-792

**793** τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος· ^v-4-793

**794** εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. ^v-4-794

**795** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη· ^v-4-795

**796** εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί, ^v-4-796

**797** Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο, ^v-4-797

**798** τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. ^v-4-798

**799** πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, ^v-4-799

**800** ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν ^v-4-800

**801** παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος. ^v-4-801

**802** ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα, ^v-4-802

**803** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· ^v-4-803

**804** “εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; ^v-4-804

**805** οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες ^v-4-805

**806** κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι ^v-4-806

**807** σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.” ^v-4-807

**808** τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια, ^v-4-808

**809** ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν· ^v-4-809

**810** “τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε ^v-4-810

**811** πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις· ^v-4-811

**812** καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων ^v-4-812

**813** πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-4-813

**814** ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, ^v-4-814

**815** παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, ^v-4-815

**816** ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· ^v-4-816

**817** νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, ^v-4-817

**818** νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων. ^v-4-818

**819** τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· ^v-4-819

**820** τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, ^v-4-820

**821** ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ· ^v-4-821

**822** δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται, ^v-4-822

**823** ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.” ^v-4-823

**824** τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· ^v-4-824

**825** “θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· ^v-4-825

**826** τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι ^v-4-826

**827** ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, ^v-4-827

**828** Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· ^v-4-828

**829** ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.” ^v-4-829

**830** τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-4-830

**831** “εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, ^v-4-831

**832** εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, ^v-4-832

**833** ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ^v-4-833

**834** ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.” ^v-4-834

**835** τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· ^v-4-835

**836** “οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ^v-4-836

**837** ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.” ^v-4-837

**838** ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη ^v-4-838

**839** ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε ^v-4-839

**840** κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη, ^v-4-840

**841** ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. ^v-4-841

**842** μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα ^v-4-842

**843** Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες. ^v-4-843

**844** ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, ^v-4-844

**845** μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, ^v-4-845

**846** Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ^v-4-846

**847** ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί. ^v-4-847

### Livro 5

**1** Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ^v-5-1

**2** ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· ^v-5-2

**3** οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι ^v-5-3

**4** Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον. ^v-5-4

**5** τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος ^v-5-5

**6** μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης· ^v-5-6

**7** “Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, ^v-5-7

**8** μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω ^v-5-8

**9** σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, ^v-5-9

**10** ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· ^v-5-10

**11** ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο ^v-5-11

**12** λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. ^v-5-12

**13** ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων ^v-5-13

**14** νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ^v-5-14

**15** ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· ^v-5-15

**16** οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, ^v-5-16

**17** οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-5-17

**18** νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν ^v-5-18

**19** οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ^v-5-19

**20** ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.” ^v-5-20

**21** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-5-21

**22** “τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ^v-5-22

**23** οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, ^v-5-23

**24** ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; ^v-5-24

**25** Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ, ^v-5-25

**26** ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται, ^v-5-26

**27** μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.” ^v-5-27

**28** ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα· ^v-5-28

**29** “Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι, ^v-5-29

**30** νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν, ^v-5-30

**31** νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται ^v-5-31

**32** οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων· ^v-5-32

**33** ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων ^v-5-33

**34** ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο, ^v-5-34

**35** Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, ^v-5-35

**36** οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν, ^v-5-36

**37** πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν, ^v-5-37

**38** χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες, ^v-5-38

**39** πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, ^v-5-39

**40** εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν. ^v-5-40

**41** ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-5-41

**42** οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.” ^v-5-42

**43** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης. ^v-5-43

**44** αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ^v-5-44

**45** ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ^v-5-45

**46** ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο. ^v-5-46

**47** εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει, ^v-5-47

**48** ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει. ^v-5-48

**49** τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. ^v-5-49

**50** Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ· ^v-5-50

**51** σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς, ^v-5-51

**52** ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ^v-5-52

**53** ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· ^v-5-53

**54** τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. ^v-5-54

**55** ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν, ^v-5-55

**56** ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε ^v-5-56

**57** ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη ^v-5-57

**58** ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν. ^v-5-58

**59** πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ ^v-5-59

**60** κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει ^v-5-60

**61** δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ ^v-5-61

**62** ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν. ^v-5-62

**63** ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα, ^v-5-63

**64** κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ^v-5-64

**65** ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, ^v-5-65

**66** σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι ^v-5-66

**67** εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν. ^v-5-67

**68** ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο ^v-5-68

**69** ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι. ^v-5-69

**70** κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, ^v-5-70

**71** πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη. ^v-5-71

**72** ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου ^v-5-72

**73** θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν ^v-5-73

**74** θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν. ^v-5-74

**75** ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. ^v-5-75

**76** αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, ^v-5-76

**77** αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην ^v-5-77

**78** ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων· ^v-5-78

**79** οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ^v-5-79

**80** ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει. ^v-5-80

**81** οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν, ^v-5-81

**82** ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ, ^v-5-82

**83** δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. ^v-5-83

**84** πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. ^v-5-84

**85** Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων, ^v-5-85

**86** ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι· ^v-5-86

**87** “τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας ^v-5-87

**88** αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις. ^v-5-88

**89** αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, ^v-5-89

**90** εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. ^v-5-90

**91** ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.” ^v-5-91

**92** ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν ^v-5-92

**93** ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν. ^v-5-93

**94** αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης. ^v-5-94

**95** αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, ^v-5-95

**96** καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ^v-5-96

**97** “εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι ^v-5-97

**98** νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ. ^v-5-98

**99** Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· ^v-5-99

**100** τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ^v-5-100

**101** ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν ^v-5-101

**102** ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας. ^v-5-102

**103** ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο ^v-5-103

**104** οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι. ^v-5-104

**105** φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, ^v-5-105

**106** τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο ^v-5-106

**107** εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν ^v-5-107

**108** οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, ^v-5-108

**109** ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. ^v-5-109

**110** ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, ^v-5-110

**111** τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. ^v-5-111

**112** τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα· ^v-5-112

**113** οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι, ^v-5-113

**114** ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-5-114

**115** οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.” ^v-5-115

**116** ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων, ^v-5-116

**117** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-5-117

**118** “σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων, ^v-5-118

**119** οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι ^v-5-119

**120** ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην. ^v-5-120

**121** ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς, ^v-5-121

**122** τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες, ^v-5-122

**123** ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ ^v-5-123

**124** οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ^v-5-124

**125** ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ, ^v-5-125

**126** ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ ^v-5-126

**127** νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος ^v-5-127

**128** Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. ^v-5-128

**129** ὣς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. ^v-5-129

**130** τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα ^v-5-130

**131** οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ ^v-5-131

**132** Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ^v-5-132

**133** ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, ^v-5-133

**134** τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. ^v-5-134

**135** τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον ^v-5-135

**136** θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ^v-5-136

**137** ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο ^v-5-137

**138** οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι, ^v-5-138

**139** ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει, ^v-5-139

**140** πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε· ^v-5-140

**141** οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, ^v-5-141

**142** οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-5-142

**143** αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω, ^v-5-143

**144** ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.” ^v-5-144

**145** τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-5-145

**146** “οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν, ^v-5-146

**147** μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.” ^v-5-147

**148** ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης· ^v-5-148

**149** ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη ^v-5-149

**150** ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. ^v-5-150

**151** τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε ^v-5-151

**152** δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν ^v-5-152

**153** νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη. ^v-5-153

**154** ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ ^v-5-154

**155** ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· ^v-5-155

**156** ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων ^v-5-156

**157** δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων ^v-5-157

**158** πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. ^v-5-158

**159** ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων· ^v-5-159

**160** “κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν ^v-5-160

**161** φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω. ^v-5-161

**162** ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ ^v-5-162

**163** εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς ^v-5-163

**164** ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. ^v-5-164

**165** αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν ^v-5-165

**166** ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι, ^v-5-166

**167** εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, ^v-5-167

**168** ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, ^v-5-168

**169** αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-5-169

**170** οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.” ^v-5-170

**171** ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-5-171

**172** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-5-172

**173** “ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, ^v-5-173

**174** ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, ^v-5-174

**175** δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι ^v-5-175

**176** ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ. ^v-5-176

**177** οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, ^v-5-177

**178** εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι ^v-5-178

**179** μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.” ^v-5-179

**180** ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, ^v-5-180

**181** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-5-181

**182** “ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, ^v-5-182

**183** οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι. ^v-5-183

**184** ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε ^v-5-184

**185** καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ^v-5-185

**186** ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, ^v-5-186

**187** μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. ^v-5-187

**188** ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ ^v-5-188

**189** αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· ^v-5-189

**190** καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ ^v-5-190

**191** θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.” ^v-5-191

**192** ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων ^v-5-192

**193** καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ^v-5-193

**194** ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, ^v-5-194

**195** καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη ^v-5-195

**196** Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, ^v-5-196

**197** ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν· ^v-5-197

**198** αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, ^v-5-198

**199** τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν. ^v-5-199

**200** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-5-200

**201** αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος, ^v-5-201

**202** τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων· ^v-5-202

**203** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-5-203

**204** οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ^v-5-204

**205** αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης. ^v-5-205

**206** εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα ^v-5-206

**207** κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, ^v-5-207

**208** ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις ^v-5-208

**209** ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι ^v-5-209

**210** σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα. ^v-5-210

**211** οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, ^v-5-211

**212** οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν ^v-5-212

**213** θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.” ^v-5-213

**214** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-5-214

**215** “πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς ^v-5-215

**216** πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια ^v-5-216

**217** εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι· ^v-5-217

**218** ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. ^v-5-218

**219** ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα ^v-5-219

**220** οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. ^v-5-220

**221** εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, ^v-5-221

**222** τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· ^v-5-222

**223** ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα ^v-5-223

**224** κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.” ^v-5-224

**225** ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· ^v-5-225

**226** ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο ^v-5-226

**227** τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες. ^v-5-227

**228** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-5-228

**229** αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, ^v-5-229

**230** αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, ^v-5-230

**231** λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ ^v-5-231

**232** καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. ^v-5-232

**233** καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν· ^v-5-233

**234** δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, ^v-5-234

**235** χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ ^v-5-235

**236** στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός· ^v-5-236

**237** δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο ^v-5-237

**238** νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, ^v-5-238

**239** κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, ^v-5-239

**240** αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. ^v-5-240

**241** αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, ^v-5-241

**242** ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, ^v-5-242

**243** αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον. ^v-5-243

**244** εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, ^v-5-244

**245** ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. ^v-5-245

**246** τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων· ^v-5-246

**247** τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, ^v-5-247

**248** γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. ^v-5-248

**249** ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ ^v-5-249

**250** φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, ^v-5-250

**251** τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς. ^v-5-251

**252** ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ^v-5-252

**253** ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα. ^v-5-253

**254** ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ· ^v-5-254

**255** πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι. ^v-5-255

**256** φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι ^v-5-256

**257** κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην. ^v-5-257

**258** τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, ^v-5-258

**259** ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά. ^v-5-259

**260** ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, ^v-5-260

**261** μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ^v-5-261

**262** τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· ^v-5-262

**263** τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, ^v-5-263

**264** εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ^v-5-264

**265** ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο ^v-5-265

**266** τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα ^v-5-266

**267** κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· ^v-5-267

**268** οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. ^v-5-268

**269** γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς. ^v-5-269

**270** αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ^v-5-270

**271** ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν ^v-5-271

**272** Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην ^v-5-272

**273** Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν, ^v-5-273

**274** ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, ^v-5-274

**275** οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο· ^v-5-275

**276** τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων, ^v-5-276

**277** ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. ^v-5-277

**278** ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, ^v-5-278

**279** ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα ^v-5-279

**280** γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ· ^v-5-280

**281** εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ. ^v-5-281

**282** τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων ^v-5-282

**283** τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ ^v-5-283

**284** πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, ^v-5-284

**285** κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ^v-5-285

**286** “ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως ^v-5-286

**287** ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, ^v-5-287

**288** καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα ^v-5-288

**289** ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει. ^v-5-289

**290** ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.” ^v-5-290

**291** ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον ^v-5-291

**292** χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας ^v-5-292

**293** παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε ^v-5-293

**294** γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. ^v-5-294

**295** σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς ^v-5-295

**296** καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων. ^v-5-296

**297** καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-5-297

**298** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-5-298

**299** “ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται; ^v-5-299

**300** δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, ^v-5-300

**301** ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, ^v-5-301

**302** ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. ^v-5-302

**303** οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν ^v-5-303

**304** Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι ^v-5-304

**305** παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ^v-5-305

**306** τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο ^v-5-306

**307** Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες. ^v-5-307

**308** ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ^v-5-308

**309** ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα ^v-5-309

**310** Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. ^v-5-310

**311** τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί· ^v-5-311

**312** νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.” ^v-5-312

**313** ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης ^v-5-313

**314** δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε. ^v-5-314

**315** τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ ^v-5-315

**316** ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν ^v-5-316

**317** δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, ^v-5-317

**318** τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. ^v-5-318

**319** τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη ^v-5-319

**320** αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· ^v-5-320

**321** εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ. ^v-5-321

**322** ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην ^v-5-322

**323** πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ^v-5-323

**324** ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, ^v-5-324

**325** ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, ^v-5-325

**326** ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων. ^v-5-326

**327** τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ^v-5-327

**328** ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας ^v-5-328

**329** ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ^v-5-329

**330** ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· ^v-5-330

**331** ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ^v-5-331

**332** ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. ^v-5-332

**333** τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, ^v-5-333

**334** Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, ^v-5-334

**335** νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. ^v-5-335

**336** ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, ^v-5-336

**337** αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης, ^v-5-337

**338** ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον· ^v-5-338

**339** “κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων ^v-5-339

**340** ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; ^v-5-340

**341** οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. ^v-5-341

**342** ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· ^v-5-342

**343** εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι ^v-5-343

**344** κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου ^v-5-344

**345** γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι. ^v-5-345

**346** τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι ^v-5-346

**347** ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι. ^v-5-347

**348** αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο, ^v-5-348

**349** ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον ^v-5-349

**350** πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.” ^v-5-350

**351** ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν, ^v-5-351

**352** αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα ^v-5-352

**353** αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν. ^v-5-353

**354** αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς, ^v-5-354

**355** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-5-355

**356** “ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε ^v-5-356

**357** ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει. ^v-5-357

**358** ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν ^v-5-358

**359** γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι. ^v-5-359

**360** ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· ^v-5-360

**361** ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ, ^v-5-361

**362** τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων· ^v-5-362

**363** αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, ^v-5-363

**364** νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.” ^v-5-364

**365** ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-5-365

**366** ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων, ^v-5-366

**367** δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν. ^v-5-367

**368** ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ ^v-5-368

**369** καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ· ^v-5-369

**370** ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς ^v-5-370

**371** ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων, ^v-5-371

**372** εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ. ^v-5-372

**373** αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν, ^v-5-373

**374** αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας, ^v-5-374

**375** νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, ^v-5-375

**376** κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ^v-5-376

**377** “οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, ^v-5-377

**378** εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς. ^v-5-378

**379** ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.” ^v-5-379

**380** ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, ^v-5-380

**381** ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν. ^v-5-381

**382** αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν. ^v-5-382

**383** ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, ^v-5-383

**384** παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας· ^v-5-384

**385** ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν, ^v-5-385

**386** ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη ^v-5-386

**387** διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. ^v-5-387

**388** ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ ^v-5-388

**389** πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον. ^v-5-389

**390** ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, ^v-5-390

**391** καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη ^v-5-391

**392** ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν ^v-5-392

**393** ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. ^v-5-393

**394** ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ ^v-5-394

**395** πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, ^v-5-395

**396** δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων, ^v-5-396

**397** ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν, ^v-5-397

**398** ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη, ^v-5-398

**399** νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. ^v-5-399

**400** ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, ^v-5-400

**401** καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης· ^v-5-401

**402** ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο ^v-5-402

**403** δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ· ^v-5-403

**404** οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί. ^v-5-404

**405** ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε· ^v-5-405

**406** καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-5-406

**407** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-5-407

**408** “ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι ^v-5-408

**409** Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα, ^v-5-409

**410** ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε· ^v-5-410

**411** ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα ^v-5-411

**412** βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη, ^v-5-412

**413** ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι ^v-5-413

**414** στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα· ^v-5-414

**415** μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ ^v-5-415

**416** κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή. ^v-5-416

**417** εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω ^v-5-417

**418** ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, ^v-5-418

**419** δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα ^v-5-419

**420** πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, ^v-5-420

**421** ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων ^v-5-421

**422** ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· ^v-5-422

**423** οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.” ^v-5-423

**424** ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-5-424

**425** τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ^v-5-425

**426** ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη, ^v-5-426

**427** εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη· ^v-5-427

**428** ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, ^v-5-428

**429** τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε. ^v-5-429

**430** καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις ^v-5-430

**431** πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ^v-5-431

**432** ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο ^v-5-432

**433** πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, ^v-5-433

**434** ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν ^v-5-434

**435** ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν. ^v-5-435

**436** ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς, ^v-5-436

**437** εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη. ^v-5-437

**438** κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, ^v-5-438

**439** νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι ^v-5-439

**440** ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. ^v-5-440

**441** ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο ^v-5-441

**442** ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, ^v-5-442

**443** λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ^v-5-443

**444** ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· ^v-5-444

**445** “κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω, ^v-5-445

**446** φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς. ^v-5-446

**447** αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν ^v-5-447

**448** ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν ^v-5-448

**449** σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας. ^v-5-449

**450** ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.” ^v-5-450

**451** ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, ^v-5-451

**452** πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν ^v-5-452

**453** ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε ^v-5-453

**454** χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. ^v-5-454

**455** ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ ^v-5-455

**456** ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος ^v-5-456

**457** κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν. ^v-5-457

**458** ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, ^v-5-458

**459** καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο. ^v-5-459

**460** καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, ^v-5-460

**461** ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ ^v-5-461

**462** δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς ^v-5-462

**463** σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν. ^v-5-463

**464** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-5-464

**465** “ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; ^v-5-465

**466** εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, ^v-5-466

**467** μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση ^v-5-467

**468** ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν· ^v-5-468

**469** αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. ^v-5-469

**470** εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην ^v-5-470

**471** θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη ^v-5-471

**472** ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, ^v-5-472

**473** δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.” ^v-5-473

**474** ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· ^v-5-474

**475** βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν ^v-5-475

**476** ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, ^v-5-476

**477** ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης. ^v-5-477

**478** τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, ^v-5-478

**479** οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, ^v-5-479

**480** οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ ^v-5-480

**481** ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς ^v-5-481

**482** δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν ^v-5-482

**483** εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, ^v-5-483

**484** ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ^v-5-484

**485** ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. ^v-5-485

**486** τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, ^v-5-486

**487** ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων. ^v-5-487

**488** ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ^v-5-488

**489** ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, ^v-5-489

**490** σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ^v-5-490

**491** ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη ^v-5-491

**492** ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα ^v-5-492

**493** δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας. ^v-5-493

### Livro 6

**1** ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ^v-6-1

**2** ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη ^v-6-2

**3** βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, ^v-6-3

**4** οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ^v-6-4

**5** ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, ^v-6-5

**6** οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν. ^v-6-6

**7** ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, ^v-6-7

**8** εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, ^v-6-8

**9** ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, ^v-6-9

**10** καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. ^v-6-10

**11** ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, ^v-6-11

**12** Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. ^v-6-12

**13** τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, ^v-6-13

**14** νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. ^v-6-14

**15** βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη ^v-6-15

**16** κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, ^v-6-16

**17** Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, ^v-6-17

**18** πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ^v-6-18

**19** σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί. ^v-6-19

**20** ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, ^v-6-20

**21** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν, ^v-6-21

**22** εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, ^v-6-22

**23** ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ. ^v-6-23

**24** τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· ^v-6-24

**25** “Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ; ^v-6-25

**26** εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, ^v-6-26

**27** σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν ^v-6-27

**28** ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται. ^v-6-28

**29** ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ^v-6-29

**30** ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. ^v-6-30

**31** ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι· ^v-6-31

**32** καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα ^v-6-32

**33** ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· ^v-6-33

**34** ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον ^v-6-34

**35** πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. ^v-6-35

**36** ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ ^v-6-36

**37** ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι ^v-6-37

**38** ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. ^v-6-38

**39** καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν ^v-6-39

**40** ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.” ^v-6-40

**41** ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη ^v-6-41

**42** Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ^v-6-42

**43** ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ ^v-6-43

**44** δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη ^v-6-44

**45** πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη· ^v-6-45

**46** τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. ^v-6-46

**47** ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. ^v-6-47

**48** αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε ^v-6-48

**49** Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον, ^v-6-49

**50** βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν, ^v-6-50

**51** πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας· ^v-6-51

**52** ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν ^v-6-52

**53** ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε ^v-6-53

**54** ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας ^v-6-54

**55** ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. ^v-6-55

**56** ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε· ^v-6-56

**57** “πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην ^v-6-57

**58** ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι ^v-6-58

**59** ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; ^v-6-59

**60** καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα ^v-6-60

**61** βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα. ^v-6-61

**62** πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, ^v-6-62

**63** οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες· ^v-6-63

**64** οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες ^v-6-64

**65** ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.” ^v-6-65

**66** ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι ^v-6-66

**67** πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ· ^v-6-67

**68** “οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. ^v-6-68

**69** ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην ^v-6-69

**70** ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.” ^v-6-70

**71** ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο. ^v-6-71

**72** οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην ^v-6-72

**73** ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ· ^v-6-73

**74** κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. ^v-6-74

**75** καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ, ^v-6-75

**76** μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν ^v-6-76

**77** παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν ^v-6-77

**78** ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης. ^v-6-78

**79** δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ^v-6-79

**80** ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. ^v-6-80

**81** ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, ^v-6-81

**82** μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν. ^v-6-82

**83** αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, ^v-6-83

**84** οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. ^v-6-84

**85** αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, ^v-6-85

**86** ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ ^v-6-86

**87** καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, ^v-6-87

**88** ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. ^v-6-88

**89** καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα ^v-6-89

**90** τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης ^v-6-90

**91** εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, ^v-6-91

**92** στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. ^v-6-92

**93** αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ^v-6-93

**94** ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα ^v-6-94

**95** λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. ^v-6-95

**96** αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ ^v-6-96

**97** δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, ^v-6-97

**98** εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. ^v-6-98

**99** αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, ^v-6-99

**100** σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι· ^v-6-100

**101** τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. ^v-6-101

**102** οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, ^v-6-102

**103** ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, ^v-6-103

**104** τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι· ^v-6-104

**105** τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, ^v-6-105

**106** ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· ^v-6-106

**107** πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ^v-6-107

**108** ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· ^v-6-108

**109** ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ^v-6-109

**110** ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι ^v-6-110

**111** ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, ^v-6-111

**112** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, ^v-6-112

**113** ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, ^v-6-113

**114** ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. ^v-6-114

**115** σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· ^v-6-115

**116** ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ· ^v-6-116

**117** αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς, ^v-6-117

**118** ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· ^v-6-118

**119** “ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ^v-6-119

**120** ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ^v-6-120

**121** ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; ^v-6-121

**122** ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή· ^v-6-122

**123** νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα ^v-6-123

**124** καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ^v-6-124

**125** ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων; ^v-6-125

**126** ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.” ^v-6-126

**127** ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, ^v-6-127

**128** ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ ^v-6-128

**129** φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. ^v-6-129

**130** βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, ^v-6-130

**131** ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε ^v-6-131

**132** δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν ^v-6-132

**133** ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ ^v-6-133

**134** μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· ^v-6-134

**135** ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε ^v-6-135

**136** μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε. ^v-6-136

**137** σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, ^v-6-137

**138** τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας· ^v-6-138

**139** οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη ^v-6-139

**140** θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. ^v-6-140

**141** στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, ^v-6-141

**142** ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην, ^v-6-142

**143** ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι ^v-6-143

**144** λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. ^v-6-144

**145** ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ^v-6-145

**146** λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, ^v-6-146

**147** μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη. ^v-6-147

**148** αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. ^v-6-148

**149** “γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι; ^v-6-149

**150** εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-6-150

**151** Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, ^v-6-151

**152** εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω· ^v-6-152

**153** εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, ^v-6-153

**154** τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, ^v-6-154

**155** τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς ^v-6-155

**156** αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, ^v-6-156

**157** λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. ^v-6-157

**158** κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ^v-6-158

**159** ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται. ^v-6-159

**160** οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, ^v-6-160

**161** οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα. ^v-6-161

**162** Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ ^v-6-162

**163** φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· ^v-6-163

**164** ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, ^v-6-164

**165** τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι. ^v-6-165

**166** ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ ^v-6-166

**167** δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, ^v-6-167

**168** ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς ^v-6-168

**169** γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει. ^v-6-169

**170** χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· ^v-6-170

**171** τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι ^v-6-171

**172** νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, ^v-6-172

**173** ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω ^v-6-173

**174** παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. ^v-6-174

**175** ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας ^v-6-175

**176** ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα ^v-6-176

**177** ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. ^v-6-177

**178** ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, ^v-6-178

**179** εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα. ^v-6-179

**180** σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, ^v-6-180

**181** ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν ^v-6-181

**182** ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ^v-6-182

**183** ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ^v-6-183

**184** ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, ^v-6-184

**185** χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.” ^v-6-185

**186** τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· ^v-6-186

**187** “ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· ^v-6-187

**188** Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ^v-6-188

**189** ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· ^v-6-189

**190** καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. ^v-6-190

**191** νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, ^v-6-191

**192** οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ^v-6-192

**193** ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα. ^v-6-193

**194** ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. ^v-6-194

**195** Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, ^v-6-195

**196** εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, ^v-6-196

**197** τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.” ^v-6-197

**198** ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε· ^v-6-198

**199** “στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; ^v-6-199

**200** ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν; ^v-6-200

**201** οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, ^v-6-201

**202** ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται ^v-6-202

**203** δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν. ^v-6-203

**204** οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, ^v-6-204

**205** ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ^v-6-205

**206** ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, ^v-6-206

**207** τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ^v-6-207

**208** ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε. ^v-6-208

**209** ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, ^v-6-209

**210** λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.” ^v-6-210

**211** ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, ^v-6-211

**212** κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν ^v-6-212

**213** Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· ^v-6-213

**214** πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, ^v-6-214

**215** δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ^v-6-215

**216** ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν. ^v-6-216

**217** δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· ^v-6-217

**218** “ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς ^v-6-218

**219** ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ ^v-6-219

**220** χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ^v-6-220

**221** ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ ^v-6-221

**222** γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.” ^v-6-222

**223** ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ. ^v-6-223

**224** αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς ^v-6-224

**225** ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, ^v-6-225

**226** ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. ^v-6-226

**227** αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, ^v-6-227

**228** ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, ^v-6-228

**229** τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα ^v-6-229

**230** μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος ^v-6-230

**231** οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ^v-6-231

**232** ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ^v-6-232

**233** ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη ^v-6-233

**234** τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ^v-6-234

**235** ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. ^v-6-235

**236** ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, ^v-6-236

**237** κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. ^v-6-237

**238** δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· ^v-6-238

**239** “κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. ^v-6-239

**240** οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ^v-6-240

**241** Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι· ^v-6-241

**242** πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, ^v-6-242

**243** νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. ^v-6-243

**244** αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ^v-6-244

**245** ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. ^v-6-245

**246** ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.” ^v-6-246

**247** ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, ^v-6-247

**248** πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε. ^v-6-248

**249** ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς ^v-6-249

**250** ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. ^v-6-250

**251** αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν· ^v-6-251

**252** εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, ^v-6-252

**253** ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, ^v-6-253

**254** ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-6-254

**255** “ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω ^v-6-255

**256** πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι ^v-6-256

**257** πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. ^v-6-257

**258** ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· ^v-6-258

**259** ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων, ^v-6-259

**260** τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν ^v-6-260

**261** καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω. ^v-6-261

**262** αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος ^v-6-262

**263** ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, ^v-6-263

**264** λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι ^v-6-264

**265** εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. ^v-6-265

**266** ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, ^v-6-266

**267** ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. ^v-6-267

**268** ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, ^v-6-268

**269** πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. ^v-6-269

**270** οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, ^v-6-270

**271** ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, ^v-6-271

**272** ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. ^v-6-272

**273** τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω ^v-6-273

**274** μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· ^v-6-274

**275** καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας· ^v-6-275

**276** “τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ^v-6-276

**277** ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. ^v-6-277

**278** ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ^v-6-278

**279** ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· ^v-6-279

**280** ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν ^v-6-280

**281** οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. ^v-6-281

**282** βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν ^v-6-282

**283** ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον ^v-6-283

**284** Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.” ^v-6-284

**285** ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο. ^v-6-285

**286** καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, ^v-6-286

**287** ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ^v-6-287

**288** ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν. ^v-6-288

**289** ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα ^v-6-289

**290** πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. ^v-6-290

**291** δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου ^v-6-291

**292** αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών· ^v-6-292

**293** ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή, ^v-6-293

**294** τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. ^v-6-294

**295** ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς ^v-6-295

**296** ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός. ^v-6-296

**297** αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, ^v-6-297

**298** καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι ^v-6-298

**299** δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. ^v-6-299

**300** ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο ^v-6-300

**301** νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται ^v-6-301

**302** δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο ^v-6-302

**303** ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, ^v-6-303

**304** ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι ^v-6-304

**305** μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ^v-6-305

**306** ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, ^v-6-306

**307** κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν. ^v-6-307

**308** ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, ^v-6-308

**309** τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. ^v-6-309

**310** τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας ^v-6-310

**311** βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι ^v-6-311

**312** χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί. ^v-6-312

**313** εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, ^v-6-313

**314** ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-6-314

**315** οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.” ^v-6-315

**316** ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ ^v-6-316

**317** ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα. ^v-6-317

**318** αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· ^v-6-318

**319** ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ ^v-6-319

**320** ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην. ^v-6-320

**321** δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο ^v-6-321

**322** ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς. ^v-6-322

**323** αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· ^v-6-323

**324** “κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· ^v-6-324

**325** νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας ^v-6-325

**326** ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος. ^v-6-326

**327** δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.” ^v-6-327

**328** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. ^v-6-328

**329** αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα ^v-6-329

**330** πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν ^v-6-330

**331** ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. ^v-6-331

### Livro 7

**1** ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, ^v-7-1

**2** κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. ^v-7-2

**3** ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε, ^v-7-3

**4** στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ^v-7-4

**5** ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης ^v-7-5

**6** ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. ^v-7-6

**7** αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ ^v-7-7

**8** γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, ^v-7-8

**9** τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· ^v-7-9

**10** Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν ^v-7-10

**11** Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν· ^v-7-11

**12** ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. ^v-7-12

**13** ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. ^v-7-13

**14** καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη ^v-7-14

**15** πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι, ^v-7-15

**16** μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας ^v-7-16

**17** κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη. ^v-7-17

**18** ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, ^v-7-18

**19** ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, ^v-7-19

**20** παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ. ^v-7-20

**21** στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς· ^v-7-21

**22** “ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο ^v-7-22

**23** Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει; ^v-7-23

**24** καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω ^v-7-24

**25** τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα ^v-7-25

**26** ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.” ^v-7-26

**27** τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· ^v-7-27

**28** “τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, ^v-7-28

**29** δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. ^v-7-29

**30** ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω, ^v-7-30

**31** μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε. ^v-7-31

**32** οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, ^v-7-32

**33** οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ. ^v-7-33

**34** νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι ^v-7-34

**35** λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων· ^v-7-35

**36** τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.” ^v-7-36

**37** ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη ^v-7-37

**38** καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ^v-7-38

**39** τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν ^v-7-39

**40** ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη ^v-7-40

**41** εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν ^v-7-41

**42** θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ. ^v-7-42

**43** θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας ^v-7-43

**44** αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ ^v-7-44

**45** ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. ^v-7-45

**46** ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο, ^v-7-46

**47** τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· ^v-7-47

**48** “οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις ^v-7-48

**49** πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας ^v-7-49

**50** δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ ^v-7-50

**51** τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ^v-7-51

**52** ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. ^v-7-52

**53** δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· ^v-7-53

**54** Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων ^v-7-54

**55** τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. ^v-7-55

**56** Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων ^v-7-56

**57** γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, ^v-7-57

**58** ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, ^v-7-58

**59** ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν. ^v-7-59

**60** ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός· ^v-7-60

**61** τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα ^v-7-61

**62** Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε· ^v-7-62

**63** Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε. ^v-7-63

**64** τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων ^v-7-64

**65** νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα ^v-7-65

**66** Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν, ^v-7-66

**67** καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη, ^v-7-67

**68** ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν. ^v-7-68

**69** ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν ^v-7-69

**70** ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο ^v-7-70

**71** καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες ^v-7-71

**72** δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ. ^v-7-72

**73** οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ· ^v-7-73

**74** ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει. ^v-7-74

**75** εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, ^v-7-75

**76** ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-7-76

**77** οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.” ^v-7-77

**78** ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη ^v-7-78

**79** πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, ^v-7-79

**80** ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, ^v-7-80

**81** δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς ^v-7-81

**82** Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ ^v-7-82

**83** ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. ^v-7-83

**84** ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης ^v-7-84

**85** δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. ^v-7-85

**86** χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα, ^v-7-86

**87** ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο· ^v-7-87

**88** χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον· ^v-7-88

**89** σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, ^v-7-89

**90** ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη. ^v-7-90

**91** χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, ^v-7-91

**92** οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι ^v-7-92

**93** δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ^v-7-93

**94** ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ^v-7-94

**95** ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, ^v-7-95

**96** ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι ^v-7-96

**97** λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. ^v-7-97

**98** ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο ^v-7-98

**99** πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. ^v-7-99

**100** χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ^v-7-100

**101** ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, ^v-7-101

**102** φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. ^v-7-102

**103** πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες ^v-7-103

**104** αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, ^v-7-104

**105** αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν ^v-7-105

**106** ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· ^v-7-106

**107** καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. ^v-7-107

**108** ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν ^v-7-108

**109** νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες ^v-7-109

**110** ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη ^v-7-110

**111** ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. ^v-7-111

**112** ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων ^v-7-112

**113** τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. ^v-7-113

**114** ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ^v-7-114

**115** ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι ^v-7-115

**116** συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. ^v-7-116

**117** τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει ^v-7-117

**118** χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ ^v-7-118

**119** Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ^v-7-119

**120** ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, ^v-7-120

**121** αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. ^v-7-121

**122** ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, ^v-7-122

**123** τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ ^v-7-123

**124** τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, ^v-7-124

**125** ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν ^v-7-125

**126** ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν. ^v-7-126

**127** ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον ^v-7-127

**128** παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι· ^v-7-128

**129** ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα ^v-7-129

**130** σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι ^v-7-130

**131** πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. ^v-7-131

**132** τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ^v-7-132

**133** ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. ^v-7-133

**134** αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, ^v-7-134

**135** καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. ^v-7-135

**136** εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας ^v-7-136

**137** σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, ^v-7-137

**138** ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. ^v-7-138

**139** αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς ^v-7-139

**140** πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, ^v-7-140

**141** ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. ^v-7-141

**142** ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, ^v-7-142

**143** καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. ^v-7-143

**144** οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες· ^v-7-144

**145** θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· ^v-7-145

**146** “Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, ^v-7-146

**147** σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας ^v-7-147

**148** τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν ^v-7-148

**149** ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος ^v-7-149

**150** κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· ^v-7-150

**151** αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι ^v-7-151

**152** θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.” ^v-7-152

**153** ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν ^v-7-153

**154** πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-7-154

**155** ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, ^v-7-155

**156** ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν ^v-7-156

**157** καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· ^v-7-157

**158** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-7-158

**159** “Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε, ^v-7-159

**160** ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, ^v-7-160

**161** οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. ^v-7-161

**162** ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου ^v-7-162

**163** εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον ^v-7-163

**164** οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ ^v-7-164

**165** σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ· ^v-7-165

**166** δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.” ^v-7-166

**167** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, ^v-7-167

**168** χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ^v-7-168

**169** ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, ^v-7-169

**170** υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, ^v-7-170

**171** ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. ^v-7-171

**172** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-7-172

**173** καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-7-173

**174** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-7-174

**175** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, ^v-7-175

**176** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ^v-7-176

**177** αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. ^v-7-177

**178** καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· ^v-7-178

**179** “Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον ^v-7-179

**180** πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ ^v-7-180

**181** σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.” ^v-7-181

**182** ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, ^v-7-182

**183** νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. ^v-7-183

**184** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, ^v-7-184

**185** τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· ^v-7-185

**186** “κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες ^v-7-186

**187** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-7-187

**188** νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες· ^v-7-188

**189** ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες ^v-7-189

**190** ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν ^v-7-190

**191** ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς ^v-7-191

**192** μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης ^v-7-192

**193** πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται ^v-7-193

**194** χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, ^v-7-194

**195** μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, ^v-7-195

**196** πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα ^v-7-196

**197** πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι ^v-7-197

**198** γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. ^v-7-198

**199** εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν, ^v-7-199

**200** ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται. ^v-7-200

**201** αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς ^v-7-201

**202** ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, ^v-7-202

**203** δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς. ^v-7-203

**204** εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, ^v-7-204

**205** οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, ^v-7-205

**206** ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.” ^v-7-206

**207** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-7-207

**208** “Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε ^v-7-208

**209** ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-7-209

**210** οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. ^v-7-210

**211** οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν ^v-7-211

**212** ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. ^v-7-212

**213** καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην, ^v-7-213

**214** ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. ^v-7-214

**215** ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· ^v-7-215

**216** οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ^v-7-216

**217** ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ ^v-7-217

**218** καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα, ^v-7-218

**219** ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ ^v-7-219

**220** ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ^v-7-220

**221** ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. ^v-7-221

**222** ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν, ^v-7-222

**223** ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης ^v-7-223

**224** καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν ^v-7-224

**225** κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.” ^v-7-225

**226** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον ^v-7-226

**227** πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. ^v-7-227

**228** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός, ^v-7-228

**229** οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, ^v-7-229

**230** αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, ^v-7-230

**231** πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς ^v-7-231

**232** ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός. ^v-7-232

**233** τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· ^v-7-233

**234** ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα ^v-7-234

**235** καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί· ^v-7-235

**236** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-7-236

**237** “ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· ^v-7-237

**238** τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν; ^v-7-238

**239** οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;” ^v-7-239

**240** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-7-240

**241** “ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι ^v-7-241

**242** κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες· ^v-7-242

**243** τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. ^v-7-243

**244** Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· ^v-7-244

**245** ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ ^v-7-245

**246** ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ ^v-7-246

**247** μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων. ^v-7-247

**248** ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων ^v-7-248

**249** οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ ^v-7-249

**250** Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ^v-7-250

**251** ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, ^v-7-251

**252** αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης ^v-7-252

**253** ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ ^v-7-253

**254** νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ^v-7-254

**255** ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα ^v-7-255

**256** ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε ^v-7-256

**257** θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ^v-7-257

**258** ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. ^v-7-258

**259** ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ ^v-7-259

**260** δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· ^v-7-260

**261** ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, ^v-7-261

**262** καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι ^v-7-262

**263** Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς. ^v-7-263

**264** πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε, ^v-7-264

**265** σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, ^v-7-265

**266** οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. ^v-7-266

**267** ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, ^v-7-267

**268** ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα ^v-7-268

**269** γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ ^v-7-269

**270** δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ ^v-7-270

**271** πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, ^v-7-271

**272** ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, ^v-7-272

**273** ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα ^v-7-273

**274** εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. ^v-7-274

**275** τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε ^v-7-275

**276** νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ ^v-7-276

**277** ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ^v-7-277

**278** ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου, ^v-7-278

**279** πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ· ^v-7-279

**280** ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον ^v-7-280

**281** ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, ^v-7-281

**282** λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. ^v-7-282

**283** ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ ^v-7-283

**284** ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο ^v-7-284

**285** ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα ^v-7-285

**286** ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν. ^v-7-286

**287** ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ ^v-7-287

**288** εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ. ^v-7-288

**289** δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν. ^v-7-289

**290** ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς ^v-7-290

**291** παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι· ^v-7-291

**292** τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, ^v-7-292

**293** ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ^v-7-293

**294** ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. ^v-7-294

**295** ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον ^v-7-295

**296** καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε. ^v-7-296

**297** ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.” ^v-7-297

**298** τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ^v-7-298

**299** “ξεῖνʼ, ἦ τοι μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε ^v-7-299

**300** παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν ^v-7-300

**301** ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.” ^v-7-301

**302** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-7-302

**303** “ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην· ^v-7-303

**304** ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ^v-7-304

**305** ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, ^v-7-305

**306** μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι· ^v-7-306

**307** δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.” ^v-7-307

**308** τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ^v-7-308

**309** “ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ ^v-7-309

**310** μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα. ^v-7-310

**311** αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ^v-7-311

**312** τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ, ^v-7-312

**313** παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι ^v-7-313

**314** αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην, ^v-7-314

**315** εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει ^v-7-315

**316** Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. ^v-7-316

**317** πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς, ^v-7-317

**318** αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ ^v-7-318

**319** λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι ^v-7-319

**320** πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, ^v-7-320

**321** εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης, ^v-7-321

**322** τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο ^v-7-322

**323** λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ^v-7-323

**324** ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν. ^v-7-324

**325** καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ^v-7-325

**326** ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω. ^v-7-326

**327** εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται ^v-7-327

**328** νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.” ^v-7-328

**329** ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-7-329

**330** εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-7-330

**331** “Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα ^v-7-331

**332** Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν ^v-7-332

**333** ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.” ^v-7-333

**334** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-7-334

**335** κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν ^v-7-335

**336** δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ ^v-7-336

**337** πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας ^v-7-337

**338** χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. ^v-7-338

**339** αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· ^v-7-339

**340** αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, ^v-7-340

**341** ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· ^v-7-341

**342** “ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.” ^v-7-342

**343** ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. ^v-7-343

**344** ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ^v-7-344

**345** τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· ^v-7-345

**346** Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, ^v-7-346

**347** πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. ^v-7-347

### Livro 8

**1** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-8-1

**2** ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ^v-8-2

**3** ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. ^v-8-3

**4** τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο ^v-8-4

**5** Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. ^v-8-5

**6** ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι ^v-8-6

**7** πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη ^v-8-7

**8** εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, ^v-8-8

**9** νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, ^v-8-9

**10** καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· ^v-8-10

**11** “δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ^v-8-11

**12** εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε, ^v-8-12

**13** ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα ^v-8-13

**14** πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.” ^v-8-14

**15** ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-8-15

**16** καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι ^v-8-16

**17** ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες ^v-8-17

**18** υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη ^v-8-18

**19** θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ^v-8-19

**20** καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, ^v-8-20

**21** ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο ^v-8-21

**22** δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους ^v-8-22

**23** πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος. ^v-8-23

**24** αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, ^v-8-24

**25** τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· ^v-8-25

**26** “κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ^v-8-26

**27** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-8-27

**28** ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, ^v-8-28

**29** ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων· ^v-8-29

**30** πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ^v-8-30

**31** ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. ^v-8-31

