---
id: hesiodo-teogonia-grc-evelyn-white-1914
type: primary_text
title: Θεογονία
subtitle: Theogony
author: Hesiod
editor: Hugh G. Evelyn-White
base_edition: 'Hesiod, the Homeric Hymns and Homerica, with an English translation by Hugh G. Evelyn-White (London: William Heinemann; New York: The Macmillan Co., 1914), Loeb Classical Library'
cite_in: 'EVELYN-WHITE, Hugh G. (ed.). Hesiod, the Homeric Hymns and Homerica. Londres: William Heinemann; Nova York: The Macmillan Co., 1914'
year_original: c. 700 BCE
publication_year: 1914
language: grc
tags:
- greek-epic
- hesiod
- hexameter
- theogony
- mythology
- archaic-greece
status: draft
project: pedra_angular
related:
- hesiodo-teogonia-en-evelyn-white-1914
scope: 'The whole poem, line by line, cited by line (**116**): the line number in bold (**1**) and the anchor ^v-116. Speeches (TEI <sp>) open with “ on their first line and close with ” on their last; lines the editor marks as spurious stay in the text between [ ], and his supplements go between ⟨ ⟩'
urn_work: urn:cts:greekLit:tlg0020.tlg001
urn: urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0020/tlg001
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0020/tlg001/tlg0020.tlg001.perseus-grc2.xml
source_commit: 282e6f5a
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py and conversor_tei.py (profile epica), 2026-11-04; prepared by Διαφορεύς, Claude Opus 5.5.
---