**32** οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, ^v-8-32

**33** ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς. ^v-8-33

**34** ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν ^v-8-34

**35** πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα ^v-8-35

**36** κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι. ^v-8-36

**37** δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ ^v-8-37

**38** ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα ^v-8-38

**39** ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω. ^v-8-39

**40** κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι ^v-8-40

**41** σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ ^v-8-41

**42** ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν, ^v-8-42

**43** μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν ^v-8-43

**44** Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν ^v-8-44

**45** τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.” ^v-8-45

**46** ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο ^v-8-46

**47** σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. ^v-8-47

**48** κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα ^v-8-48

**49** βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο. ^v-8-49

**50** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, ^v-8-50

**51** νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, ^v-8-51

**52** ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, ^v-8-52

**53** ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, ^v-8-53

**54** πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν. ^v-8-54

**55** ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα ^v-8-55

**56** βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα. ^v-8-56

**57** πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν ^v-8-57

**58** ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί. ^v-8-58

**59** τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, ^v-8-59

**60** ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς· ^v-8-60

**61** τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν. ^v-8-61

**62** κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, ^v-8-62

**63** τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· ^v-8-63

**64** ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν. ^v-8-64

**65** τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον ^v-8-65

**66** μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας· ^v-8-66

**67** κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν ^v-8-67

**68** αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι ^v-8-68

**69** κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν, ^v-8-69

**70** πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. ^v-8-70

**71** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-8-71

**72** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-8-72

**73** μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν, ^v-8-73

**74** οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε, ^v-8-74

**75** νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος, ^v-8-75

**76** ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ ^v-8-76

**77** ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων ^v-8-77

**78** χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο. ^v-8-78

**79** ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων ^v-8-79

**80** Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν ^v-8-80

**81** χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ ^v-8-81

**82** Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς. ^v-8-82

**83** ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς ^v-8-83

**84** πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι ^v-8-84

**85** κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα· ^v-8-85

**86** αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων. ^v-8-86

**87** ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός, ^v-8-87

**88** δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε ^v-8-88

**89** καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν· ^v-8-89

**90** αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν ^v-8-90

**91** Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν, ^v-8-91

**92** ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν. ^v-8-92

**93** ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, ^v-8-93

**94** Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν ^v-8-94

**95** ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. ^v-8-95

**96** αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· ^v-8-96

**97** “κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. ^v-8-97

**98** ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης ^v-8-98

**99** φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ· ^v-8-99

**100** νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν ^v-8-100

**101** πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν ^v-8-101

**102** οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων ^v-8-102

**103** πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.” ^v-8-103

**104** ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. ^v-8-104

**105** κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, ^v-8-105

**106** Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο ^v-8-106

**107** κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι ^v-8-107

**108** Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. ^v-8-108

**109** βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, ^v-8-109

**110** μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. ^v-8-110

**111** ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, ^v-8-111

**112** Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, ^v-8-112

**113** Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε ^v-8-113

**114** Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· ^v-8-114

**115** ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, ^v-8-115

**116** Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε ^v-8-116

**117** πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα. ^v-8-117

**118** ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, ^v-8-118

**119** Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. ^v-8-119

**120** οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι. ^v-8-120

**121** τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες ^v-8-121

**122** καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο· ^v-8-122

**123** τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων· ^v-8-123

**124** ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, ^v-8-124

**125** τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο. ^v-8-125

**126** οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο· ^v-8-126

**127** τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ^v-8-127

**128** ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν· ^v-8-128

**129** δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς, ^v-8-129

**130** πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. ^v-8-130

**131** αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, ^v-8-131

**132** τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο· ^v-8-132

**133** “δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον ^v-8-133

**134** οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι, ^v-8-134

**135** μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν ^v-8-135

**136** αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης ^v-8-136

**137** δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν· ^v-8-137

**138** οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης ^v-8-138

**139** ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.” ^v-8-139

**140** τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· ^v-8-140

**141** “Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες. ^v-8-141

**142** αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.” ^v-8-142

**143** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο, ^v-8-143

**144** στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε· ^v-8-144

**145** “δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, ^v-8-145

**146** εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους· ^v-8-146

**147** οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν, ^v-8-147

**148** ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν. ^v-8-148

**149** ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ. ^v-8-149

**150** σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη ^v-8-150

**151** νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.” ^v-8-151

**152** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-8-152

**153** “Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες; ^v-8-153

**154** κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, ^v-8-154

**155** ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, ^v-8-155

**156** νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων ^v-8-156

**157** ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.” ^v-8-157

**158** τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην· ^v-8-158

**159** “οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω ^v-8-159

**160** ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, ^v-8-160

**161** ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, ^v-8-161

**162** ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, ^v-8-162

**163** φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων ^v-8-163

**164** κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.” ^v-8-164

**165** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-8-165

**166** “ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας. ^v-8-166

**167** οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν ^v-8-167

**168** ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν. ^v-8-168

**169** ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, ^v-8-169

**170** ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν ^v-8-170

**171** τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει ^v-8-171

**172** αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, ^v-8-172

**173** ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. ^v-8-173

**174** ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, ^v-8-174

**175** ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, ^v-8-175

**176** ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως ^v-8-176

**177** οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι. ^v-8-177

**178** ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν ^v-8-178

**179** εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων, ^v-8-179

**180** ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω ^v-8-180

**181** ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι. ^v-8-181

**182** νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην ^v-8-182

**183** ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. ^v-8-183

**184** ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων· ^v-8-184

**185** θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.” ^v-8-185

**186** ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον ^v-8-186

**187** μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ ^v-8-187

**188** ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι. ^v-8-188

**189** τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, ^v-8-189

**190** βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ ^v-8-190

**191** Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες, ^v-8-191

**192** λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων ^v-8-192

**193** ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη ^v-8-193

**194** ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-8-194

**195** “καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα ^v-8-195

**196** ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, ^v-8-196

**197** ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον· ^v-8-197

**198** οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.” ^v-8-198

**199** ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-8-199

**200** χαίρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι. ^v-8-200

**201** καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν· ^v-8-201

**202** “τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον ^v-8-202

**203** ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον. ^v-8-203

**204** τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, ^v-8-204

**205** δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, ^v-8-205

**206** ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, ^v-8-206

**207** πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. ^v-8-207

**208** ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο; ^v-8-208

**209** ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, ^v-8-209

**210** ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων ^v-8-210

**211** δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. ^v-8-211

**212** τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, ^v-8-212

**213** ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. ^v-8-213

**214** πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· ^v-8-214

**215** εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· ^v-8-215

**216** πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ ^v-8-216

**217** ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ^v-8-217

**218** ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. ^v-8-218

**219** οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ ^v-8-219

**220** δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. ^v-8-220

**221** τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ^v-8-221

**222** ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. ^v-8-222

**223** ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, ^v-8-223

**224** οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οἰχαλιῆι, ^v-8-224

**225** οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. ^v-8-225

**226** τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας ^v-8-226

**227** ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων ^v-8-227

**228** ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. ^v-8-228

**229** δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. ^v-8-229

**230** οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ ^v-8-230

**231** Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην ^v-8-231

**232** κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ^v-8-232

**233** ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.” ^v-8-233

**234** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-8-234

**235** Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· ^v-8-235

**236** “ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, ^v-8-236

**237** ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ, ^v-8-237

**238** χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς ^v-8-238

**239** νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο, ^v-8-239

**240** ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· ^v-8-240

**241** ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ ^v-8-241

**242** εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι ^v-8-242

**243** δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν, ^v-8-243

**244** ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν ^v-8-244

**245** Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. ^v-8-245

**246** οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ^v-8-246

**247** ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, ^v-8-247

**248** αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε ^v-8-248

**249** εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. ^v-8-249

**250** ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, ^v-8-250

**251** παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν ^v-8-251

**252** οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων ^v-8-252

**253** ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ. ^v-8-253

**254** Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν ^v-8-254

**255** οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.” ^v-8-255

**256** ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ ^v-8-256

**257** οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος. ^v-8-257

**258** αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν ^v-8-258

**259** δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα, ^v-8-259

**260** λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα. ^v-8-260

**261** κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν ^v-8-261

**262** Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι ^v-8-262

**263** πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο, ^v-8-263

**264** πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς ^v-8-264

**265** μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ. ^v-8-265

**266** αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν ^v-8-266

**267** ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, ^v-8-267

**268** ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι ^v-8-268

**269** λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν ^v-8-269

**270** Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν ^v-8-270

**271** Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι. ^v-8-271

**272** Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, ^v-8-272

**273** βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων, ^v-8-273

**274** ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ^v-8-274

**275** ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν. ^v-8-275

**276** αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, ^v-8-276

**277** βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο, ^v-8-277

**278** ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ· ^v-8-278

**279** πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, ^v-8-279

**280** ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο, ^v-8-280

**281** οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο. ^v-8-281

**282** αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, ^v-8-282

**283** εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, ^v-8-283

**284** ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. ^v-8-284

**285** οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, ^v-8-285

**286** ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· ^v-8-286

**287** βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο ^v-8-287

**288** ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. ^v-8-288

**289** ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος ^v-8-289

**290** ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, ^v-8-290

**291** ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-8-291

**292** “δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· ^v-8-292

**293** οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη ^v-8-293

**294** οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.” ^v-8-294

**295** ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. ^v-8-295

**296** τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ ^v-8-296

**297** τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, ^v-8-297

**298** οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. ^v-8-298

**299** καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο. ^v-8-299

**300** ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις, ^v-8-300

**301** αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι· ^v-8-301

**302** Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον. ^v-8-302

**303** βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ· ^v-8-303

**304** ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει· ^v-8-304

**305** σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· ^v-8-305

**306** “Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, ^v-8-306

**307** δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, ^v-8-307

**308** ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη ^v-8-308

**309** αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, ^v-8-309

**310** οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε ^v-8-310

**311** ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, ^v-8-311

**312** ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ^v-8-312

**313** ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι ^v-8-313

**314** εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι. ^v-8-314

**315** οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως ^v-8-315

**316** καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω ^v-8-316

**317** εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, ^v-8-317

**318** εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, ^v-8-318

**319** ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, ^v-8-319

**320** οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.” ^v-8-320

**321** ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ· ^v-8-321

**322** ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης ^v-8-322

**323** Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων. ^v-8-323

**324** θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ^v-8-324

**325** ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· ^v-8-325

**326** ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι ^v-8-326

**327** τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. ^v-8-327

**328** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-8-328

**329** “οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ^v-8-329

**330** ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ^v-8-330

**331** ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, ^v-8-331

**332** χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.” ^v-8-332

**333** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-8-333

**334** Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ^v-8-334

**335** “Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, ^v-8-335

**336** ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς ^v-8-336

**337** εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;” ^v-8-337

**338** τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· ^v-8-338

**339** “αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· ^v-8-339

**340** δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ^v-8-340

**341** ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, ^v-8-341

**342** αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.” ^v-8-342

**343** ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν. ^v-8-343

**344** οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ ^v-8-344

**345** Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. ^v-8-345

**346** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-8-346

**347** “λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, ^v-8-347

**348** τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.” ^v-8-348

**349** τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις· ^v-8-349

**350** “μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· ^v-8-350

**351** δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. ^v-8-351

**352** πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν, ^v-8-352

**353** εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;” ^v-8-353

**354** τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· ^v-8-354

**355** “Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας ^v-8-355

**356** οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.” ^v-8-356

**357** τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· ^v-8-357

**358** “οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.” ^v-8-358

**359** ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο. ^v-8-359

**360** τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, ^v-8-360

**361** αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει, ^v-8-361

**362** ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ^v-8-362

**363** ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. ^v-8-363

**364** ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ^v-8-364

**365** ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ^v-8-365

**366** ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι. ^v-8-366

**367** ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς ^v-8-367

**368** τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι ^v-8-368

**369** Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. ^v-8-369

**370** Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν ^v-8-370

**371** μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν. ^v-8-371

**372** οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, ^v-8-372

**373** πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, ^v-8-373

**374** τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα ^v-8-374

**375** ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς ^v-8-375

**376** ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. ^v-8-376

**377** αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο, ^v-8-377

**378** ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ ^v-8-378

**379** ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι ^v-8-379

**380** ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει. ^v-8-380

**381** δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς· ^v-8-381

**382** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-8-382

**383** ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους, ^v-8-383

**384** ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.” ^v-8-384

**385** ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο, ^v-8-385

**386** αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· ^v-8-386

**387** “κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. ^v-8-387

**388** ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι. ^v-8-388

**389** ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές. ^v-8-389

**390** δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες ^v-8-390

**391** ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός· ^v-8-391

**392** τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα ^v-8-392

**393** καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. ^v-8-393

**394** αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν ^v-8-394

**395** ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. ^v-8-395

**396** Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι ^v-8-396

**397** καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.” ^v-8-397

**398** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον, ^v-8-398

**399** δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. ^v-8-399

**400** τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· ^v-8-400

**401** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-8-401

**402** τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις. ^v-8-402

**403** δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη ^v-8-403

**404** ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος ^v-8-404

**405** ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.” ^v-8-405

**406** ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον ^v-8-406

**407** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-8-407

**408** “χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται ^v-8-408

**409** δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. ^v-8-409

**410** σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι ^v-8-410

**411** δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.” ^v-8-411

**412** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-8-412

**413** “καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. ^v-8-413

**414** μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο ^v-8-414

**415** τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.” ^v-8-415

**416** ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον. ^v-8-416

**417** δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν. ^v-8-417

**418** καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί· ^v-8-418

**419** δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο ^v-8-419

**420** μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα. ^v-8-420

**421** τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο, ^v-8-421

**422** ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι. ^v-8-422

**423** δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο· ^v-8-423

**424** “δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη· ^v-8-424

**425** ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα. ^v-8-425

**426** ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ, ^v-8-426

**427** ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα ^v-8-427

**428** δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν, ^v-8-428

**429** δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. ^v-8-429

**430** καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω, ^v-8-430

**431** χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα ^v-8-431

**432** σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.” ^v-8-432

**433** ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν ^v-8-433

**434** ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. ^v-8-434

**435** αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, ^v-8-435

**436** ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι. ^v-8-436

**437** γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· ^v-8-437

**438** τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν ^v-8-438

**439** ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα, ^v-8-439

**440** ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν· ^v-8-440

**441** ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα, ^v-8-441

**442** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-8-442

**443** “αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον, ^v-8-443

**444** μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε ^v-8-444

**445** εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.” ^v-8-445

**446** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς, ^v-8-446

**447** αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν ^v-8-447

**448** ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη· ^v-8-448

**449** αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει ^v-8-449

**450** ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ ^v-8-450

**451** θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν, ^v-8-451

**452** ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο. ^v-8-452

**453** τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. ^v-8-453

**454** τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ^v-8-454

**455** ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, ^v-8-455

**456** ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας ^v-8-456

**457** ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα ^v-8-457

**458** στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ^v-8-458

**459** θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, ^v-8-459

**460** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-8-460

**461** “χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ ^v-8-461

**462** μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.” ^v-8-462

**463** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. ^v-8-463

**464** “Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, ^v-8-464

**465** οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, ^v-8-465

**466** οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι· ^v-8-466

**467** τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην ^v-8-467

**468** αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.” ^v-8-468

**469** ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα· ^v-8-469

**470** οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον. ^v-8-470

**471** κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, ^v-8-471

**472** Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν ^v-8-472

**473** μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας. ^v-8-473

**474** δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, ^v-8-474

**475** νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, ^v-8-475

**476** ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· ^v-8-476

**477** “κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, ^v-8-477

**478** Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ· ^v-8-478

**479** πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ ^v-8-479

**480** τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας ^v-8-480

**481** οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.” ^v-8-481

**482** ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν ^v-8-482

**483** ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. ^v-8-483

**484** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-8-484

**485** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-8-485

**486** δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· ^v-8-486

**487** “Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. ^v-8-487

**488** ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· ^v-8-488

**489** λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, ^v-8-489

**490** ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, ^v-8-490

**491** ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας. ^v-8-491

**492** ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον ^v-8-492

**493** δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, ^v-8-493

**494** ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς ^v-8-494

**495** ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. ^v-8-495

**496** αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, ^v-8-496

**497** αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, ^v-8-497

**498** ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.” ^v-8-498

**499** ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, ^v-8-499

**500** ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν ^v-8-500

**501** βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες, ^v-8-501

**502** Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα ^v-8-502

**503** ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ· ^v-8-503

**504** αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο. ^v-8-504

**505** ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον ^v-8-505

**506** ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, ^v-8-506

**507** ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, ^v-8-507

**508** ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, ^v-8-508

**509** ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, ^v-8-509

**510** τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· ^v-8-510

**511** αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ ^v-8-511

**512** δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι ^v-8-512

**513** Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ^v-8-513

**514** ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν ^v-8-514

**515** ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. ^v-8-515

**516** ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, ^v-8-516

**517** αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο ^v-8-517

**518** βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. ^v-8-518

**519** κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα ^v-8-519

**520** νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. ^v-8-520

**521** ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς ^v-8-521

**522** τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ^v-8-522

**523** ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, ^v-8-523

**524** ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, ^v-8-524

**525** ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ· ^v-8-525

**526** ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα ^v-8-526

**527** ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε ^v-8-527

**528** κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους ^v-8-528

**529** εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν· ^v-8-529

**530** τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί· ^v-8-530

**531** ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. ^v-8-531

**532** ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, ^v-8-532

**533** Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν, ^v-8-533

**534** ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. ^v-8-534

**535** αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· ^v-8-535

**536** “κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ^v-8-536

**537** Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν· ^v-8-537

**538** οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει. ^v-8-538

**539** ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, ^v-8-539

**540** ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο ^v-8-540

**541** ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν. ^v-8-541

**542** ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες, ^v-8-542

**543** ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως· ^v-8-543

**544** εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, ^v-8-544

**545** πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες. ^v-8-545

**546** ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται ^v-8-546

**547** ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι. ^v-8-547

**548** τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν ^v-8-548

**549** ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν. ^v-8-549

**550** εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ^v-8-550

**551** ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. ^v-8-551

**552** οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, ^v-8-552

**553** οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, ^v-8-553

**554** ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες. ^v-8-554

**555** εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, ^v-8-555

**556** ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες· ^v-8-556

**557** οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, ^v-8-557

**558** οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν· ^v-8-558

**559** ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, ^v-8-559

**560** καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ^v-8-560

**561** ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν ^v-8-561

**562** ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν ^v-8-562

**563** οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι. ^v-8-563

**564** ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα ^v-8-564

**565** Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι ^v-8-565

**566** ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. ^v-8-566

**567** φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα ^v-8-567

**568** ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ^v-8-568

**569** ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. ^v-8-569

**570** ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν ^v-8-570

**571** ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ· ^v-8-571

**572** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-8-572

**573** ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας ^v-8-573

**574** ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, ^v-8-574

**575** ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ^v-8-575

**576** οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. ^v-8-576

**577** εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ ^v-8-577

**578** Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων. ^v-8-578

**579** τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον ^v-8-579

**580** ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. ^v-8-580

**581** ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ ^v-8-581

**582** ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα ^v-8-582

**583** κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν; ^v-8-583

**584** ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, ^v-8-584

**585** ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων ^v-8-585

**586** γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.” ^v-8-586

### Livro 9

**1** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-9-1

**2** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-9-2

**3** ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ ^v-9-3

**4** τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. ^v-9-4

**5** οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι ^v-9-5

**6** ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, ^v-9-6

**7** δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ^v-9-7

**8** ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι ^v-9-8

**9** σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων ^v-9-9

**10** οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι· ^v-9-10

**11** τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. ^v-9-11

**12** σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα ^v-9-12

**13** εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω· ^v-9-13

**14** τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω; ^v-9-14

**15** κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες. ^v-9-15

**16** νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς ^v-9-16

**17** εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ ^v-9-17

**18** ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων. ^v-9-18

**19** εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ^v-9-19

**20** ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. ^v-9-20

**21** ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ ^v-9-21

**22** Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι ^v-9-22

**23** πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι, ^v-9-23

**24** Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. ^v-9-24

**25** αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται ^v-9-25

**26** πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε, ^v-9-26

**27** τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε ^v-9-27

**28** ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ^v-9-28

**29** ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων, ^v-9-29

**30** ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι· ^v-9-30

**31** ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν ^v-9-31

**32** Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι· ^v-9-32

**33** ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. ^v-9-33

**34** ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων ^v-9-34

**35** γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον ^v-9-35

**36** γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων. ^v-9-36

**37** εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω, ^v-9-37

**38** ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι. ^v-9-38

**39** Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, ^v-9-39

**40** Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς· ^v-9-40

**41** ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες ^v-9-41

**42** δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ^v-9-42

**43** ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας ^v-9-43

**44** ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο. ^v-9-44

**45** ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα ^v-9-45

**46** ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς· ^v-9-46

**47** τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν, ^v-9-47

**48** οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους, ^v-9-48

**49** ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων ^v-9-49

**50** ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. ^v-9-50

**51** ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ, ^v-9-51

**52** ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη ^v-9-52

**53** ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν. ^v-9-53

**54** στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι, ^v-9-54

**55** βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ^v-9-55

**56** ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, ^v-9-56

**57** τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας. ^v-9-57

**58** ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε, ^v-9-58

**59** καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς. ^v-9-59

**60** ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι ^v-9-60

**61** ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε. ^v-9-61

**62** ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ^v-9-62

**63** ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. ^v-9-63

**64** οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, ^v-9-64

**65** πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι, ^v-9-65

**66** οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες. ^v-9-66

**67** νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς ^v-9-67

**68** λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε ^v-9-68

**69** γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. ^v-9-69

**70** αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν ^v-9-70

**71** τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. ^v-9-71

**72** καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον, ^v-9-72

**73** αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε. ^v-9-73

**74** ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ ^v-9-74

**75** κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ^v-9-75

**76** ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, ^v-9-76

**77** ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες ^v-9-77

**78** ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. ^v-9-78

**79** καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν· ^v-9-79

**80** ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν ^v-9-80

**81** καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων. ^v-9-81

**82** ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν ^v-9-82

**83** πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν ^v-9-83

**84** γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν. ^v-9-84

**85** ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, ^v-9-85

**86** αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. ^v-9-86

**87** αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, ^v-9-87

**88** δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, ^v-9-88

**89** οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες ^v-9-89

**90** ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας. ^v-9-90

**91** οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν· ^v-9-91

**92** οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον ^v-9-92

**93** ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι. ^v-9-93

**94** τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν, ^v-9-94

**95** οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, ^v-9-95

**96** ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι ^v-9-96

**97** λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι. ^v-9-97

**98** τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, ^v-9-98

**99** νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας. ^v-9-99

**100** αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους ^v-9-100

**101** σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, ^v-9-101

**102** μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. ^v-9-102

**103** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ^v-9-103

**104** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-9-104

**105** ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ· ^v-9-105

**106** Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων ^v-9-106

**107** ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν ^v-9-107

**108** οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν, ^v-9-108

**109** ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, ^v-9-109

**110** πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν ^v-9-110

**111** οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. ^v-9-111

**112** τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, ^v-9-112

**113** ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ^v-9-113

**114** ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος ^v-9-114

**115** παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν. ^v-9-115

**116** νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, ^v-9-116

**117** γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, ^v-9-117

**118** ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν ^v-9-118

**119** ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, ^v-9-119

**120** οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην ^v-9-120

**121** ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες. ^v-9-121

**122** οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, ^v-9-122

**123** ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα ^v-9-123

**124** ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας. ^v-9-124

**125** οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, ^v-9-125

**126** οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν ^v-9-126

**127** νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα ^v-9-127

**128** ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ ^v-9-128

**129** ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν· ^v-9-129

**130** οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο. ^v-9-130

**131** οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα· ^v-9-131

**132** ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας ^v-9-132

**133** ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν. ^v-9-133

**134** ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ ^v-9-134

**135** εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας. ^v-9-135

**136** ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, ^v-9-136

**137** οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι, ^v-9-137

**138** ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων ^v-9-138

**139** θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. ^v-9-139

**140** αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, ^v-9-140

**141** κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν. ^v-9-141

**142** ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν ^v-9-142

**143** νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι· ^v-9-143

**144** ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη ^v-9-144

**145** οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν. ^v-9-145

**146** ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, ^v-9-146

**147** οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον ^v-9-147

**148** εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι. ^v-9-148

**149** κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, ^v-9-149

**150** ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· ^v-9-150

**151** ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. ^v-9-151

**152** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-9-152

**153** νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν. ^v-9-153

**154** ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, ^v-9-154

**155** αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. ^v-9-155

**156** αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους ^v-9-156

**157** εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες ^v-9-157

**158** βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην. ^v-9-158

**159** νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην ^v-9-159

**160** ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ. ^v-9-160

**161** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-9-161

**162** ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-9-162

**163** οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, ^v-9-163

**164** ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι ^v-9-164

**165** ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες. ^v-9-165

**166** Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, ^v-9-166

**167** καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν. ^v-9-167

**168** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, ^v-9-168

**169** δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-9-169

**170** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-9-170

**171** καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· ^v-9-171

**172** “ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι· ^v-9-172

**173** αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν ^v-9-173

**174** ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν, ^v-9-174

**175** ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ^v-9-175

**176** ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.” ^v-9-176

**177** ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους ^v-9-177

**178** αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. ^v-9-178

**179** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ^v-9-179

**180** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-9-180

**181** ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα, ^v-9-181

**182** ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης, ^v-9-182

**183** ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ ^v-9-183

**184** μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ ^v-9-184

**185** ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι ^v-9-185

**186** μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν. ^v-9-186

**187** ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα ^v-9-187

**188** οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους ^v-9-188

**189** πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη. ^v-9-189

**190** καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει ^v-9-190

**191** ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι ^v-9-191

**192** ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων. ^v-9-192

**193** δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους ^v-9-193

**194** αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι, ^v-9-194

**195** αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους ^v-9-195

**196** βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο ^v-9-196

**197** ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Ἐυάνθεος υἱός, ^v-9-197

**198** ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, ^v-9-198

**199** οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ ^v-9-199

**200** ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι ^v-9-200

**201** Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα· ^v-9-201

**202** χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα, ^v-9-202

**203** δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα ^v-9-203

**204** οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας ^v-9-204

**205** ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν ^v-9-205

**206** ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, ^v-9-206

**207** ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη. ^v-9-207

**208** τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, ^v-9-208

**209** ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα ^v-9-209

**210** χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει ^v-9-210

**211** θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν. ^v-9-211

**212** τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα ^v-9-212

**213** κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ ^v-9-213

**214** ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, ^v-9-214

**215** ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας. ^v-9-215

**216** καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον ^v-9-216

**217** εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα. ^v-9-217

**218** ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα. ^v-9-218

**219** ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ ^v-9-219

**220** ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται ^v-9-220

**221** ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, ^v-9-221

**222** χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα, ^v-9-222

**223** γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν. ^v-9-223

**224** ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν ^v-9-224

**225** τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα ^v-9-225

**226** καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας ^v-9-226

**227** σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ· ^v-9-227

**228** ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, ^v-9-228

**229** ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. ^v-9-229

**230** οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. ^v-9-230

**231** ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ ^v-9-231

**232** τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον ^v-9-232

**233** ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος ^v-9-233

**234** ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη, ^v-9-234

**235** ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· ^v-9-235

**236** ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου. ^v-9-236

**237** αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα ^v-9-237

**238** πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν, ^v-9-238

**239** ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς. ^v-9-239

**240** αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, ^v-9-240

**241** ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι ^v-9-241

**242** ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν· ^v-9-242

**243** τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν. ^v-9-243

**244** ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, ^v-9-244

**245** πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. ^v-9-245

**246** αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος ^v-9-246

**247** πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, ^v-9-247

**248** ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη ^v-9-248

**249** πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη. ^v-9-249

**250** αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, ^v-9-250

**251** καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· ^v-9-251

**252** “ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ^v-9-252

**253** ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, ^v-9-253

**254** οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται ^v-9-254

**255** ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;” ^v-9-255

**256** ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ, ^v-9-256

**257** δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον. ^v-9-257

**258** ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· ^v-9-258

**259** “ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ ^v-9-259

**260** παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, ^v-9-260

**261** οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα ^v-9-261

**262** ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι. ^v-9-262

**263** λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι, ^v-9-263

**264** τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί· ^v-9-264

**265** τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς ^v-9-265

**266** πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα ^v-9-266

**267** ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως ^v-9-267

**268** δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν. ^v-9-268

**269** ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν, ^v-9-269

**270** Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, ^v-9-270

**271** ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.” ^v-9-271

**272** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· ^v-9-272

**273** “νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, ^v-9-273

**274** ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· ^v-9-274

**275** οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν ^v-9-275

**276** οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· ^v-9-276

**277** οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην ^v-9-277

**278** οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι. ^v-9-278

**279** ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα, ^v-9-279

**280** ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.” ^v-9-280

**281** ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά, ^v-9-281

**282** ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· ^v-9-282

**283** “νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων ^v-9-283

**284** πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, ^v-9-284

**285** ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν· ^v-9-285

**286** αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.” ^v-9-286

**287** ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ, ^v-9-287

**288** ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε, ^v-9-288

**289** σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ ^v-9-289

**290** κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. ^v-9-290

**291** τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον· ^v-9-291

**292** ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν, ^v-9-292

**293** ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα. ^v-9-293

**294** ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας, ^v-9-294

**295** σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν. ^v-9-295

**296** αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν ^v-9-296

**297** ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων, ^v-9-297

**298** κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων. ^v-9-298

**299** τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν ^v-9-299

**300** ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, ^v-9-300

**301** οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, ^v-9-301

**302** χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν. ^v-9-302

**303** αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον· ^v-9-303

**304** οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων ^v-9-304

**305** χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν. ^v-9-305

**306** ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. ^v-9-306

**307** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-9-307

**308** καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα, ^v-9-308

**309** πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. ^v-9-309

**310** αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, ^v-9-310

**311** σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον. ^v-9-311

**312** δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα, ^v-9-312

**313** ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα ^v-9-313

**314** ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη. ^v-9-314

**315** πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα ^v-9-315

**316** Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων, ^v-9-316

**317** εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη. ^v-9-317

**318** ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. ^v-9-318

**319** Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ, ^v-9-319

**320** χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη ^v-9-320

**321** αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες ^v-9-321

**322** ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, ^v-9-322

**323** φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα· ^v-9-323

**324** τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι. ^v-9-324

**325** τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς ^v-9-325

**326** καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα· ^v-9-326

**327** οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς ^v-9-327

**328** ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ. ^v-9-328

**329** καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ, ^v-9-329

**330** ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή· ^v-9-330

**331** αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον, ^v-9-331

**332** ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας ^v-9-332

**333** τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι. ^v-9-333

**334** οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι, ^v-9-334

**335** τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην. ^v-9-335

**336** ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων. ^v-9-336

**337** αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα ^v-9-337

**338** πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς, ^v-9-338

**339** ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. ^v-9-339

**340** αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, ^v-9-340

**341** ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, ^v-9-341

**342** πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. ^v-9-342

**343** αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, ^v-9-343

**344** σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον. ^v-9-344

**345** καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, ^v-9-345

**346** κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο· ^v-9-346

**347** “Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ^v-9-347

**348** ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει ^v-9-348

**349** ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας ^v-9-349

**350** οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς. ^v-9-350

**351** σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο ^v-9-351

**352** ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;” ^v-9-352

**353** ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς ^v-9-353

**354** ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις· ^v-9-354

**355** “δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ ^v-9-355

**356** αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς· ^v-9-356

**357** καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα ^v-9-357

**358** οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει· ^v-9-358

**359** ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.” ^v-9-359

**360** ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον. ^v-9-360

**361** τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν. ^v-9-361

**362** αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, ^v-9-362

**363** καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· ^v-9-363

**364** “Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι ^v-9-364

**365** ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης. ^v-9-365

**366** Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι ^v-9-366

**367** μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.” ^v-9-367

**368** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· ^v-9-368

**369** “Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, ^v-9-369

**370** τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.” ^v-9-370

**371** ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα ^v-9-371

**372** κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος ^v-9-372

**373** ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος ^v-9-373

**374** ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων. ^v-9-374

**375** καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, ^v-9-375

**376** ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους ^v-9-376

**377** θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη. ^v-9-377

**378** ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν ^v-9-378

**379** ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, ^v-9-379

**380** καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι ^v-9-380

**381** ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων. ^v-9-381

**382** οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ, ^v-9-382

**383** ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς ^v-9-383

**384** δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ ^v-9-384

**385** τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι ^v-9-385

**386** ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί. ^v-9-386

**387** ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες ^v-9-387

**388** δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα. ^v-9-388

**389** πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ ^v-9-389

**390** γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. ^v-9-390

**391** ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον ^v-9-391

**392** εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα ^v-9-392

**393** φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν ^v-9-393

**394** ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. ^v-9-394

**395** σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη, ^v-9-395

**396** ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν ^v-9-396

**397** ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. ^v-9-397

**398** τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων, ^v-9-398

**399** αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς ^v-9-399

**400** ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας. ^v-9-400

**401** οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος, ^v-9-401

**402** ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι· ^v-9-402

**403** “τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας ^v-9-403

**404** νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα; ^v-9-404

**405** ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει; ^v-9-405

**406** ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;” ^v-9-406

**407** τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· ^v-9-407

**408** “ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.” ^v-9-408

**409** οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον· ^v-9-409

**410** “εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, ^v-9-410

**411** νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ^v-9-411

**412** ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.” ^v-9-412

**413** ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ, ^v-9-413

**414** ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. ^v-9-414

**415** Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι ^v-9-415

**416** χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων, ^v-9-416

**417** αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας, ^v-9-417

**418** εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε· ^v-9-418

**419** οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι. ^v-9-419

**420** αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο, ^v-9-420

**421** εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ ^v-9-421

**422** εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον ^v-9-422

**423** ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. ^v-9-423

**424** ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. ^v-9-424

**425** ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι, ^v-9-425

**426** καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες· ^v-9-426

**427** τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν, ^v-9-427

**428** τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς, ^v-9-428

**429** σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, ^v-9-429

**430** τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. ^v-9-430

**431** τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε— ^v-9-431

**432** ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων, ^v-9-432

**433** τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς ^v-9-433

**434** κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο ^v-9-434

**435** νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. ^v-9-435

**436** ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. ^v-9-436

**437** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-9-437

**438** καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα, ^v-9-438

**439** θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς· ^v-9-439

**440** οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι ^v-9-440

**441** τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα ^v-9-441

**442** ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν, ^v-9-442

**443** ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο. ^v-9-443

**444** ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε ^v-9-444

**445** λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. ^v-9-445

**446** τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος· ^v-9-446

**447** “κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων ^v-9-447

**448** ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, ^v-9-448

**449** ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης ^v-9-449

**450** μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, ^v-9-450

**451** πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι ^v-9-451

**452** ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος ^v-9-452

**453** ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε ^v-9-453

**454** σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, ^v-9-454

**455** Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. ^v-9-455

**456** εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο ^v-9-456

**457** εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει· ^v-9-457

**458** τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ ^v-9-458

**459** θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ ^v-9-459

**460** λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.” ^v-9-460

**461** ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε. ^v-9-461

**462** ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς ^v-9-462

**463** πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους. ^v-9-463

**464** καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, ^v-9-464

**465** πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα ^v-9-465

**466** ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, ^v-9-466

**467** οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες. ^v-9-467

**468** ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, ^v-9-468

**469** κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα ^v-9-469

**470** πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. ^v-9-470

**471** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ^v-9-471

**472** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-9-472

**473** ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, ^v-9-473

**474** καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι· ^v-9-474

**475** “Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους ^v-9-475

**476** ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι. ^v-9-476

**477** καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, ^v-9-477

**478** σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ ^v-9-478

**479** ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.” ^v-9-479

**480** ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, ^v-9-480

**481** ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο, ^v-9-481

**482** κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο ^v-9-482

**483** τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι, ^v-9-483

**484** ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· ^v-9-484

**485** τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, ^v-9-485

**486** πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι. ^v-9-486

**487** αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν ^v-9-487

**488** ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα ^v-9-488

**489** ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, ^v-9-489

**490** κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον. ^v-9-490

**491** ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, ^v-9-491

**492** καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι ^v-9-492

**493** μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· ^v-9-493

**494** “σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα; ^v-9-494

**495** ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα ^v-9-495

**496** αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι. ^v-9-496

**497** εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, ^v-9-497

**498** σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα ^v-9-498

**499** μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.” ^v-9-499

**500** ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, ^v-9-500

**501** ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ· ^v-9-501

**502** “Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων ^v-9-502

**503** ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, ^v-9-503

**504** φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, ^v-9-504

**505** υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.” ^v-9-505

**506** ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· ^v-9-506

**507** “ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει. ^v-9-507

**508** ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε, ^v-9-508

**509** Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο ^v-9-509

**510** καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν· ^v-9-510

**511** ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, ^v-9-511

**512** χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς. ^v-9-512

**513** ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ^v-9-513

**514** ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· ^v-9-514

**515** νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς ^v-9-515

**516** ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ. ^v-9-516

**517** ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω ^v-9-517

**518** πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· ^v-9-518

**519** τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. ^v-9-519

**520** αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος ^v-9-520

**521** οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.” ^v-9-521

**522** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-9-522

**523** “αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην ^v-9-523

**524** εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ^v-9-524

**525** ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.” ^v-9-525

**526** ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι ^v-9-526

**527** εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· ^v-9-527

**528** “κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα, ^v-9-528

**529** εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, ^v-9-529

**530** δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι ^v-9-530

**531** υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. ^v-9-531

**532** ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι ^v-9-532

**533** οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ^v-9-533

**534** ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, ^v-9-534

**535** νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.” ^v-9-535

**536** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης. ^v-9-536

**537** αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας ^v-9-537

**538** ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, ^v-9-538

**539** κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο ^v-9-539

**540** τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι. ^v-9-540

**541** ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· ^v-9-541

**542** τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι. ^v-9-542

**543** ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι ^v-9-543

**544** νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι ^v-9-544

**545** ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, ^v-9-545

**546** νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ^v-9-546

**547** ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-9-547

**548** μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες ^v-9-548

**549** δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ^v-9-549

**550** ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι ^v-9-550

**551** μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ ^v-9-551

**552** Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, ^v-9-552

**553** ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, ^v-9-553

**554** ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι ^v-9-554

**555** νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. ^v-9-555

**556** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-9-556

**557** ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-9-557

**558** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, ^v-9-558

**559** δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-9-559

**560** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-9-560

**561** δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα ^v-9-561

**562** αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· ^v-9-562

**563** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ^v-9-563

**564** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-9-564

**565** ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ^v-9-565

**566** ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.” ^v-9-566

### Livro 10

**1** “Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν ^v-10-1

**2** Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, ^v-10-2

**3** πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος ^v-10-3

**4** χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη. ^v-10-4

**5** τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ^v-10-5

**6** ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες· ^v-10-6

**7** ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. ^v-10-7

**8** οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ ^v-10-8

**9** δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, ^v-10-9

**10** κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ^v-10-10

**11** ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν ^v-10-11

**12** εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι. ^v-10-12

**13** καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά. ^v-10-13

**14** μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, ^v-10-14

**15** Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· ^v-10-15

**16** καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. ^v-10-16

**17** ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον ^v-10-17

**18** πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. ^v-10-18

**19** δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, ^v-10-19

**20** ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· ^v-10-20

**21** κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, ^v-10-21

**22** ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι. ^v-10-22

**23** νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ^v-10-23

**24** ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· ^v-10-24

**25** αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, ^v-10-25

**26** ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν ^v-10-26

**27** ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν. ^v-10-27

**28** ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, ^v-10-28

**29** τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, ^v-10-29

**30** καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· ^v-10-30

**31** ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, ^v-10-31

**32** αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ ^v-10-32

**33** δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· ^v-10-33

**34** οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, ^v-10-34

**35** καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι ^v-10-35

**36** δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. ^v-10-36

**37** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-10-37

**38** “ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ^v-10-38

**39** ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται. ^v-10-39

**40** πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ^v-10-40

**41** ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες ^v-10-41

**42** οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες· ^v-10-42

**43** καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι ^v-10-43

**44** Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν, ^v-10-44

**45** ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.” ^v-10-45

**46** ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων· ^v-10-46

**47** ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν. ^v-10-47

**48** τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα ^v-10-48

**49** κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε ^v-10-49

**50** ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, ^v-10-50

**51** ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, ^v-10-51

**52** ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην. ^v-10-52

**53** ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ ^v-10-53

**54** κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ ^v-10-54

**55** αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι. ^v-10-55

**56** ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, ^v-10-56

**57** αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. ^v-10-57

**58** αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, ^v-10-58

**59** δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον ^v-10-59

**60** βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον ^v-10-60

**61** δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν. ^v-10-61

**62** ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ ^v-10-62

**63** ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο· ^v-10-63

**64** “πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων; ^v-10-64

**65** ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο ^v-10-65

**66** πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.” ^v-10-66

**67** ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ· ^v-10-67

**68** “ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος ^v-10-68

**69** σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.” ^v-10-69

**70** ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν, ^v-10-70

**71** οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ· ^v-10-71

**72** “ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων· ^v-10-72

**73** οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν ^v-10-73

**74** ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν· ^v-10-74

**75** ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.” ^v-10-75

**76** ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ^v-10-76

**77** ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ. ^v-10-77

**78** τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς ^v-10-78

**79** ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή. ^v-10-79

**80** ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, ^v-10-80

**81** ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, ^v-10-81

**82** Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν ^v-10-82

**83** ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει. ^v-10-83

**84** ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς, ^v-10-84

**85** τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων· ^v-10-85

**86** ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι. ^v-10-86

**87** ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη ^v-10-87

**88** ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ^v-10-88

**89** ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν ^v-10-89

**90** ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν, ^v-10-90

**91** ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας. ^v-10-91

**92** αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο ^v-10-92

**93** πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ, ^v-10-93

**94** οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη· ^v-10-94

**95** αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν, ^v-10-95

**96** αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· ^v-10-96

**97** ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών. ^v-10-97

**98** ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα, ^v-10-98

**99** καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα. ^v-10-99

**100** δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, ^v-10-100

**101** οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες, ^v-10-101

**102** ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας. ^v-10-102

**103** οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι ^v-10-103

**104** ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην, ^v-10-104

**105** κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ, ^v-10-105

**106** θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ^v-10-106

**107** ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον ^v-10-107

**108** Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον· ^v-10-108

**109** οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο ^v-10-109

**110** ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι· ^v-10-110

**111** ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. ^v-10-111

**112** οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα ^v-10-112

**113** εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν. ^v-10-113

**114** ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, ^v-10-114

**115** ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. ^v-10-115

**116** αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον· ^v-10-116

**117** τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην. ^v-10-117

**118** αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες ^v-10-118

**119** φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, ^v-10-119

**120** μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. ^v-10-120

**121** οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν ^v-10-121

**122** βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει ^v-10-122

**123** ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων· ^v-10-123

**124** ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο. ^v-10-124

**125** ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, ^v-10-125

**126** τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-10-126

**127** τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο. ^v-10-127

**128** αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα ^v-10-128

**129** ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν· ^v-10-129