# Θεογονία

**1** Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν, ^v-1

**2** αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε ^v-2

**3** καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν ^v-3

**4** ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. ^v-4

**5** καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ^v-5

**6** ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ^v-6

**7** ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο ^v-7

**8** καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν. ^v-8

**9** ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ^v-9

**10** ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ^v-10

**11** ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην ^v-11

**12** Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, ^v-12

**13** κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην ^v-13

**14** Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ^v-14

**15** ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, ^v-15

**16** καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην ^v-16

**17** Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην ^v-17

**18** Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην ^v-18

**19** Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην ^v-19

**20** Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν ^v-20

**21** ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. ^v-21

**22** αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ^v-22

**23** ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο. ^v-23

**24** τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, ^v-24

**25** Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· ^v-25

**26** “ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον, ^v-26

**27** ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, ^v-27

**28** ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.” ^v-28

**29** ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι· ^v-29

**30** καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον ^v-30

**31** δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν ^v-31

**32** θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. ^v-32

**33** καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων, ^v-33

**34** σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν. ^v-34

**35** ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; ^v-35

**36** τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ^v-36

**37** ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, ^v-37

**38** εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, ^v-38

**39** φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ ^v-39

**40** ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς ^v-40

**41** Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ ^v-41

**42** σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου ^v-42

**43** δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι ^v-43

**44** θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ^v-44

**45** ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, ^v-45

**46** οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων. ^v-46

**47** δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, ^v-47

**48** ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ^v-48

**49** ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος. ^v-49

**50** αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ^v-50

**51** ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου ^v-51

**52** Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο. ^v-52

**53** τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα ^v-53

**54** Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, ^v-54

**55** λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. ^v-55

**56** ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς ^v-56

**57** νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων· ^v-57

**58** ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι ^v-58

**59** μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, ^v-59

**60** ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ ^v-60

**61** μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, ^v-61

**62** τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου. ^v-62

**63** ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά. ^v-63

**64** πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν ^v-64

**65** ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι ^v-65

**66** μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ ^v-66

**67** ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι. ^v-67

**68** αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ^v-68

**69** ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα ^v-69

**70** ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει ^v-70

**71** νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, ^v-71

**72** αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, ^v-72

**73** κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα ^v-73

**74** ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. ^v-74

**75** ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι, ^v-75

**76** ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, ^v-76

**77** Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε ^v-77

**78** Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε ^v-78

**79** Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. ^v-79

**80** ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ^v-80

**81** ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο ^v-81

**82** γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, ^v-82

**83** τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, ^v-83

**84** τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ ^v-84

**85** πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ^v-85

**86** ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων ^v-86

**87** αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν· ^v-87

**88** τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς ^v-88

**89** βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι ^v-89

**90** ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ^v-90

**91** ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται ^v-91

**92** αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· ^v-92

**93** τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν. ^v-93

**94** ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ^v-94

**95** ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, ^v-95

**96** ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι ^v-96

**97** φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. ^v-97

**98** εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ ^v-98

**99** ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς ^v-99

**100** Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων ^v-100

**101** ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, ^v-101

**102** αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων ^v-102

**103** μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων. ^v-103

**104** “χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν. ^v-104

**105** κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, ^v-105

**106** οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, ^v-106

**107** Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος. ^v-107

**108** εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο ^v-108

**109** καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, ^v-109

**110** ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν ^v-110

**111** [οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων] ^v-111

**112** ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο ^v-112

**113** ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ^v-113

**114** ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι ^v-114

**115** ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.” ^v-115

**116** ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα ^v-116

**117** Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ^v-117

**118** [ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,] ^v-118

**119** Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, ^v-119

**120** ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, ^v-120

**121** λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων ^v-121

**122** δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. ^v-122

**123** ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· ^v-123

**124** Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, ^v-124

**125** οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. ^v-125

**126** Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ ^v-126

**127** Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, ^v-127

**128** ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. ^v-128

**129** γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, ^v-129

**130** Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα. ^v-130

**131** ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, ^v-131

**132** Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα ^v-132

**133** Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην, ^v-133

**134** Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε ^v-134

**135** Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε ^v-135

**136** Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν. ^v-136

**137** τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, ^v-137

**138** δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα. ^v-138

**139** γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, ^v-139

**140** Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, ^v-140

**141** οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν. ^v-141

**142** οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, ^v-142

**143** μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ. ^v-143

**144** Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων ^v-144

**145** κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· ^v-145

**146** ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις. ^v-146

**147** ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο ^v-147

**148** τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, ^v-148

**149** Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα. ^v-149

**150** τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο, ^v-150

**151** ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ^v-151

**152** ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν· ^v-152

**153** ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει. ^v-153

**154** ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, ^v-154

**155** δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι ^v-155

**156** ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, ^v-156

**157** πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, ^v-157

**158** Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ ^v-158

**159** Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη ^v-159

**160** στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην. ^v-160

**161** αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος ^v-161

**162** τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν· ^v-162

**163** εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ· ^v-163

**164** “παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε ^v-164

**165** πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ^v-165

**166** ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. ^v-166

**167** ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν ^v-167

**168** φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ^v-168

**169** ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· ^v-169

**170** μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι ^v-170

**171** ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ^v-171

**172** ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.” ^v-172

**173** ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· ^v-173

**174** εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν ^v-174

**175** ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. ^v-175

**176** ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ ^v-176

**177** ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη ^v-177

**178** πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ ^v-178