**130** οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. ^v-10-130

**131** ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας ^v-10-131

**132** νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο. ^v-10-132

**133** ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ^v-10-133

**134** ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. ^v-10-134

**135** Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε ^v-10-135

**136** Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ^v-10-136

**137** αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο· ^v-10-137

**138** ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο ^v-10-138

**139** μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα. ^v-10-139

**140** ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ ^v-10-140

**141** ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν. ^v-10-141

**142** ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας ^v-10-142

**143** κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ^v-10-143

**144** ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, ^v-10-144

**145** καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ ^v-10-145

**146** καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, ^v-10-146

**147** εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ^v-10-147

**148** ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, ^v-10-148

**149** καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, ^v-10-149

**150** Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. ^v-10-150

**151** μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-10-151

**152** ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν. ^v-10-152

**153** ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, ^v-10-153

**154** πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ^v-10-154

**155** δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. ^v-10-155

**156** ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, ^v-10-156

**157** καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, ^v-10-157

**158** ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ^v-10-158

**159** ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης ^v-10-159

**160** πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. ^v-10-160

**161** τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα ^v-10-161

**162** πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, ^v-10-162

**163** κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. ^v-10-163

**164** τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς ^v-10-164

**165** εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ ^v-10-165

**166** εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, ^v-10-166

**167** πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν ^v-10-167

**168** πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, ^v-10-168

**169** βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν ^v-10-169

**170** ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου ^v-10-170

**171** χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν. ^v-10-171

**172** κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους ^v-10-172

**173** μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· ^v-10-173

**174** “ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ ^v-10-174

**175** εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ· ^v-10-175

**176** ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, ^v-10-176

**177** μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.” ^v-10-177

**178** ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, ^v-10-178

**179** ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο ^v-10-179

**180** θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν. ^v-10-180

**181** αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, ^v-10-181

**182** χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα. ^v-10-182

**183** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-10-183

**184** ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-10-184

**185** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, ^v-10-185

**186** δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-10-186

**187** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-10-187

**188** καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· ^v-10-188

**189** “κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι· ^v-10-189

**190** ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, ^v-10-190

**191** οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, ^v-10-191

**192** οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον ^v-10-192

**193** εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὐκ οἴομαι εἶναι. ^v-10-193

**194** εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν ^v-10-194

**195** νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· ^v-10-195

**196** αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ ^v-10-196

**197** ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.” ^v-10-197

**198** ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ ^v-10-198

**199** μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο ^v-10-199

**200** Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο. ^v-10-200

**201** κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες· ^v-10-201

**202** ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. ^v-10-202

**203** αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους ^v-10-203

**204** ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα· ^v-10-204

**205** τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής. ^v-10-205

**206** κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα· ^v-10-206

**207** ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο. ^v-10-207

**208** βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι ^v-10-208

**209** κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν. ^v-10-209

**210** εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης ^v-10-210

**211** ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ· ^v-10-211

**212** ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, ^v-10-212

**213** τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν. ^v-10-213

**214** οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε ^v-10-214

**215** οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. ^v-10-215

**216** ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα ^v-10-216

**217** σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ^v-10-217

**218** ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες ^v-10-218

**219** σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα. ^v-10-219

**220** ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο, ^v-10-220

**221** Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ^v-10-221

**222** ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων ^v-10-222

**223** λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. ^v-10-223

**224** τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν, ^v-10-224

**225** ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· ^v-10-225

**226** “ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν ^v-10-226

**227** καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν, ^v-10-227

**228** ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.” ^v-10-228

**229** ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες. ^v-10-229

**230** ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς ^v-10-230

**231** καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· ^v-10-231

**232** Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι. ^v-10-232

**233** εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε, ^v-10-233

**234** ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν ^v-10-234

**235** οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ ^v-10-235

**236** φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. ^v-10-236

**237** αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα ^v-10-237

**238** ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. ^v-10-238

**239** οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε ^v-10-239

**240** καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ. ^v-10-240

**241** ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη ^v-10-241

**242** πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης ^v-10-242

**243** ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. ^v-10-243

**244** Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν ^v-10-244

**245** ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. ^v-10-245

**246** οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ, ^v-10-246

**247** κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε ^v-10-247

**248** δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός. ^v-10-248

**249** ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες, ^v-10-249

**250** καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον· ^v-10-250

**251** “ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ· ^v-10-251

**252** εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ ^v-10-252

**253** ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ. ^v-10-253

**254** ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν, ^v-10-254

**255** ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. ^v-10-255

**256** ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς ^v-10-256

**257** καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· ^v-10-257

**258** αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι. ^v-10-258

**259** οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ^v-10-259

**260** ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.” ^v-10-260

**261** ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ^v-10-261

**262** ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα· ^v-10-262

**263** τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι. ^v-10-263

**264** αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων ^v-10-264

**265** καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-10-265

**266** “μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ. ^v-10-266

**267** οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον ^v-10-267

**268** ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον ^v-10-268

**269** φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.” ^v-10-269

**270** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-10-270

**271** “Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ ^v-10-271

**272** ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ· ^v-10-272

**273** αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.” ^v-10-273

**274** ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. ^v-10-274

**275** ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας ^v-10-275

**276** Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα, ^v-10-276

**277** ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν ^v-10-277

**278** ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς, ^v-10-278

**279** πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη· ^v-10-279

**280** ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-10-280

**281** “πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος, ^v-10-281

**282** χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης ^v-10-282

**283** ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. ^v-10-283

**284** ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι ^v-10-284

**285** αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι. ^v-10-285

**286** ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. ^v-10-286

**287** τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης ^v-10-287

**288** ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ. ^v-10-288

**289** πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης. ^v-10-289

**290** τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. ^v-10-290

**291** ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει ^v-10-291

**292** φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα. ^v-10-292

**293** ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, ^v-10-293

**294** δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-10-294

**295** Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων. ^v-10-295

**296** ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι· ^v-10-296

**297** ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν, ^v-10-297

**298** ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ· ^v-10-298

**299** ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, ^v-10-299

**300** μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, ^v-10-300

**301** μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.” ^v-10-301

**302** ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης ^v-10-302

**303** ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ^v-10-303

**304** ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· ^v-10-304

**305** μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν ^v-10-305

**306** ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται. ^v-10-306

**307** Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον ^v-10-307

**308** νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης ^v-10-308

**309** ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. ^v-10-309

**310** ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· ^v-10-310

**311** ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς. ^v-10-311

**312** ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς ^v-10-312

**313** καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ. ^v-10-313

**314** εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου ^v-10-314

**315** καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· ^v-10-315

**316** τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, ^v-10-316

**317** ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ. ^v-10-317

**318** αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε, ^v-10-318

**319** ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-10-319

**320** “ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.” ^v-10-320

**321** ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-10-321

**322** Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων. ^v-10-322

**323** ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, ^v-10-323

**324** καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-10-324

**325** “τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ^v-10-325

**326** θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης· ^v-10-326

**327** οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη, ^v-10-327

**328** ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. ^v-10-328

**329** σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. ^v-10-329

**330** ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ ^v-10-330

**331** φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, ^v-10-331

**332** ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ. ^v-10-332

**333** ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα ^v-10-333

**334** εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε ^v-10-334

**335** εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.” ^v-10-335

**336** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-10-336

**337** “ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, ^v-10-337

**338** ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους, ^v-10-338

**339** αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις ^v-10-339

**340** ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, ^v-10-340

**341** ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς. ^v-10-341

**342** οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, ^v-10-342

**343** εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι ^v-10-343

**344** μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.” ^v-10-344

**345** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον. ^v-10-345

**346** αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ^v-10-346

**347** καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. ^v-10-347

**348** ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο ^v-10-348

**349** τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι· ^v-10-349

**350** γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων ^v-10-350

**351** ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι. ^v-10-351

**352** τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ ^v-10-352

**353** πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν· ^v-10-353

**354** ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας ^v-10-354

**355** ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια· ^v-10-355

**356** ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ^v-10-356

**357** ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα· ^v-10-357

**358** ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε ^v-10-358

**359** πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ. ^v-10-359

**360** αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ^v-10-360

**361** ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο, ^v-10-361

**362** θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων, ^v-10-362

**363** ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων. ^v-10-363

**364** αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, ^v-10-364

**365** ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, ^v-10-365

**366** εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου ^v-10-366

**367** καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· ^v-10-367

**368** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-10-368

**369** καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-10-369

**370** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-10-370

**371** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, ^v-10-371

**372** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ^v-10-372

**373** ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ, ^v-10-373

**374** ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός. ^v-10-374

**375** Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ ^v-10-375

**376** χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, ^v-10-376

**377** ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-10-377

**378** “τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ, ^v-10-378

**379** θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος; ^v-10-379

**380** ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ ^v-10-380

**381** δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.” ^v-10-381

**382** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-10-382

**383** “ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, ^v-10-383

**384** πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, ^v-10-384

**385** πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; ^v-10-385

**386** ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, ^v-10-386

**387** λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.” ^v-10-387

**388** ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει ^v-10-388

**389** ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ, ^v-10-389

**390** ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν. ^v-10-390

**391** οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν ^v-10-391

**392** ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο. ^v-10-392

**393** τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε ^v-10-393

**394** φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη· ^v-10-394

**395** ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, ^v-10-395

**396** καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι. ^v-10-396

**397** ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος. ^v-10-397

**398** πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα ^v-10-398

**399** σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή. ^v-10-399

**400** ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· ^v-10-400

**401** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-10-401

**402** ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. ^v-10-402

**403** νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε, ^v-10-403

**404** κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα· ^v-10-404

**405** αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.” ^v-10-405

**406** ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ, ^v-10-406

**407** βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. ^v-10-407

**408** εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους ^v-10-408

**409** οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας. ^v-10-409

**410** ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, ^v-10-410

**411** ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, ^v-10-411

**412** πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ ^v-10-412

**413** ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι· ^v-10-413

**414** μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, ^v-10-414

**415** δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς ^v-10-415

**416** ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν ^v-10-416

**417** τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο. ^v-10-417

**418** καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· ^v-10-418

**419** “σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, ^v-10-419

**420** ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· ^v-10-420

**421** ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.” ^v-10-421

**422** ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι· ^v-10-422

**423** “νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, ^v-10-423

**424** κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα· ^v-10-424

**425** αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, ^v-10-425

**426** ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης ^v-10-426

**427** πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.” ^v-10-427

**428** ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. ^v-10-428

**429** Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· ^v-10-429

**430** καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-10-430

**431** “ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων; ^v-10-431

**432** Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ^v-10-432

**433** ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας, ^v-10-433

**434** οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ, ^v-10-434

**435** ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο ^v-10-435

**436** ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς· ^v-10-436

**437** τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.” ^v-10-437

**438** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα, ^v-10-438

**439** σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, ^v-10-439

**440** τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι, ^v-10-440

**441** καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι ^v-10-441

**442** μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· ^v-10-442

**443** “διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις, ^v-10-443

**444** αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι· ^v-10-444

**445** ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.” ^v-10-445

**446** ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. ^v-10-446

**447** οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο, ^v-10-447

**448** ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. ^v-10-448

**449** τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη ^v-10-449

**450** ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, ^v-10-450

**451** ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας· ^v-10-451

**452** δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν. ^v-10-452

**453** οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα, ^v-10-453

**454** κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα. ^v-10-454

**455** ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· ^v-10-455

**457** “μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ ^v-10-457

**458** ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, ^v-10-458

**459** ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου. ^v-10-459

**460** ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, ^v-10-460

**461** εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε, ^v-10-461

**462** οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν ^v-10-462

**463** τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι, ^v-10-463

**464** αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν ^v-10-464

**465** θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.” ^v-10-465

**466** ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-10-466

**467** ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν ^v-10-467

**468** ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-10-468

**469** ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι ^v-10-469

**470** μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη, ^v-10-470

**471** καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι· ^v-10-471

**472** “δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, ^v-10-472

**473** εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι ^v-10-473

**474** οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.” ^v-10-474

**475** ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-10-475

**476** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-10-476

**477** ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-10-477

**478** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, ^v-10-478

**479** οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα. ^v-10-479

**480** αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς ^v-10-480

**481** γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς· ^v-10-481

**482** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-10-482

**483** “ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, ^v-10-483

**484** οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη, ^v-10-484

**485** ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ ^v-10-485

**486** ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.” ^v-10-486

**487** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· ^v-10-487

**488** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-10-488

**489** μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ. ^v-10-489

**490** ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι ^v-10-490

**491** εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, ^v-10-491

**492** ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, ^v-10-492

**493** μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι· ^v-10-493

**494** τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια, ^v-10-494

**495** οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.” ^v-10-495

**496** ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ· ^v-10-496

**497** κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ ^v-10-497

**498** ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. ^v-10-498

**499** αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην, ^v-10-499

**500** καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· ^v-10-500

**501** “ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; ^v-10-501

**502** εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.” ^v-10-502

**503** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· ^v-10-503

**504** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-10-504

**505** μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, ^v-10-505

**506** ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας ^v-10-506

**507** ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. ^v-10-507

**508** ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς, ^v-10-508

**509** ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, ^v-10-509

**510** μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, ^v-10-510

**511** νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ, ^v-10-511

**512** αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα. ^v-10-512

**513** ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν ^v-10-513

**514** Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, ^v-10-514

**515** πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· ^v-10-515

**516** ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, ^v-10-516

**517** βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ^v-10-517

**518** ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, ^v-10-518

**519** πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, ^v-10-519

**520** τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν. ^v-10-520

**521** πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ^v-10-521

**522** ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ^v-10-522

**523** ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, ^v-10-523

**524** Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ ^v-10-524

**525** παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. ^v-10-525

**526** αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, ^v-10-526

**527** ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν ^v-10-527

**528** εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι ^v-10-528

**529** ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ ^v-10-529

**530** ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. ^v-10-530

**531** δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι ^v-10-531

**532** μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, ^v-10-532

**533** δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ^v-10-533

**534** ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· ^v-10-534

**535** αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-10-535

**536** ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα ^v-10-536

**537** αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ^v-10-537

**538** ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, ^v-10-538

**539** ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου ^v-10-539

**540** νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.” ^v-10-540

**541** ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ^v-10-541

**542** ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· ^v-10-542

**543** αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, ^v-10-543

**544** λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ ^v-10-544

**545** καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. ^v-10-545

**546** αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους ^v-10-546

**547** μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· ^v-10-547

**548** “μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ^v-10-548

**549** ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.” ^v-10-549

**550** ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-10-550

**551** οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους. ^v-10-551

**552** Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην ^v-10-552

**553** ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς· ^v-10-553

**554** ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, ^v-10-554

**555** ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. ^v-10-555

**556** κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ^v-10-556

**557** ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν ^v-10-557

**558** ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, ^v-10-558

**559** ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν ^v-10-559

**560** ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν. ^v-10-560

**561** ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον· ^v-10-561

**562** “φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ^v-10-562

**563** ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, ^v-10-563

**564** εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ^v-10-564

**565** ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.” ^v-10-565

**566** ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ^v-10-566

**567** ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας· ^v-10-567

**568** ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. ^v-10-568

**569** ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ^v-10-569

**570** ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, ^v-10-570

**571** τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ ^v-10-571

**572** ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, ^v-10-572

**573** ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα ^v-10-573

**574** ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;” ^v-10-574

### Livro 11

**1** “αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, ^v-11-1

**2** νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ^v-11-2

**3** ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, ^v-11-3

**4** ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ ^v-11-4

**5** βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. ^v-11-5

**6** ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο ^v-11-6

**7** ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, ^v-11-7

**8** Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. ^v-11-8

**9** ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ^v-11-9

**10** ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. ^v-11-10

**11** τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης· ^v-11-11

**12** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. ^v-11-12

**13** ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο. ^v-11-13

**14** ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ^v-11-14

**15** ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς ^v-11-15

**16** ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, ^v-11-16

**17** οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, ^v-11-17

**18** οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται, ^v-11-18

**19** ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. ^v-11-19

**20** νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα ^v-11-20

**21** εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο ^v-11-21

**22** ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη. ^v-11-22

**23** ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε ^v-11-23

**24** ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-11-24

**25** βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ^v-11-25

**26** ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, ^v-11-26

**27** πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, ^v-11-27

**28** τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. ^v-11-28

**29** πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ^v-11-29

**30** ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ^v-11-30

**31** ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, ^v-11-31

**32** Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ ^v-11-32

**33** παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. ^v-11-33

**34** τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ^v-11-34

**35** ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ^v-11-35

**36** ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο ^v-11-36

**37** ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. ^v-11-37

**38** νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες ^v-11-38

**39** παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, ^v-11-39

**40** πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ^v-11-40

**41** ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες· ^v-11-41

**42** οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος ^v-11-42

**43** θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. ^v-11-43

**44** δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα ^v-11-44

**45** μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, ^v-11-45

**46** δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ^v-11-46

**47** ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· ^v-11-47

**48** αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-11-48

**49** ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα ^v-11-49

**50** αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ^v-11-50

**51** πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· ^v-11-51

**52** οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· ^v-11-52

**53** σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς ^v-11-53

**54** ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. ^v-11-54

**55** τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, ^v-11-55

**56** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-11-56

**57** “Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; ^v-11-57

**58** ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.” ^v-11-58

**59** ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· ^v-11-59

**60** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-11-60

**61** ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. ^v-11-61

**62** Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα ^v-11-62

**63** ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, ^v-11-63

**64** ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν ^v-11-64

**65** ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε. ^v-11-65

**66** νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, ^v-11-66

**67** πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, ^v-11-67

**68** Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· ^v-11-68

**69** οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο ^v-11-69

**70** νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα· ^v-11-70

**71** ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο. ^v-11-71

**72** μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν ^v-11-72

**73** νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι, ^v-11-73

**74** ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, ^v-11-74

**75** σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ^v-11-75

**76** ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι. ^v-11-76

**77** ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, ^v-11-77

**78** τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.” ^v-11-78

**79** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-79

**80** “ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.” ^v-11-80

**81** νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ^v-11-81

**82** ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, ^v-11-82

**83** εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν· ^v-11-83

**84** ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, ^v-11-84

**85** Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, ^v-11-85

**86** τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. ^v-11-86

**87** τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· ^v-11-87

**88** ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, ^v-11-88

**89** αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ^v-11-89

**90** ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο ^v-11-90

**91** χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· ^v-11-91

**92** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-11-92

**93** τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο ^v-11-93

**94** ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; ^v-11-94

**95** ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, ^v-11-95

**96** αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.” ^v-11-96

**97** ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον ^v-11-97

**98** κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, ^v-11-98

**99** καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· ^v-11-99

**100** “νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· ^v-11-100

**101** τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω ^v-11-101

**102** λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ ^v-11-102

**103** χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ^v-11-103

**104** ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, ^v-11-104

**105** αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, ^v-11-105

**106** ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα ^v-11-106

**107** Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, ^v-11-107

**108** βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα ^v-11-108

**109** Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. ^v-11-109

**110** τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, ^v-11-110

**111** καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· ^v-11-111

**112** εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, ^v-11-112

**113** νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, ^v-11-113

**114** ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, ^v-11-114

**115** νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, ^v-11-115

**116** ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι ^v-11-116

**117** μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. ^v-11-117

**118** ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών· ^v-11-118

**119** αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι ^v-11-119

**120** κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, ^v-11-120

**121** ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, ^v-11-121

**122** εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν ^v-11-122

**123** ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· ^v-11-123

**124** οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους ^v-11-124

**125** οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. ^v-11-125

**126** σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει· ^v-11-126

**127** ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης ^v-11-127

**128** φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, ^v-11-128

**129** καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, ^v-11-129

**130** ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ^v-11-130

**131** ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, ^v-11-131

**132** οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας ^v-11-132

**133** ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, ^v-11-133

**134** πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ ^v-11-134

**135** ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ ^v-11-135

**136** γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ ^v-11-136

**137** ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.” ^v-11-137

**138** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-138

**139** “Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί. ^v-11-139

**140** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-11-140

**141** μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης· ^v-11-141

**142** ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν ^v-11-142

**143** ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. ^v-11-143

**144** εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;” ^v-11-144

**145** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ^v-11-145

**146** “ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω. ^v-11-146

**147** ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων ^v-11-147

**148** αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· ^v-11-148

**149** ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.” ^v-11-149

**150** ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω ^v-11-150

**151** Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν· ^v-11-151

**152** αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ ^v-11-152

**153** ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω, ^v-11-153

**154** καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-11-154

**155** “τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ^v-11-155

**156** ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι. ^v-11-156

**157** μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, ^v-11-157

**158** Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι ^v-11-158

**159** πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα. ^v-11-159

**160** ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις ^v-11-160

**161** νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες ^v-11-161

**162** εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;” ^v-11-162

**163** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-163

**164** “μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο ^v-11-164

**165** ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο· ^v-11-165

**166** οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς ^v-11-166

**167** γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν, ^v-11-167

**168** ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ ^v-11-168

**169** Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην. ^v-11-169

**170** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-11-170

**171** τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ^v-11-171

**172** ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα ^v-11-172

**173** οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν; ^v-11-173

**174** εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, ^v-11-174

**175** ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη ^v-11-175

**176** ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι. ^v-11-176

**177** εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, ^v-11-177

**178** ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει ^v-11-178

**179** ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.” ^v-11-179

**180** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· ^v-11-180

**181** “καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ^v-11-181

**182** σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ ^v-11-182

**183** φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. ^v-11-183

**184** σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος ^v-11-184

**185** Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας ^v-11-185

**186** δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· ^v-11-186

**187** πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει ^v-11-187

**188** ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ ^v-11-188

**189** δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, ^v-11-189

**190** ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, ^v-11-190

**191** ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται· ^v-11-191

**192** αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, ^v-11-192

**193** πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο ^v-11-193

**194** φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί. ^v-11-194

**195** ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει ^v-11-195

**196** σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει. ^v-11-196

**197** οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον· ^v-11-197

**198** οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα ^v-11-198

**199** οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, ^v-11-199

**200** οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα ^v-11-200

**201** τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ^v-11-201

**202** ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, ^v-11-202

**203** σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.” ^v-11-203

**204** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας ^v-11-204

**205** μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης. ^v-11-205

**206** τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, ^v-11-206

**207** τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ ^v-11-207

**208** ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, ^v-11-208

**209** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-11-209

**210** “μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα, ^v-11-210

**211** ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε ^v-11-211

**212** ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο; ^v-11-212

**213** ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια ^v-11-213

**214** ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;” ^v-11-214

**215** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· ^v-11-215

**216** “ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, ^v-11-216

**217** οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, ^v-11-217

**218** ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν· ^v-11-218

**219** οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ^v-11-219

**220** ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο ^v-11-220

**221** δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, ^v-11-221

**222** ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται. ^v-11-222

**223** ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα ^v-11-223

**224** ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.” ^v-11-224

**225** νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες ^v-11-225

**226** ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, ^v-11-226

**227** ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. ^v-11-227

**228** αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, ^v-11-228

**229** αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. ^v-11-229

**230** ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ^v-11-230

**231** σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ^v-11-231

**232** οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. ^v-11-232

**233** αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη ^v-11-233

**234** ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας. ^v-11-234

**235** ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ^v-11-235

**236** ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, ^v-11-236

**237** φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· ^v-11-237

**238** ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο, ^v-11-238

**239** ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, ^v-11-239

**240** καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. ^v-11-240

**241** τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος ^v-11-241

**242** ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· ^v-11-242

**243** πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, ^v-11-243

**244** κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. ^v-11-244

**245** λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. ^v-11-245

**246** αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, ^v-11-246

**247** ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-11-247

**248** “χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ ^v-11-248

**249** τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ^v-11-249

**250** ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. ^v-11-250

**251** νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· ^v-11-251

**252** αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.” ^v-11-252

**253** ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ^v-11-253

**254** ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, ^v-11-254

**255** τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην ^v-11-255

**256** ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ^v-11-256

**257** ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι. ^v-11-257

**258** τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, ^v-11-258

**259** Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. ^v-11-259

**260** τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, ^v-11-260

**261** ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, ^v-11-261

**262** καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε, ^v-11-262

**263** οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, ^v-11-263

**264** πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ^v-11-264

**265** ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. ^v-11-265

**266** τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ^v-11-266

**267** ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα ^v-11-267

**268** γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· ^v-11-268

**269** καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, ^v-11-269

**270** τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. ^v-11-270

**271** μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, ^v-11-271

**272** ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο ^v-11-272

**273** γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας ^v-11-273

**274** γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ^v-11-274

**275** ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων ^v-11-275

**276** Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· ^v-11-276

**277** ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, ^v-11-277

**278** ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, ^v-11-278

**279** ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω ^v-11-279

**280** πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν. ^v-11-280

**281** καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς ^v-11-281

**282** γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ^v-11-282

**283** ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, ^v-11-283

**284** ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν· ^v-11-284

**285** ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, ^v-11-285

**286** Νέστορά τε Χρόμιον τε Περικλύμενόν τʼ ἀγέρωχον. ^v-11-286

**287** τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, ^v-11-287

**288** τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς ^v-11-288

**289** τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ^v-11-289

**290** ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ^v-11-290

**291** ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ^v-11-291

**292** ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, ^v-11-292

**293** δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ^v-11-293

**294** ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ^v-11-294

**295** ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, ^v-11-295

**296** καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, ^v-11-296

**297** θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. ^v-11-297

**298** καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ^v-11-298

**299** ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, ^v-11-299

**300** Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, ^v-11-300

**301** τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· ^v-11-301

**302** οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες ^v-11-302

**303** ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε ^v-11-303

**304** τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. ^v-11-304

**305** τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν ^v-11-305

**306** εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, ^v-11-306

**307** καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, ^v-11-307

**308** Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, ^v-11-308

**309** οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα ^v-11-309

**310** καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· ^v-11-310

**311** ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν ^v-11-311

**312** εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. ^v-11-312

**313** οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ ^v-11-313

**314** φυλόπιδα στήσειν πολυάικος πολέμοιο. ^v-11-314

**315** Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ ^v-11-315

**316** Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. ^v-11-316

**317** καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· ^v-11-317

**318** ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, ^v-11-318

**319** ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους ^v-11-319

**320** ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. ^v-11-320

**321** Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, ^v-11-321

**322** κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς ^v-11-322

**323** ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ^v-11-323

**324** ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα ^v-11-324

**325** Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν. ^v-11-325

**326** Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, ^v-11-326

**327** ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. ^v-11-327

**328** πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ^v-11-328

**329** ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· ^v-11-329

**330** πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη ^v-11-330

**331** εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους ^v-11-331

**332** ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.” ^v-11-332

**333** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, ^v-11-333

**334** κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. ^v-11-334

**335** τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων. ^v-11-335

**336** “Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι ^v-11-336

**337** εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας; ^v-11-337

**338** ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς· ^v-11-338

**339** τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα ^v-11-339

**340** οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν ^v-11-340

**341** κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.” ^v-11-341

**342** τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, ^v-11-342

**343** ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν· ^v-11-343

**344** “ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης ^v-11-344

**345** μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε. ^v-11-345

**346** Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.” ^v-11-346

**347** τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ^v-11-347

**348** “τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε ^v-11-348

**349** ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω· ^v-11-349

**350** ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων ^v-11-350

**351** ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν ^v-11-351

**352** δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει ^v-11-352

**353** πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.” ^v-11-353

**354** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-11-354

**355** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-11-355

**356** εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν, ^v-11-356

**357** πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, ^v-11-357

**358** καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, ^v-11-358

**359** πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι· ^v-11-359

**360** καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην ^v-11-360

**361** πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.” ^v-11-361

**362** τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ^v-11-362

**363** “ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, ^v-11-363

**364** ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς ^v-11-364

**365** βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, ^v-11-365

**366** ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο· ^v-11-366

**367** σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. ^v-11-367

**368** μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, ^v-11-368

**369** πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά. ^v-11-369

**370** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-11-370

**371** εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ ^v-11-371

**372** Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον. ^v-11-372

**373** νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη ^v-11-373

**374** εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα. ^v-11-374

**375** καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ ^v-11-375

**376** τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.” ^v-11-376

**377** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-11-377

**378** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-11-378

**379** ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου· ^v-11-379

**380** εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε ^v-11-380

**381** τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν, ^v-11-381

**382** κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο, ^v-11-382

**383** οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, ^v-11-383

**384** ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός. ^v-11-384

**385** αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ ^v-11-385

**386** ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, ^v-11-386

**387** ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-11-387

**388** ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ ^v-11-388

**389** οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. ^v-11-389

**390** ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· ^v-11-390

**391** κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, ^v-11-391

**392** πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων· ^v-11-392

**393** ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, ^v-11-393

**394** οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι. ^v-11-394

**395** τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, ^v-11-395

**396** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-11-396

**397** “Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, ^v-11-397

**398** τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ^v-11-398

**399** ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν ^v-11-399

**400** ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν; ^v-11-400

**401** ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου ^v-11-401

**402** βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά, ^v-11-402

**403** ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;” ^v-11-403

**404** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· ^v-11-404

**405** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-11-405

**406** οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν ^v-11-406

**407** ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν, ^v-11-407

**408** οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου, ^v-11-408

**409** ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε ^v-11-409

**410** ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας, ^v-11-410

**411** δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. ^v-11-411

**412** ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι ^v-11-412

**413** νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, ^v-11-413

**414** οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο ^v-11-414

**415** ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ. ^v-11-415

**416** ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, ^v-11-416

**417** μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· ^v-11-417

**418** ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, ^v-11-418

**419** ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας ^v-11-419

**420** κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. ^v-11-420

**421** οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός, ^v-11-421

**422** Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις ^v-11-422

**423** ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων ^v-11-423

**424** βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις ^v-11-424

**425** νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο ^v-11-425

**426** χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι. ^v-11-426

**427** ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός, ^v-11-427

**428** ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται· ^v-11-428

**429** οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, ^v-11-429

**430** κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε ^v-11-430

**431** ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν ^v-11-431

**432** οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα ^v-11-432

**433** οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω ^v-11-433

**434** θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.” ^v-11-434

**435** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-435

**436** “ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς ^v-11-436

**437** ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς ^v-11-437

**438** ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί, ^v-11-438

**439** σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.” ^v-11-439

**440** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· ^v-11-440

**441** “τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι· ^v-11-441

**442** μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς, ^v-11-442

**443** ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι. ^v-11-443

**444** ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός· ^v-11-444

**445** λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε ^v-11-445

**446** κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. ^v-11-446

**447** ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς ^v-11-447

**448** ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ ^v-11-448

**449** νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, ^v-11-449

**450** ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, ^v-11-450

**451** καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν. ^v-11-451

**452** ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις ^v-11-452

**453** ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν. ^v-11-453

**454** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-11-454

**455** κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν ^v-11-455

**456** νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν. ^v-11-456

**457** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-11-457

**458** εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο, ^v-11-458

**459** ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι, ^v-11-459

**460** ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ· ^v-11-460

**461** οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.” ^v-11-461

**462** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-462

**463** “Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, ^v-11-463

**464** ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.” ^v-11-464

**465** νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ^v-11-465

**466** ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· ^v-11-466

**467** ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος ^v-11-467

**468** καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο ^v-11-468

**469** Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε ^v-11-469

**470** τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ^v-11-470

**471** ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο ^v-11-471

**472** καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-11-472

**473** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-11-473

**474** σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; ^v-11-474

**475** πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ^v-11-475

**476** ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;” ^v-11-476

**477** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-477

**478** “ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, ^v-11-478

**479** ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν ^v-11-479

**480** εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· ^v-11-480

**481** οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς ^v-11-481

**482** γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ, ^v-11-482

**483** οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω. ^v-11-483

**484** πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν ^v-11-484

**485** Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν ^v-11-485

**486** ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.” ^v-11-486

**487** ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· ^v-11-487

**488** “μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ. ^v-11-488

**489** βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, ^v-11-489

**490** ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ^v-11-490

**491** ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. ^v-11-491

**492** ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, ^v-11-492

**493** ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί. ^v-11-493

**494** εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, ^v-11-494

**495** ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, ^v-11-495

**496** ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, ^v-11-496

**497** οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε. ^v-11-497

**498** οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, ^v-11-498

**499** τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ ^v-11-499

**500** πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν· ^v-11-500

**501** εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ· ^v-11-501

**502** τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, ^v-11-502

**503** οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.” ^v-11-503

**504** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-11-504

**505** “ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, ^v-11-505

**506** αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο ^v-11-506

**507** πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις· ^v-11-507

**508** αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης ^v-11-508

**509** ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς. ^v-11-509

**510** ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, ^v-11-510

**511** αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· ^v-11-511

**512** Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω. ^v-11-512

**513** αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, ^v-11-513

**514** οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, ^v-11-514

**515** ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, ^v-11-515

**516** πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι. ^v-11-516

**517** πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ^v-11-517

**518** ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ^v-11-518

**519** ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, ^v-11-519

**520** ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ^v-11-520

**521** Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. ^v-11-521

**522** κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. ^v-11-522

**523** αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, ^v-11-523

**524** Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, ^v-11-524

**525** ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, ^v-11-525

**526** ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ^v-11-526

**527** δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· ^v-11-527

**528** κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν ^v-11-528

**529** οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν ^v-11-529

**530** δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν ^v-11-530

**531** ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην ^v-11-531

**532** καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. ^v-11-532

**533** ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, ^v-11-533

**534** μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν ^v-11-534

**535** ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ ^v-11-535

**536** οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ ^v-11-536

**537** γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.” ^v-11-537

**538** ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο ^v-11-538

**539** φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, ^v-11-539

**540** γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. ^v-11-540

**541** αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων ^v-11-541

**542** ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη. ^v-11-542

**543** οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο ^v-11-543

**544** νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, ^v-11-544

**545** τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ ^v-11-545

**546** τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. ^v-11-546

**547** παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. ^v-11-547

**548** ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· ^v-11-548

**549** τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, ^v-11-549

**550** Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο ^v-11-550

**551** τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ^v-11-551

**552** τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· ^v-11-552

**553** “Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες ^v-11-553

**554** οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων ^v-11-554

**555** οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, ^v-11-555

**556** τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ ^v-11-556

**557** ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο ^v-11-557

**558** ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος ^v-11-558

**559** αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων ^v-11-559

**560** ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν. ^v-11-560

**561** ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς ^v-11-561

**562** ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.” ^v-11-562

**563** ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας ^v-11-563

**564** ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. ^v-11-564

**565** ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· ^v-11-565

**566** ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι ^v-11-566

**567** τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. ^v-11-567

**568** ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, ^v-11-568

**569** χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, ^v-11-569

**570** ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, ^v-11-570

**571** ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ. ^v-11-571

**572** τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα ^v-11-572

**573** θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, ^v-11-573

**574** τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι ^v-11-574

**575** χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. ^v-11-575

**576** καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, ^v-11-576

**577** κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, ^v-11-577

**578** γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, ^v-11-578

**579** δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· ^v-11-579

**580** Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, ^v-11-580

**581** Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. ^v-11-581

**582** καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα ^v-11-582

**583** ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· ^v-11-583

**584** στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι· ^v-11-584

**585** ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, ^v-11-585

**586** τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ ^v-11-586

**587** γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. ^v-11-587

**588** δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, ^v-11-588

**589** ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι ^v-11-589

**590** συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· ^v-11-590

**591** τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, ^v-11-591

**592** τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. ^v-11-592

**593** καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα ^v-11-593

**594** λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. ^v-11-594

**595** ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε ^v-11-595

**596** λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι ^v-11-596

**597** ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· ^v-11-597

**598** αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. ^v-11-598

**599** αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς ^v-11-599

**600** ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει. ^v-11-600

**601** τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, ^v-11-601

**602** εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι ^v-11-602

**603** τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, ^v-11-603

**604** παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. ^v-11-604

**605** ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, ^v-11-605

**606** πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, ^v-11-606

**607** γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, ^v-11-607

**608** δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς. ^v-11-608

**609** σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ ^v-11-609

**610** χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, ^v-11-610

**611** ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ^v-11-611

**612** ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε. ^v-11-612

**613** μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, ^v-11-613

**614** ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ. ^v-11-614

**615** ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, ^v-11-615

**616** καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-11-616

**617** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-11-617

**618** ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, ^v-11-618

**619** ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. ^v-11-619

**620** Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν ^v-11-620

**621** εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ ^v-11-621

**622** δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. ^v-11-622

**623** καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον ^v-11-623

**624** φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον· ^v-11-624

**625** τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο· ^v-11-625

**626** Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.” ^v-11-626

**627** ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, ^v-11-627

**628** αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι ^v-11-628

**629** ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο. ^v-11-629

**630** καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, ^v-11-630

**631** Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· ^v-11-631

**632** ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν ^v-11-632

**633** ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, ^v-11-633

**634** μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου ^v-11-634

**635** ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια. ^v-11-635

**636** αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους ^v-11-636

**637** αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. ^v-11-637

**638** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. ^v-11-638

**639** τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, ^v-11-639

**640** πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.” ^v-11-640

### Livro 12

**1** “αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο ^v-12-1

**2** νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο ^v-12-2

**3** νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης ^v-12-3

**4** οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο, ^v-12-4

**5** νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ^v-12-5

**6** ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· ^v-12-6

**7** ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. ^v-12-7

**8** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-12-8

**9** δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης ^v-12-9

**10** οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. ^v-12-10

**11** φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή, ^v-12-11

**12** θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. ^v-12-12

**13** αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ, ^v-12-13

**14** τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες ^v-12-14

**15** πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. ^v-12-15

**16** ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην ^v-12-16

**17** ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα ^v-12-17

**18** ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ ^v-12-18

**19** σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. ^v-12-19

**20** ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων· ^v-12-20

**21** “σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο, ^v-12-21

**22** δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι. ^v-12-22

**23** ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον ^v-12-23

**24** αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι ^v-12-24

**25** πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα ^v-12-25

**26** σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ ^v-12-26

**27** ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.” ^v-12-27

**28** ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-12-28

**29** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-12-29

**30** ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ^v-12-30

**31** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, ^v-12-31

**32** οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός, ^v-12-32

**33** ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων ^v-12-33

**34** εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα· ^v-12-34

**35** αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα. ^v-12-35

**36** καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη· ^v-12-36

**37** “ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον, ^v-12-37

**38** ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. ^v-12-38

**39** Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας ^v-12-39

**40** ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. ^v-12-40

**41** ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ ^v-12-41

**42** Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα ^v-12-42

**43** οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, ^v-12-43

**44** ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ ^v-12-44

**45** ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς ^v-12-45

**46** ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι. ^v-12-46

**47** ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων ^v-12-47

**48** κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ ^v-12-48

**49** τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα, ^v-12-49

**50** δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε ^v-12-50

**51** ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω, ^v-12-51

**52** ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν. ^v-12-52

**53** εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, ^v-12-53

**54** οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων. ^v-12-54

**55** αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, ^v-12-55

**56** ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω, ^v-12-56

**57** ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς ^v-12-57

**58** θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν. ^v-12-58

**59** ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς ^v-12-59

**60** κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης· ^v-12-60

**61** Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. ^v-12-61

**62** τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι ^v-12-62

**63** τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν, ^v-12-63

**64** ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη· ^v-12-64

**65** ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. ^v-12-65

**66** τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, ^v-12-66

**67** ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν ^v-12-67

**68** κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι. ^v-12-68

**69** οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, ^v-12-69

**70** Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα. ^v-12-70

**71** καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ^v-12-71

**72** ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. ^v-12-72

**73** οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ^v-12-73

**74** ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε ^v-12-74

**75** κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη ^v-12-75

**76** κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ. ^v-12-76

**77** οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη, ^v-12-77

**78** οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν· ^v-12-78

**79** πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα. ^v-12-79

**80** μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές, ^v-12-80

**81** πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς ^v-12-81

**82** νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ. ^v-12-82

**83** οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ ^v-12-83

**84** τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. ^v-12-84

**85** ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. ^v-12-85

**86** τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς ^v-12-86

**87** γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν ^v-12-87

**88** γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. ^v-12-88

**89** τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, ^v-12-89

**90** ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ ^v-12-90

**91** σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες ^v-12-91

**92** πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. ^v-12-92

**93** μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν, ^v-12-93

**94** ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου, ^v-12-94

**95** αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, ^v-12-95

**96** δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι ^v-12-96

**97** κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. ^v-12-97

**98** τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται ^v-12-98

**99** παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ ^v-12-99

**100** φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο. ^v-12-100

**101** τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ. ^v-12-101

**102** πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας. ^v-12-102

**103** τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς· ^v-12-103

**104** τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. ^v-12-104

**105** τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ ^v-12-105

**106** δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν· ^v-12-106

**107** οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων. ^v-12-107

**108** ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα ^v-12-108

**109** νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν ^v-12-109

**110** ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.” ^v-12-110

**111** ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ^v-12-111

**112** εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες, ^v-12-112

**113** εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν, ^v-12-113

**114** τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.” ^v-12-114

**115** ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· ^v-12-115

**116** “σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε ^v-12-116

**117** καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν; ^v-12-117

**118** ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι, ^v-12-118

**119** δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· ^v-12-119

**120** οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς. ^v-12-120

**121** ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ, ^v-12-121

**122** δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι ^v-12-122

**123** τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται. ^v-12-123

**124** ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, ^v-12-124

**125** μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν· ^v-12-125

**126** ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι. ^v-12-126

**127** Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ ^v-12-127

**128** βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, ^v-12-128

**129** ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, ^v-12-129

**130** πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν, ^v-12-130

**131** οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν, ^v-12-131

**132** νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, ^v-12-132

**133** ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα. ^v-12-133

**134** τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ ^v-12-134

**135** Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, ^v-12-135

**136** μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς. ^v-12-136

**137** τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, ^v-12-137

**138** ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· ^v-12-138

**139** εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, ^v-12-139

**140** νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, ^v-12-140

**141** ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.” ^v-12-141

**142** ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ^v-12-142

**143** ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων· ^v-12-143

**144** αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους ^v-12-144

**145** αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· ^v-12-145

**146** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. ^v-12-146

**147** ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-12-147

**148** ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο ^v-12-148

**149** ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, ^v-12-149

**150** Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. ^v-12-150

**151** αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ^v-12-151

**152** ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. ^v-12-152

**153** δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· ^v-12-153

**154** “ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους ^v-12-154

**155** θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων· ^v-12-155

**156** ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν ^v-12-156

**157** ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. ^v-12-157

**158** Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων ^v-12-158

**159** φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα. ^v-12-159

**160** οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ ^v-12-160

**161** δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω, ^v-12-161

**162** ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω. ^v-12-162

**163** εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω, ^v-12-163

**164** ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.” ^v-12-164

**165** ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον· ^v-12-165

**166** τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς ^v-12-166

**167** νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων. ^v-12-167

**168** αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη ^v-12-168

**169** ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. ^v-12-169

**170** ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο ^v-12-170

**171** καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ ^v-12-171

**172** ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. ^v-12-172

**173** αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ ^v-12-173

**174** τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον· ^v-12-174

**175** αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς ^v-12-175

**176** Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος· ^v-12-176

**177** ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα. ^v-12-177

**178** οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε ^v-12-178

**179** ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον· ^v-12-179

**180** αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ^v-12-180

**181** ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας, ^v-12-181

**182** ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς ^v-12-182

**183** ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν· ^v-12-183

**184** “δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, ^v-12-184

**185** νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς. ^v-12-185

**186** οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ, ^v-12-186

**187** πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι, ^v-12-187

**188** ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ^v-12-188

**189** ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ ^v-12-189

**190** Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ^v-12-190

**191** ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.” ^v-12-191

**192** ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ ^v-12-192

**193** ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους ^v-12-193

**194** ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. ^v-12-194

**195** αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε ^v-12-195

**196** πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον. ^v-12-196

**197** αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα ^v-12-197

**198** φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, ^v-12-198

**199** αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, ^v-12-199

**200** ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν. ^v-12-200

**201** ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα ^v-12-201

**202** καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα. ^v-12-202

**203** τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά, ^v-12-203

**204** βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ ^v-12-204

**205** νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον. ^v-12-205

**206** αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους ^v-12-206

**207** μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· ^v-12-207

**208** “ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν· ^v-12-208

**209** οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ ^v-12-209

**210** εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν· ^v-12-210

**211** ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε, ^v-12-211

**212** ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω. ^v-12-212

**213** νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. ^v-12-213

**214** ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν ^v-12-214

**215** τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς ^v-12-215

**216** δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι· ^v-12-216

**217** σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ ^v-12-217

**218** βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς. ^v-12-218

**219** τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε ^v-12-219

**220** νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι ^v-12-220

**221** κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.” ^v-12-221

**222** ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. ^v-12-222

**223** Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, ^v-12-223

**224** μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι ^v-12-224

**225** εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς. ^v-12-225

**226** καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς ^v-12-226

**227** λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι· ^v-12-227

**228** αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε ^v-12-228

**229** μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον ^v-12-229

**230** πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι ^v-12-230

**231** Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν. ^v-12-231

**232** οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε ^v-12-232

**233** πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. ^v-12-233

**234** ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· ^v-12-234

**235** ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις ^v-12-235

**236** δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. ^v-12-236

**237** ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ ^v-12-237

**238** πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη ^v-12-238

**239** ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν· ^v-12-239

**240** ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, ^v-12-240

**241** πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη ^v-12-241

**242** δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε ^v-12-242

**243** ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει. ^v-12-243

**244** ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· ^v-12-244

**245** τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους ^v-12-245

**246** ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. ^v-12-246

**247** σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους ^v-12-247

**248** ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν ^v-12-248

**249** ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες ^v-12-249

**250** ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. ^v-12-250

**251** ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ^v-12-251

**252** ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων ^v-12-252

**253** ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ^v-12-253

**254** ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, ^v-12-254

**255** ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· ^v-12-255

**256** αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας ^v-12-256

**257** χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι· ^v-12-257

**258** οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι ^v-12-258

**259** πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. ^v-12-259

**260** αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν ^v-12-260

**261** Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ^v-12-261

**262** ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, ^v-12-262

**263** πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. ^v-12-263

**264** δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ ^v-12-264

**265** μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων ^v-12-265

**266** οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ ^v-12-266

**267** μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, ^v-12-267

**268** Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε ^v-12-268

**269** νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. ^v-12-269

**270** δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· ^v-12-270

**271** “κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, ^v-12-271

**272** ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο ^v-12-272

**273** Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε ^v-12-273

**274** νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· ^v-12-274

**275** ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. ^v-12-275

**276** ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.” ^v-12-276

**277** ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. ^v-12-277

**278** αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· ^v-12-278

**279** “σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα ^v-12-279

**280** κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται, ^v-12-280

**281** ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ ^v-12-281

**282** οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε ^v-12-282

**283** νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον, ^v-12-283

**284** ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας ^v-12-284

**285** νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ. ^v-12-285

**286** ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν, ^v-12-286

**287** γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον, ^v-12-287

**288** ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα, ^v-12-288

**289** ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα ^v-12-289

**290** νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων. ^v-12-290

**291** ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ ^v-12-291

**292** δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες, ^v-12-292

**293** ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.” ^v-12-293

**294** ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. ^v-12-294

**295** καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ^v-12-295

**296** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ^v-12-296

**297** “Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. ^v-12-297

**298** ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον· ^v-12-298

**299** εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν ^v-12-299

**300** εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν ^v-12-300

**301** ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι ^v-12-301

**302** ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.” ^v-12-302

**303** ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον. ^v-12-303

**304** αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, ^v-12-304

**305** στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα ^v-12-305

**306** ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι ^v-12-306

**307** νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο. ^v-12-307

**308** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-12-308

**309** μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, ^v-12-309

**310** οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα· ^v-12-310

**311** κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. ^v-12-311

**312** ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, ^v-12-312

**313** ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς ^v-12-313

**314** λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε ^v-12-314

**315** γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. ^v-12-315

**316** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-12-316

**317** νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες. ^v-12-317

**318** ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι· ^v-12-318

**319** καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον· ^v-12-319

**320** “ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε ^v-12-320

**321** ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν· ^v-12-321

**322** δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα, ^v-12-322

**323** Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.” ^v-12-323

**324** ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-12-324

**325** μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος ^v-12-325

**326** γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. ^v-12-326

**327** οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, ^v-12-327

**328** τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. ^v-12-328

**329** ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, ^v-12-329

**330** καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, ^v-12-330

**331** ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, ^v-12-331

**332** γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· ^v-12-332

**333** δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν ^v-12-333

**334** εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. ^v-12-334

**335** ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, ^v-12-335

**336** χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ^v-12-336

**337** ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· ^v-12-337

**338** οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. ^v-12-338

**339** Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· ^v-12-339

**340** “κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι. ^v-12-340

**341** πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, ^v-12-341

**342** λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. ^v-12-342

**343** ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ^v-12-343

**344** ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. ^v-12-344

**345** εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, ^v-12-345

**346** αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν ^v-12-346

**347** τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. ^v-12-347

**348** εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων ^v-12-348

**349** νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, ^v-12-349

**350** βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ^v-12-350

**351** ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.” ^v-12-351

**352** “ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. ^v-12-352

**353** αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ^v-12-353

**354** ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο ^v-12-354

**355** βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· ^v-12-355

**356** τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, ^v-12-356

**357** φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· ^v-12-357

**358** οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. ^v-12-358

**359** αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, ^v-12-359

**360** μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν ^v-12-360

**361** δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. ^v-12-361

**362** οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, ^v-12-362

**363** ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα. ^v-12-363

**364** αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, ^v-12-364

**365** μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. ^v-12-365

**366** καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, ^v-12-366

**367** βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. ^v-12-367

**368** ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, ^v-12-368

**369** καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή. ^v-12-369

**370** οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν· ^v-12-370

**371** “Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, ^v-12-371

**372** ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ. ^v-12-372

**373** οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.” ^v-12-373

**374** ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε ^v-12-374

**375** Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς. ^v-12-375

**376** αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ· ^v-12-376

**377** “Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, ^v-12-377

**378** τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος, ^v-12-378

**379** οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε ^v-12-379

**380** χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, ^v-12-380

**381** ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην. ^v-12-381

**382** εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν, ^v-12-382

**383** δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.” ^v-12-383

**384** τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-12-384

**385** “Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε ^v-12-385

**386** καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· ^v-12-386

**387** τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ ^v-12-387

**388** τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.” ^v-12-388

**389** ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο· ^v-12-389

**390** ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. ^v-12-390

**391** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, ^v-12-391

**392** νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος ^v-12-392

**393** εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη. ^v-12-393

**394** τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον· ^v-12-394

**395** εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, ^v-12-395

**396** ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή. ^v-12-396

**397** ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι ^v-12-397

**398** δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας· ^v-12-398

**399** ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, ^v-12-399

**400** καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, ^v-12-400

**401** ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, ^v-12-401

**402** ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες. ^v-12-402

**403** ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη ^v-12-403

**404** φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, ^v-12-404

**405** δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων ^v-12-405

**406** νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. ^v-12-406

**407** ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε ^v-12-407

**408** κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, ^v-12-408

**409** ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα ^v-12-409

**410** ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα ^v-12-410

**411** εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ ^v-12-411

**412** πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε ^v-12-412

**413** πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς ^v-12-413

**414** κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ. ^v-12-414

**415** Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν· ^v-12-415

**416** ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ^v-12-416

**417** ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι. ^v-12-417

**418** οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν ^v-12-418

**419** κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον. ^v-12-419

**420** αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους ^v-12-420

**421** λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, ^v-12-421

**422** ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ ^v-12-422

**423** ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς· ^v-12-423

**424** τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, ^v-12-424

**425** ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ^v-12-425

**426** ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, ^v-12-426

**427** ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, ^v-12-427

**428** ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. ^v-12-428

**429** παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι ^v-12-429

**430** ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ^v-12-430

**431** ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· ^v-12-431

**432** αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, ^v-12-432

**433** τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον ^v-12-433

**434** οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι· ^v-12-434

**435** ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, ^v-12-435

**436** μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. ^v-12-436

**437** νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω ^v-12-437

**438** ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον ^v-12-438

**439** ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη ^v-12-439

**440** κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, ^v-12-440

**441** τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη. ^v-12-441

**442** ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, ^v-12-442

**443** μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, ^v-12-443

**444** ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι. ^v-12-444

**445** Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε ^v-12-445

**446** εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. ^v-12-446

**447** ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ ^v-12-447

**448** νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ^v-12-448

**449** ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ^v-12-449

**450** ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; ^v-12-450

**451** ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ ^v-12-451

**452** σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν ^v-12-452

**453** αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.” ^v-12-453

### Livro 13

**1** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, ^v-13-1

**2** κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. ^v-13-2

**3** τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ^v-13-3

**4** “ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, ^v-13-4

**5** ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω ^v-13-5

**6** ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. ^v-13-6

**7** ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ^v-13-7

**8** ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον ^v-13-8

**9** αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ. ^v-13-9

**10** εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ ^v-13-10

**11** κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα ^v-13-11

**12** δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν· ^v-13-12

**13** ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα ^v-13-13

**14** ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον ^v-13-14

**15** τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.” ^v-13-15

**16** ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-13-16

**17** οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, ^v-13-17

**18** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-13-18

**19** νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν. ^v-13-19

**20** καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο, ^v-13-20

**21** αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων ^v-13-21

**22** βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς. ^v-13-22

**23** οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον. ^v-13-23

**24** τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο ^v-13-24

**25** Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. ^v-13-25

**26** μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα ^v-13-26

**27** τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός, ^v-13-27

**28** Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς ^v-13-28

**29** πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, ^v-13-29

**30** δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. ^v-13-30

**31** ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ ^v-13-31

**32** νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· ^v-13-32

**33** ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο ^v-13-33

**34** δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι· ^v-13-34

**35** ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. ^v-13-35

**36** αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, ^v-13-36

**37** Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον· ^v-13-37

**38** “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ^v-13-38

**39** πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· ^v-13-39

**40** ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, ^v-13-40

**41** πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες ^v-13-41

**42** ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν ^v-13-42

**43** νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. ^v-13-43

**44** ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας ^v-13-44

**45** κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν ^v-13-45

**46** παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.” ^v-13-46

**47** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον ^v-13-47

**48** πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. ^v-13-48

**49** καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· ^v-13-49

**50** “Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον ^v-13-50

**51** πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ ^v-13-51

**52** τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.” ^v-13-52

**53** ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, ^v-13-53

**54** νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν ^v-13-54

**55** ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-13-55

**56** αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς, ^v-13-56

**57** Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον, ^v-13-57

**58** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-13-58

**59** “χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας ^v-13-59

**60** ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. ^v-13-60

**61** αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ ^v-13-61

**62** παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.” ^v-13-62

**63** ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς, ^v-13-63

**64** τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, ^v-13-64

**65** ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης· ^v-13-65

**66** Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας, ^v-13-66

**67** τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, ^v-13-67

**68** τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν· ^v-13-68

**69** ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν. ^v-13-69

**70** αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, ^v-13-70

**71** αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ ^v-13-71

**72** δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν· ^v-13-72

**73** κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε ^v-13-73

**74** νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, ^v-13-74

**75** πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο ^v-13-75

**76** σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι ^v-13-76

**77** κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. ^v-13-77

**78** εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, ^v-13-78

**79** καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, ^v-13-79

**80** νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. ^v-13-80

**81** ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, ^v-13-81

**82** πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, ^v-13-82

**83** ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ^v-13-83

**84** ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε ^v-13-84

**85** πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης. ^v-13-85

**86** ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ ^v-13-86

**87** κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν. ^v-13-87

**88** ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, ^v-13-88

**89** ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα· ^v-13-89

**90** ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν ^v-13-90

**91** ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, ^v-13-91

**92** δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει. ^v-13-92

**93** εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα ^v-13-93

**94** ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, ^v-13-94

**95** τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. ^v-13-95

**96** Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, ^v-13-96

**97** ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ ^v-13-97

**98** ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, ^v-13-98

**99** αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ^v-13-99

**100** ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι ^v-13-100

**101** νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. ^v-13-101

**102** αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ^v-13-102

**103** ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ^v-13-103

**104** ἱρὸν νυμφάων αἳ νηϊάδες καλέονται. ^v-13-104

**105** ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν ^v-13-105

**106** λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ^v-13-106

**107** ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι ^v-13-107

**108** φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ^v-13-108

**109** ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, ^v-13-109

**110** αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, ^v-13-110

**111** αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ ^v-13-111

**112** ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν. ^v-13-112

**113** ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα ^v-13-113

**114** ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης, ^v-13-114

**115** σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων· ^v-13-115

**116** οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε ^v-13-116

**117** πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν ^v-13-117

**118** αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, ^v-13-118

**119** κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, ^v-13-119

**120** ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ ^v-13-120

**121** ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην. ^v-13-121

**122** καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν ^v-13-122

**123** ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων, ^v-13-123

**124** πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο· ^v-13-124

**125** αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων ^v-13-125

**126** λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ ^v-13-126

**127** πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν· ^v-13-127

**128** “Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι ^v-13-128

**129** τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, ^v-13-129

**130** Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης. ^v-13-130

**131** καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα ^v-13-131

**132** οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων ^v-13-132

**133** πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. ^v-13-133

**134** οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες ^v-13-134

**135** κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, ^v-13-135

**136** χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν, ^v-13-136

**137** πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, ^v-13-137

**138** εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.” ^v-13-138

**139** τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-13-139

**140** “ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. ^v-13-140

**141** οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη ^v-13-141

**142** πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ^v-13-142

**143** ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων ^v-13-143

**144** οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί. ^v-13-144

**145** ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.” ^v-13-145

**146** τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· ^v-13-146

**147** “αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις· ^v-13-147

**148** ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω. ^v-13-148

**149** νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα, ^v-13-149

**150** ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ ^v-13-150

**151** ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ^v-13-151

**152** ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.” ^v-13-152

**153** τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-13-153

**154** “ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ^v-13-154

**155** ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται ^v-13-155

**156** λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης ^v-13-156

**157** νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ^v-13-157

**158** ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.” ^v-13-158

**159** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, ^v-13-159

**160** βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. ^v-13-160

**161** ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς ^v-13-161

**162** ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων, ^v-13-162

**163** ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε ^v-13-163

**164** χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει. ^v-13-164

**165** οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον ^v-13-165

**166** Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. ^v-13-166

**167** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-13-167

**168** “ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ ^v-13-168

**169** οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.” ^v-13-169

**170** ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. ^v-13-170

**171** τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· ^v-13-171

**172** “ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει ^v-13-172

**173** πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι ^v-13-173

**174** ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. ^v-13-174

**175** φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα, ^v-13-175

**176** ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ ^v-13-176

**177** ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. ^v-13-177

**178** ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. ^v-13-178

**179** ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· ^v-13-179

**180** πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται ^v-13-180

**181** ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους ^v-13-181

**182** δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ, ^v-13-182

**183** μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.” ^v-13-183

**184** ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους. ^v-13-184

**185** ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι ^v-13-185

**186** δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ^v-13-186

**187** ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς ^v-13-187

**188** εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω, ^v-13-188

**189** ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε ^v-13-189

**190** Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν ^v-13-190

**191** ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, ^v-13-191

**192** μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, ^v-13-192

**193** πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. ^v-13-193

**194** τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι, ^v-13-194

**195** ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι ^v-13-195

**196** πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα. ^v-13-196

**197** στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν· ^v-13-197

**198** ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ ^v-13-198

**199** χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· ^v-13-199

**200** “ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ^v-13-200

**201** ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ^v-13-201

**202** ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής; ^v-13-202

**203** πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς ^v-13-203

**204** πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν ^v-13-204

**205** αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ^v-13-205

**206** ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι. ^v-13-206

**207** νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ ^v-13-207

**208** καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. ^v-13-208

**209** ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ^v-13-209

**210** ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ^v-13-210

**211** οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο ^v-13-211

**212** ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν. ^v-13-212

**213** Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ^v-13-213

**214** ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ. ^v-13-214

**215** ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι, ^v-13-215

**216** μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.” ^v-13-216

**217** ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας ^v-13-217

**218** ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά. ^v-13-218

**219** τῶν μὲν ἄρʼ οὔ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν ^v-13-219

**220** ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, ^v-13-220

**221** πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, ^v-13-221

**222** ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων, ^v-13-222

**223** παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι, ^v-13-223

**224** δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην· ^v-13-224

**225** ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα. ^v-13-225

**226** τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε, ^v-13-226

**227** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-13-227

**228** “ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, ^v-13-228

**229** χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, ^v-13-229

**230** ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε ^v-13-230

**231** εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω. ^v-13-231

**232** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· ^v-13-232

**233** τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν; ^v-13-233

**234** ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ ^v-13-234

**235** κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;” ^v-13-235

**236** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-236

**237** “νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, ^v-13-237

**238** εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην ^v-13-238

**239** οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, ^v-13-239

**240** ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, ^v-13-240

**241** ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ^v-13-241

**242** ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, ^v-13-242

**243** οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται. ^v-13-243

**244** ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος ^v-13-244

**245** γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση· ^v-13-245

**246** αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη ^v-13-246

**247** παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι. ^v-13-247

**248** τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, ^v-13-248

**249** τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.” ^v-13-249

**250** ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-13-250

**251** χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε ^v-13-251

**252** Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο· ^v-13-252

**253** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-13-253

**254** οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, ^v-13-254

**255** αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· ^v-13-255

**256** “πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, ^v-13-256

**257** τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς ^v-13-257

**258** χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα ^v-13-258

**259** φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, ^v-13-259

**260** Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ^v-13-260

**261** ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, ^v-13-261

**262** οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης ^v-13-262

**263** Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, ^v-13-263

**264** ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, ^v-13-264

**265** οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον ^v-13-265

**266** δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων. ^v-13-266

**267** τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ ^v-13-267

**268** ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· ^v-13-268

**269** νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας ^v-13-269

**270** ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. ^v-13-270

**271** αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, ^v-13-271

**272** αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς ^v-13-272

**273** ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· ^v-13-273

**274** τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι ^v-13-274

**275** ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ^v-13-275

**276** ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο ^v-13-276

**277** πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. ^v-13-277

**278** κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. ^v-13-278

**279** σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν ^v-13-279

**280** δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι, ^v-13-280

**281** ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. ^v-13-281

**282** ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, ^v-13-282

**283** οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες ^v-13-283

**284** κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. ^v-13-284

**285** οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες ^v-13-285

**286** ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.” ^v-13-286

**287** ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, ^v-13-287

**288** χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ ^v-13-288

**289** καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ· ^v-13-289

**290** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-13-290

**291** “κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι ^v-13-291

**292** ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε. ^v-13-292

**293** σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες, ^v-13-293

**294** οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων ^v-13-294

**295** μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. ^v-13-295

**296** ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω ^v-13-296

**297** κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων ^v-13-297

**298** βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι ^v-13-298

**299** μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως ^v-13-299

**300** Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ ^v-13-300

**301** ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, ^v-13-301

**302** καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα, ^v-13-302

**303** νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω ^v-13-303

**304** χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ ^v-13-304

**305** ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, ^v-13-305

**306** εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι ^v-13-306

**307** κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, ^v-13-307

**308** μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν, ^v-13-308

**309** πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ ^v-13-309

**310** πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.” ^v-13-310

**311** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-13-311

**312** “ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, ^v-13-312

**313** καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. ^v-13-313

**314** τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, ^v-13-314

**315** ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. ^v-13-315

**316** αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, ^v-13-316

**317** βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, ^v-13-317

**318** οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα ^v-13-318

**319** νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. ^v-13-319

**320** ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ^v-13-320

**321** ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν· ^v-13-321

**322** πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ ^v-13-322

**323** θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. ^v-13-323

**324** νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω ^v-13-324

**325** ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην ^v-13-325

**326** γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω ^v-13-326

**327** ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς— ^v-13-327

**328** εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.” ^v-13-328

**329** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-329

**330** “αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· ^v-13-330

**331** τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, ^v-13-331

**332** οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. ^v-13-332

**333** ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ^v-13-333

**334** ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε· ^v-13-334

**335** σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, ^v-13-335

**336** πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ^v-13-336

**337** ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ ^v-13-337

**338** φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. ^v-13-338

**339** αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ ^v-13-339

**340** ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους· ^v-13-340

**341** ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι ^v-13-341

**342** πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ, ^v-13-342

**343** χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ^v-13-343

**344** ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς. ^v-13-344

**345** Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος, ^v-13-345

**346** ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· ^v-13-346

**347** ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ^v-13-347

**348** ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται· ^v-13-348

**349** τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς ^v-13-349

**350** ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας· ^v-13-350

**351** τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.” ^v-13-351

**352** ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών· ^v-13-352

**353** γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, ^v-13-353

**354** χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν. ^v-13-354

**355** αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών· ^v-13-355

**356** “νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε ^v-13-356

**357** ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι ^v-13-357

**358** χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, ^v-13-358

**359** αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη ^v-13-359

**360** αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.” ^v-13-360

**361** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-361

**362** “θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ^v-13-362

**363** ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο ^v-13-363

**364** θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ· ^v-13-364

**365** αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.” ^v-13-365

**366** ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, ^v-13-366

**367** μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς ^v-13-367

**368** ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν ^v-13-368

**369** εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. ^v-13-369

**370** καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι ^v-13-370

**371** Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο. ^v-13-371

**372** τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης ^v-13-372

**373** φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον. ^v-13-373

**374** τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-374

**375** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-13-375

**376** φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, ^v-13-376

**377** οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, ^v-13-377

**378** μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· ^v-13-378

**379** ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν ^v-13-379

**380** πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, ^v-13-380

**381** ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.” ^v-13-381

**382** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-13-382

**383** “ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-13-383

**384** φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, ^v-13-384

**385** εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες. ^v-13-385

**386** ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς· ^v-13-386

**387** πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα, ^v-13-387

**388** οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα. ^v-13-388

**389** αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, ^v-13-389

**390** καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην ^v-13-390

**391** σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.” ^v-13-391

**392** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-392

**393** “καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, ^v-13-393

**394** ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω ^v-13-394

**395** αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας ^v-13-395

**396** ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. ^v-13-396

**397** ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· ^v-13-397

**398** κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, ^v-13-398

**399** ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος ^v-13-399

**400** ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, ^v-13-400

**401** κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε, ^v-13-401

**402** ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς ^v-13-402

**403** σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες. ^v-13-403

**404** αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, ^v-13-404

**405** ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, ^v-13-405

**406** παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν. ^v-13-406

**407** δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται ^v-13-407

**408** πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ^v-13-408

**409** ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ ^v-13-409

**410** πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ^v-13-410

**411** ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, ^v-13-411

**412** ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα ^v-13-412

**413** Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ· ^v-13-413

**414** ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον ^v-13-414

**415** ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.” ^v-13-415

**416** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-13-416

**417** “τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα; ^v-13-417

**418** ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ ^v-13-418

**419** πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;” ^v-13-419

**420** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· ^v-13-420

**421** “μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω. ^v-13-421

**422** αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο ^v-13-422

**423** κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος ^v-13-423

**424** ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται. ^v-13-424

**425** ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, ^v-13-425

**426** ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι· ^v-13-426

**427** ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει ^v-13-427

**428** ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.” ^v-13-428

**429** ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. ^v-13-429

**430** κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, ^v-13-430

**431** ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα ^v-13-431

**432** πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, ^v-13-432

**433** κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε· ^v-13-433

**434** ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, ^v-13-434

**435** ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ^v-13-435

**436** ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, ^v-13-436

**437** ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, ^v-13-437

**438** πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. ^v-13-438

**439** τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα ^v-13-439

**440** ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος. ^v-13-440

### Livro 14

**1** αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν ^v-14-1

**2** χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη ^v-14-2

**3** πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα ^v-14-3

**4** κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. ^v-14-4

**5** τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ ^v-14-5

**6** ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, ^v-14-6

**7** καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης ^v-14-7

**8** αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, ^v-14-8

**9** νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, ^v-14-9

**10** ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ· ^v-14-10

**11** σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, ^v-14-11

**12** πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας· ^v-14-12

**13** ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει ^v-14-13

**14** πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ ^v-14-14

**15** πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο, ^v-14-15

**16** θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, ^v-14-16

**17** πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες ^v-14-17

**18** ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης ^v-14-18

**19** αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· ^v-14-19

**20** οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. ^v-14-20

**21** πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον ^v-14-21

**22** τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν. ^v-14-22

**23** αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, ^v-14-23

**24** τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι ^v-14-24

**25** ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν, ^v-14-25

**26** οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε ^v-14-26

**27** σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ^v-14-27

**28** ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ^v-14-28

**29** ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. ^v-14-29

**30** οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς ^v-14-30

**31** ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. ^v-14-31

**32** ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος· ^v-14-32

**33** ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν ^v-14-33

**34** ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός. ^v-14-34

**35** τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον ^v-14-35

**36** πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα· ^v-14-36

**37** “ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ^v-14-37

**38** ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας. ^v-14-38

**39** καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε· ^v-14-39

**40** ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ^v-14-40

**41** ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω ^v-14-41

**42** ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς ^v-14-42

**43** πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε, ^v-14-43

**44** εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. ^v-14-44

**45** ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός, ^v-14-45

**46** σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν, ^v-14-46

**47** εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.” ^v-14-47

**48** ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός, ^v-14-48

**49** εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας, ^v-14-49

**50** ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός, ^v-14-50

**51** αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς ^v-14-51

**52** ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-14-52

**53** “Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι ^v-14-53

**54** ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.” ^v-14-54

**55** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-14-55

**56** “ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, ^v-14-56

**57** ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ^v-14-57

**58** ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε ^v-14-58

**59** γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν ^v-14-59

**60** αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες ^v-14-60

**61** οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν, ^v-14-61

**62** ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, ^v-14-62

**64** οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, ^v-14-64

**63** οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, ^v-14-63

**65** ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ, ^v-14-65

**66** ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω. ^v-14-66

**67** τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα· ^v-14-67

**68** ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι ^v-14-68

**69** πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε· ^v-14-69

**70** καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς ^v-14-70

**71** Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.” ^v-14-71

**72** ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, ^v-14-72

**73** βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων. ^v-14-73

**74** ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, ^v-14-74

**75** εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν. ^v-14-75

**76** ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ ^v-14-76

**77** θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν· ^v-14-77

**78** ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, ^v-14-78

**79** αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· ^v-14-79

**80** “ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, ^v-14-80

**81** χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν, ^v-14-81

**82** οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν. ^v-14-82

**83** οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ^v-14-83

**84** ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων. ^v-14-84

**85** καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης ^v-14-85

**86** ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ, ^v-14-86

**87** πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, ^v-14-87

**88** καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. ^v-14-88

**89** οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν, ^v-14-89

**90** κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως ^v-14-90

**91** μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι ^v-14-91

**92** κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ. ^v-14-92

**93** ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, ^v-14-93

**94** οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω· ^v-14-94

**95** οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες. ^v-14-95

**96** ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση ^v-14-96

**97** ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης ^v-14-97

**98** οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν ^v-14-98

**99** ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω. ^v-14-99

**100** δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν, ^v-14-100

**101** τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν ^v-14-101

**102** βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. ^v-14-102

**103** ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα ^v-14-103

**104** ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται. ^v-14-104

**105** τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, ^v-14-105

**106** ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. ^v-14-106

**107** αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε, ^v-14-107

**108** καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.” ^v-14-108

**109** ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον ^v-14-109

**110** ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν. ^v-14-110

**111** αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, ^v-14-111

**112** καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν, ^v-14-112

**113** οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ, ^v-14-113

**114** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-14-114

**115** “ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, ^v-14-115

**116** ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; ^v-14-116

**117** φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς. ^v-14-117

**118** εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. ^v-14-118

**119** Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ^v-14-119

**120** εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.” ^v-14-120

**121** τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν· ^v-14-121

**122** “ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ^v-14-122

**123** ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν, ^v-14-123

**124** ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται ^v-14-124

**125** ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι. ^v-14-125

**126** ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, ^v-14-126

**127** ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει· ^v-14-127

**128** ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ, ^v-14-128

**129** καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, ^v-14-129

**130** ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται. ^v-14-130

**131** αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. ^v-14-131

**132** εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. ^v-14-132

**133** τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ ^v-14-133

**134** ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν· ^v-14-134

**135** ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ ^v-14-135

**136** κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ. ^v-14-136

**137** ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω ^v-14-137

**138** πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον ^v-14-138

**139** ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω, ^v-14-139

**140** οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι ^v-14-140

**141** οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί. ^v-14-141

**142** οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ ^v-14-142

**143** ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ· ^v-14-143

**144** ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο. ^v-14-144

**145** τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν ^v-14-145

**146** αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ· ^v-14-146

**147** ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.” ^v-14-147

**148** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-14-148

**149** “ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα ^v-14-149

**150** κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος· ^v-14-150

**151** ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, ^v-14-151

**152** ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω ^v-14-152

**153** αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται· ^v-14-153

**154** ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά· ^v-14-154

**155** πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. ^v-14-155

**156** ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι ^v-14-156

**157** γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. ^v-14-157

**158** ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ^v-14-158

**159** ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· ^v-14-159

**160** ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. ^v-14-160

**161** τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς. ^v-14-161

**162** τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο, ^v-14-162

**163** οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου ^v-14-163

**164** ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.” ^v-14-164

**165** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-14-165

**166** “ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, ^v-14-166

**167** οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος ^v-14-167

**168** πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων ^v-14-168

**169** μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν ^v-14-169

**170** ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. ^v-14-170

**171** ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς ^v-14-171

**172** ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια ^v-14-172

**173** Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής. ^v-14-173

**174** νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς, ^v-14-174

**175** Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, ^v-14-175

**176** καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα ^v-14-176

**177** πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, ^v-14-177

**178** τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας ^v-14-178

**179** ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ^v-14-179

**180** ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ ^v-14-180

**181** οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται ^v-14-181

**182** νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο. ^v-14-182

**183** ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ ^v-14-183

**184** ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων. ^v-14-184

**185** ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες ^v-14-185

**186** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· ^v-14-186

**187** τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ^v-14-187

**188** ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ^v-14-188

**189** ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; ^v-14-189

**190** οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.” ^v-14-190

**191** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-14-191

**192** “τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-14-192

**193** εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ ^v-14-193

**194** ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, ^v-14-194

**195** δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν· ^v-14-195

**196** ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα ^v-14-196

**197** οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ^v-14-197

**198** ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. ^v-14-198

**199** ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ^v-14-199

**200** ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι ^v-14-200

**201** υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο ^v-14-201

**202** γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ ^v-14-202

**203** παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα ^v-14-203

**204** Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι ^v-14-204

**205** ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ ^v-14-205

**206** ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. ^v-14-206

**207** ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι ^v-14-207

**208** εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο ^v-14-208

**209** παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, ^v-14-209

**210** αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν. ^v-14-210

**211** ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων ^v-14-211

**212** εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα ^v-14-212

**213** οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν ^v-14-213

**214** ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα ^v-14-214

**215** γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. ^v-14-215

**216** ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη ^v-14-216

**217** καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε ^v-14-217

**218** ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, ^v-14-218

**219** οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, ^v-14-219

**220** ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον ^v-14-220

**221** ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν. ^v-14-221

**222** τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν ^v-14-222

**223** οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, ^v-14-223

**224** ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν ^v-14-224

**225** καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, ^v-14-225

**226** λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται. ^v-14-226

**227** αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν· ^v-14-227

**228** ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ^v-14-228

**229** πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν ^v-14-229

**230** εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν ^v-14-230

**231** ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά. ^v-14-231

**232** τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω ^v-14-232

**233** λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα ^v-14-233

**234** δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην. ^v-14-234

**235** ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς ^v-14-235

**236** ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε, ^v-14-236

**237** δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα ^v-14-237

**238** νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος ^v-14-238

**239** ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις. ^v-14-239

**240** ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν, ^v-14-240

**241** τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν ^v-14-241

**242** οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς. ^v-14-242

**243** αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς· ^v-14-243

**244** μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν ^v-14-244

**245** κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα ^v-14-245

**246** Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, ^v-14-246

**247** νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν. ^v-14-247

**248** ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός. ^v-14-248

**249** ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι ^v-14-249

**250** δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον ^v-14-250

**251** θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι. ^v-14-251

**252** ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης ^v-14-252

**253** ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ^v-14-253

**254** ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι ^v-14-254

**255** νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι ^v-14-255

**256** ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. ^v-14-256

**257** πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα, ^v-14-257

**258** στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ^v-14-258

**259** ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους ^v-14-259

**260** αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ^v-14-260

**261** ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι· ^v-14-261

**262** οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, ^v-14-262

**263** αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς ^v-14-263

**264** πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, ^v-14-264

**265** αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. ^v-14-265

**266** οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ^v-14-266

**267** ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων ^v-14-267

**268** χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος ^v-14-268

**269** φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη ^v-14-269

**270** μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. ^v-14-270

**271** ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, ^v-14-271

**272** τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. ^v-14-272

**273** αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ^v-14-273

**274** ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ^v-14-274

**275** αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— ^v-14-275

**276** αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα ^v-14-276

**277** καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός· ^v-14-277

**278** αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων ^v-14-278

**279** καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, ^v-14-279

**280** ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα. ^v-14-280

**281** ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ^v-14-281

**282** ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— ^v-14-282

**283** ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν ^v-14-283

**284** ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. ^v-14-284

**285** ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα ^v-14-285

**286** χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. ^v-14-286

**287** ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, ^v-14-287

**288** δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, ^v-14-288

**289** τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· ^v-14-289

**290** ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα ^v-14-290

**291** Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο. ^v-14-291

**292** ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. ^v-14-292

**293** ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ^v-14-293

**294** ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, ^v-14-294

**295** ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο ^v-14-295

**296** ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, ^v-14-296

**297** κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. ^v-14-297

**298** τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. ^v-14-298

**299** ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, ^v-14-299

**300** μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον. ^v-14-300

**301** ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη ^v-14-301

**302** φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, ^v-14-302

**303** δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων ^v-14-303

**304** νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. ^v-14-304

**305** Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· ^v-14-305

**306** ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ^v-14-306

**307** ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες. ^v-14-307

**308** οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν ^v-14-308

**309** κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον. ^v-14-309

**310** αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, ^v-14-310

**311** ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο ^v-14-311

**312** ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. ^v-14-312

**313** τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. ^v-14-313

**314** ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ ^v-14-314

**315** γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. ^v-14-315

**316** ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων ^v-14-316

**317** ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν ^v-14-317

**318** αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, ^v-14-318

**319** χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· ^v-14-319

**320** ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν. ^v-14-320

**321** ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε ^v-14-321

**322** ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν, ^v-14-322

**323** καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, ^v-14-323

**324** χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. ^v-14-324

**325** καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι· ^v-14-325

**326** τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. ^v-14-326

**327** τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ^v-14-327

**328** ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ^v-14-328

**329** ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον ^v-14-329

**330** ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. ^v-14-330

**331** ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, ^v-14-331

**332** νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, ^v-14-332

**333** οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. ^v-14-333

**334** ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς ^v-14-334

**335** ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. ^v-14-335

**336** ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ ^v-14-336

**337** ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ^v-14-337

**338** ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην. ^v-14-338

**339** ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, ^v-14-339

**340** αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ^v-14-340

**341** ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, ^v-14-341

**342** ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, ^v-14-342

**343** ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι· ^v-14-343

**344** ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο. ^v-14-344

**345** ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ ^v-14-345

**346** ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες ^v-14-346

**347** ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. ^v-14-347

**348** αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ ^v-14-348

**349** ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, ^v-14-349

**350** ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ ^v-14-350

**351** στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι ^v-14-351

**352** νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων. ^v-14-352

**353** ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, ^v-14-353

**354** κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες ^v-14-354

**355** φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι ^v-14-355

**356** μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον ^v-14-356

**357** νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ ^v-14-357

**358** ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες ^v-14-358

**359** ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.” ^v-14-359

**360** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-14-360

**361** “ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας ^v-14-361

**362** ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης. ^v-14-362

**363** ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις ^v-14-363

**364** εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα ^v-14-364

**365** μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς ^v-14-365

**366** νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι ^v-14-366

**367** πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν ^v-14-367

**368** ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε. ^v-14-368

**369** τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, ^v-14-369

**370** ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω ^v-14-370

**371** νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο. ^v-14-371

**372** αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε ^v-14-372

**373** ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια ^v-14-373

**374** ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ. ^v-14-374

**375** ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, ^v-14-375

**376** ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος, ^v-14-376

**377** ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες· ^v-14-377

**378** ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι, ^v-14-378

**379** ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, ^v-14-379

**380** ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, ^v-14-380

**381** ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον. ^v-14-381

**382** φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι ^v-14-382

**383** νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι· ^v-14-383

**384** καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, ^v-14-384

**385** πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι. ^v-14-385

**386** καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων, ^v-14-386

**387** μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε· ^v-14-387

**388** οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω, ^v-14-388

**389** ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.” ^v-14-389

**390** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-14-390

**391** “ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, ^v-14-391

**392** οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω. ^v-14-392

**393** ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε ^v-14-393

**394** μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν. ^v-14-394

**395** εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, ^v-14-395

**396** ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι ^v-14-396

**397** Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ· ^v-14-397

**398** εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω, ^v-14-398

**399** δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, ^v-14-399

**400** ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.” ^v-14-400

**401** τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός· ^v-14-401

**402** “ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε ^v-14-402

**403** εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα, ^v-14-403

**404** ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, ^v-14-404

**405** αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην· ^v-14-405

**406** πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην. ^v-14-406

**407** νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι ^v-14-407

**408** εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.” ^v-14-408

**409** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-14-409

**410** ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί. ^v-14-410

**411** τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι, ^v-14-411

**412** κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων ^v-14-412

**413** αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός· ^v-14-413

**414** “ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω ^v-14-414

**415** τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν ^v-14-415

**416** δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· ^v-14-416

**417** ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.” ^v-14-417

**418** ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, ^v-14-418

**419** οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. ^v-14-419

**420** τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης ^v-14-420

**421** λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ^v-14-421

**422** ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ^v-14-422

**423** ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν ^v-14-423

**424** νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. ^v-14-424

**425** κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων· ^v-14-425

**426** τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν· ^v-14-426

**427** αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης, ^v-14-427

**428** πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, ^v-14-428

**429** καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, ^v-14-429

**430** μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ^v-14-430

**431** ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, ^v-14-431

**432** βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης ^v-14-432

**433** ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη. ^v-14-433

**434** καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· ^v-14-434

**435** τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, ^v-14-435

**436** θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ· ^v-14-436

**437** νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν ^v-14-437

**438** ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος· ^v-14-438

**439** καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· ^v-14-439

**440** “αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο ^v-14-440

**441** ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.” ^v-14-441

**442** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-14-442

**443** “ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, ^v-14-443

**444** οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, ^v-14-444

**445** ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.” ^v-14-445

**446** ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, ^v-14-446

**447** σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ ^v-14-447

**448** ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ. ^v-14-448

**449** σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης ^v-14-449

**450** αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, ^v-14-450

**451** νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· ^v-14-451

**452** πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. ^v-14-452

**453** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-14-453

**454** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-14-454

**455** σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον ^v-14-455

**456** σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. ^v-14-456

**457** νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς ^v-14-457

**458** πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. ^v-14-458

**459** τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, ^v-14-459

**460** εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων ^v-14-460

**461** ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην· ^v-14-461

**462** “κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι, ^v-14-462

**463** εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει ^v-14-463

**464** ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι ^v-14-464

**465** καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, ^v-14-465

**466** καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον. ^v-14-466

**467** ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω. ^v-14-467

**468** εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ^v-14-468

**469** ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ^v-14-469

**470** ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος, ^v-14-470

**471** τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον. ^v-14-471

**472** ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ^v-14-472

**473** ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά, ^v-14-473

**474** ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες ^v-14-474

**475** κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, ^v-14-475

**476** πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη, ^v-14-476

**477** ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ^v-14-477

**478** ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, ^v-14-478

**479** εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους· ^v-14-479

**480** αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον ^v-14-480

**481** ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης, ^v-14-481

**482** ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν. ^v-14-482

**483** ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, ^v-14-483

**484** καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα ^v-14-484

**485** ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε· ^v-14-485

**486** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-14-486

**487** οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα ^v-14-487

**488** δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων ^v-14-488

**489** οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.” ^v-14-489

**490** ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, ^v-14-490

**491** οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι· ^v-14-491

**492** φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· ^v-14-492

**493** “σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.” ^v-14-493

**494** ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· ^v-14-494

**495** “κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. ^v-14-495

**496** λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη ^v-14-496

**497** εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν, ^v-14-497

**498** εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.” ^v-14-498

**499** ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός, ^v-14-499

**500** καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν, ^v-14-500

**501** βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου ^v-14-501

**502** κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς. ^v-14-502

**503** ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη· ^v-14-503

**504** δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ^v-14-504

**505** ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· ^v-14-505

**506** νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.” ^v-14-506

**507** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-14-507

**508** “ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας, ^v-14-508

**509** οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· ^v-14-509

**510** τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ^v-14-510

**511** ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα, ^v-14-511

**512** νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. ^v-14-512

**513** οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ^v-14-513

**514** ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ. ^v-14-514

**515** αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, ^v-14-515

**516** αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, ^v-14-516

**517** πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.” ^v-14-517

**518** ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς ^v-14-518

**519** εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. ^v-14-519

**520** ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ ^v-14-520

**521** πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς, ^v-14-521

**522** ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. ^v-14-522

**523** ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν ^v-14-523

**524** ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ ^v-14-524

**525** ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι, ^v-14-525

**526** ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς, ^v-14-526

**527** ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. ^v-14-527

**528** πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις, ^v-14-528

**529** ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν, ^v-14-529

**530** ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο, ^v-14-530

**531** εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. ^v-14-531

**532** βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες ^v-14-532

**533** πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ. ^v-14-533

### Livro 15

**1** ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη ^v-15-1

**2** ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν ^v-15-2

**3** νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. ^v-15-3

**4** εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν ^v-15-4

**5** εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ^v-15-5

**6** ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· ^v-15-6

**7** Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ ^v-15-7

**8** νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ^v-15-8

**9** ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· ^v-15-9

**10** “Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, ^v-15-10

**11** κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν ^v-15-11

**12** οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι ^v-15-12

**13** κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ^v-15-13

**14** ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον ^v-15-14

**15** πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. ^v-15-15

**16** ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται ^v-15-16

**17** Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας ^v-15-17

**18** μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· ^v-15-18

**19** μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. ^v-15-19

**20** οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· ^v-15-20

**21** κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, ^v-15-21

**22** παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο ^v-15-22

**23** οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ. ^v-15-23

**24** ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα ^v-15-24

**25** δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, ^v-15-25

**26** εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν. ^v-15-26

**27** ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ. ^v-15-27

**28** μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ^v-15-28

**29** ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. ^v-15-29

**30** ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι. ^v-15-30

**31** ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει ^v-15-31

**32** ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. ^v-15-32

**33** ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, ^v-15-33

**34** νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν ^v-15-34

**35** ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε. ^v-15-35

**36** αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, ^v-15-36

**37** νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, ^v-15-37

**38** αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, ^v-15-38

**39** ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν. ^v-15-39

**40** ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω ^v-15-40

**41** ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, ^v-15-41

**42** οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.” ^v-15-42

**43** ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, ^v-15-43

**44** αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν ^v-15-44

**45** λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· ^v-15-45

**46** “ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους ^v-15-46

**47** ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.” ^v-15-47

**48** τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· ^v-15-48

**49** “Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο ^v-15-49

**50** νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. ^v-15-50

**51** ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ ^v-15-51

**52** ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, ^v-15-52

**53** καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. ^v-15-53

**54** τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ^v-15-54

**55** ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.” ^v-15-55

**56** ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ^v-15-56

**57** ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, ^v-15-57

**58** ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. ^v-15-58

**59** τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, ^v-15-59

**60** σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα ^v-15-60

**61** δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις ^v-15-61

**62** ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα ^v-15-62

**63** Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· ^v-15-63

**64** “Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-15-64

**65** ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν· ^v-15-65

**66** ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.” ^v-15-66

**67** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· ^v-15-67

**68** “Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω ^v-15-68

**69** ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ ^v-15-69

**70** ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, ^v-15-70

**71** ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα. ^v-15-71

**72** ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι ^v-15-72

**73** ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. ^v-15-73

**74** χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ^v-15-74

**75** ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω ^v-15-75

**76** καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ ^v-15-76

**77** δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. ^v-15-77

**78** ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, ^v-15-78

**79** δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν. ^v-15-79

**80** εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος, ^v-15-80

**81** ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους, ^v-15-81

**82** ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας ^v-15-82

**83** αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ^v-15-83

**84** ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, ^v-15-84

**85** ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.” ^v-15-85

**86** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-86

**87** “Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-15-87

**88** βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν ^v-15-88

**89** οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν· ^v-15-89

**90** μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι, ^v-15-90

**91** ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.” ^v-15-91

**92** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, ^v-15-92

**93** αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε ^v-15-93

**94** δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. ^v-15-94

**95** ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, ^v-15-95

**96** ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· ^v-15-96

**97** τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος ^v-15-97

**98** ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. ^v-15-98

**99** αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ^v-15-99

**100** οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης. ^v-15-100

**101** ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο, ^v-15-101

**102** Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον, ^v-15-102

**103** υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν ^v-15-103

**104** ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν, ^v-15-104

**105** ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή. ^v-15-105

**106** τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν, ^v-15-106

**107** ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ^v-15-107

**108** ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. ^v-15-108

**109** βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο ^v-15-109

**110** Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος· ^v-15-110

**111** “Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς, ^v-15-111

**112** ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης. ^v-15-112

**113** δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, ^v-15-113

**114** δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι. ^v-15-114

**115** δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ ^v-15-115

**116** ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, ^v-15-116

**117** ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως, ^v-15-117

**118** Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε ^v-15-118

**119** κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.” ^v-15-119

**120** ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον ^v-15-120

**121** ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν ^v-15-121

**122** θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης, ^v-15-122

**123** ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος ^v-15-123

**124** πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-15-124

**125** “δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, ^v-15-125

**126** μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην, ^v-15-126

**127** σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ ^v-15-127

**128** κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο ^v-15-128

**129** οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.” ^v-15-129

**130** ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων. ^v-15-130

**131** καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως ^v-15-131

**132** δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ· ^v-15-132

**133** τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. ^v-15-133

**134** ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε. ^v-15-134

**135** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-15-135

**136** καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-15-136

**137** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-15-137

**138** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα· ^v-15-138

**139** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· ^v-15-139

**140** πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας· ^v-15-140

**141** οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο. ^v-15-141

**142** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-15-142

**143** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-15-143

**144** δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς ^v-15-144

**145** ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ^v-15-145

**146** ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. ^v-15-146

**147** τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, ^v-15-147

**148** οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, ^v-15-148

**149** ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην. ^v-15-149

**150** στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα· ^v-15-150

**151** “χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν ^v-15-151

**152** εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, ^v-15-152

**153** ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.” ^v-15-153

**154** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-154

**155** “καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, ^v-15-155

**156** πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς ^v-15-156

**157** νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, ^v-15-157

**158** εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ^v-15-158

**159** ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.” ^v-15-159

**160** ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, ^v-15-160

**161** αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, ^v-15-161

**162** ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο ^v-15-162

**163** ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν ^v-15-163

**164** δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες ^v-15-164

**165** γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ^v-15-165

**166** τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων· ^v-15-166

**167** “φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ^v-15-167

**168** ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.” ^v-15-168

**169** ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος, ^v-15-169

**170** ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας. ^v-15-170

**171** τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον· ^v-15-171

**172** “κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ^v-15-172

**173** ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ^v-15-173

**174** ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ ^v-15-174

**175** ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, ^v-15-175

**176** ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ^v-15-176

**177** οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη ^v-15-177

**178** οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.” ^v-15-178

**179** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-179

**180** “οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης· ^v-15-180

**181** τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.” ^v-15-181

**182** ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα ^v-15-182

**183** ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες. ^v-15-183

**184** οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. ^v-15-184

**185** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ^v-15-185

**186** ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, ^v-15-186

**187** υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ^v-15-187

**188** ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ^v-15-188

**189** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-15-189

**190** ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ^v-15-190

**191** ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· ^v-15-191

**192** μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην. ^v-15-192

**193** αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· ^v-15-193

**194** καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· ^v-15-194

**195** “Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας ^v-15-195

**196** μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι ^v-15-196

**197** ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· ^v-15-197

**198** ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. ^v-15-198

**199** μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, ^v-15-199

**200** μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ ^v-15-200

**201** ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.” ^v-15-201

**202** ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, ^v-15-202

**203** ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν. ^v-15-203

**204** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· ^v-15-204

**205** στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, ^v-15-205

**206** νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, ^v-15-206

**207** ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· ^v-15-207

**208** καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· ^v-15-208

**209** “σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, ^v-15-209

**210** πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. ^v-15-210

**211** εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ^v-15-211

**212** οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, ^v-15-212

**213** ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι ^v-15-213

**214** ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.” ^v-15-214

**215** ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους ^v-15-215

**216** ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε. ^v-15-216

**217** Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· ^v-15-217

**218** “ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, ^v-15-218

**219** αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.” ^v-15-219

**220** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, ^v-15-220

**221** αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. ^v-15-221

**222** ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ ^v-15-222

**223** νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ ^v-15-223

**224** τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, ^v-15-224

**225** μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, ^v-15-225

**226** ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ^v-15-226

**227** ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· ^v-15-227

**228** δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων ^v-15-228

**229** Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, ^v-15-229

**230** ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν ^v-15-230

**231** εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο ^v-15-231

**232** δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων ^v-15-232

**233** εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, ^v-15-233

**234** τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. ^v-15-234

**235** ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους ^v-15-235

**236** ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς ^v-15-236

**237** ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα ^v-15-237

**238** ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, ^v-15-238

**239** Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν ^v-15-239

**240** ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν ^v-15-240

**241** ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, ^v-15-241

**242** γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ. ^v-15-242

**243** Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, ^v-15-243

**244** αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ^v-15-244

**245** ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων ^v-15-245

**246** παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, ^v-15-246

**247** ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. ^v-15-247

**248** τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. ^v-15-248

**249** Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· ^v-15-249

**250** ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς ^v-15-250

**251** κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· ^v-15-251

**252** αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων ^v-15-252

**253** θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· ^v-15-253

**254** ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, ^v-15-254

**255** ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. ^v-15-255

**256** τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, ^v-15-256

**257** ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν ^v-15-257

**258** σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, ^v-15-258

**259** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-15-259

**260** “ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, ^v-15-260

**261** λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα ^v-15-261

**262** σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, ^v-15-262

**263** εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς· ^v-15-263

**264** τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;” ^v-15-264

**265** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-265

**266** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-15-266

**267** ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, ^v-15-267

**268** εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. ^v-15-268

**269** τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ^v-15-269

**270** ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.” ^v-15-270

**271** τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· ^v-15-271

**272** “οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς ^v-15-272

**273** ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε ^v-15-273

**274** Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. ^v-15-274

**275** τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν ^v-15-275

**276** φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. ^v-15-276

**277** ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, ^v-15-277

**278** μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.” ^v-15-278

**279** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-279

**280** “οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, ^v-15-280

**281** ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.” ^v-15-281

**282** ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, ^v-15-282

**283** καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· ^v-15-283

**284** ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. ^v-15-284

**285** ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ ^v-15-285

**286** εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. ^v-15-286

**287** Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ^v-15-287

**288** ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. ^v-15-288

**289** ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης ^v-15-289

**290** στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ^v-15-290

**291** ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. ^v-15-291

**292** τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ^v-15-292

**293** λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα ^v-15-293

**294** νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ^v-15-294

**295** βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. ^v-15-295

**296** δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ^v-15-296

**297** ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ ^v-15-297

**298** ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ^v-15-298

**299** ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, ^v-15-299

**300** ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ. ^v-15-300

**301** τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ^v-15-301

**302** δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι. ^v-15-302

**303** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-15-303

**304** τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, ^v-15-304

**305** ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι ^v-15-305

**306** αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· ^v-15-306

**307** “κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· ^v-15-307

**308** ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι ^v-15-308

**309** πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. ^v-15-309

**310** ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον ^v-15-310

**311** ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ ^v-15-311

**312** πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. ^v-15-312

**313** καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο ^v-15-313

**314** ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, ^v-15-314

**315** καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, ^v-15-315

**316** εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. ^v-15-316

**317** αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. ^v-15-317

**318** ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ^v-15-318

**319** Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ^v-15-319

**320** ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, ^v-15-320

**321** δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, ^v-15-321

**322** πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι, ^v-15-322

**323** δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, ^v-15-323

**324** οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.” ^v-15-324

**325** τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα· ^v-15-325

**326** “ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα ^v-15-326

**327** ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι. ^v-15-327

**328** εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, ^v-15-328

**329** τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. ^v-15-329

**330** οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ^v-15-330

**331** ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, ^v-15-331

**332** αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, ^v-15-332

**333** οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι ^v-15-333

**334** σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν. ^v-15-334

**335** ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, ^v-15-335

**336** οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν. ^v-15-336

**337** αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, ^v-15-337

**338** κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει, ^v-15-338

**339** πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.” ^v-15-339

**340** τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· ^v-15-340

**341** “αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο ^v-15-341

**342** ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. ^v-15-342

**343** πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν· ^v-15-343

**344** ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν ^v-15-344

**345** ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος. ^v-15-345

**346** νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας, ^v-15-346

**347** εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο ^v-15-347

**348** πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ, ^v-15-348

**349** ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο, ^v-15-349

**350** ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.” ^v-15-350

**351** τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· ^v-15-351

**352** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-15-352

**353** Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ ^v-15-353

**354** θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν· ^v-15-354

**355** ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο ^v-15-355

**356** κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα ^v-15-356

**357** ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν. ^v-15-357

**358** ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο, ^v-15-358

**359** λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε ^v-15-359

**360** ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι. ^v-15-360

**361** ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης, ^v-15-361

**362** τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι, ^v-15-362

**363** οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, ^v-15-363

**364** θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων· ^v-15-364

**365** τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα. ^v-15-365

**366** αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω, ^v-15-366

**367** τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο, ^v-15-367

**368** αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη ^v-15-368

**369** καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα ^v-15-369

**370** ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον. ^v-15-370

**371** νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ ^v-15-371

**372** ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω· ^v-15-372

**373** τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα. ^v-15-373

**374** ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι ^v-15-374

**375** οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ^v-15-375

**376** ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν ^v-15-376

**377** ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι ^v-15-377

**378** καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ^v-15-378

**379** ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.” ^v-15-379

**380** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-15-380

**381** “ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα, ^v-15-381

**382** πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. ^v-15-382

**383** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-15-383

**384** ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ^v-15-384

**385** ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ, ^v-15-385

**386** ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν ^v-15-386

**387** ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν ^v-15-387

**388** τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.” ^v-15-388

**389** τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· ^v-15-389

**390** “ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, ^v-15-390

**391** σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ^v-15-391

**392** ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ^v-15-392

**393** ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή, ^v-15-393

**394** πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος. ^v-15-394

**395** τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, ^v-15-395

**396** εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι ^v-15-396

**397** δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. ^v-15-397

**398** νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε ^v-15-398

**399** κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, ^v-15-399

**400** μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ^v-15-400

**401** ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ. ^v-15-401

**402** τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. ^v-15-402

**403** νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, ^v-15-403

**404** Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο, ^v-15-404

**405** οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν, ^v-15-405

**406** εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος. ^v-15-406

**407** πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη ^v-15-407

**408** νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν· ^v-15-408

**409** ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων, ^v-15-409

**410** ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν ^v-15-410

**411** οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. ^v-15-411

**412** ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται· ^v-15-412

**413** τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, ^v-15-413

**414** Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. ^v-15-414

**415** ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, ^v-15-415

**416** τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ. ^v-15-416

**417** ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ, ^v-15-417

**418** καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα· ^v-15-418

**419** τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. ^v-15-419

**420** πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ ^v-15-420

**421** εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει ^v-15-421

**422** θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. ^v-15-422

**423** εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι· ^v-15-423

**424** ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ· ^v-15-424

**425** “ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, ^v-15-425

**426** κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· ^v-15-426

**427** ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες ^v-15-427

**428** ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες ^v-15-428

**429** τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.” ^v-15-429

**430** τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· ^v-15-430

**431** “ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, ^v-15-431

**432** ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ ^v-15-432

**433** αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.” ^v-15-433

**434** τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· ^v-15-434

**435** “εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, ^v-15-435

**436** ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.” ^v-15-436

**437** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν. ^v-15-437

**438** αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, ^v-15-438

**439** τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· ^v-15-439

**440** “σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν ^v-15-440

**441** ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, ^v-15-441

**442** ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι ^v-15-442

**443** ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ ^v-15-443

**444** δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον. ^v-15-444

**445** ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων. ^v-15-445

**446** ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, ^v-15-446

**447** ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω· ^v-15-447

**448** οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ· ^v-15-448

**449** καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. ^v-15-449

**450** παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, ^v-15-450

**451** κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε· ^v-15-451

**452** τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον ^v-15-452

**453** ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.” ^v-15-453

**454** ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά, ^v-15-454

**455** οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες ^v-15-455

**456** ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. ^v-15-456

**457** ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, ^v-15-457

**458** καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί. ^v-15-458

**459** ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς ^v-15-459

**460** χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο. ^v-15-460

**461** τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ ^v-15-461

**462** χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, ^v-15-462

**463** ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ. ^v-15-463

**464** ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, ^v-15-464

**465** ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. ^v-15-465

**466** εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας ^v-15-466

**467** ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο. ^v-15-467

**468** οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, ^v-15-468

**469** ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ ^v-15-469

**470** ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. ^v-15-470

**471** δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· ^v-15-471

**472** ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, ^v-15-472

**473** ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. ^v-15-473

**474** οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, ^v-15-474

**475** νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. ^v-15-475

**476** ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· ^v-15-476

**477** ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, ^v-15-477

**478** τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, ^v-15-478

**479** ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ. ^v-15-479

**480** καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ^v-15-480

**481** ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ· ^v-15-481

**482** τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, ^v-15-482

**483** ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν. ^v-15-483

**484** οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.” ^v-15-484

**485** τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ· ^v-15-485

**486** “Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ^v-15-486

**487** ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ^v-15-487

**488** ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε ^v-15-488

**489** Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας ^v-15-489

**490** ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ^v-15-490

**491** ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε ^v-15-491

**492** πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.” ^v-15-492

**493** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-15-493

**494** καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· ^v-15-494

**495** αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου ^v-15-495

**496** Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν ^v-15-496

**497** καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· ^v-15-497

**498** ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ^v-15-498

**499** ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ^v-15-499

**500** δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. ^v-15-500

**501** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-15-501

**502** τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· ^v-15-502

**503** “ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν, ^v-15-503

**504** αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας· ^v-15-504

**505** ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι. ^v-15-505

**506** ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, ^v-15-506

**507** δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.” ^v-15-507

**508** τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· ^v-15-508

**509** “πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι ^v-15-509

**510** ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; ^v-15-510

**511** ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;” ^v-15-511

**512** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-512

**513** “ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην ^v-15-513

**514** ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ ^v-15-514

**515** χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ^v-15-515

**516** ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ ^v-15-516

**517** φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ^v-15-517

**518** ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, ^v-15-518

**519** Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, ^v-15-519

**520** τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· ^v-15-520

**521** καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα ^v-15-521

**522** μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν. ^v-15-522

**523** ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, ^v-15-523

**524** εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.” ^v-15-524

**525** ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, ^v-15-525

**526** κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι ^v-15-526

**527** τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε ^v-15-527

**528** μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. ^v-15-528

**529** τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας ^v-15-529

**530** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-15-530

**531** “Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις ^v-15-531

**532** ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. ^v-15-532

**533** ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο ^v-15-533

**534** ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.” ^v-15-534

**535** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-15-535

**536** “αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· ^v-15-536

**537** τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ^v-15-537

**538** ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.” ^v-15-538

**539** ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· ^v-15-539

**540** “Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα ^v-15-540

**541** πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο· ^v-15-541

**542** καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ^v-15-542

**543** ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.” ^v-15-543

**544** τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· ^v-15-544

**545** “Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, ^v-15-545

**546** τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.” ^v-15-546

**547** ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους ^v-15-547

**548** αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. ^v-15-548

**549** οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. ^v-15-549

**550** Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ^v-15-550

**551** εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, ^v-15-551

**552** νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. ^v-15-552

**553** οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε ^v-15-553

**554** Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· ^v-15-554

**555** τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, ^v-15-555

**556** ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης ^v-15-556

**557** ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς. ^v-15-557

### Livro 16

**1** τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ^v-16-1

**2** ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ, ^v-16-2

**3** ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι· ^v-16-3

**4** Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, ^v-16-4

**5** οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς ^v-16-5

**6** σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν. ^v-16-6

**7** αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· ^v-16-7

**8** “Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ^v-16-8

**9** ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ^v-16-9

**10** ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.” ^v-16-10

**11** οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ^v-16-11

**12** ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης, ^v-16-12

**13** ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, ^v-16-13

**14** κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, ^v-16-14

**15** κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ ^v-16-15

**16** χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ^v-16-16

**17** ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ ^v-16-17

**18** ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, ^v-16-18

**19** μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ, ^v-16-19

**20** ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς ^v-16-20

**21** πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα· ^v-16-21

**22** καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-16-22

**23** “ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε ^v-16-23

**24** ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε. ^v-16-24

**25** ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ ^v-16-25

**26** τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. ^v-16-26

**27** οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ^v-16-27

**28** ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ, ^v-16-28

**29** ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.” ^v-16-29

**30** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-30

**31** “ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, ^v-16-31

**32** ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, ^v-16-32

**33** ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη ^v-16-33

**34** ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ ^v-16-34

**35** χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.” ^v-16-35

**36** τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· ^v-16-36

**37** “καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ^v-16-37

**38** σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ ^v-16-38

**39** φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.” ^v-16-39

**40** ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· ^v-16-40

**41** αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. ^v-16-41

**42** τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς· ^v-16-42

**43** Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε· ^v-16-43

**44** “ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην ^v-16-44

**45** σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.” ^v-16-45

**46** ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης. ^v-16-46

**47** χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· ^v-16-47

**48** ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός. ^v-16-48

**49** τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης ^v-16-49

**50** ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, ^v-16-50

**51** σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ^v-16-51

**52** ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· ^v-16-52

**53** αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. ^v-16-53

**54** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-16-54

**55** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-16-55

**56** δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν· ^v-16-56

**57** “ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται ^v-16-57

**58** ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; ^v-16-58

**59** οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.” ^v-16-59

**60** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-16-60

**61** “τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. ^v-16-61

**62** ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, ^v-16-62

**63** φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι ^v-16-63

**64** πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων. ^v-16-64

**65** νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ^v-16-65

**66** ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω· ^v-16-66

**67** ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.” ^v-16-67

**68** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-68

**69** “Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· ^v-16-69

**70** πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; ^v-16-70

**71** αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ^v-16-71

**72** ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· ^v-16-72

**73** μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ^v-16-73

**74** ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, ^v-16-74

**75** εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ^v-16-75

**76** ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος ^v-16-76

**77** μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. ^v-16-77

**78** ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ^v-16-78

**79** ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, ^v-16-79

**80** δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, ^v-16-80

**81** πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. ^v-16-81

**82** εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας· ^v-16-82

**83** εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ^v-16-83

**84** ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους. ^v-16-84

**85** κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι ^v-16-85

**86** ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι· ^v-16-86

**87** μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν. ^v-16-87

**88** πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ^v-16-88

**89** ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.” ^v-16-89

**90** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-16-90

**91** “ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, ^v-16-91

**92** ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ, ^v-16-92

**93** οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι ^v-16-93

**94** ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος. ^v-16-94

**95** εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ ^v-16-95

**96** ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ, ^v-16-96

**97** ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ ^v-16-97

**98** μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. ^v-16-98

**99** αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ, ^v-16-99

**100** ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· ^v-16-100

**102** αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, ^v-16-102

**103** εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, ^v-16-103

**104** ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. ^v-16-104

**105** εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, ^v-16-105

**106** βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι ^v-16-106

**107** τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, ^v-16-107

**108** ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ^v-16-108

**109** ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, ^v-16-109

**110** καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας ^v-16-110

**111** μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.” ^v-16-111

**112** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-112

**113** “τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ^v-16-113

**114** οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, ^v-16-114

**115** οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ ^v-16-115

**116** μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. ^v-16-116

**117** ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· ^v-16-117

**118** μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, ^v-16-118

**119** μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς ^v-16-119

**120** μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο. ^v-16-120

**121** τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ. ^v-16-121

**122** ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, ^v-16-122

**123** Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ^v-16-123

**124** ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, ^v-16-124

**125** τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ^v-16-125

**126** ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ^v-16-126

**127** ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες ^v-16-127

**128** οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. ^v-16-128

**129** ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ^v-16-129

**130** ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ ^v-16-130

**131** εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα. ^v-16-131

**132** αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, ^v-16-132

**133** οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν ^v-16-133

**134** πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.” ^v-16-134

**135** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-16-135

**136** “γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ^v-16-136

**137** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-16-137

**138** ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω ^v-16-138

**139** δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων ^v-16-139

**140** ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ ^v-16-140

**141** πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι· ^v-16-141

**142** αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, ^v-16-142

**143** οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, ^v-16-143

**144** οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε ^v-16-144

**145** ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.” ^v-16-145

**146** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-146

**147** “ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· ^v-16-147

**148** εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, ^v-16-148

**149** πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ. ^v-16-149

**150** ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς ^v-16-150

**151** πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν ^v-16-151

**152** ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα ^v-16-152

**153** κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.” ^v-16-153

**154** ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα, ^v-16-154

**155** δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην ^v-16-155

**156** λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, ^v-16-156

**157** ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ ^v-16-157

**158** καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. ^v-16-158

**159** στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· ^v-16-159

**160** οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν, ^v-16-160

**161** οὐ γάρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, ^v-16-161

**162** ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο ^v-16-162

**163** κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. ^v-16-163

**164** ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς, ^v-16-164

**165** ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, ^v-16-165

**166** στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη· ^v-16-166

**167** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ. ^v-16-167

**168** ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, ^v-16-168

**169** ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε ^v-16-169

**170** ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ ^v-16-170

**171** δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.” ^v-16-171

**172** ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. ^v-16-172

**173** φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα ^v-16-173

**174** θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην. ^v-16-174

**175** ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν, ^v-16-175

**176** κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον. ^v-16-176

**177** ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς ^v-16-177

**178** ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός, ^v-16-178

**179** ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη, ^v-16-179

**180** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-16-180

**181** “ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν, ^v-16-181

**182** ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος. ^v-16-182

**183** ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ^v-16-183

**184** ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ ^v-16-184

**185** ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων” ^v-16-185

**186** τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· ^v-16-186

**187** “οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις; ^v-16-187

**188** ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων ^v-16-188

**189** πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.” ^v-16-189

**190** ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν ^v-16-190

**191** δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί. ^v-16-191

**192** Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι, ^v-16-192

**193** ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ^v-16-193

**194** “οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων ^v-16-194

**195** θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ^v-16-195

**196** οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ^v-16-196

**197** ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ^v-16-197

**198** ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ^v-16-198

**199** ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· ^v-16-199

**200** νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.” ^v-16-200

**201** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-16-201

**202** “Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα ^v-16-202

**203** οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι· ^v-16-203

**204** οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, ^v-16-204

**205** ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς, ^v-16-205

**206** ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ^v-16-206

**207** αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης, ^v-16-207

**208** ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γάρ, ^v-16-208

**209** ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε ^v-16-209

**210** ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. ^v-16-210

**211** ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-16-211

**212** ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.” ^v-16-212

**213** ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ ^v-16-213

**214** ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων, ^v-16-214

**215** ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο· ^v-16-215

**216** κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί, ^v-16-216

**217** φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ^v-16-217

**218** ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ^v-16-218

**219** ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον. ^v-16-219

**220** καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ^v-16-220

**221** εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· ^v-16-221

**222** “ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται ^v-16-222

**223** ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; ^v-16-223

**224** οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.” ^v-16-224

**225** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-16-225

**226** “τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. ^v-16-226

**227** Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους ^v-16-227

**228** ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται· ^v-16-228

**229** καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες ^v-16-229

**230** κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, ^v-16-230

**231** χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν. ^v-16-231

**232** καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται· ^v-16-232

**233** νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, ^v-16-233

**234** ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν. ^v-16-234

**235** ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ^v-16-235

**236** ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί· ^v-16-236

**237** καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας ^v-16-237

**238** φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι ^v-16-238

**239** μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.” ^v-16-239

**240** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-240

**241** “ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, ^v-16-241

**242** χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ^v-16-242

**243** ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη ^v-16-243

**244** ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι. ^v-16-244

**245** μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι, ^v-16-245

**246** ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν. ^v-16-246

**247** ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα ^v-16-247

**248** κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται· ^v-16-248

**249** ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν, ^v-16-249

**250** ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, ^v-16-250

**251** ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, ^v-16-251

**252** καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς ^v-16-252

**253** καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. ^v-16-253

**254** τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, ^v-16-254

**255** μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. ^v-16-255

**256** ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι, ^v-16-256

**257** φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.” ^v-16-257

**258** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-16-258

**259** “τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ^v-16-259

**260** καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ ^v-16-260

**261** ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.” ^v-16-261

**262** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-16-262

**263** “ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις, ^v-16-263

**264** ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις ^v-16-264

**265** ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.” ^v-16-265

**266** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-16-266

**267** “οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον ^v-16-267

**268** φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν ^v-16-268

**269** ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. ^v-16-269

**270** ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν ^v-16-270

**271** οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει· ^v-16-271

**272** αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, ^v-16-272

**273** πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. ^v-16-273

**274** εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ ^v-16-274

**275** τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, ^v-16-275

**276** ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ^v-16-276

**277** ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι. ^v-16-277

**278** ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, ^v-16-278

**279** μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι ^v-16-279

**280** πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. ^v-16-280

**281** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-16-281

**282** ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη, ^v-16-282

**283** νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας ^v-16-283

**284** ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται ^v-16-284

**285** ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας ^v-16-285

**286** πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι ^v-16-286

**287** παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· ^v-16-287

**288** “ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει ^v-16-288

**289** οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ^v-16-289

**290** ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. ^v-16-290

**291** πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, ^v-16-291

**292** μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ^v-16-292

**293** ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα ^v-16-293

**294** καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.” ^v-16-294

**295** νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε ^v-16-295

**296** καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ^v-16-296

**297** ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα ^v-16-297

**298** Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. ^v-16-298

**299** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-16-299

**300** εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, ^v-16-300

**301** μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, ^v-16-301

**302** μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης ^v-16-302

**303** μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια, ^v-16-303

**304** ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν· ^v-16-304

**305** καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ^v-16-305

**306** ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, ^v-16-306

**307** ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.” ^v-16-307

**308** τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός ^v-16-308

**309** “ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω, ^v-16-309

**310** γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν· ^v-16-310

**311** ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ^v-16-311

**312** ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα. ^v-16-312

**313** δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ^v-16-313

**314** ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι ^v-16-314

**315** χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. ^v-16-315

**316** ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, ^v-16-316

**317** αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· ^v-16-317

**318** ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι ^v-16-318

**319** ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι, ^v-16-319

**320** εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.” ^v-16-320

**321** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-16-321

**322** ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, ^v-16-322

**323** ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. ^v-16-323

**324** οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ^v-16-324

**325** νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, ^v-16-325

**326** τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, ^v-16-326

**327** αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. ^v-16-327

**328** αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ^v-16-328

**329** ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, ^v-16-329

**330** οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει ^v-16-330

**331** ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ ^v-16-331

**332** ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι ^v-16-332

**333** τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς ^v-16-333

**334** τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί. ^v-16-334

**335** ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, ^v-16-335

**336** κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· ^v-16-336

**337** “ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.” ^v-16-337

**338** Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς ^v-16-338

**339** πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι. ^v-16-339

**340** αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, ^v-16-340

**341** βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε. ^v-16-341

**342** μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, ^v-16-342

**343** ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, ^v-16-343

**344** αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. ^v-16-344

**345** τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ^v-16-345

**346** “ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται ^v-16-346

**347** Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ^v-16-347

**348** ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ^v-16-348

**349** ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα ^v-16-349

**350** κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.” ^v-16-350

**351** οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, ^v-16-351

**352** στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ^v-16-352

**353** ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ^v-16-353

**354** ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· ^v-16-354

**355** “μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ^v-16-355

**356** ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ ^v-16-356

**357** νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.” ^v-16-357

**358** ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, ^v-16-358

**359** αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, ^v-16-359

**360** τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. ^v-16-360

**361** αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον ^v-16-361

**362** εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. ^v-16-362

**363** τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ^v-16-363

**364** “ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. ^v-16-364

**365** ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας ^v-16-365

**366** αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι ^v-16-366

**367** οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ ^v-16-367

**368** νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, ^v-16-368

**369** Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες ^v-16-369

**370** αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ^v-16-370

**371** ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον ^v-16-371

**372** Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω ^v-16-372

**373** τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. ^v-16-373

**374** αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, ^v-16-374

**375** λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν. ^v-16-375

**376** ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς ^v-16-376

**377** εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ^v-16-377

**378** ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς ^v-16-378

**379** οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· ^v-16-379

**380** οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· ^v-16-380

**381** μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι ^v-16-381

**382** γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον· ^v-16-382

**383** ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος ^v-16-383

**384** ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, ^v-16-384

**385** δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε ^v-16-385

**386** κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι. ^v-16-386

**387** εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε ^v-16-387

**388** αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, ^v-16-388

**389** μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν ^v-16-389

**390** ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος ^v-16-390

**391** μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα ^v-16-391

**392** γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.” ^v-16-392

**393** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-16-393

**394** τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, ^v-16-394

**395** Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ^v-16-395

**396** ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ^v-16-396

**397** ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ^v-16-397

**398** ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ^v-16-398

**399** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-16-399

**400** “ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι ^v-16-400

**401** Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν ^v-16-401

**402** κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. ^v-16-402

**403** εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, ^v-16-403

**404** αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· ^v-16-404

**405** εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.” ^v-16-405

**406** ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-16-406

**407** αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ^v-16-407

**408** ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. ^v-16-408

**409** ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια, ^v-16-409

**410** μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. ^v-16-410

**411** πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· ^v-16-411

**412** κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. ^v-16-412

**413** βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. ^v-16-413

**414** ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, ^v-16-414

**415** στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ^v-16-415

**416** ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, ^v-16-416

**417** Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-16-417

**418** “Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ^v-16-418

**419** ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον ^v-16-419

**420** βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα. ^v-16-420

**421** μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ^v-16-421

**422** ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς ^v-16-422

**423** μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. ^v-16-423

**424** ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, ^v-16-424

**425** δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, ^v-16-425

**426** οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ^v-16-426

**427** ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· ^v-16-427

**428** τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ ^v-16-428

**429** ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· ^v-16-429

**430** ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. ^v-16-430

**431** τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα ^v-16-431

**432** παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· ^v-16-432

**433** ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.” ^v-16-433

**434** τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· ^v-16-434

**435** “κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, ^v-16-435

**436** θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ^v-16-436

**437** οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, ^v-16-437

**438** ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ^v-16-438

**439** ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ^v-16-439

**440** ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· ^v-16-440

**441** αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ^v-16-441

**442** ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς ^v-16-442

**443** πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ^v-16-443

**444** ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. ^v-16-444

**445** τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ^v-16-445

**446** ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ^v-16-446

**447** ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.” ^v-16-447

**448** ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. ^v-16-448

**449** ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα ^v-16-449

**450** κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ^v-16-450

**451** ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ^v-16-451

**452** ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ^v-16-452

**453** ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, ^v-16-453

**454** σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, ^v-16-454

**455** ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ^v-16-455

**456** ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, ^v-16-456

**457** λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης ^v-16-457

**458** γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ^v-16-458

**459** ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. ^v-16-459

**460** τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· ^v-16-460

**461** “ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ; ^v-16-461

**462** ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν ^v-16-462

**463** ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;” ^v-16-463

**464** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-16-464

**465** “οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι ^v-16-465

**466** ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει ^v-16-466

**467** ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι. ^v-16-467

**468** ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς, ^v-16-468

**469** κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν. ^v-16-469

**470** ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν. ^v-16-470

**471** ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν, ^v-16-471

**472** ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν ^v-16-472

**473** ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ, ^v-16-473

**474** βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· ^v-16-474

**475** καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.” ^v-16-475

**476** ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο ^v-16-476

**477** ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν. ^v-16-477

**478** οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ^v-16-478

**479** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. ^v-16-479

**480** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-16-480

**481** κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ^v-16-481

### Livro 17

**1** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-17-1

**2** δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ^v-17-2

**3** Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ^v-17-3

**4** εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, ^v-17-4

**5** ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· ^v-17-5

**6** “ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ ^v-17-6

**7** ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω ^v-17-7

**8** κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, ^v-17-8

**9** πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω. ^v-17-9

**10** τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι ^v-17-10

**11** δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι ^v-17-11

**12** πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας ^v-17-12

**13** ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ· ^v-17-13

**14** ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ^v-17-14

**15** ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.” ^v-17-15

**16** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-17-16

**17** “ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω· ^v-17-17

**18** πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς ^v-17-18

**19** δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν. ^v-17-19

**20** οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, ^v-17-20

**21** ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι. ^v-17-21

**22** ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, ^v-17-22

**23** αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται. ^v-17-23

**24** αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ ^v-17-24

**25** στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.” ^v-17-25

**26** ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, ^v-17-26

**27** κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. ^v-17-27

**28** αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, ^v-17-28

**29** ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, ^v-17-29

**30** αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. ^v-17-30

**31** τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, ^v-17-31

**32** κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, ^v-17-32

**33** δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι ^v-17-33

**34** δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, ^v-17-34

**35** καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ^v-17-35

**36** ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, ^v-17-36

**37** Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, ^v-17-37

**38** ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, ^v-17-38

**39** κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, ^v-17-39

**40** καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-17-40

**41** “ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε ^v-17-41

**42** ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε ^v-17-42

**43** λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. ^v-17-43

**44** ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.” ^v-17-44

**45** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-17-45

**46** “μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ ^v-17-46

**47** ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· ^v-17-47

**48** ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, ^v-17-48

**49** εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν ^v-17-49

**50** εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ^v-17-50

**51** ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. ^v-17-51

**52** αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω ^v-17-52

**53** ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. ^v-17-53

**54** τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, ^v-17-54

**55** Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα ^v-17-55

**56** ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.” ^v-17-56

**57** ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ^v-17-57

**58** ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, ^v-17-58

**59** εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ^v-17-59

**60** ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. ^v-17-60

**61** Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ^v-17-61

**62** ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. ^v-17-62

**63** θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· ^v-17-63

**64** τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ^v-17-64

**65** ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ^v-17-65

**66** ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. ^v-17-66

**67** αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ^v-17-67

**68** ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, ^v-17-68

**69** οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ^v-17-69

**70** ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. ^v-17-70

**71** τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ^v-17-71

**72** ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν ^v-17-72

**73** Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. ^v-17-73

**74** τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· ^v-17-74

**75** “Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ^v-17-75

**76** ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.” ^v-17-76

**77** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-17-77

**78** “Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. ^v-17-78

**79** εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι ^v-17-79

**80** λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, ^v-17-80

**81** αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε· ^v-17-81

**82** εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, ^v-17-82

**83** δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.” ^v-17-83

**84** ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. ^v-17-84

**85** αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, ^v-17-85

**86** χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ^v-17-86

**87** ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. ^v-17-87

**88** τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ^v-17-88

**89** ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, ^v-17-89

**90** ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. ^v-17-90

**91** χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα ^v-17-91

**92** καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, ^v-17-92

**93** νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. ^v-17-93

**94** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, ^v-17-94

**95** εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ^v-17-95

**96** μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο ^v-17-96

**97** κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. ^v-17-97

**98** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον, ^v-17-98

**99** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-17-99

**100** τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ^v-17-100

**101** “Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα ^v-17-101

**102** λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, ^v-17-102

**103** αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ^v-17-103

**104** ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, ^v-17-104

**105** πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, ^v-17-105

**106** νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.” ^v-17-106

**107** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-17-107

**108** “τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω. ^v-17-108

**109** ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· ^v-17-109

**110** δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ^v-17-110

**111** ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν ^v-17-111

**112** ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος ^v-17-112

**113** ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν. ^v-17-113

**114** αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν, ^v-17-114

**115** ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι· ^v-17-115

**116** ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον, ^v-17-116

**117** ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. ^v-17-117

**118** ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ ^v-17-118

**119** Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. ^v-17-119

**120** εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ^v-17-120

**121** ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν· ^v-17-121

**122** αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα· ^v-17-122

**123** καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ^v-17-123

**124** “ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ^v-17-124

**125** ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. ^v-17-125

**126** ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος ^v-17-126

**127** νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς ^v-17-127

**128** κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα ^v-17-128

**129** βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ^v-17-129

**130** ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ^v-17-130

**131** ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. ^v-17-131

**132** αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ^v-17-132

**133** τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ ^v-17-133

**134** ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, ^v-17-134

**135** κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, ^v-17-135

**136** τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· ^v-17-136

**137** πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ^v-17-137

**138** ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ^v-17-138

**139** ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, ^v-17-139

**140** ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, ^v-17-140

**141** τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. ^v-17-141

**142** φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, ^v-17-142

**143** νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ^v-17-143

**144** ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. ^v-17-144

**145** οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, ^v-17-145

**146** οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης” ^v-17-146

**147** ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. ^v-17-147

**148** ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον ^v-17-148

**149** ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.” ^v-17-149

**150** ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. ^v-17-150

**151** τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ^v-17-151

**152** “ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ^v-17-152

**153** ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ^v-17-153

**154** ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· ^v-17-154

**155** ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα ^v-17-155

**156** ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ^v-17-156

**157** ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, ^v-17-157

**158** ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, ^v-17-158

**159** ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· ^v-17-159

**160** τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς ^v-17-160

**161** ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.” ^v-17-161

**162** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-17-162

**163** “αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· ^v-17-163

**164** τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ^v-17-164

**165** ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.” ^v-17-165

**166** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-17-166

**167** μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο ^v-17-167

**168** δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, ^v-17-168

**169** ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. ^v-17-169

**170** ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα ^v-17-170

**171** πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, ^v-17-171

**172** καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα ^v-17-172

**173** ἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί· ^v-17-173

**174** “κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, ^v-17-174

**175** ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· ^v-17-175

**176** οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.” ^v-17-176

**177** ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. ^v-17-177

**178** αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, ^v-17-178

**179** χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ^v-17-179

**180** οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ^v-17-180

**181** ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, ^v-17-181

**182** δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε ^v-17-182

**183** ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός. ^v-17-183

**184** τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· ^v-17-184

**185** “ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις ^v-17-185

**186** σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε ^v-17-186

**187** αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· ^v-17-187

**188** ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω ^v-17-188

**189** νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί— ^v-17-189

**190** ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα ^v-17-190

**191** ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.” ^v-17-191

**192** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-17-192

**193** “γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ^v-17-193

**194** ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε. ^v-17-194

**195** δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, ^v-17-195

**196** σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.” ^v-17-196

**197** ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, ^v-17-197

**198** πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ· ^v-17-198

**199** Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε. ^v-17-199

**200** τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες ^v-17-200

**201** ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα ^v-17-201

**202** πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, ^v-17-202

**203** σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο. ^v-17-203

**204** ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν ^v-17-204

**205** ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο ^v-17-205

**206** τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, ^v-17-206

**207** τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ^v-17-207

**208** ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, ^v-17-208

**209** πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ^v-17-209

**210** ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο ^v-17-210

**211** νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· ^v-17-211

**212** ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς ^v-17-212

**213** αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, ^v-17-213

**214** δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. ^v-17-214

**215** τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ^v-17-215

**216** ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· ^v-17-216

**217** “νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ^v-17-217

**218** ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. ^v-17-218

**219** πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, ^v-17-219

**220** πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα; ^v-17-220

**221** ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, ^v-17-221

**222** αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας· ^v-17-222

**223** τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι ^v-17-223

**224** σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, ^v-17-224

**225** καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ^v-17-225

**226** ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει ^v-17-226

**227** ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον ^v-17-227

**228** βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον. ^v-17-228

**229** ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-17-229

**230** αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, ^v-17-230

**231** πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων ^v-17-231

**232** πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.” ^v-17-232

**233** ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν ^v-17-233

**234** ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, ^v-17-234

**235** ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς ^v-17-235

**236** ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ^v-17-236

**237** ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας. ^v-17-237

**238** ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης ^v-17-238

**239** νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· ^v-17-239

**240** “νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς ^v-17-240

**241** ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, ^v-17-241

**242** ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ, ^v-17-242

**243** ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· ^v-17-243

**244** τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ^v-17-244

**245** τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ ^v-17-245

**246** ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.” ^v-17-246

**247** τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ^v-17-247

**248** “ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς, ^v-17-248

**249** τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης ^v-17-249

**250** ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. ^v-17-250

**251** αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων ^v-17-251

**252** σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ^v-17-252

**253** ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.” ^v-17-253

**254** ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, ^v-17-254

**255** αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. ^v-17-255

**256** αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, ^v-17-256

**257** ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. ^v-17-257

**258** τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, ^v-17-258

**259** σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα ^v-17-259

**260** ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ^v-17-260

**261** στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ ^v-17-261

**262** φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν ^v-17-262

**263** Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην· ^v-17-263

**264** “Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, ^v-17-264

**265** ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ^v-17-265

**266** ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ ^v-17-266

**267** τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ ^v-17-267

**268** δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. ^v-17-268

**269** γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ^v-17-269

**270** ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ ^v-17-270

**271** ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.” ^v-17-271

**272** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-17-272

**273** “ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων. ^v-17-273

**274** ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα. ^v-17-274

**275** ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, ^v-17-275

**276** δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ· ^v-17-276

**277** εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε· ^v-17-277

**278** μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας ^v-17-278

**279** ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.” ^v-17-279

**280** τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· ^v-17-280

**281** “γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ^v-17-281

**282** ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ. ^v-17-282

**283** οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων· ^v-17-283

**284** τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα ^v-17-284

**285** κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω· ^v-17-285

**286** γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, ^v-17-286

**287** οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, ^v-17-287

**288** τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται ^v-17-288

**289** πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.” ^v-17-289

**290** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-17-290

**291** ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, ^v-17-291

**292** Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς ^v-17-292

**293** θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν ^v-17-293

**294** ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες ^v-17-294

**295** αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· ^v-17-295

**296** δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, ^v-17-296

**297** ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ^v-17-297

**298** ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν ^v-17-298

**299** δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· ^v-17-299

**300** ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. ^v-17-300

**301** δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, ^v-17-301

**302** οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, ^v-17-302

**303** ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος ^v-17-303

**304** ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ^v-17-304

**305** ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· ^v-17-305

**306** “Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. ^v-17-306

**307** καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, ^v-17-307

**308** εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ^v-17-308

**309** ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν ^v-17-309

**310** γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.” ^v-17-310

**311** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-17-311

**312** “καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. ^v-17-312

**313** εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, ^v-17-313

**314** οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ^v-17-314

**315** αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. ^v-17-315

**316** οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης ^v-17-316

**317** κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· ^v-17-317

**318** νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ^v-17-318

**319** ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. ^v-17-319

**320** δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, ^v-17-320

**321** οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· ^v-17-321

**322** ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ^v-17-322

**323** ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.” ^v-17-323

**324** ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, ^v-17-324

**325** βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. ^v-17-325

**326** Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο, ^v-17-326

**327** αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. ^v-17-327

**328** τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς ^v-17-328

**329** ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα ^v-17-329

**330** νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον ^v-17-330

**331** κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ ^v-17-331

**332** δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι· ^v-17-332

**333** τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ^v-17-333

**334** ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ ^v-17-334

**335** μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας. ^v-17-335

**336** ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, ^v-17-336

**337** πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, ^v-17-337

**338** σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο. ^v-17-338

**339** ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, ^v-17-339

**340** κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ^v-17-340

**341** ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. ^v-17-341

**342** Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, ^v-17-342

**343** ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο ^v-17-343

**344** καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· ^v-17-344

**345** “δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε ^v-17-345

**346** αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· ^v-17-346

**347** αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.” ^v-17-347

**348** ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, ^v-17-348

**349** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε· ^v-17-349

**350** “Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει ^v-17-350

**351** αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· ^v-17-351

**352** αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.” ^v-17-352

**353** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-17-353

**354** “Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, ^v-17-354

**355** καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.” ^v-17-355

**356** ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν ^v-17-356

**357** αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης, ^v-17-357

**358** ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν· ^v-17-358

**359** εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός. ^v-17-359

**360** μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, ^v-17-360

**361** ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα ^v-17-361

**362** ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, ^v-17-362

**363** γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· ^v-17-363

**364** ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. ^v-17-364

**365** βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, ^v-17-365

**366** πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. ^v-17-366

**367** οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ^v-17-367

**368** ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. ^v-17-368

**369** τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ^v-17-369

**370** “κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ^v-17-370

**371** τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ^v-17-371

**372** ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, ^v-17-372

**373** αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.” ^v-17-373

**374** ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· ^v-17-374

**375** “ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ^v-17-375

**376** ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, ^v-17-376

**377** πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ^v-17-377

**378** ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ^v-17-378

**379** ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;” ^v-17-379

**380** τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-17-380

**381** “Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· ^v-17-381

**382** τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ^v-17-382

**383** ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, ^v-17-383

**384** μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, ^v-17-384

**385** ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων; ^v-17-385

**386** οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· ^v-17-386

**387** πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. ^v-17-387

**388** ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων ^v-17-388

**389** δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε ^v-17-389

**390** οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια ^v-17-390

**391** ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.” ^v-17-391

**392** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-17-392

**393** “σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· ^v-17-393

**394** Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ ^v-17-394

**395** μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.” ^v-17-395

**396** ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· ^v-17-396

**397** “Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ^v-17-397

**398** ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι ^v-17-398

**399** μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. ^v-17-399

**400** δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· ^v-17-400

**401** μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον ^v-17-401

**402** δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ^v-17-402

**403** ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· ^v-17-403

**404** αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.” ^v-17-404

**405** τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· ^v-17-405

**406** “Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες. ^v-17-406

**407** εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, ^v-17-407

**408** καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.” ^v-17-408

**409** ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης ^v-17-409

**410** κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· ^v-17-410

**411** οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην ^v-17-411

**412** σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς ^v-17-412

**413** αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν· ^v-17-413

**414** στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· ^v-17-414

**415** “δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ^v-17-415

**416** ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. ^v-17-416

**417** τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι ^v-17-417

**418** σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν. ^v-17-418

**419** καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ^v-17-419

**420** ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, ^v-17-420

**421** τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· ^v-17-421

**422** ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ ^v-17-422

**423** οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ^v-17-423

**424** ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— ^v-17-424

**425** ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν ^v-17-425

**426** Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. ^v-17-426

**427** στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ^v-17-427

**428** ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους ^v-17-428

**429** αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ^v-17-429

**430** ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. ^v-17-430

**431** οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, ^v-17-431

**432** αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς ^v-17-432

**433** πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, ^v-17-433

**434** αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. ^v-17-434

**435** οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ^v-17-435

**436** ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων ^v-17-436

**437** χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος ^v-17-437

**438** φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη ^v-17-438

**439** στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. ^v-17-439

**440** ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, ^v-17-440

**441** τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. ^v-17-441

**442** αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, ^v-17-442

**443** Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· ^v-17-443

**444** ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.” ^v-17-444

**445** τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· ^v-17-445

**446** “τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; ^v-17-446

**447** στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, ^v-17-447

**448** μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· ^v-17-448

**449** ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ^v-17-449

**450** ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι ^v-17-450

**451** μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ^v-17-451

**452** ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.” ^v-17-452

**453** τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· ^v-17-453

**454** “ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· ^v-17-454

**455** οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ^v-17-455

**456** ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης ^v-17-456

**457** σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.” ^v-17-457

**458** ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, ^v-17-458

**459** καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ^v-17-459

**460** “νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω ^v-17-460

**461** ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.” ^v-17-461

**462** ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, ^v-17-462

**463** πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη ^v-17-463

**464** ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, ^v-17-464

**465** ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ^v-17-465

**466** ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην ^v-17-466

**467** θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· ^v-17-467

**468** “κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ^v-17-468

**469** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-17-469

**470** οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ^v-17-470

**471** ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι ^v-17-471

**472** βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν· ^v-17-472

**473** αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, ^v-17-473

**474** οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν. ^v-17-474

**475** ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, ^v-17-475

**476** Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.” ^v-17-476

**477** τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ^v-17-477

**478** “ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, ^v-17-478

**479** μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, ^v-17-479

**480** ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.” ^v-17-480

**481** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν· ^v-17-481

**482** ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-17-482

**483** “Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, ^v-17-483

**484** οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. ^v-17-484

**485** καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, ^v-17-485

**486** παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, ^v-17-486

**487** ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.” ^v-17-487

**488** ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων. ^v-17-488

**489** Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε ^v-17-489

**490** βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, ^v-17-490

**491** ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ^v-17-491

**492** τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια ^v-17-492

**493** βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν· ^v-17-493

**494** “αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.” ^v-17-494

**495** τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· ^v-17-495

**496** “εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο· ^v-17-496

**497** οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.” ^v-17-497

**498** τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-17-498

**499** “μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· ^v-17-499

**500** Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε. ^v-17-500

**501** ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ^v-17-501

**502** ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει· ^v-17-502

**503** ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, ^v-17-503

**504** οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.” ^v-17-504

**505** ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, ^v-17-505

**506** ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς· ^v-17-506

**507** ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· ^v-17-507

**508** “ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι ^v-17-508

**509** ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι ^v-17-509

**510** εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται ^v-17-510

**511** ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.” ^v-17-511

**512** τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ^v-17-512

**513** “εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί· ^v-17-513

**514** οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ. ^v-17-514

**515** τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα ^v-17-515

**516** ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς· ^v-17-516

**517** ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. ^v-17-517

**518** ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ^v-17-518

**519** ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, ^v-17-519

**520** τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· ^v-17-520

**521** ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. ^v-17-521

**522** φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, ^v-17-522

**523** Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. ^v-17-523

**524** ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, ^v-17-524

**525** προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, ^v-17-525

**526** ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ^v-17-526

**527** ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.” ^v-17-527

**528** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-17-528

**529** “ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ. ^v-17-529

**530** οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. ^v-17-530

**531** ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων. ^v-17-531

**532** αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, ^v-17-532

**533** σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, ^v-17-533

**534** οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, ^v-17-534

**535** βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, ^v-17-535

**536** εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, ^v-17-536

**537** μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, ^v-17-537

**538** οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. ^v-17-538

**539** εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ^v-17-539

**540** αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.” ^v-17-540

**541** ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα ^v-17-541

**542** σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, ^v-17-542

**543** αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· ^v-17-543

**544** “ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον. ^v-17-544

**545** οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; ^v-17-545

**546** τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο ^v-17-546

**547** πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. ^v-17-547

**548** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-17-548

**549** αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, ^v-17-549

**550** ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.” ^v-17-550

**551** ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· ^v-17-551

**552** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-17-552

**553** “ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, ^v-17-553

**554** μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς ^v-17-554

**555** ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. ^v-17-555

**556** εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, ^v-17-556

**557** ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα ^v-17-557

**558** χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον ^v-17-558

**559** γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.” ^v-17-559

**560** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-17-560

**561** “Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι ^v-17-561

**562** κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· ^v-17-562

**563** οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. ^v-17-563

**564** ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, ^v-17-564

**565** τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. ^v-17-565

**566** καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα ^v-17-566

**567** οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, ^v-17-567

**568** οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. ^v-17-568

**569** τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι ^v-17-569

**570** μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· ^v-17-570

**571** καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, ^v-17-571

**572** ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι ^v-17-572

**573** λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.” ^v-17-573

**574** ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. ^v-17-574

**575** τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· ^v-17-575

**576** “οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης; ^v-17-576

**577** ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως ^v-17-577

**578** αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.” ^v-17-578

**579** τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ^v-17-579

**580** “μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, ^v-17-580

**581** ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. ^v-17-581

**582** ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα. ^v-17-582

**583** καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, ^v-17-583

**584** οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.” ^v-17-584

**585** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-17-585

**586** “οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· ^v-17-586

**587** οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων ^v-17-587

**588** ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.” ^v-17-588

**589** ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς ^v-17-589

**590** μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. ^v-17-590

**591** αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, ^v-17-591

**592** ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· ^v-17-592

**593** “ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, ^v-17-593

**594** σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. ^v-17-594

**595** αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ ^v-17-595

**596** μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, ^v-17-596

**597** τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.” ^v-17-597

**598** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-17-598

**599** “ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας· ^v-17-599

**600** ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· ^v-17-600

**601** αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.” ^v-17-601

**602** ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, ^v-17-602

**603** πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος ^v-17-603

**604** βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, ^v-17-604

**605** πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ ^v-17-605

**606** τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ. ^v-17-606

### Livro 18

**1** ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ ^v-18-1

**2** πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ ^v-18-2

**3** ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς ^v-18-3

**4** οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι. ^v-18-4

**5** Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ^v-18-5

**6** ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, ^v-18-6

**7** οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι· ^v-18-7

**8** ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ^v-18-8

**9** καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· ^v-18-9

**10** “εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. ^v-18-10

**11** οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ^v-18-11

**12** ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης. ^v-18-12

**13** ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.” ^v-18-13

**14** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-18-14

**15** “δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω, ^v-18-15

**16** οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα. ^v-18-16

**17** οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ^v-18-17

**18** ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης ^v-18-18

**19** ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν. ^v-18-19

**20** χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, ^v-18-20

**21** μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω ^v-18-21

**22** αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη ^v-18-22

**23** αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω ^v-18-23

**24** δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.” ^v-18-24

**25** τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης· ^v-18-25

**26** “ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, ^v-18-26

**27** γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην ^v-18-27

**28** κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας ^v-18-28

**29** γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης. ^v-18-29

**30** ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε ^v-18-30

**31** μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;” ^v-18-31

**32** ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων ^v-18-32

**33** οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. ^v-18-33

**34** τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο, ^v-18-34

**35** ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ^v-18-35

**36** “ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη, ^v-18-36

**37** οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ^v-18-37

**38** ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν ^v-18-38

**39** χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.” ^v-18-39

**40** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες, ^v-18-40

**41** ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. ^v-18-41

**42** τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ^v-18-42

**43** “κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω. ^v-18-43

**44** γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ ^v-18-44

**45** κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες· ^v-18-45

**46** ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ^v-18-46

**47** τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω· ^v-18-47

**48** αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον ^v-18-48

**49** πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.” ^v-18-49

**50** ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-18-50

**51** τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· ^v-18-51

**52** “ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ^v-18-52

**53** ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ ^v-18-53

**54** ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω. ^v-18-54

**55** ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, ^v-18-55

**56** μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ ^v-18-56

**57** πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.” ^v-18-57

**58** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν. ^v-18-58

**59** αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, ^v-18-59

**60** τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ^v-18-60

**61** “ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-18-61

**62** τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν ^v-18-62

**63** δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ· ^v-18-63

**64** ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, ^v-18-64

**65** Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.” ^v-18-65

**66** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς ^v-18-66

**67** ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς ^v-18-67

**68** καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι ^v-18-68

**69** στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη ^v-18-69

**70** ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν. ^v-18-70

**71** μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο· ^v-18-71

**72** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-18-72

**73** “ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, ^v-18-73

**74** οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.” ^v-18-74

**75** ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ^v-18-75

**76** ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ ^v-18-76

**77** δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν. ^v-18-77

**78** Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-18-78

**79** “νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο, ^v-18-79

**80** εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ^v-18-80

**81** ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει. ^v-18-81

**82** ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-18-82

**83** αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται, ^v-18-83

**84** πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ, ^v-18-84

**85** εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ^v-18-85

**86** ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ, ^v-18-86

**87** μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.” ^v-18-87

**88** ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα. ^v-18-88

**89** ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον. ^v-18-89

**90** δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς ^v-18-90

**91** ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, ^v-18-91

**92** ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ. ^v-18-92

**93** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ^v-18-93

**94** ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί. ^v-18-94

**95** δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον ^v-18-95

**96** Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω ^v-18-96

**97** ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, ^v-18-97

**98** κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας ^v-18-98

**99** λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ ^v-18-99

**100** χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς ^v-18-100

**101** ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν, ^v-18-101

**102** αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς ^v-18-102

**103** εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί, ^v-18-103

**104** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-18-104

**105** “ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων, ^v-18-105

**106** μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι ^v-18-106

**107** λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.” ^v-18-107

**108** ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, ^v-18-108

**109** πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. ^v-18-109

**110** ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω ^v-18-110

**111** ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· ^v-18-111

**112** “Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ^v-18-112

**113** ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ^v-18-113

**114** ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας ^v-18-114

**115** ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε ^v-18-115

**116** εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.” ^v-18-116

**117** ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. ^v-18-117

**118** Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, ^v-18-118

**119** ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ ^v-18-119

**120** ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας ^v-18-120

**121** καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε· ^v-18-121

**122** “χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω ^v-18-122

**123** ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.” ^v-18-123

**124** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-18-124

**125** “Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· ^v-18-125

**126** τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, ^v-18-126

**127** Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε· ^v-18-127

**128** τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας. ^v-18-128

**129** τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ^v-18-129

**130** οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, ^v-18-130

**131** πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. ^v-18-131

**132** οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ^v-18-132

**133** ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ· ^v-18-133

**134** ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, ^v-18-134

**135** καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· ^v-18-135

**136** τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων ^v-18-136

**137** οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε. ^v-18-137

**138** καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, ^v-18-138

**139** πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, ^v-18-139

**140** πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. ^v-18-140

**141** τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ^v-18-141

**142** ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν. ^v-18-142

**143** οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, ^v-18-143

**144** κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν ^v-18-144

**145** ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης ^v-18-145

**146** δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων ^v-18-146

**147** οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ, ^v-18-147

**148** ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν· ^v-18-148

**149** οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω ^v-18-149

**150** μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.” ^v-18-150

**151** ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, ^v-18-151

**152** ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν. ^v-18-152

**153** αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, ^v-18-153

**154** νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός. ^v-18-154

**155** ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη ^v-18-155

**156** Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι. ^v-18-156

**157** ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. ^v-18-157

**158** τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, ^v-18-158

**159** κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, ^v-18-159

**160** μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα ^v-18-160

**161** θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο ^v-18-161

**162** μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν. ^v-18-162

**163** ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-18-163

**164** “Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ^v-18-164

**165** μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· ^v-18-165

**166** παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, ^v-18-166

**167** μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, ^v-18-167

**168** οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.” ^v-18-168

**169** τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· ^v-18-169

**170** “ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. ^v-18-170

**171** ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, ^v-18-171

**172** χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· ^v-18-172

**173** μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα ^v-18-173

**174** ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ^v-18-174

**175** ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ^v-18-175

**176** ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.” ^v-18-176

**177** τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-18-177

**178** “Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, ^v-18-178

**179** χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· ^v-18-179

**180** ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, ^v-18-180

**181** ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν. ^v-18-181

**182** ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι ^v-18-182

**183** ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· ^v-18-183

**184** οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.” ^v-18-184

**185** ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ^v-18-185

**186** ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ^v-18-186

**187** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-18-187

**188** κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, ^v-18-188

**189** εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα ^v-18-189

**190** αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων ^v-18-190

**191** ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί. ^v-18-191

**192** κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ^v-18-192

**193** ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια ^v-18-193

**194** χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· ^v-18-194

**195** καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, ^v-18-195

**196** λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ^v-18-196

**197** ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, ^v-18-197

**198** ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο ^v-18-198

**199** φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, ^v-18-199

**200** καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· ^v-18-200

**201** “ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν. ^v-18-201

**202** αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ ^v-18-202

**203** αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν ^v-18-203

**204** αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο ^v-18-204

**205** παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.” ^v-18-205

**206** ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα, ^v-18-206

**207** οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ^v-18-207

**208** ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, ^v-18-208

**209** στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ^v-18-209

**210** ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ^v-18-210

**211** ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. ^v-18-211

**212** τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν, ^v-18-212

**213** πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. ^v-18-213

**214** ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· ^v-18-214

**215** “Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα· ^v-18-215

**216** παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας· ^v-18-216

**217** νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, ^v-18-217

**218** καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, ^v-18-218

**219** ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, ^v-18-219

**220** οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. ^v-18-220

**221** οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ^v-18-221

**222** ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. ^v-18-222

**223** πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ^v-18-223

**224** ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; ^v-18-224

**225** σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.” ^v-18-225

**226** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-18-226

**227** “μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· ^v-18-227

**228** αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ^v-18-228

**229** ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα. ^v-18-229

**230** ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ^v-18-230

**231** ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος ^v-18-231

**232** οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί. ^v-18-232

**233** οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη ^v-18-233

**234** μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν. ^v-18-234

**235** αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ^v-18-235

**236** οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι ^v-18-236

**237** νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ, ^v-18-237

**238** οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου, ^v-18-238

**239** ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν ^v-18-239

**240** ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, ^v-18-240

**241** οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι ^v-18-241

**242** οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.” ^v-18-242

**243** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-18-243

**244** Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν· ^v-18-244

**245** “κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, ^v-18-245

**246** εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί, ^v-18-246

**247** πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν ^v-18-247

**248** ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν ^v-18-248

**249** εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.” ^v-18-249

**250** τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· ^v-18-250

**251** “Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ^v-18-251

**252** ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον ^v-18-252

**253** Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς. ^v-18-253

**254** εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, ^v-18-254

**255** μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. ^v-18-255

**256** νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. ^v-18-256

**257** ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν, ^v-18-257

**258** δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα· ^v-18-258

**259** “ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς ^v-18-259

**260** ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι· ^v-18-260

**261** καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας, ^v-18-261

**262** ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν ^v-18-262

**263** ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ^v-18-263

**264** ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. ^v-18-264

**265** τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω ^v-18-265

**266** αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. ^v-18-266

**267** μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν ^v-18-267

**268** ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος· ^v-18-268

**269** αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, ^v-18-269

**270** γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.” ^v-18-270

**271** κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ^v-18-271

**272** νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει ^v-18-272

**273** οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα. ^v-18-273

**274** ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· ^v-18-274

**275** μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο· ^v-18-275

**276** οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα ^v-18-276

**277** μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, ^v-18-277

**278** αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, ^v-18-278

**279** κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ^v-18-279

**280** ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.” ^v-18-280

**281** ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-18-281

**282** οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν ^v-18-282

**283** μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα. ^v-18-283

**284** τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, ^v-18-284

**285** “κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, ^v-18-285

**286** δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, ^v-18-286

**287** δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν· ^v-18-287

**288** ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, ^v-18-288

**289** πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.” ^v-18-289

**290** ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· ^v-18-290

**291** δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. ^v-18-291

**292** Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, ^v-18-292

**293** ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι ^v-18-293

**294** χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι. ^v-18-294

**295** ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. ^v-18-295

**296** χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς. ^v-18-296

**297** ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, ^v-18-297

**298** τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ^v-18-298

**299** ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος ^v-18-299

**300** ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. ^v-18-300

**301** ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν. ^v-18-301

**302** ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, ^v-18-302

**303** τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα ^v-18-303

**304** οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν ^v-18-304

**305** τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. ^v-18-305

**306** τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν. ^v-18-306

**307** αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, ^v-18-307

**308** ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, ^v-18-308

**309** αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, ^v-18-309

**310** καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον ^v-18-310

**311** δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν ^v-18-311

**312** αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· ^v-18-312

**313** “δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, ^v-18-313

**314** ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· ^v-18-314

**315** τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν ^v-18-315

**316** ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· ^v-18-316

**317** αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ^v-18-317

**318** ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, ^v-18-318

**319** οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.” ^v-18-319

**320** ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο. ^v-18-320

**321** τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, ^v-18-321

**322** τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, ^v-18-322

**323** παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ· ^v-18-323

**324** ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, ^v-18-324

**325** ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν. ^v-18-325

**326** ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· ^v-18-326

**327** “ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, ^v-18-327

**328** οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ^v-18-328

**329** ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, ^v-18-329

**330** θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ^v-18-330

**331** ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ ^v-18-331

**332** τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ^v-18-332

**333** ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ^v-18-333

**334** μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ^v-18-334

**335** ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι ^v-18-335

**336** δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.” ^v-18-336

**337** τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-18-337

**338** “ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, ^v-18-338

**339** κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.” ^v-18-339

**340** ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας. ^v-18-340

**341** βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης ^v-18-341

**342** ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. ^v-18-342

**343** αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν ^v-18-343

**344** ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ ^v-18-344

**345** ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. ^v-18-345

**346** μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη ^v-18-346

**347** λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον ^v-18-347

**348** δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. ^v-18-348

**349** τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, ^v-18-349

**350** κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. ^v-18-350

**351** “κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ^v-18-351

**352** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-18-352

**353** οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· ^v-18-353

**354** ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ ^v-18-354

**355** κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.” ^v-18-355

**356** ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· ^v-18-356

**357** “ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, ^v-18-357

**358** ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται— ^v-18-358

**359** αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; ^v-18-359

**360** ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, ^v-18-360

**361** εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην. ^v-18-361

**362** ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις ^v-18-362

**363** ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον ^v-18-363

**364** βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.” ^v-18-364

**365** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-18-365

**366** “Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο ^v-18-366

**367** ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, ^v-18-367

**368** ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, ^v-18-368

**369** καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου ^v-18-369

**370** νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. ^v-18-370

**371** εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, ^v-18-371

**372** αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ^v-18-372

**373** ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ^v-18-373

**374** τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· ^v-18-374

**375** τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. ^v-18-375

**376** εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων ^v-18-376

**377** σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε ^v-18-377

**378** καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, ^v-18-378

**379** τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, ^v-18-379

**380** οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις. ^v-18-380

**381** ἀλλὰ μάλʼ ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· ^v-18-381

**382** καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, ^v-18-382

**383** οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ^v-18-383

**384** εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ^v-18-384

**385** αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, ^v-18-385

**386** φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.” ^v-18-386

**387** ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, ^v-18-387

**388** καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ^v-18-388

**389** “ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις ^v-18-389

**390** θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ^v-18-390

**391** ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ ^v-18-391

**392** τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ^v-18-392

**393** ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;” ^v-18-393

**394** ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς ^v-18-394

**395** Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, ^v-18-395

**396** Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα ^v-18-396

**397** δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, ^v-18-397

**398** αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. ^v-18-398

**399** μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, ^v-18-399

**400** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-18-400

**401** “αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι ^v-18-401

**402** πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε. ^v-18-402

**403** νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ^v-18-403

**404** ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.” ^v-18-404

**405** τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο ^v-18-405

**406** “δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ ^v-18-406

**407** βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει. ^v-18-407

**408** ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, ^v-18-408

**409** ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.” ^v-18-409

**410** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες ^v-18-410

**411** Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. ^v-18-411

**412** τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε ^v-18-412

**413** Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· ^v-18-413

**414** “ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ^v-18-414

**415** ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· ^v-18-415

**416** μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον ^v-18-416

**417** δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ^v-18-417

**418** ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ^v-18-418

**419** ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· ^v-18-419

**420** τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος ^v-18-420

**421** Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.” ^v-18-421

**422** ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε. ^v-18-422

**423** τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, ^v-18-423

**424** κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· ^v-18-424

**425** νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι ^v-18-425

**426** σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον. ^v-18-426

**427** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ^v-18-427

**428** βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος. ^v-18-428

### Livro 19

**1** αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, ^v-19-1

**2** μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων· ^v-19-2

**3** αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· ^v-19-3

**4** “Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω ^v-19-4

**5** πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι ^v-19-5

**6** παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· ^v-19-6

**7** “ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει ^v-19-7

**8** οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ^v-19-8

**9** ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. ^v-19-9

**10** πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων ^v-19-10

**11** μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ^v-19-11

**12** ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα ^v-19-12

**13** καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.”” ^v-19-13

**14** ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, ^v-19-14

**15** ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· ^v-19-15

**16** “μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ^v-19-16

**17** ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς ^v-19-17

**18** καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει ^v-19-18

**19** πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. ^v-19-19

**20** νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.” ^v-19-20

**21** τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-19-21

**22** “αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο ^v-19-22

**23** οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. ^v-19-23

**24** ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει; ^v-19-24

**25** δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.” ^v-19-25

**26** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-19-26

**27** “ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε ^v-19-27

**28** χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.” ^v-19-28

**29** ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ^v-19-29

**30** κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. ^v-19-30

**31** τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς ^v-19-31

**32** ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας ^v-19-32

**33** ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη, ^v-19-33

**34** χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. ^v-19-34

**35** δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· ^v-19-35

**36** “ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι. ^v-19-36

**37** ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, ^v-19-37

**38** εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες ^v-19-38

**39** φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο. ^v-19-39

**40** ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.” ^v-19-40

**41** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-41

**42** “σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε· ^v-19-42

**43** αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. ^v-19-43

**44** ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ, ^v-19-44

**45** ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω· ^v-19-45

**46** ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.” ^v-19-46

**47** ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει ^v-19-47

**48** κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων, ^v-19-48

**49** ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· ^v-19-49

**50** ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν. ^v-19-50

**51** αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, ^v-19-51

**52** μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων. ^v-19-52

**53** ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, ^v-19-53

**54** Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ. ^v-19-54

**55** τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε, ^v-19-55

**56** δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων ^v-19-56

**57** ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε ^v-19-57

**58** προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας. ^v-19-58

**59** ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια. ^v-19-59

**60** ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο. ^v-19-60

**61** αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας ^v-19-61

**62** καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον· ^v-19-62

**63** πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν ^v-19-63

**64** νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι. ^v-19-64

**65** ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις· ^v-19-65

**66** “ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα ^v-19-66

**67** δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας; ^v-19-67

**68** ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ^v-19-68

**69** ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.” ^v-19-69

**70** τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-70

**71** “δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ; ^v-19-71

**72** ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, ^v-19-72

**73** πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. ^v-19-73

**74** τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι ^v-19-74

**75** καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ^v-19-75

**76** ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, ^v-19-76

**77** τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· ^v-19-77

**78** ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ ^v-19-78

**79** οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ^v-19-79

**80** ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που· ^v-19-80

**81** τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς ^v-19-81

**82** ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι· ^v-19-82

**83** μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ, ^v-19-83

**84** ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. ^v-19-84

**85** εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, ^v-19-85

**86** ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι, ^v-19-86

**87** Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν ^v-19-87

**88** λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.” ^v-19-88

**89** ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια, ^v-19-89

**90** ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-19-90

**91** “πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις ^v-19-91

**92** ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις· ^v-19-92

**93** πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς ^v-19-93

**94** ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν ^v-19-94

**95** ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.” ^v-19-95

**96** ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν· ^v-19-96

**97** “Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ, ^v-19-97

**98** ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ ^v-19-98

**99** ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.” ^v-19-99

**100** ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα ^v-19-100

**101** δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν· ^v-19-101

**102** ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. ^v-19-102

**103** τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ^v-19-103

**104** “ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· ^v-19-104

**105** τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;” ^v-19-105

**106** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-106

**107** “ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν ^v-19-107

**108** νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει, ^v-19-108

**109** ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς ^v-19-109

**110** ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων ^v-19-110

**111** εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα ^v-19-111

**112** πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, ^v-19-112

**113** τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς ^v-19-113

**114** ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. ^v-19-114

**115** τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, ^v-19-115

**116** μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, ^v-19-116

**117** μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων ^v-19-117

**118** μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ ^v-19-118

**119** οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ^v-19-119

**120** ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί· ^v-19-120

**121** μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή, ^v-19-121

**122** φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.” ^v-19-122

**123** τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· ^v-19-123

**124** “ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ^v-19-124

**125** ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον ^v-19-125

**126** Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς ^v-19-126

**127** εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, ^v-19-127

**128** μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. ^v-19-128

**129** νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. ^v-19-129

**130** ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, ^v-19-130

**131** Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ^v-19-131

**132** οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται, ^v-19-132

**133** οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. ^v-19-133

**134** τῷ οὔτε ξείνων ἐμπάζομαι οὔθʼ ἱκετάων ^v-19-134

**135** οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν· ^v-19-135

**136** ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ. ^v-19-136

**137** οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω. ^v-19-137

**138** φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων, ^v-19-138

**139** στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν, ^v-19-139

**140** λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον· ^v-19-140

**141** “κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, ^v-19-141

**142** μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ^v-19-142

**143** ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται— ^v-19-143

**144** Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν ^v-19-144

**145** μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο· ^v-19-145

**146** μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, ^v-19-146

**147** αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.” ^v-19-147

**148** ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-19-148

**149** ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν, ^v-19-149

**150** νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην. ^v-19-150

**151** ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς· ^v-19-151

**152** ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, ^v-19-152

**153** μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, ^v-19-153

**154** καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας, ^v-19-154

**155** εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν. ^v-19-155

**156** ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης· ^v-19-156

**157** νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην ^v-19-157

**158** μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες ^v-19-158

**159** γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων, ^v-19-159

**160** γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα ^v-19-160

**161** οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει. ^v-19-161

**162** ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. ^v-19-162

**163** οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.” ^v-19-163

**164** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-164

**165** “ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ^v-19-165

**166** οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα; ^v-19-166

**167** ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις ^v-19-167

**168** πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης ^v-19-168

**169** ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, ^v-19-169

**170** πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· ^v-19-170

**171** ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. ^v-19-171

**172** Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, ^v-19-172

**173** καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι ^v-19-173

**174** πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. ^v-19-174

**175** ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ^v-19-175

**176** ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, ^v-19-176

**177** Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί. ^v-19-177

**178** τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως ^v-19-178

**179** ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, ^v-19-179

**180** πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος ^v-19-180

**181** Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα· ^v-19-181

**182** ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσω ^v-19-182

**183** ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων, ^v-19-183

**184** ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων. ^v-19-184

**185** ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. ^v-19-185

**186** καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο, ^v-19-186

**187** ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν· ^v-19-187

**188** στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης, ^v-19-188

**189** ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας. ^v-19-189

**190** αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· ^v-19-190

**191** ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε. ^v-19-191

**192** τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς ^v-19-192

**193** οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω. ^v-19-193

**194** τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ^v-19-194

**195** ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων· ^v-19-195

**196** καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο, ^v-19-196

**197** δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας ^v-19-197

**198** καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν. ^v-19-198

**199** ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· ^v-19-199

**200** εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ ^v-19-200

**201** εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. ^v-19-201

**202** τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.” ^v-19-202

**203** ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα· ^v-19-203

**204** τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· ^v-19-204

**205** ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ^v-19-205

**206** ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ· ^v-19-206

**207** τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· ^v-19-207

**208** ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, ^v-19-208

**209** κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς ^v-19-209

**210** θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ^v-19-210

**211** ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ^v-19-211

**212** ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν. ^v-19-212

**213** ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ^v-19-213

**214** ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· ^v-19-214

**215** “νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι, ^v-19-215

**216** εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι ^v-19-216

**217** ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις. ^v-19-217

**218** εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο, ^v-19-218

**219** αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.” ^v-19-219

**220** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-220

**221** “ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα ^v-19-221

**222** εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ^v-19-222

**223** ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης· ^v-19-223

**224** αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ. ^v-19-224

**225** χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς, ^v-19-225

**226** διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο ^v-19-226

**227** αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν· ^v-19-227

**228** ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν, ^v-19-228

**229** ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες, ^v-19-229

**230** ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων, ^v-19-230

**231** αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. ^v-19-231

**232** τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα, ^v-19-232

**233** οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο· ^v-19-233

**234** τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς· ^v-19-234

**235** ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες. ^v-19-235

**236** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-19-236

**237** οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς, ^v-19-237

**238** ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι, ^v-19-238

**239** ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς ^v-19-239

**240** ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. ^v-19-240

**241** καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα ^v-19-241

**242** καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα, ^v-19-242

**243** αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός. ^v-19-243

**244** καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ ^v-19-244

**245** εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ. ^v-19-245

**246** γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος, ^v-19-246

**247** Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων ^v-19-247

**248** ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.” ^v-19-248

**249** ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο, ^v-19-249

**250** σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ^v-19-250

**251** ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο. ^v-19-251

**252** καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε· ^v-19-252

**253** “νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός, ^v-19-253

**254** ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε· ^v-19-254

**255** αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις, ^v-19-255

**256** πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν ^v-19-256

**257** κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις ^v-19-257

**258** οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν. ^v-19-258

**259** τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ^v-19-259

**260** ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.” ^v-19-260

**261** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-261

**262** “ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ^v-19-262

**263** μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν ^v-19-263

**264** τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν· ^v-19-264

**265** καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα ^v-19-265

**266** κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα, ^v-19-266

**267** ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ^v-19-267

**268** ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον· ^v-19-268

**269** νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω ^v-19-269

**270** ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ^v-19-270

**271** ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ^v-19-271

**272** ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ ^v-19-272

**273** αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους ^v-19-273

**274** ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, ^v-19-274

**275** Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ ^v-19-275

**276** Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι. ^v-19-276

**277** οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ· ^v-19-277

**278** τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, ^v-19-278

**279** Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, ^v-19-279

**280** οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο ^v-19-280

**281** καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ ^v-19-281

**282** οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς ^v-19-282

**283** ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, ^v-19-283

**284** χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι· ^v-19-284

**285** ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων ^v-19-285

**286** οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος. ^v-19-286

**287** ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων· ^v-19-287

**288** ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, ^v-19-288

**289** νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, ^v-19-289

**290** οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. ^v-19-290

**291** ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς ^v-19-291

**292** ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. ^v-19-292

**293** καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς· ^v-19-293

**294** καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, ^v-19-294

**295** ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. ^v-19-295

**296** τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ^v-19-296

**297** ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ^v-19-297

**298** ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν ^v-19-298

**299** ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. ^v-19-299

**300** ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ^v-19-300

**301** ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης ^v-19-301

**302** δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω. ^v-19-302

**303** ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, ^v-19-303

**304** ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· ^v-19-304

**305** ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. ^v-19-305

**306** τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, ^v-19-306

**307** τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.” ^v-19-307

**308** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-19-308

**309** “αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· ^v-19-309

**310** τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ^v-19-310

**311** ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ^v-19-311

**312** ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ· ^v-19-312

**313** οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς ^v-19-313

**314** τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ ^v-19-314

**315** οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, ^v-19-315

**316** ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ^v-19-316

**317** ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, ^v-19-317

**318** δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ^v-19-318

**319** ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. ^v-19-319

**320** ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, ^v-19-320

**321** ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται ^v-19-321

**322** ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων ^v-19-322

**323** τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον ^v-19-323

**324** ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς. ^v-19-324

**325** πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν ^v-19-325

**326** ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, ^v-19-326

**327** εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν ^v-19-327

**328** δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν. ^v-19-328

**329** ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, ^v-19-329

**330** τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω ^v-19-330

**331** ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ^v-19-331

**332** ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, ^v-19-332

**333** τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι ^v-19-333

**334** πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.” ^v-19-334

**335** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-335

**336** “ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ^v-19-336

**337** ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ^v-19-337

**338** ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα ^v-19-338

**339** νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο, ^v-19-339

**340** κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον· ^v-19-340

**341** πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ^v-19-341

**342** ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν. ^v-19-342

**343** οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ ^v-19-343

**344** γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο ^v-19-344

**345** τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν, ^v-19-345

**346** εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα, ^v-19-346

**347** ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ· ^v-19-347

**348** τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.” ^v-19-348

**349** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-19-349

**350** “ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ^v-19-350

**351** ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ^v-19-351

**352** ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις· ^v-19-352

**353** ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα ^v-19-353

**354** ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε, ^v-19-354

**355** δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ, ^v-19-355

**356** ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης. ^v-19-356

**357** ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια, ^v-19-357

**358** νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς ^v-19-358

**359** ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· ^v-19-359

**360** αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.” ^v-19-360

**361** ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα, ^v-19-361

**362** δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ^v-19-362

**363** “ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς ^v-19-363

**364** ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα. ^v-19-364

**365** οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ ^v-19-365

**366** πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας, ^v-19-366

**367** ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο ^v-19-367

**368** γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν· ^v-19-368

**369** νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ. ^v-19-369

**370** οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες ^v-19-370

**371** ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο, ^v-19-371

**372** ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι, ^v-19-372

**373** τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων ^v-19-373

**374** οὐκ ἐάᾳς νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε ^v-19-374

**375** κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. ^v-19-375

**376** τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης ^v-19-376

**377** καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς ^v-19-377

**378** κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω· ^v-19-378

**379** πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, ^v-19-379

**380** ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι ^v-19-380

**381** ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.” ^v-19-381

**382** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-382

**383** “ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν ^v-19-383

**384** ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν ^v-19-384

**385** ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.” ^v-19-385

**386** ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα ^v-19-386

**387** τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ ^v-19-387

**388** ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς ^v-19-388

**389** ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· ^v-19-389

**390** αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα ^v-19-390

**391** οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. ^v-19-391

**392** νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω ^v-19-392

**393** οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι ^v-19-393

**394** Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, ^v-19-394

**395** μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο ^v-19-395

**396** κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν ^v-19-396

**397** Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν ^v-19-397

**398** ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει. ^v-19-398

**399** Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον ^v-19-399

**400** παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς· ^v-19-400

**401** τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε ^v-19-401

**402** παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-19-402

**403** “Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι ^v-19-403

**404** παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.” ^v-19-404

**405** τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· ^v-19-405

**406** “γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· ^v-19-406

**407** πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, ^v-19-407

**408** ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· ^v-19-408

**409** τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, ^v-19-409

**410** ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ^v-19-410

**411** ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, ^v-19-411

**412** τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.” ^v-19-412

**413** τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. ^v-19-413

**414** τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο ^v-19-414

**415** χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· ^v-19-415

**416** μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ ^v-19-416

**417** κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. ^v-19-417

**418** Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι ^v-19-418

**419** δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, ^v-19-419

**420** αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· ^v-19-420

**421** τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, ^v-19-421

**422** μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ^v-19-422

**423** ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας. ^v-19-423

**424** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-19-424

**425** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· ^v-19-425

**426** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, ^v-19-426

**427** δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ^v-19-427

**428** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-19-428

**429** βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ ^v-19-429

**430** υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ^v-19-430

**431** ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ ^v-19-431

**432** Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. ^v-19-432

**433** Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ^v-19-433

**434** ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, ^v-19-434

**435** οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν ^v-19-435

**436** ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν ^v-19-436

**437** υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ^v-19-437

**438** ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος. ^v-19-438

**439** ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ^v-19-439

**440** τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, ^v-19-440

**441** οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, ^v-19-441

**442** οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ ^v-19-442

**443** ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή. ^v-19-443

**444** τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, ^v-19-444

**445** ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο ^v-19-445

**446** φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, ^v-19-446

**447** στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς ^v-19-447

**448** ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, ^v-19-448

**449** οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς ^v-19-449

**450** γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι ^v-19-450

**451** λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. ^v-19-451

**452** τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, ^v-19-452

**453** ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· ^v-19-453

**454** κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. ^v-19-454

**455** τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, ^v-19-455

**456** ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο ^v-19-456

**457** δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν ^v-19-457

**458** ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός. ^v-19-458

**459** τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο ^v-19-459

**460** εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες ^v-19-460

**461** καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον ^v-19-461

**462** εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ ^v-19-462

**463** χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, ^v-19-463

**464** οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν ^v-19-464

**465** ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, ^v-19-465

**466** Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. ^v-19-466

**467** τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα ^v-19-467

**468** γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ^v-19-468

**469** ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, ^v-19-469

**470** ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. ^v-19-470

**471** τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε ^v-19-471

**472** δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ^v-19-472

**473** ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· ^v-19-473

**474** “ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε ^v-19-474

**475** πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.” ^v-19-475

**476** ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, ^v-19-476

**477** πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα. ^v-19-477

**478** ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· ^v-19-478

**479** τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς ^v-19-479

**480** χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, ^v-19-480

**481** τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. ^v-19-481

**482** “μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ ^v-19-482

**483** τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας ^v-19-483

**484** ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ^v-19-484

**485** ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ^v-19-485

**486** σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται. ^v-19-486

**487** ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· ^v-19-487

**488** εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ^v-19-488

**489** οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας ^v-19-489

**490** δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.” ^v-19-490

**491** τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· ^v-19-491

**492** “τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ^v-19-492

**493** οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, ^v-19-493

**494** ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. ^v-19-494

**495** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-19-495

**496** εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ^v-19-496

**497** δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, ^v-19-497

**498** αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.” ^v-19-498

**499** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-19-499

**500** “μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή. ^v-19-500

**501** εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην· ^v-19-501

**502** ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.” ^v-19-502

**503** ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ^v-19-503

**504** οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα. ^v-19-504

**505** αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, ^v-19-505

**506** αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς ^v-19-506

**507** θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε. ^v-19-507

**508** τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ^v-19-508

**509** “ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· ^v-19-509

**510** καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, ^v-19-510

**511** ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ. ^v-19-511

**512** αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ^v-19-512

**513** ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, ^v-19-513

**514** ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· ^v-19-514

**515** αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, ^v-19-515

**516** κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ ^v-19-516

**517** ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν. ^v-19-517

**518** ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, ^v-19-518

**519** καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, ^v-19-519

**520** δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ^v-19-520

**521** ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν, ^v-19-521

**522** παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ ^v-19-522

**523** κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος, ^v-19-523

**524** ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, ^v-19-524

**525** ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, ^v-19-525

**526** κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα, ^v-19-526

**527** εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ^v-19-527

**528** ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος ^v-19-528

**529** μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα. ^v-19-529

**530** παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, ^v-19-530

**531** γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν· ^v-19-531

**532** νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, ^v-19-532

**533** καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο, ^v-19-533

**534** κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί. ^v-19-534

**535** ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον. ^v-19-535

**536** χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ^v-19-536

**537** ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα· ^v-19-537

**538** ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης ^v-19-538

**539** πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο ^v-19-539

**540** ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη. ^v-19-540

**541** αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ, ^v-19-541

**542** ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί, ^v-19-542

**543** οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ^v-19-543

**544** ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ, ^v-19-544

**545** φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· ^v-19-545

**546** “θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο· ^v-19-546

**547** οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται. ^v-19-547

**548** χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις ^v-19-548

**549** ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ^v-19-549

**550** ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.” ^v-19-550

**551** ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε· ^v-19-551

**552** παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα ^v-19-552

**553** πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.” ^v-19-553

**554** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-554

**555** “ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ^v-19-555

**556** ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς ^v-19-556

**557** πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος ^v-19-557

**558** πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.” ^v-19-558

**559** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-19-559

**560** “ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι ^v-19-560

**561** γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι. ^v-19-561

**562** δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· ^v-19-562

**563** αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι· ^v-19-563

**564** τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, ^v-19-564

**565** οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες· ^v-19-565

**566** οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, ^v-19-566

**567** οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. ^v-19-567

**568** ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ^v-19-568

**569** ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο. ^v-19-569

**570** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-19-570

**571** ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος ^v-19-571

**572** οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον, ^v-19-572

**573** τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ^v-19-573

**574** ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας· ^v-19-574

**575** στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν. ^v-19-575

**576** νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω· ^v-19-576

**577** ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι ^v-19-577

**578** καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, ^v-19-578

**579** τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα ^v-19-579

**580** κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο· ^v-19-580

**581** τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.” ^v-19-581

**582** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-19-582

**583** “ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ^v-19-583

**584** μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον· ^v-19-584

**585** πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, ^v-19-585

**586** πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας ^v-19-586

**587** νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.” ^v-19-587

**588** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-19-588

**589** “εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι ^v-19-589

**590** τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ^v-19-590

**591** ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ ^v-19-591

**592** ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν ^v-19-592

**593** ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. ^v-19-593

**594** ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα ^v-19-594

**595** λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, ^v-19-595

**596** αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ^v-19-596

**597** ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ^v-19-597

**598** ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ, ^v-19-598

**599** ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.” ^v-19-599

**600** ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα, ^v-19-600

**601** οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. ^v-19-601

**602** ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ ^v-19-602

**603** κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ^v-19-603

**604** ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ^v-19-604

### Livro 20

**1** αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς· ^v-20-1

**2** κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε ^v-20-2

**3** κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί· ^v-20-3

**4** Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. ^v-20-4

**5** ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ ^v-20-5

**6** κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες ^v-20-6

**7** ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, ^v-20-7

**8** ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. ^v-20-8

**9** τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· ^v-20-9

**10** πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-20-10

**11** ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ^v-20-11

**12** ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι ^v-20-12

**13** ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ^v-20-13

**14** ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ^v-20-14

**15** ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι, ^v-20-15

**16** ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα· ^v-20-16

**17** στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· ^v-20-17

**18** “τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. ^v-20-18

**19** ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ^v-20-19

**20** ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις ^v-20-20

**21** ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.” ^v-20-21

**22** ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· ^v-20-22

**23** τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα ^v-20-23

**24** νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. ^v-20-24

**25** ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ^v-20-25

**26** ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα ^v-20-26

**27** αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι, ^v-20-27

**28** ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων ^v-20-28

**29** ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει ^v-20-29

**30** μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ^v-20-30

**31** οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί· ^v-20-31

**32** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· ^v-20-32

**33** “τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; ^v-20-33

**34** οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ ^v-20-34

**35** καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.” ^v-20-35

**36** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-20-36

**37** “ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες· ^v-20-37

**38** ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ^v-20-38

**39** ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, ^v-20-39

**40** μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι. ^v-20-40

**41** πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· ^v-20-41

**42** εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, ^v-20-42

**43** πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.” ^v-20-43

**44** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-20-44

**45** “σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ, ^v-20-45

**46** ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· ^v-20-46

**47** αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω ^v-20-47

**48** ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν· ^v-20-48

**49** εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων ^v-20-49

**50** νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, ^v-20-50

**51** καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα. ^v-20-51

**52** ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν ^v-20-52

**53** πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.” ^v-20-53

**54** ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, ^v-20-54

**55** αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων. ^v-20-55

**56** εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, ^v-20-56

**57** λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα· ^v-20-57

**58** κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν. ^v-20-58

**59** αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, ^v-20-59

**60** Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· ^v-20-60

**61** “Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ^v-20-61

**62** ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο ^v-20-62

**63** αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα ^v-20-63

**64** οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ^v-20-64

**65** ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ^v-20-65

**66** ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· ^v-20-66

**67** τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο ^v-20-67

**68** ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη ^v-20-68

**69** τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· ^v-20-69

**70** Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν ^v-20-70

**71** εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, ^v-20-71

**72** ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. ^v-20-72

**73** εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, ^v-20-73

**74** κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— ^v-20-74

**75** ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, ^v-20-75

**76** μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— ^v-20-76

**77** τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο ^v-20-77

**78** καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· ^v-20-78

**79** ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, ^v-20-79

**80** ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα ^v-20-80

**81** ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, ^v-20-81

**82** μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα. ^v-20-82

**83** ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις ^v-20-83

**84** ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, ^v-20-84

**85** νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, ^v-20-85

**86** ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— ^v-20-86

**87** αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων. ^v-20-87

**88** τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, ^v-20-88

**89** τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ ^v-20-89

**90** χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.” ^v-20-90

**91** ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ^v-20-91

**92** τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· ^v-20-92

**93** μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν ^v-20-93

**94** ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι. ^v-20-94

**95** χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, ^v-20-95

**96** ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην ^v-20-96

**97** θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών· ^v-20-97

**98** “Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν ^v-20-98

**99** ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, ^v-20-99

**100** φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ^v-20-100

**101** ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.” ^v-20-101

**102** ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, ^v-20-102

**103** αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, ^v-20-103

**104** ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς. ^v-20-104

**105** φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς ^v-20-105

**106** πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, ^v-20-106

**107** τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες ^v-20-107

**108** ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. ^v-20-108

**109** αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, ^v-20-109

**110** ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο· ^v-20-110

**111** ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· ^v-20-111

**112** “Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, ^v-20-112

**113** ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, ^v-20-113

**114** οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. ^v-20-114

**115** κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω· ^v-20-115

**116** μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ^v-20-116

**117** ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, ^v-20-117

**118** οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν ^v-20-118

**119** ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.” ^v-20-119

**120** ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς ^v-20-120

**121** Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. ^v-20-121

**122** αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος ^v-20-122

**123** ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ. ^v-20-123

**124** Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, ^v-20-124

**125** εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· ^v-20-125

**126** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-20-126

**127** εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· ^v-20-127

**128** στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε· ^v-20-128

**129** “μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ ^v-20-129

**130** εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; ^v-20-130

**131** τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ^v-20-131

**132** ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων ^v-20-132

**133** χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.” ^v-20-133

**134** τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· ^v-20-134

**135** “οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. ^v-20-135

**136** οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός, ^v-20-136

**137** σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ^v-20-137

**138** ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ^v-20-138

**139** ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, ^v-20-139

**140** αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, ^v-20-140

**141** οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ^v-20-141

**142** ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν ^v-20-142

**143** ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.” ^v-20-143

**144** ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει ^v-20-144

**145** ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. ^v-20-145

**146** βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ^v-20-146

**147** ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, ^v-20-147

**148** Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· ^v-20-148

**149** “ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ^v-20-149

**150** ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας ^v-20-150

**151** βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας ^v-20-151

**152** πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας ^v-20-152

**153** καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ ^v-20-153

**154** ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι. ^v-20-154

**155** οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ^v-20-155

**156** ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.” ^v-20-156

**157** ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. ^v-20-157

**158** αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, ^v-20-158

**159** αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο. ^v-20-159

**160** ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα ^v-20-160

**161** εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες ^v-20-161

**162** ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης ^v-20-162

**163** τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι. ^v-20-163

**164** καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, ^v-20-164

**165** αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· ^v-20-165

**166** “ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, ^v-20-166

**167** ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;” ^v-20-167

**168** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· ^v-20-168

**169** “αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, ^v-20-169

**170** ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται ^v-20-170

**171** οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.” ^v-20-171

**172** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-20-172

**173** ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν. ^v-20-173

**174** αἶγας ἄγων αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, ^v-20-174

**175** δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. ^v-20-175

**176** καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, ^v-20-176

**177** αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· ^v-20-177

**178** “ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα ^v-20-178

**179** ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; ^v-20-179

**180** πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω ^v-20-180

**181** πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον ^v-20-181

**182** αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.” ^v-20-182

**183** ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, ^v-20-183

**184** ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ^v-20-184

**185** τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, ^v-20-185

**186** βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. ^v-20-186

**187** πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ^v-20-187

**188** ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται. ^v-20-188

**189** καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, ^v-20-189

**190** αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· ^v-20-190

**191** “τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, ^v-20-191

**192** ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι ^v-20-192

**193** ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; ^v-20-193

**194** δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι· ^v-20-194

**195** ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, ^v-20-195

**196** ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.” ^v-20-196

**197** ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, ^v-20-197

**198** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-20-198

**199** “χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω ^v-20-199

**200** ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. ^v-20-200

**201** Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ^v-20-201

**202** οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, ^v-20-202

**203** μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ^v-20-203

**204** ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε ^v-20-204

**205** μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω ^v-20-205

**206** τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, ^v-20-206

**207** εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. ^v-20-207

**208** εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ^v-20-208

**209** ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν ^v-20-209

**210** εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. ^v-20-210

**211** νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως ^v-20-211

**212** ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· ^v-20-212

**213** τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς ^v-20-213

**214** ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν, ^v-20-214

**215** οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη ^v-20-215

**216** κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος. ^v-20-216

**217** αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι ^v-20-217

**218** πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος ^v-20-218

**219** ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν, ^v-20-219

**220** ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα ^v-20-220

**221** βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. ^v-20-221

**222** καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ^v-20-222

**223** ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται· ^v-20-223

**224** ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν ^v-20-224

**225** ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.” ^v-20-225

**226** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-20-226

**227** “βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, ^v-20-227

**228** γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, ^v-20-228

**229** τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ^v-20-229

**230** ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα ^v-20-230

**231** ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ^v-20-231

**232** ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· ^v-20-232

**233** σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, ^v-20-233

**234** κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.” ^v-20-234

**235** τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· ^v-20-235

**236** “αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· ^v-20-236

**237** γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.” ^v-20-237

**238** ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι ^v-20-238

**239** νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. ^v-20-239

**240** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-20-240

**241** μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε ^v-20-241

**242** ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, ^v-20-242

**243** αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν. ^v-20-243

**244** τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· ^v-20-244

**245** “ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, ^v-20-245

**246** Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.” ^v-20-246

**247** ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-20-247

**248** ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο ^v-20-248

**249** χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ^v-20-249

**250** οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ^v-20-250

**251** ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· ^v-20-251

**252** σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον ^v-20-252

**253** κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. ^v-20-253

**254** σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, ^v-20-254

**255** καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. ^v-20-255

**256** οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-20-256

**257** Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ^v-20-257

**258** ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, ^v-20-258

**259** δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· ^v-20-259

**260** πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν ^v-20-260

**261** ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν· ^v-20-261

**262** “ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων· ^v-20-262

**263** κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω ^v-20-263

**264** πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν ^v-20-264

**265** οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος. ^v-20-265

**266** ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς ^v-20-266

**267** καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.” ^v-20-267

**268** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες ^v-20-268

**269** Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. ^v-20-269

**270** τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ^v-20-270

**271** “καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, ^v-20-271

**272** Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. ^v-20-272

**273** οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη ^v-20-273

**274** παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.” ^v-20-274

**275** ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. ^v-20-275

**276** κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ^v-20-276

**277** ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ ^v-20-277

**278** ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. ^v-20-278

**279** οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, ^v-20-279

**280** μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα· ^v-20-280

**281** πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο ^v-20-281

**282** ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει ^v-20-282

**283** Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο. ^v-20-283

**284** μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη ^v-20-284

**285** λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον ^v-20-285

**286** δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα. ^v-20-286

**287** ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, ^v-20-287

**288** Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν· ^v-20-288

**289** ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι ^v-20-289

**290** μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. ^v-20-290

**291** ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· ^v-20-291

**292** “κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· ^v-20-292

**293** μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ^v-20-293

**294** ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ^v-20-294

**295** ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται. ^v-20-295

**296** ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ^v-20-296

**297** ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ ^v-20-297

**298** δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.” ^v-20-298

**299** ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ. ^v-20-299

**300** κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς ^v-20-300

**301** ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ ^v-20-301

**302** σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον. ^v-20-302

**303** Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· ^v-20-303

**304** “Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· ^v-20-304

**305** οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ^v-20-305

**306** ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, ^v-20-306

**307** καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο ^v-20-307

**308** ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ ^v-20-308

**309** φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, ^v-20-309

**310** ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. ^v-20-310

**311** ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, ^v-20-311

**312** μήλων σφαζομένων οἴνοιό τε πινομένοιο ^v-20-312

**313** καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς. ^v-20-313

**314** ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· ^v-20-314

**315** εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, ^v-20-315

**316** καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη ^v-20-316

**317** τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, ^v-20-317

**318** ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ^v-20-318

**319** ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.” ^v-20-319

**320** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ^v-20-320

**321** ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· ^v-20-321

**322** “ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ^v-20-322

**323** ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· ^v-20-323

**324** μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον ^v-20-324

**325** δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ^v-20-325

**326** Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ^v-20-326

**327** ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν. ^v-20-327

**328** ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει ^v-20-328

**329** νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, ^v-20-329

**330** τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε ^v-20-330

**331** μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, ^v-20-331

**332** εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· ^v-20-332

**333** νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν. ^v-20-333

**334** ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, ^v-20-334

**335** γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ^v-20-335

**336** ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ^v-20-336

**337** ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.” ^v-20-337

**338** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-20-338

**339** “οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ^v-20-339

**340** ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, ^v-20-340

**341** οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω ^v-20-341

**342** γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι. ^v-20-342

**343** αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι ^v-20-343

**344** μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.” ^v-20-344

**345** ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ^v-20-345

**346** ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. ^v-20-346

**347** οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, ^v-20-347

**348** αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων ^v-20-348

**349** δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. ^v-20-349

**350** τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ^v-20-350

**351** “ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων ^v-20-351

**352** εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. ^v-20-352

**353** οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, ^v-20-353

**354** αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· ^v-20-354

**355** εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ^v-20-355

**356** ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ ^v-20-356

**357** οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.” ^v-20-357

**358** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. ^v-20-358

**359** τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ^v-20-359

**360** “ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. ^v-20-360

**361** ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε ^v-20-361

**362** εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.” ^v-20-362

**363** τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· ^v-20-363

**364** “Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· ^v-20-364

**365** εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω ^v-20-365

**366** καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. ^v-20-366

**367** τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ^v-20-367

**368** ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο ^v-20-368

**369** μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος ^v-20-369

**370** ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.” ^v-20-370

**371** ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, ^v-20-371

**372** ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. ^v-20-372

**373** μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες ^v-20-373

**374** Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· ^v-20-374

**375** ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-20-375

**376** “Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· ^v-20-376

**377** οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, ^v-20-377

**378** σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ^v-20-378

**379** ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. ^v-20-379

**380** ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. ^v-20-380

**381** ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· ^v-20-381

**382** τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες ^v-20-382

**383** ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.” ^v-20-383

**384** ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων, ^v-20-384

**385** ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, ^v-20-385

**386** ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει. ^v-20-386

**387** ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον ^v-20-387

**388** κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, ^v-20-388

**389** ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν. ^v-20-389

**390** δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο ^v-20-390

**391** ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· ^v-20-391

**392** δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, ^v-20-392

**393** οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ ^v-20-393

**394** θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο. ^v-20-394

### Livro 21

**1** τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, ^v-21-1

**2** κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, ^v-21-2

**3** τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ^v-21-3

**4** ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. ^v-21-4

**5** κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, ^v-21-5

**6** εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ ^v-21-6

**7** καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν. ^v-21-7

**8** βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ^v-21-8

**9** ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, ^v-21-9

**10** χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. ^v-21-10

**11** ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ^v-21-11

**12** ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί, ^v-21-12

**13** δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας ^v-21-13

**14** Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. ^v-21-14

**15** τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν ^v-21-15

**16** οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ^v-21-16

**17** ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· ^v-21-17

**18** μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν ^v-21-18

**19** νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας. ^v-21-19

**20** τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς ^v-21-20

**21** παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. ^v-21-21

**22** Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο ^v-21-22

**23** δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί· ^v-21-23

**24** αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ^v-21-24

**25** ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, ^v-21-25

**26** φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ^v-21-26

**27** ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, ^v-21-27

**28** σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν, ^v-21-28

**29** τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, ^v-21-29

**30** ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. ^v-21-30

**31** τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, ^v-21-31

**32** τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ ^v-21-32

**33** κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι. ^v-21-33

**34** τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, ^v-21-34

**35** ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ ^v-21-35

**36** γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν ^v-21-36

**37** Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, ^v-21-37

**38** ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς ^v-21-38

**39** ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν ^v-21-39

**40** ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο ^v-21-40

**41** κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. ^v-21-41

**42** ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν ^v-21-42

**43** οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων ^v-21-43

**44** ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ^v-21-44

**45** ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, ^v-21-45

**46** αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ^v-21-46

**47** ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας ^v-21-47

**48** ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος ^v-21-48

**49** βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα ^v-21-49

**50** πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. ^v-21-50

**51** ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ ^v-21-51

**52** ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο. ^v-21-52

**53** ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον ^v-21-53

**54** αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ^v-21-54

**55** ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, ^v-21-55

**56** κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος. ^v-21-56

**57** ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ^v-21-57

**58** βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς ^v-21-58

**59** τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ^v-21-59

**60** ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. ^v-21-60

**61** τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος ^v-21-61

**62** κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. ^v-21-62

**63** ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, ^v-21-63

**64** στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ^v-21-64

**65** ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. ^v-21-65

**66** ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. ^v-21-66

**67** αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· ^v-21-67

**68** “κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ^v-21-68

**69** ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ ^v-21-69

**70** ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην ^v-21-70

**71** μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ^v-21-71

**72** ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. ^v-21-72

**73** ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. ^v-21-73

**74** θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· ^v-21-74

**75** ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι ^v-21-75

**76** καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, ^v-21-76

**77** τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα ^v-21-77

**78** κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, ^v-21-78

**79** τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.” ^v-21-79

**80** ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, ^v-21-80

**81** τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον. ^v-21-81

**82** δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε· ^v-21-82

**83** κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος. ^v-21-83

**84** Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-21-84

**85** “νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, ^v-21-85

**86** ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ ^v-21-86

**87** θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως ^v-21-87

**88** κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην. ^v-21-88

**89** ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε ^v-21-89

**90** κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, ^v-21-90

**91** μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω ^v-21-91

**92** ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι. ^v-21-92

**93** οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν ^v-21-93

**94** οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, ^v-21-94

**95** καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.” ^v-21-95

**96** ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει ^v-21-96

**97** νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου. ^v-21-97

**98** ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ^v-21-98

**99** ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα ^v-21-99

**100** ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους. ^v-21-100

**101** τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ^v-21-101

**102** “ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων· ^v-21-102

**103** μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, ^v-21-103

**104** ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· ^v-21-104

**105** αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. ^v-21-105

**106** ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, ^v-21-106

**107** οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, ^v-21-107

**108** οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης· ^v-21-108

**109** οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης· ^v-21-109

**110** καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου; ^v-21-110

**111** ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου ^v-21-111

**112** δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. ^v-21-112

**113** καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην· ^v-21-113

**114** εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, ^v-21-114

**115** οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ ^v-21-115

**116** λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην ^v-21-116

**117** οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.” ^v-21-117

**118** ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ^v-21-118

**119** ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων. ^v-21-119

**120** πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας ^v-21-120

**121** πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, ^v-21-121

**122** ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας, ^v-21-122

**123** ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει. ^v-21-123

**124** στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. ^v-21-124

**125** τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, ^v-21-125

**126** τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, ^v-21-126

**127** νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου. ^v-21-127

**128** καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, ^v-21-128

**129** ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. ^v-21-129

**130** τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ^v-21-130

**131** “ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, ^v-21-131

**132** ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ^v-21-132

**133** ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ^v-21-133

**134** ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, ^v-21-134

**135** τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.” ^v-21-135

**136** ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, ^v-21-136

**137** κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, ^v-21-137

**138** αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ^v-21-138

**139** ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. ^v-21-139

**140** τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ^v-21-140

**141** “ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, ^v-21-141

**142** ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.” ^v-21-142

**143** ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-21-143

**144** Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός, ^v-21-144

**145** ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν ^v-21-145

**146** ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ ^v-21-146

**147** ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν· ^v-21-147

**148** ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ. ^v-21-148

**149** στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, ^v-21-149

**150** οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων ^v-21-150

**151** ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν· ^v-21-151

**152** “ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. ^v-21-152

**153** πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει ^v-21-153

**154** θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι ^v-21-154

**155** τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ ^v-21-155

**156** ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. ^v-21-156

**157** νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ ^v-21-157

**158** γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν. ^v-21-158

**159** αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, ^v-21-159

**160** ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων ^v-21-160

**161** μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα ^v-21-161

**162** γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.” ^v-21-162

**163** ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, ^v-21-163

**164** κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, ^v-21-164

**165** αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ^v-21-165

**166** ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. ^v-21-166

**167** Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-21-167

**168** “Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ^v-21-168

**169** δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων— ^v-21-169

**170** εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει ^v-21-170

**171** θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. ^v-21-171

**172** οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ ^v-21-172

**173** οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· ^v-21-173

**174** ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.” ^v-21-174

**175** ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· ^v-21-175

**176** “ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, ^v-21-176

**177** πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, ^v-21-177

**178** ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ^v-21-178

**179** ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, ^v-21-179

**180** τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.” ^v-21-180

**181** ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, ^v-21-181

**182** πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, ^v-21-182

**183** ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος· ^v-21-183

**184** τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο ^v-21-184

**185** ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. ^v-21-185

**186** Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ^v-21-186

**187** ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. ^v-21-187

**188** τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω ^v-21-188

**189** βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ^v-21-189

**190** ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ^v-21-190

**191** ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, ^v-21-191

**192** φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· ^v-21-192

**193** “βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, ^v-21-193

**194** ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ^v-21-194

**195** ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ^v-21-195

**196** ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; ^v-21-196

**197** ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; ^v-21-197

**198** εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.” ^v-21-198

**199** τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· ^v-21-199

**200** “Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, ^v-21-200

**201** ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· ^v-21-201

**202** γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.” ^v-21-202

**203** ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι ^v-21-203

**204** νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. ^v-21-204

**205** αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, ^v-21-205

**206** ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ^v-21-206

**207** “ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας ^v-21-207

**208** ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ^v-21-208

**209** γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω ^v-21-209

**210** οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα ^v-21-210

**211** εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. ^v-21-211

**212** σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. ^v-21-212

**213** εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ^v-21-213

**214** ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω ^v-21-214

**215** οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα ^v-21-215

**216** Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. ^v-21-216

**217** εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, ^v-21-217

**218** ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, ^v-21-218

**219** οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι ^v-21-219

**220** Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.” ^v-21-220

**221** ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. ^v-21-221

**222** τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, ^v-21-222

**223** κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, ^v-21-223

**224** καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους ^v-21-224

**225** ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. ^v-21-225

**226** καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ^v-21-226

**227** εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· ^v-21-227

**228** “παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ^v-21-228

**229** ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. ^v-21-229

**230** ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, ^v-21-230

**231** πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· ^v-21-231

**232** ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, ^v-21-232

**233** οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· ^v-21-233

**234** ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ^v-21-234

**235** ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ ^v-21-235

**236** κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ^v-21-236

**237** ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ^v-21-237

**238** ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε ^v-21-238

**239** προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. ^v-21-239

**240** σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς ^v-21-240

**241** κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.” ^v-21-241

**242** ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· ^v-21-242

**243** ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· ^v-21-243

**244** ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. ^v-21-244

**245** Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, ^v-21-245

**246** θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς ^v-21-246

**247** ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· ^v-21-247

**248** ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-21-248

**249** “ὢ πόποι, ἦ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· ^v-21-249

**250** οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· ^v-21-250

**251** εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ ^v-21-251

**252** ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· ^v-21-252

**253** ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ^v-21-253

**254** ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι ^v-21-254

**255** τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.” ^v-21-255

**256** τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ^v-21-256

**257** “Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. ^v-21-257

**258** νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ^v-21-258

**259** ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι ^v-21-259

**260** κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας ^v-21-260

**261** ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, ^v-21-261

**262** ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. ^v-21-262

**263** ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ^v-21-263

**264** ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· ^v-21-264

**265** ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, ^v-21-265

**266** αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, ^v-21-266

**267** ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ ^v-21-267

**268** τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.” ^v-21-268

**269** ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ^v-21-269

**270** τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, ^v-21-270

**271** κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, ^v-21-271

**272** νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. ^v-21-272

**273** οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ^v-21-273

**274** τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· ^v-21-274

**275** “κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· ^v-21-275

**276** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· ^v-21-276

**277** Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα ^v-21-277

**278** λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, ^v-21-278

**279** νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· ^v-21-279

**280** ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν. ^v-21-280

**281** ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν ^v-21-281

**282** χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν ^v-21-282

**283** ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ^v-21-283

**284** ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.” ^v-21-284

**285** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, ^v-21-285

**286** δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. ^v-21-286

**287** Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-21-287

**288** “ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· ^v-21-288

**289** οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν ^v-21-289

**290** δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις ^v-21-290

**291** μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος ^v-21-291

**292** ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. ^v-21-292

**293** οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους ^v-21-293

**294** βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. ^v-21-294

**295** οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, ^v-21-295

**296** ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ^v-21-296

**297** ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, ^v-21-297

**298** μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· ^v-21-298

**299** ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε ^v-21-299

**300** ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ ^v-21-300

**301** ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς ^v-21-301

**302** ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ^v-21-302

**303** ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, ^v-21-303

**304** οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ^v-21-304

**305** ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ^v-21-305

**306** ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ^v-21-306

**307** ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ ^v-21-307

**308** εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ^v-21-308

**309** πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος ^v-21-309

**310** πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.” ^v-21-310

**311** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-21-311

**312** “Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ^v-21-312

**313** ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ^v-21-313

**314** ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ^v-21-314

**315** ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, ^v-21-315

**316** οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ^v-21-316

**317** οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· ^v-21-317

**318** μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ^v-21-318

**319** ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.” ^v-21-319

**320** τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· ^v-21-320

**321** “κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, ^v-21-321

**322** οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· ^v-21-322

**323** ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ^v-21-323

**324** μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν ^v-21-324

**325** ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν ^v-21-325

**326** μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· ^v-21-326

**327** ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ^v-21-327

**328** ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου. ^v-21-328

**329** ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.” ^v-21-329

**330** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-21-330

**331** “Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ^v-21-331

**332** ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ^v-21-332

**333** ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; ^v-21-333

**334** οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, ^v-21-334

**335** πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ^v-21-335

**336** ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. ^v-21-336

**337** ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-21-337

**338** εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ^v-21-338

**339** ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, ^v-21-339

**340** δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, ^v-21-340

**341** καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, ^v-21-341

**342** πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.” ^v-21-342

**343** τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-21-343

**344** “μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο ^v-21-344

**345** κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, ^v-21-345

**346** οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, ^v-21-346

**347** οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· ^v-21-347

**348** τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι ^v-21-348

**349** καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. ^v-21-349

**350** ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, ^v-21-350

**351** ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ^v-21-351

**352** ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει ^v-21-352

**353** πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.” ^v-21-353

**354** ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· ^v-21-354

**355** παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. ^v-21-355

**356** ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ ^v-21-356

**357** κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ^v-21-357

**358** ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ^v-21-358

**359** αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· ^v-21-359

**360** μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· ^v-21-360

**361** ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-21-361

**362** “πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, ^v-21-362

**363** πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται ^v-21-363

**364** οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων ^v-21-364

**365** ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.” ^v-21-365

**366** ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, ^v-21-366

**367** δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. ^v-21-367

**368** Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει· ^v-21-368

**369** “ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις ^v-21-369

**370** μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, ^v-21-370

**371** βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. ^v-21-371

**372** αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, ^v-21-372

**373** μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· ^v-21-373

**374** τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι ^v-21-374

**375** ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.” ^v-21-375

**376** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν ^v-21-376

**377** μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο ^v-21-377

**378** Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης ^v-21-378

**379** ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. ^v-21-379

**380** ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· ^v-21-380

**381** “Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, ^v-21-381

**382** κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας. ^v-21-382

**383** ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ^v-21-383

**384** ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε ^v-21-384

**385** προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.” ^v-21-385

**386** ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, ^v-21-386

**387** κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. ^v-21-387

**388** σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, ^v-21-388

**389** κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς. ^v-21-389

**390** κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης ^v-21-390

**391** βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· ^v-21-391

**392** ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, ^v-21-392

**393** εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα ^v-21-393

**394** πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, ^v-21-394

**395** μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. ^v-21-395

**396** ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-21-396

**397** “ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· ^v-21-397

**398** ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται ^v-21-398

**399** ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ ^v-21-399

**400** νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.” ^v-21-400

**401** ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· ^v-21-401

**402** “αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν ^v-21-402

**403** ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.” ^v-21-403

**404** ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, ^v-21-404

**405** αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, ^v-21-405

**406** ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς ^v-21-406

**407** ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, ^v-21-407

**408** ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, ^v-21-408

**409** ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. ^v-21-409

**410** δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· ^v-21-410

**411** ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. ^v-21-411

**412** μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς ^v-21-412

**413** ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων· ^v-21-413

**414** γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. ^v-21-414

**415** ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω· ^v-21-415

**416** εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ ^v-21-416

**417** γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης ^v-21-417

**418** κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. ^v-21-418

**419** τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, ^v-21-419

**420** αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν ^v-21-420

**421** ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων ^v-21-421

**422** πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε ^v-21-422

**423** ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε· ^v-21-423

**424** “Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ^v-21-424

**425** ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον ^v-21-425

**426** δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, ^v-21-426

**427** οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται. ^v-21-427

**428** νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι ^v-21-428

**429** ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι ^v-21-429

**430** μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.” ^v-21-430

**431** ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ ^v-21-431

**432** Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ^v-21-432

**433** ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ ^v-21-433

**434** πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. ^v-21-434

### Livro 22

**1** αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, ^v-22-1

**2** ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην ^v-22-2

**3** ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς ^v-22-3

**4** αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· ^v-22-4

**5** “οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται· ^v-22-5

**6** νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, ^v-22-6

**7** εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.” ^v-22-7

**8** ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ^v-22-8

**9** ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, ^v-22-9

**10** χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ^v-22-10

**11** ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ ^v-22-11

**12** μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι ^v-22-12

**13** μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, ^v-22-13

**14** οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν; ^v-22-14

**15** τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ^v-22-15

**16** ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή. ^v-22-16

**17** ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς ^v-22-17

**18** βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν ^v-22-18

**19** αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν ^v-22-19

**20** ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε· ^v-22-20

**21** σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν ^v-22-21

**22** μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα, ^v-22-22

**23** ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα, ^v-22-23

**24** πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους· ^v-22-24

**25** οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι. ^v-22-25

**26** νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι· ^v-22-26

**27** “ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων ^v-22-27

**28** ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ^v-22-28

**29** καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος ^v-22-29

**30** κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.” ^v-22-30

**31** ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα ^v-22-31

**32** ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν, ^v-22-32

**33** ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο. ^v-22-33

**34** τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-34

**35** “ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι ^v-22-35

**36** δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, ^v-22-36

**37** δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως, ^v-22-37

**38** αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, ^v-22-38

**39** οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ^v-22-39

**40** οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι· ^v-22-40

**41** νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.” ^v-22-41

**42** ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· ^v-22-42

**43** πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. ^v-22-43

**44** Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· ^v-22-44

**45** “εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ^v-22-45

**46** ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, ^v-22-46

**47** πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. ^v-22-47

**48** ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, ^v-22-48

**49** Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, ^v-22-49

**50** οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, ^v-22-50

**51** ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ^v-22-51

**52** ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι ^v-22-52

**53** αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. ^v-22-53

**54** νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν ^v-22-54

**55** σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ^v-22-55

**56** ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, ^v-22-56

**57** τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, ^v-22-57

**58** χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ^v-22-58

**59** ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.” ^v-22-59

**60** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-60

**61** “Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, ^v-22-61

**62** ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, ^v-22-62

**63** οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο ^v-22-63

**64** πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. ^v-22-64

**65** νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ^v-22-65

**66** ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ· ^v-22-66

**67** ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.” ^v-22-67

**68** ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. ^v-22-68

**69** τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις· ^v-22-69

**70** “ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ^v-22-70

**71** ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, ^v-22-71

**72** οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας ^v-22-72

**73** ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης. ^v-22-73

**74** φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας ^v-22-74

**75** ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν ^v-22-75

**76** ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ^v-22-76

**77** ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο· ^v-22-77

**78** τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.” ^v-22-78

**79** ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ ^v-22-79

**80** χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ ^v-22-80

**81** σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς ^v-22-81

**82** ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν, ^v-22-82

**83** ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς ^v-22-83

**84** φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ ^v-22-84

**85** κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε ^v-22-85

**86** καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ ^v-22-86

**87** θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι ^v-22-87

**88** λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς. ^v-22-88

**89** Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο ^v-22-89

**90** ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, ^v-22-90

**91** εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ ^v-22-91

**92** Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ^v-22-92

**93** ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· ^v-22-93

**94** δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. ^v-22-94

**95** Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος ^v-22-95

**96** αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν ^v-22-96

**97** ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε ^v-22-97

**98** φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας. ^v-22-98

**99** βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, ^v-22-99

**100** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-22-100

**101** “ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε ^v-22-101

**102** καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν ^v-22-102

**103** αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ ^v-22-103

**104** καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.” ^v-22-104

**105** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-105

**106** “οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί, ^v-22-106

**107** μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.” ^v-22-107

**108** ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, ^v-22-108

**109** βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο. ^v-22-109

**110** ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ ^v-22-110

**111** καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας· ^v-22-111

**112** βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, ^v-22-112

**113** αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν· ^v-22-113

**114** ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά, ^v-22-114

**115** ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. ^v-22-115

**116** αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί. ^v-22-116

**117** τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ ^v-22-117

**118** βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. ^v-22-118

**119** αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα, ^v-22-119

**120** τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο ^v-22-120

**121** ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα, ^v-22-121

**122** αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, ^v-22-122

**123** κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ^v-22-123

**124** ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· ^v-22-124

**125** εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. ^v-22-125

**126** ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, ^v-22-126

**127** ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο ^v-22-127

**128** ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι. ^v-22-128

**129** τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν ^v-22-129

**130** ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή. ^v-22-130

**131** τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ^v-22-131

**132** “ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη ^v-22-132

**133** καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο; ^v-22-133

**134** τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.” ^v-22-134

**135** τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ^v-22-135

**136** “οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς ^v-22-136

**137** αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· ^v-22-137

**138** καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη. ^v-22-138

**139** ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι ^v-22-139

**140** ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ ^v-22-140

**141** τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.” ^v-22-141

**142** ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, ^v-22-142

**143** εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ^v-22-143

**144** ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα ^v-22-144

**145** καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· ^v-22-145

**146** βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. ^v-22-146

**147** καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-22-147

**148** ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα ^v-22-148

**149** μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. ^v-22-149

**150** αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· ^v-22-150

**151** “Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν ^v-22-151

**152** νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.” ^v-22-152

**153** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-22-153

**154** “ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος ^v-22-154

**155** αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν ^v-22-155

**156** κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ^v-22-156

**157** ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο ^v-22-157

**158** καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, ^v-22-158

**159** ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.” ^v-22-159

**160** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-22-160

**161** βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, ^v-22-161

**162** οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός, ^v-22-162

**163** αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-22-163

**164** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-22-164

**165** κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί, ^v-22-165

**166** ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες, ^v-22-166

**167** ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, ^v-22-167

**168** ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ ^v-22-168

**169** πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.” ^v-22-169

**170** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-170

**171** “ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς ^v-22-171

**172** σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας. ^v-22-172

**173** σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν ^v-22-173

**174** ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε, ^v-22-174

**175** σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε ^v-22-175

**176** κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ^v-22-176

**177** ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·” ^v-22-177

**178** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, ^v-22-178

**179** βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα. ^v-22-179

**180** ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα, ^v-22-180

**181** τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. ^v-22-181

**182** εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, ^v-22-182

**183** τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, ^v-22-183

**184** τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, ^v-22-184

**185** Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· ^v-22-185

**186** δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων· ^v-22-186

**187** τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω ^v-22-187

**188** κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, ^v-22-188

**189** σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ ^v-22-189

**190** εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν ^v-22-190

**191** υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς· ^v-22-191

**192** σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε ^v-22-192

**193** κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. ^v-22-193

**194** τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· ^v-22-194

**195** “νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, ^v-22-195

**196** εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν· ^v-22-196

**197** οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων ^v-22-197

**198** λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς ^v-22-198

**199** αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.” ^v-22-199

**200** ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ· ^v-22-200

**201** τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, ^v-22-201

**202** βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην. ^v-22-202

**203** ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ ^v-22-203

**204** τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. ^v-22-204

**205** τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, ^v-22-205

**206** Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. ^v-22-206

**207** τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· ^v-22-207

**208** “Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, ^v-22-208

**209** ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.” ^v-22-209

**210** ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. ^v-22-210

**211** μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι· ^v-22-211

**212** πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· ^v-22-212

**213** “Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς ^v-22-213

**214** μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. ^v-22-214

**215** ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· ^v-22-215

**216** ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, ^v-22-216

**217** ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ^v-22-217

**218** ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. ^v-22-218

**219** αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, ^v-22-219

**220** κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, ^v-22-220

**221** τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας ^v-22-221

**222** ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας ^v-22-222

**223** οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.” ^v-22-223

**224** ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, ^v-22-224

**225** νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· ^v-22-225

**226** “οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή ^v-22-226

**227** οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, ^v-22-227

**228** εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, ^v-22-228

**229** πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, ^v-22-229

**230** σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. ^v-22-230

**231** πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, ^v-22-231

**232** ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ^v-22-232

**233** ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ^v-22-233

**234** ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν ^v-22-234

**235** Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.” ^v-22-235

**236** ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ^v-22-236

**237** ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν ^v-22-237

**238** ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο. ^v-22-238

**239** αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ^v-22-239

**240** ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην. ^v-22-240

**241** μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, ^v-22-241

**242** Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε, ^v-22-242

**243** Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· ^v-22-243

**244** οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, ^v-22-244

**245** ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο· ^v-22-245

**246** τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί. ^v-22-246

**247** τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ^v-22-247

**248** “ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· ^v-22-248

**249** καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, ^v-22-249

**250** οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. ^v-22-250

**251** τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, ^v-22-251

**252** ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς ^v-22-252

**253** δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. ^v-22-253

**254** τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.” ^v-22-254

**255** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, ^v-22-255

**256** ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη, ^v-22-256

**257** τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο ^v-22-257

**258** βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ^v-22-258

**259** ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. ^v-22-259

**260** αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων, ^v-22-260

**261** τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ^v-22-261

**262** “ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι ^v-22-262

**263** μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν ^v-22-263

**264** ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.” ^v-22-264

**265** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα ^v-22-265

**266** ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς, ^v-22-266

**267** Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, ^v-22-267

**268** Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. ^v-22-268

**269** οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, ^v-22-269

**270** μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε· ^v-22-270

**271** τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο. ^v-22-271

**272** αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ^v-22-272

**273** ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. ^v-22-273

**274** τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο ^v-22-274

**275** βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ^v-22-275

**276** ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. ^v-22-276

**277** Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ ^v-22-277

**278** λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. ^v-22-278

**279** Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ^v-22-279

**280** ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε. ^v-22-280

**281** τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην, ^v-22-281

**282** μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ^v-22-282

**283** ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, ^v-22-283

**284** Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· ^v-22-284

**285** Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ ^v-22-285

**286** βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· ^v-22-286

**287** “ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν ^v-22-287

**288** εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν ^v-22-288

**289** μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. ^v-22-289

**290** τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ^v-22-290

**291** ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.” ^v-22-291

**292** ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς ^v-22-292

**293** οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. ^v-22-293

**294** Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα ^v-22-294

**295** δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ^v-22-295

**296** ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. ^v-22-296

**297** δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ^v-22-297

**298** ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. ^v-22-298

**299** οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· ^v-22-299

**300** τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ^v-22-300

**301** ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται. ^v-22-301

**302** οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, ^v-22-302

**303** ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι· ^v-22-303

**304** ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, ^v-22-304

**305** οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ ^v-22-305

**306** γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ· ^v-22-306

**307** ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα ^v-22-307

**308** τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς ^v-22-308

**309** κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε. ^v-22-309

**310** Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων, ^v-22-310

**311** καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-22-311

**312** “γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ^v-22-312

**313** οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν ^v-22-313

**314** εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους ^v-22-314

**315** παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. ^v-22-315

**316** ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι· ^v-22-316

**317** τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. ^v-22-317

**318** αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς ^v-22-318

**319** κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·” ^v-22-319

**320** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-320

**321** “εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, ^v-22-321

**322** πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι ^v-22-322

**323** τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, ^v-22-323

**324** σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι· ^v-22-324

**325** τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.” ^v-22-325

**326** ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ ^v-22-326

**327** κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε ^v-22-327

**328** κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε. ^v-22-328

**329** φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. ^v-22-329

**330** Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, ^v-22-330

**331** Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ. ^v-22-331

**332** ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν ^v-22-332

**333** ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν, ^v-22-333

**334** ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν ^v-22-334

**335** ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ ^v-22-335

**336** Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν, ^v-22-336

**337** ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα. ^v-22-337

**338** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ^v-22-338

**339** γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος. ^v-22-339

**340** ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε ^v-22-340

**341** μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, ^v-22-341

**342** αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων, ^v-22-342

**343** καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-22-343

**344** “γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ^v-22-344

**345** αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν ^v-22-345

**346** πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. ^v-22-346

**347** αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας ^v-22-347

**348** παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν ^v-22-348

**349** ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. ^v-22-349

**350** καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, ^v-22-350

**351** ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων ^v-22-351

**352** πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, ^v-22-352

**353** ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.” ^v-22-353

**354** ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο, ^v-22-354

**355** αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-22-355

**356** “ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ· ^v-22-356

**357** καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ ^v-22-357

**358** οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, ^v-22-358

**359** εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, ^v-22-359

**360** ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.” ^v-22-360

**361** ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς· ^v-22-361

**362** πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ^v-22-362

**363** ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν. ^v-22-363

**364** αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην ^v-22-364

**365** Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων, ^v-22-365

**366** καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-22-366

**367** “ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ ^v-22-367

**368** μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, ^v-22-368

**369** ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον ^v-22-369

**370** κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.” ^v-22-370

**371** τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-371

**372** “θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν, ^v-22-372

**373** ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ, ^v-22-373

**374** ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων. ^v-22-374

**375** ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ^v-22-375

**376** ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, ^v-22-376

**377** ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.” ^v-22-377

**378** ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε, ^v-22-378

**379** ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, ^v-22-379

**380** πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. ^v-22-380

**381** πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν ^v-22-381

**382** ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν. ^v-22-382

**383** τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι ^v-22-383

**384** πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες ^v-22-384

**385** κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης ^v-22-385

**386** δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες ^v-22-386

**387** κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται· ^v-22-387

**388** τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν· ^v-22-388

**389** ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο. ^v-22-389

**390** δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-390

**391** “Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, ^v-22-391

**392** ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.” ^v-22-392

**393** ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, ^v-22-393

**394** κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν· ^v-22-394

**395** “δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν ^v-22-395

**396** δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων· ^v-22-396

**397** ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.” ^v-22-397

**398** ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, ^v-22-398

**399** ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων, ^v-22-399

**400** βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν. ^v-22-400

**401** εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν, ^v-22-401

**402** αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα, ^v-22-402

**403** ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο· ^v-22-403

**404** πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν ^v-22-404

**405** αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι· ^v-22-405

**406** ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν. ^v-22-406

**407** ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, ^v-22-407

**408** ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον· ^v-22-408

**409** ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ, ^v-22-409

**410** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-22-410

**411** “ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε· ^v-22-411

**412** οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι. ^v-22-412

**413** τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα· ^v-22-413

**414** οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, ^v-22-414

**415** οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· ^v-22-415

**416** τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. ^v-22-416

**417** ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, ^v-22-417

**418** αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.” ^v-22-418

**419** τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-22-419

**420** “τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. ^v-22-420

**421** πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες ^v-22-421

**422** δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι, ^v-22-422

**423** εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι· ^v-22-423

**424** τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, ^v-22-424

**425** οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν. ^v-22-425

**426** Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ ^v-22-426

**427** σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν. ^v-22-427

**428** ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα ^v-22-428

**429** εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.” ^v-22-429

**430** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-22-430

**431** “μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν ^v-22-431

**432** ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.” ^v-22-432

**433** ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ^v-22-433

**434** ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ^v-22-434

**435** αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην ^v-22-435

**436** εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-22-436

**437** “ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας· ^v-22-437

**438** αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ^v-22-438

**439** ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν. ^v-22-439

**440** αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, ^v-22-440

**441** δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, ^v-22-441

**442** μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, ^v-22-442

**443** θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων ^v-22-443

**444** ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης, ^v-22-444

**445** τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.” ^v-22-445

**446** ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, ^v-22-446

**447** αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι. ^v-22-447

**448** πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, ^v-22-448

**449** κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ^v-22-449

**450** ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς ^v-22-450

**451** αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ. ^v-22-451

**452** αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ^v-22-452

**453** ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. ^v-22-453

**454** αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης ^v-22-454

**455** λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο ^v-22-455

**456** ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε. ^v-22-456

**457** αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, ^v-22-457

**458** δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, ^v-22-458

**459** μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, ^v-22-459

**460** εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι. ^v-22-460

**461** τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν· ^v-22-461

**462** “μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην ^v-22-462

**463** τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν ^v-22-463

**464** μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.” ^v-22-464

**465** ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο ^v-22-465

**466** κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, ^v-22-466

**467** ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ^v-22-467

**468** ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ^v-22-468

**469** ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, ^v-22-469

**470** αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, ^v-22-470

**471** ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις ^v-22-471

**472** δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ^v-22-472

**473** ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ^v-22-473

**474** ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· ^v-22-474

**475** τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ ^v-22-475

**476** τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, ^v-22-476

**477** χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. ^v-22-477

**478** οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε ^v-22-478

**479** εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον· ^v-22-479

**480** αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν· ^v-22-480

**481** “οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ^v-22-481

**482** ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν ^v-22-482

**483** ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί· ^v-22-483

**484** πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.” ^v-22-484

**485** τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-22-485

**486** “ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες. ^v-22-486

**487** ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω, ^v-22-487

**488** μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους ^v-22-488

**489** ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.” ^v-22-489

**490** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-22-490

**491** “πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.” ^v-22-491

**492** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, ^v-22-492

**493** ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς ^v-22-493

**494** εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν. ^v-22-494

**495** γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος ^v-22-495

**496** ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι· ^v-22-496

**497** αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι. ^v-22-497

**498** αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα, ^v-22-498

**499** καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους ^v-22-499

**500** χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει ^v-22-500

**501** κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας. ^v-22-501

### Livro 23

**1** γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα, ^v-23-1

**2** δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα· ^v-23-2

**3** γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο. ^v-23-3

**4** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ^v-23-4

**5** “ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι ^v-23-5

**6** ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα. ^v-23-6

**7** ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών. ^v-23-7

**8** μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον ^v-23-8

**9** κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.” ^v-23-9

**10** τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-10

**11** “μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται ^v-23-11

**12** ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα, ^v-23-12

**13** καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν· ^v-23-13

**14** οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. ^v-23-14

**15** τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ^v-23-15

**16** ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις ^v-23-16

**17** ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας; ^v-23-17

**18** οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς ^v-23-18

**19** ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ^v-23-19

**20** ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε. ^v-23-20

**21** εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, ^v-23-21

**22** ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν, ^v-23-22

**23** τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι ^v-23-23

**24** αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.” ^v-23-24

**25** τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-23-25

**26** “οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι ^v-23-26

**27** ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω, ^v-23-27

**28** ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι. ^v-23-28

**29** Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα, ^v-23-29

**30** ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν, ^v-23-30

**31** ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.” ^v-23-31

**32** ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα ^v-23-32

**33** γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν· ^v-23-33

**34** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-23-34

**35** “εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες, ^v-23-35

**36** εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, ^v-23-36

**37** ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε ^v-23-37

**38** μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.” ^v-23-38

**39** τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ^v-23-39

**40** “οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα ^v-23-40

**41** κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων ^v-23-41

**42** ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, ^v-23-42

**43** πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε ^v-23-43

**44** Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι. ^v-23-44

**45** εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ^v-23-45

**46** ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, ^v-23-46

**47** κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης. ^v-23-47

**48** νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν ^v-23-48

**50** ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές, ^v-23-50

**51** πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι. ^v-23-51

**52** ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον ^v-23-52

**53** ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε. ^v-23-53

**54** νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ^v-23-54

**55** ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ ^v-23-55

**56** καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον ^v-23-56

**57** μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.” ^v-23-57

**58** τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-58

**59** “μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα. ^v-23-59

**60** οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη ^v-23-60

**61** πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα· ^v-23-61

**62** ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, ^v-23-62

**63** ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, ^v-23-63

**64** ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα. ^v-23-64

**65** οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, ^v-23-65

**66** οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· ^v-23-66

**67** τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς ^v-23-67

**68** ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.” ^v-23-68

**69** τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· ^v-23-69

**70** “τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ^v-23-70

**71** ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα ^v-23-71

**72** οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. ^v-23-72

**73** ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω, ^v-23-73

**74** οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι. ^v-23-74

**75** τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ ^v-23-75

**76** εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν ^v-23-76

**77** οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο. ^v-23-77

**78** ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, ^v-23-78

**79** αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.” ^v-23-79

**80** τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· ^v-23-80

**81** “μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων ^v-23-81

**82** δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν. ^v-23-82

**83** ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι ^v-23-83

**84** ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.” ^v-23-84

**85** ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ ^v-23-85

**86** ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, ^v-23-86

**87** ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα. ^v-23-87

**88** ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ^v-23-88

**89** ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, ^v-23-89

**90** τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν ^v-23-90

**91** ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι ^v-23-91

**92** ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ^v-23-92

**93** ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· ^v-23-93

**94** ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, ^v-23-94

**95** ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα. ^v-23-95

**96** Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-23-96

**97** “μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, ^v-23-97

**98** τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν ^v-23-98

**99** ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς; ^v-23-99

**100** οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ ^v-23-100

**101** ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ^v-23-101

**102** ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ^v-23-102

**103** σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.” ^v-23-103

**104** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-104

**105** “τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, ^v-23-105

**106** οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι ^v-23-106

**107** οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ ^v-23-107

**108** ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ ^v-23-108

**109** γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν ^v-23-109

**110** σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.” ^v-23-110

**111** ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, ^v-23-111

**112** αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· ^v-23-112

**113** “Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον ^v-23-113

**114** πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον. ^v-23-114

**115** νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, ^v-23-115

**116** τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι. ^v-23-116

**117** ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. ^v-23-117

**118** καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ^v-23-118

**119** ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, ^v-23-119

**120** φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ^v-23-120

**121** ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι ^v-23-121

**122** κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.” ^v-23-122

**123** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-23-123

**124** “αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην ^v-23-124

**125** μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι ^v-23-125

**126** ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων. ^v-23-126

**127** ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ^v-23-127

**128** ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.” ^v-23-128

**129** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-23-129

**130** “τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. ^v-23-130

**131** πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, ^v-23-131

**132** δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι· ^v-23-132

**133** αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ^v-23-133

**134** ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, ^v-23-134

**135** ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ^v-23-135

**136** ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι· ^v-23-136

**137** μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ^v-23-137

**138** ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω ^v-23-138

**139** ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα ^v-23-139

**140** φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.” ^v-23-140

**141** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο ^v-23-141

**142** πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ^v-23-142

**143** ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς ^v-23-143

**144** φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε ^v-23-144

**145** μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο. ^v-23-145

**146** τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν ^v-23-146

**147** ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. ^v-23-147

**148** ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ^v-23-148

**149** “ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· ^v-23-149

**150** σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο ^v-23-150

**151** εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.” ^v-23-151

**152** ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. ^v-23-152

**153** αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ ^v-23-153

**154** Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ^v-23-154

**155** ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· ^v-23-155

**156** αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη ^v-23-156

**157** μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος ^v-23-157

**158** οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ^v-23-158

**159** ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ^v-23-159

**160** ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη ^v-23-160

**161** τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· ^v-23-161

**162** ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. ^v-23-162

**163** ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· ^v-23-163

**164** ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, ^v-23-164

**165** ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· ^v-23-165

**166** “δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων ^v-23-166

**167** κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες· ^v-23-167

**168** οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ ^v-23-168

**169** ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ^v-23-169

**170** ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ^v-23-170

**171** ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς ^v-23-171

**172** λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.” ^v-23-172

**173** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-173

**174** “δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω ^v-23-174

**175** οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα ^v-23-175

**176** ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. ^v-23-176

**177** ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, ^v-23-177

**178** ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει· ^v-23-178

**179** ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, ^v-23-179

**180** κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.” ^v-23-180

**181** ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς ^v-23-181

**182** ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· ^v-23-182

**183** “ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· ^v-23-183

**184** τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη ^v-23-184

**185** καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ^v-23-185

**186** ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ. ^v-23-186

**187** ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν, ^v-23-187

**188** ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ^v-23-188

**189** ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος. ^v-23-189

**190** θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, ^v-23-190

**191** ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων. ^v-23-191

**192** τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, ^v-23-192

**193** πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, ^v-23-193

**194** κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας. ^v-23-194

**195** καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, ^v-23-195

**196** κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ ^v-23-196

**197** εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, ^v-23-197

**198** ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ. ^v-23-198

**199** ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, ^v-23-199

**200** δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· ^v-23-200

**201** ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν. ^v-23-201

**202** οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, ^v-23-202

**203** ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη ^v-23-203

**204** ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.” ^v-23-204

**205** ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-23-205

**206** σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς· ^v-23-206

**207** δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας ^v-23-207

**208** δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· ^v-23-208

**209** “μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ^v-23-209

**210** ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, ^v-23-210

**211** οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε ^v-23-211

**212** ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. ^v-23-212

**213** αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, ^v-23-213

**214** οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα. ^v-23-214

**215** αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ^v-23-215

**216** ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν ^v-23-216

**217** ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν. ^v-23-217

**218** οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, ^v-23-218

**219** ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, ^v-23-219

**220** εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν ^v-23-220

**221** ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον. ^v-23-221

**222** τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· ^v-23-222

**223** τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ ^v-23-223

**224** λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. ^v-23-224

**225** νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας ^v-23-225

**226** εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ^v-23-226

**227** ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, ^v-23-227

**228** Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, ^v-23-228

**229** ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, ^v-23-229

**230** πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.” ^v-23-230

**231** ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο· ^v-23-231

**232** κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν. ^v-23-232

**233** ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ, ^v-23-233

**234** ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ ^v-23-234

**235** ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· ^v-23-235

**236** παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε ^v-23-236

**237** νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ^v-23-237

**238** ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες· ^v-23-238

**239** ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, ^v-23-239

**240** δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. ^v-23-240

**241** καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-23-241

**242** εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. ^v-23-242

**243** νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε ^v-23-243

**244** ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους ^v-23-244

**245** ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, ^v-23-245

**246** Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι. ^v-23-246

**247** καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς ^v-23-247

**248** “ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων ^v-23-248

**249** ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, ^v-23-249

**250** πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. ^v-23-250

**251** ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο ^v-23-251

**252** ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, ^v-23-252

**253** νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ. ^v-23-253

**254** ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ^v-23-254

**255** ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.” ^v-23-255

**256** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-256

**257** “εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ ^v-23-257

**258** σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι ^v-23-258

**259** οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· ^v-23-259

**260** ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ^v-23-260

**261** εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω, ^v-23-261

**262** πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.” ^v-23-262

**263** τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-23-263

**264** “δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις ^v-23-264

**265** εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. ^v-23-265

**266** οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς ^v-23-266

**267** χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν ^v-23-267

**268** ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, ^v-23-268

**269** εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν ^v-23-269

**270** ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· ^v-23-270

**271** οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, ^v-23-271

**272** οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. ^v-23-272

**273** σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· ^v-23-273

**274** ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης ^v-23-274

**275** φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, ^v-23-275

**276** καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, ^v-23-276

**277** ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ^v-23-277

**278** ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, ^v-23-278

**279** οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας ^v-23-279

**280** ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, ^v-23-280

**281** πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ ^v-23-281

**282** ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ ^v-23-282

**283** γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ ^v-23-283

**284** ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.” ^v-23-284

**285** τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ^v-23-285

**286** “εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, ^v-23-286

**287** ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.” ^v-23-287

**288** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-23-288

**289** τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν ^v-23-289

**290** ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων. ^v-23-290

**291** αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, ^v-23-291

**292** γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει, ^v-23-292

**293** τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν ^v-23-293

**294** ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα· ^v-23-294

**295** ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα ^v-23-295

**296** ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο· ^v-23-296

**297** αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης ^v-23-297

**298** παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας, ^v-23-298

**299** αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα. ^v-23-299

**300** τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, ^v-23-300

**301** τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, ^v-23-301

**302** ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, ^v-23-302

**303** ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον, ^v-23-303

**304** οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, ^v-23-304

**305** ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· ^v-23-305

**306** αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν ^v-23-306

**307** ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, ^v-23-307

**308** πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος ^v-23-308

**309** πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ^v-23-309

**310** ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα ^v-23-310

**311** ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· ^v-23-311

**312** ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν ^v-23-312

**313** ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· ^v-23-313

**314** ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο ^v-23-314

**315** καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι ^v-23-315

**316** ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα ^v-23-316

**317** πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· ^v-23-317

**318** ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, ^v-23-318

**319** οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους ^v-23-319

**320** πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· ^v-23-320

**321** καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, ^v-23-321

**322** ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, ^v-23-322

**323** ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, ^v-23-323

**324** νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους ^v-23-324

**325** μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· ^v-23-325

**326** ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, ^v-23-326

**327** ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν ^v-23-327

**328** Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· ^v-23-328

**329** ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· ^v-23-329

**330** ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ ^v-23-330

**331** Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι ^v-23-331

**332** πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· ^v-23-332

**333** ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, ^v-23-333

**334** ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, ^v-23-334

**335** ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε ^v-23-335

**336** θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ^v-23-336

**337** ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· ^v-23-337

**338** ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, ^v-23-338

**339** οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο ^v-23-339

**340** καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, ^v-23-340

**341** χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. ^v-23-341

**342** τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος ^v-23-342

**343** λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ. ^v-23-343

**344** ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-23-344

**345** ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν ^v-23-345

**346** εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, ^v-23-346

**347** αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν ^v-23-347

**348** ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς ^v-23-348

**349** εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν· ^v-23-349

**350** “ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων ^v-23-350

**351** ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον ^v-23-351

**352** κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι ^v-23-352

**353** ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης· ^v-23-353

**354** νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, ^v-23-354

**355** κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, ^v-23-355

**356** μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, ^v-23-356

**357** πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ ^v-23-357

**358** δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους. ^v-23-358

**359** ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, ^v-23-359

**360** ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· ^v-23-360

**361** σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ· ^v-23-361

**362** αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι ^v-23-362

**363** ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν· ^v-23-363

**364** εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν ^v-23-364

**365** ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.” ^v-23-365

**366** ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, ^v-23-366

**367** ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, ^v-23-367

**368** πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι. ^v-23-368

**369** οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, ^v-23-369

**370** ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς. ^v-23-370

**371** ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη ^v-23-371

**372** νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος. ^v-23-372

### Livro 24

**1** Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ^v-24-1

**2** ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν ^v-24-2

**3** καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ^v-24-3

**4** ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· ^v-24-4

**5** τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο. ^v-24-5

**6** ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο ^v-24-6

**7** τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ^v-24-7

**8** ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, ^v-24-8

**9** ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν ^v-24-9

**10** Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα. ^v-24-10

**11** πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ^v-24-11

**12** ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων ^v-24-12

**13** ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ^v-24-13

**14** ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. ^v-24-14

**15** εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος ^v-24-15

**16** καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο ^v-24-16

**17** Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε ^v-24-17

**18** τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ^v-24-18

**19** ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ ^v-24-19

**20** ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-24-20

**21** ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ ^v-24-21

**22** οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. ^v-24-22

**23** τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος· ^v-24-23

**24** “Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ ^v-24-24

**25** ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, ^v-24-25

**26** οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες ^v-24-26

**27** δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί. ^v-24-27

**28** ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν ^v-24-28

**29** μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται. ^v-24-29

**30** ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, ^v-24-30

**31** δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· ^v-24-31

**32** τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί, ^v-24-32

**33** ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω· ^v-24-33

**34** νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.” ^v-24-34

**35** τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο· ^v-24-35

**36** “ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ^v-24-36

**37** ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι ^v-24-37

**38** κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι, ^v-24-38

**39** μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης ^v-24-39

**40** κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. ^v-24-40

**41** ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν ^v-24-41

**42** παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν. ^v-24-42

**43** αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, ^v-24-43

**44** κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν ^v-24-44

**45** ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ ^v-24-45

**46** δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ^v-24-46

**47** μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν ^v-24-47

**48** ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει ^v-24-48

**49** θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς· ^v-24-49

**50** καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας, ^v-24-50

**51** εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς, ^v-24-51

**52** Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ^v-24-52

**53** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-24-53

**54** “ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν· ^v-24-54

**55** μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν ^v-24-55

**56** ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.” ^v-24-56

**57** ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί· ^v-24-57

**58** ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος ^v-24-58

**59** οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν. ^v-24-59

**60** Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ ^v-24-60

**61** θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας ^v-24-61

**62** Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια. ^v-24-62

**63** ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ ^v-24-63

**64** κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι· ^v-24-64

**65** ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ ^v-24-65

**66** μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. ^v-24-66

**67** καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ ^v-24-67

**68** καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ ^v-24-68

**69** τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο, ^v-24-69

**70** πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει ^v-24-70

**71** αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ^v-24-71

**72** ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ, ^v-24-72

**73** οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ ^v-24-73

**74** χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον ^v-24-74

**75** φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. ^v-24-75

**76** ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, ^v-24-76

**77** μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, ^v-24-77

**78** χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ^v-24-78

**79** τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα. ^v-24-79

**80** ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον ^v-24-80

**81** χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ^v-24-81

**82** ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, ^v-24-82

**83** ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη ^v-24-83

**84** τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. ^v-24-84

**85** μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα ^v-24-85

**86** θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ^v-24-86

**87** ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ^v-24-87

**88** ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος ^v-24-88

**89** ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα· ^v-24-89

**90** ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, ^v-24-90

**91** οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα, ^v-24-91

**92** ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν. ^v-24-92

**93** ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ ^v-24-93

**94** πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ, ^v-24-94

**95** αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα; ^v-24-95

**96** ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον ^v-24-96

**97** Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.” ^v-24-97

**98** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-24-98

**99** ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης, ^v-24-99

**100** ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων, ^v-24-100

**101** τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην. ^v-24-101

**102** ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-24-102

**103** παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα· ^v-24-103

**104** ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων. ^v-24-104

**105** τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· ^v-24-105

**106** “Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε ^v-24-106

**107** πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως ^v-24-107

**108** κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ^v-24-108

**109** ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν, ^v-24-109

**110** ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά; ^v-24-110

**111** ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου ^v-24-111

**112** βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά, ^v-24-112

**113** ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν; ^v-24-113

**114** εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι. ^v-24-114

**115** ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, ^v-24-115

**116** ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ ^v-24-116

**117** Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν; ^v-24-117

**118** μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον, ^v-24-118

**119** σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.” ^v-24-119

**120** τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος· ^v-24-120

**121** “Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, ^v-24-121

**122** μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις· ^v-24-122

**123** σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω, ^v-24-123

**124** ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη. ^v-24-124

**125** μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα· ^v-24-125

**126** ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα, ^v-24-126

**127** ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν, ^v-24-127

**128** ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· ^v-24-128

**129** στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, ^v-24-129

**130** λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· ^v-24-130

**131** “κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, ^v-24-131

**132** μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ^v-24-132

**133** ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, ^v-24-133

**134** Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν ^v-24-134

**135** μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, ^v-24-135

**136** μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, ^v-24-136

**137** αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.” ^v-24-137

**138** ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ^v-24-138

**139** ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, ^v-24-139

**140** νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. ^v-24-140

**141** ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· ^v-24-141

**142** ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, ^v-24-142

**143** μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, ^v-24-143

**144** καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, ^v-24-144

**145** καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. ^v-24-145

**146** ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης. ^v-24-146

**147** εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν, ^v-24-147

**148** πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, ^v-24-148

**149** καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ^v-24-149

**150** ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης. ^v-24-150

**151** ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ^v-24-151

**152** ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ· ^v-24-152

**153** τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε ^v-24-153

**154** ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς ^v-24-154

**155** ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε. ^v-24-155

**156** τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα, ^v-24-156

**157** πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι ^v-24-157

**158** σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο· ^v-24-158

**159** οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα ^v-24-159

**160** ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν, ^v-24-160

**161** ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν. ^v-24-161

**162** αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι ^v-24-162

**163** βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ^v-24-163

**164** ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο, ^v-24-164

**165** σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ^v-24-165

**166** ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, ^v-24-166

**167** αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε ^v-24-167

**168** τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον, ^v-24-168

**169** ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ^v-24-169

**170** οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο ^v-24-170

**171** νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν. ^v-24-171

**172** ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, ^v-24-172

**173** ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι ^v-24-173

**174** τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι· ^v-24-174

**175** Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. ^v-24-175

**176** αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς, ^v-24-176

**177** ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου, ^v-24-177

**178** στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς ^v-24-178

**179** δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. ^v-24-179

**180** αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, ^v-24-180

**181** ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. ^v-24-181

**182** γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν· ^v-24-182

**183** αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ ^v-24-183

**184** κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς ^v-24-184

**185** κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. ^v-24-185

**186** ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν ^v-24-186

**187** σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος· ^v-24-187

**188** οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου, ^v-24-188

**189** οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων ^v-24-189

**190** κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.” ^v-24-190

**191** τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· ^v-24-191

**192** “ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-24-192

**193** ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν. ^v-24-193

**194** ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ, ^v-24-194

**195** κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος, ^v-24-195

**196** ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται ^v-24-196

**197** ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν ^v-24-197

**198** ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ, ^v-24-198

**199** οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα, ^v-24-199

**200** κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ ^v-24-200

**201** ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει ^v-24-201

**202** θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.” ^v-24-202

**203** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-24-203

**204** ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης· ^v-24-204

**205** οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο ^v-24-205

**206** καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς ^v-24-206

**207** Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν. ^v-24-207

**208** ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη, ^v-24-208

**209** ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον ^v-24-209

**210** δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ^v-24-210

**211** ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα ^v-24-211

**212** ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος. ^v-24-212

**213** ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν· ^v-24-213

**214** “ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, ^v-24-214

**215** δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· ^v-24-215

**216** αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, ^v-24-216

**217** αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, ^v-24-217

**218** ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.” ^v-24-218

**219** ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν. ^v-24-219

**220** οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς ^v-24-220

**221** ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων. ^v-24-221

**222** οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, ^v-24-222

**223** οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε ^v-24-223

**224** αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ^v-24-224

**225** ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. ^v-24-225

**226** τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ^v-24-226

**227** λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα ^v-24-227

**228** ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας ^v-24-228

**229** κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, ^v-24-229

**230** χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν ^v-24-230

**231** αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων. ^v-24-231

**232** τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς ^v-24-232

**233** γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, ^v-24-233

**234** στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε. ^v-24-234

**235** μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-24-235

**236** κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα ^v-24-236

**237** εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ^v-24-237

**238** ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ^v-24-238

**239** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ^v-24-239

**240** πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι. ^v-24-240

**241** τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς. ^v-24-241

**242** ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε· ^v-24-242

**243** τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· ^v-24-243

**244** “ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν ^v-24-244

**245** ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, ^v-24-245

**246** οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, ^v-24-246

**247** οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ^v-24-247

**248** ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ ^v-24-248

**249** αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας ^v-24-249

**250** λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. ^v-24-250

**251** οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, ^v-24-251

**252** οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι ^v-24-252

**253** εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας. ^v-24-253

**254** τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, ^v-24-254

**255** εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ^v-24-255

**256** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-24-256

**257** τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις; ^v-24-257

**258** καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, ^v-24-258

**259** εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν ^v-24-259

**260** οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι, ^v-24-260

**261** οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα ^v-24-261

**262** εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον ^v-24-262

**263** ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν ^v-24-263

**264** ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν. ^v-24-264

**265** ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ^v-24-265

**266** ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ ^v-24-266

**267** ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος ^v-24-267

**268** ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· ^v-24-268

**269** εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε ^v-24-269

**270** Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ. ^v-24-270

**271** τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ^v-24-271

**272** ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, ^v-24-272

**273** καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει. ^v-24-273

**274** χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, ^v-24-274

**275** δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, ^v-24-275

**276** δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, ^v-24-276

**277** τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, ^v-24-277

**278** χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, ^v-24-278

**279** τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.” ^v-24-279

**280** τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων· ^v-24-280

**281** “ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις, ^v-24-281

**282** ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν· ^v-24-282

**283** δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων· ^v-24-283

**284** εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ, ^v-24-284

**285** τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε ^v-24-285

**286** καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ. ^v-24-286

**287** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-24-287

**288** πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον ^v-24-288

**289** σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε, ^v-24-289

**290** δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ^v-24-290

**291** ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου ^v-24-291

**292** θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ ^v-24-292

**293** κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα· ^v-24-293

**294** οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, ^v-24-294

**295** κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, ^v-24-295

**296** ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ^v-24-296

**297** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· ^v-24-297

**298** τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ^v-24-298

**299** ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο ^v-24-299

**300** ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας ^v-24-300

**301** νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;” ^v-24-301

**302** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-24-302

**303** “τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω. ^v-24-303

**304** εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω, ^v-24-304

**305** υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος· ^v-24-305

**306** αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων ^v-24-306

**307** πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· ^v-24-307

**308** νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος. ^v-24-308

**309** αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν, ^v-24-309

**310** ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, ^v-24-310

**311** δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι, ^v-24-311

**312** δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον, ^v-24-312

**313** χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει ^v-24-313

**314** μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.” ^v-24-314

**315** ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ^v-24-315

**316** ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν ^v-24-316

**317** χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων. ^v-24-317

**318** τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη ^v-24-318

**319** δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι. ^v-24-319

**320** κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα· ^v-24-320

**321** “κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς, ^v-24-321

**322** ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ^v-24-322

**323** ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. ^v-24-323

**324** ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· ^v-24-324

**325** μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, ^v-24-325

**326** λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.” ^v-24-326

**327** τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· ^v-24-327

**328** “εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, ^v-24-328

**329** σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.” ^v-24-329

**330** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-24-330

**331** “οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, ^v-24-331

**332** τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι ^v-24-332

**333** οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ ^v-24-333

**334** ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην ^v-24-334

**335** δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. ^v-24-335

**336** εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν ^v-24-336

**337** εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα ^v-24-337

**338** παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν ^v-24-338

**339** ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα. ^v-24-339

**340** ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, ^v-24-340

**341** συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας ^v-24-341

**342** δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ^v-24-342

**343** ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν— ^v-24-343

**344** ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.” ^v-24-344

**345** ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ^v-24-345

**346** σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ^v-24-346

**347** ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ ^v-24-347

**348** εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς. ^v-24-348

**349** αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, ^v-24-349

**350** ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· ^v-24-350

**351** “Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, ^v-24-351

**352** εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν. ^v-24-352

**353** νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες ^v-24-353

**354** ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ ^v-24-354

**355** πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.” ^v-24-355

**356** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-24-356

**357** “θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ^v-24-357

**358** ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· ^v-24-358

**359** ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην ^v-24-359

**360** προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.” ^v-24-360

**361** ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά. ^v-24-361

**362** οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, ^v-24-362

**363** εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην ^v-24-363

**364** ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. ^v-24-364

**365** τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ ^v-24-365

**366** ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ^v-24-366

**367** ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη ^v-24-367

**368** ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, ^v-24-368

**369** μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι. ^v-24-369

**370** ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, ^v-24-370

**371** ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· ^v-24-371

**372** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-24-372

**373** “ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων ^v-24-373

**374** εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.” ^v-24-374

**375** τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· ^v-24-375

**376** “αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ^v-24-376

**377** οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ^v-24-377

**378** ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, ^v-24-378

**379** τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, ^v-24-379

**380** τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν ^v-24-380

**381** ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα ^v-24-381

**382** πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.” ^v-24-382

**383** ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ^v-24-383

**384** οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ^v-24-384

**385** ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· ^v-24-385

**386** ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ ^v-24-386

**387** ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, ^v-24-387

**388** ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν ^v-24-388

**389** μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα ^v-24-389

**390** ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. ^v-24-390

**391** οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, ^v-24-391

**392** ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς ^v-24-392

**393** μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· ^v-24-393

**394** “ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· ^v-24-394

**395** δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες ^v-24-395

**396** μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.” ^v-24-396

**397** ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας ^v-24-397

**398** ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, ^v-24-398

**399** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-24-399

**400** “ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν ^v-24-400

**401** οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί, ^v-24-401

**402** οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. ^v-24-402

**403** καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, ^v-24-403

**404** ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια ^v-24-404

**405** νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.” ^v-24-405

**406** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ^v-24-406

**407** “ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;” ^v-24-407

**408** ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου. ^v-24-408

**409** ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα ^v-24-409

**410** δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, ^v-24-410

**411** ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν. ^v-24-411

**412** ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο· ^v-24-412

**413** Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, ^v-24-413

**414** μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα. ^v-24-414

**415** οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος ^v-24-415

**416** μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος, ^v-24-416

**417** ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι, ^v-24-417

**418** τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον ^v-24-418

**419** πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες· ^v-24-419

**420** αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ. ^v-24-420

**421** αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, ^v-24-421

**422** τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε· ^v-24-422

**423** παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο, ^v-24-423

**424** Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς· ^v-24-424

**425** τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν· ^v-24-425

**426** “ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς· ^v-24-426

**427** τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς ^v-24-427

**428** ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς· ^v-24-428

**429** τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους, ^v-24-429

**430** ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι ^v-24-430

**431** ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, ^v-24-431

**432** ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί· ^v-24-432

**433** λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, ^v-24-433

**434** εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας ^v-24-434

**435** τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο ^v-24-435

**436** ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ^v-24-436

**437** ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.” ^v-24-437

**438** ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς. ^v-24-438

**439** ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς ^v-24-439

**440** ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, ^v-24-440

**441** ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον. ^v-24-441

**442** τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς· ^v-24-442

**443** “κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς ^v-24-443

**444** ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα· ^v-24-444

**445** αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ ^v-24-445

**446** ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει. ^v-24-446

**447** ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος ^v-24-447

**448** φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων ^v-24-448

**449** θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.” ^v-24-449

**450** ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει. ^v-24-450

**451** τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης ^v-24-451

**452** Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· ^v-24-452

**453** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· ^v-24-453

**454** “κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ^v-24-454

**455** ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· ^v-24-455

**456** οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν, ^v-24-456

**457** ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων, ^v-24-457

**458** οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι, ^v-24-458

**459** κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ^v-24-459

**460** ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι. ^v-24-460

**461** καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω· ^v-24-461

**462** μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.” ^v-24-462

**463** ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ ^v-24-463

**464** ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον· ^v-24-464

**465** οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει ^v-24-465

**466** πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο. ^v-24-466

**467** αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, ^v-24-467

**468** ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο. ^v-24-468

**469** τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι· ^v-24-469

**470** φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν ^v-24-470

**471** ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν. ^v-24-471

**472** αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα· ^v-24-472

**473** “ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, ^v-24-473

**474** εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει; ^v-24-474

**475** ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ^v-24-475

**476** τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;” ^v-24-476

**477** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-24-477

**478** “τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; ^v-24-478

**479** οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, ^v-24-479

**480** ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; ^v-24-480

**481** ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν. ^v-24-481

**482** ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, ^v-24-482

**483** ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, ^v-24-483

**484** ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο ^v-24-484

**485** ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ^v-24-485

**486** ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.” ^v-24-486

**487** ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, ^v-24-487

**488** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. ^v-24-488

**489** οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, ^v-24-489

**490** τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ^v-24-490

**491** “ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.” ^v-24-491

**492** ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν· ^v-24-492

**493** στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας· ^v-24-493

**494** αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· ^v-24-494

**495** “οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.” ^v-24-495

**496** ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, ^v-24-496

**497** τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο· ^v-24-497

**498** ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, ^v-24-498

**499** καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί. ^v-24-499

**500** αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, ^v-24-500

**501** ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἦρχε δʼ Ὀδυσσεύς. ^v-24-501

**502** τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη ^v-24-502

**503** Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. ^v-24-503

**504** τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· ^v-24-504

**505** αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· ^v-24-505

**506** “Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, ^v-24-506

**507** ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, ^v-24-507

**508** μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ^v-24-508

**509** ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.” ^v-24-509

**510** τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ^v-24-510

**511** “ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ ^v-24-511

**512** οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.” ^v-24-512

**513** ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε· ^v-24-513

**514** “τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω· ^v-24-514

**515** υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.” ^v-24-515

**516** τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη· ^v-24-516

**517** “ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, ^v-24-517

**518** εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, ^v-24-518

**519** αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.” ^v-24-519

**520** ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη ^v-24-520

**521** εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο, ^v-24-521

**522** αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ^v-24-522

**523** καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου. ^v-24-523

**524** ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός, ^v-24-524

**525** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-24-525

**526** ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός, ^v-24-526

**527** τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. ^v-24-527

**528** καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους, ^v-24-528

**529** εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ^v-24-529

**530** ἤϋσεν φωνῇ, κατὰ δʼ ἔσχεθε λαὸν ἅπαντα. ^v-24-530

**531** “ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο, ^v-24-531

**532** ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.” ^v-24-532

**533** ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν· ^v-24-533

**534** τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα, ^v-24-534

**535** πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης· ^v-24-535

**536** πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο. ^v-24-536

**537** σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, ^v-24-537

**538** οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις. ^v-24-538

**539** καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν, ^v-24-539

**540** κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης. ^v-24-540

**541** δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη· ^v-24-541

**542** “διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ^v-24-542

**543** ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο, ^v-24-543

**544** μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.” ^v-24-544

**545** ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ. ^v-24-545

**546** ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν ^v-24-546

**547** Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ^v-24-547

**548** Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. ^v-24-548

> Ὁ Διαφορεύς παρῆν