**179** σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην ^v-179

**180** μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς ^v-180

**181** ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι ^v-181

**182** ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός· ^v-182

**183** ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, ^v-183

**184** πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν ^v-184

**185** γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, ^v-185

**186** τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας, ^v-186

**187** Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν. ^v-187

**188** μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι ^v-188

**189** κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ^v-189

**190** ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ^v-190

**191** ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη ^v-191

**192** ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ^v-192

**193** ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ^v-193

**194** ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ^v-194

**195** ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην ^v-195

**196** [ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν] ^v-196

**197** κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ ^v-197

**198** θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· ^v-198

**199** Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· ^v-199

**200** ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. ^v-200

**201** τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς ^v-201

**202** γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ. ^v-202

**203** ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε ^v-203

**204** μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, ^v-204

**205** παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε ^v-205

**206** τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε. ^v-206

**207** τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε ^v-207

**208** παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός· ^v-208

**209** φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι ^v-209

**210** ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. ^v-210

**211** νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν ^v-211

**212** καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων· ^v-212

**214** δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν ^v-214

**213** οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, ^v-213

**215** Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο ^v-215

**216** χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν. ^v-216

**217** καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, ^v-217

**218** Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι ^v-218

**219** γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, ^v-219

**220** αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· ^v-220

**221** οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, ^v-221

**222** πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ. ^v-222

**223** τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, ^v-223

**224** Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα ^v-224

**225** Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. ^v-225

**226** αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα ^v-226

**227** Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα ^v-227

**228** Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε ^v-228

**229** Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε ^v-229

**230** Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, ^v-230

**231** Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους ^v-231

**232** πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ. ^v-232

**233** Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, ^v-233

**234** πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, ^v-234

**235** οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων ^v-235

**236** λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν· ^v-236

**237** αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν ^v-237

**238** Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον ^v-238

**239** Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν. ^v-239

**240** Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων ^v-240

**241** πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, ^v-241

**242** κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, ^v-242

**243** Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε ^v-243

**244** Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε ^v-244

**245** Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα ^v-245

**246** Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς ^v-246

**247** καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ ^v-247

**248** Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε ^v-248

**249** Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια ^v-249

**250** Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια ^v-250

**251** Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς ^v-251

**252** Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ ^v-252

**253** πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ^v-253

**254** ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, ^v-254

**255** Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη ^v-255

**256** Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια ^v-256

**257** Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια ^v-257

**258** Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα ^v-258

**259** Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος ^v-259

**260** καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη ^v-260

**261** Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε ^v-261

**262** Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. ^v-262

**263** αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο ^v-263

**264** κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι. ^v-264

**265** Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα ^v-265

**266** ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν ^v-266

**267** ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε, ^v-267

**268** αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται ^v-268

**269** ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον. ^v-269

**270** Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους ^v-270

**271** ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν ^v-271

**272** ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι, ^v-272

**273** Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, ^v-273

**274** Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο ^v-274

**275** ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι, ^v-275

**276** Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. ^v-276

**277** ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ, ^v-277

**278** αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ^v-278

**279** ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν. ^v-279

**280** τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ^v-280

**281** ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος. ^v-281

**282** τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς ^v-282

**283** γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν. ^v-283

**284** χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ^v-284

**285** ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει ^v-285

**286** βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι. ^v-286

**287** Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα ^v-287

**288** μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο. ^v-288

**289** τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη ^v-289

**290** βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ^v-290

**291** ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους ^v-291

**292** Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο ^v-292

**293** Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα ^v-293

**294** σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο. ^v-294

**295** ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς ^v-295

**296** θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν, ^v-296

**297** σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν, ^v-297

**298** ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ^v-298

**299** ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε ^v-299

**300** αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. ^v-300

**301** ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ ^v-301

**302** τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων· ^v-302

**303** ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν. ^v-303

**304** ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, ^v-304

**305** ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. ^v-305

**306** τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι ^v-306

**307** δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ· ^v-307

**308** ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα. ^v-308

**309** Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι· ^v-309

**310** δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν ^v-310

**311** Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον, ^v-311

**312** πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε· ^v-312

**313** τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν ^v-313

**314** Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη ^v-314

**315** ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. ^v-315

**316** καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ ^v-316

**317** Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ ^v-317

**318** Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης. ^v-318

**319** ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, ^v-319

**320** δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· ^v-320

**321** τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος, ^v-321

**322** ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος, ^v-322

**323** [πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,] ^v-323

**324** [δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.] ^v-324

**325** τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. ^v-325

**326** ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον ^v-326

**327** Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, ^v-327

**328** τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις ^v-328

**329** γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις. ^v-329

**330** ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, ^v-330

**331** κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος· ^v-331

**332** ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης. ^v-332

**333** Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα ^v-333

**334** γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης ^v-334

**335** πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. ^v-335

**336** τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν. ^v-336

**337** Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, ^v-337

**338** Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην ^v-338

**339** Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον ^v-339

**340** Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην ^v-340

**341** Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε ^v-341

**342** Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα ^v-342

**343** Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον ^v-343

**344** Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε ^v-344

**345** Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. ^v-345

**346** τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ^v-346

**347** ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι ^v-347

**348** καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, ^v-348

**349** Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε ^v-349

**350** Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς ^v-350

**351** Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε ^v-351

**352** Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε ^v-352

**353** Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη ^v-353

**354** Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη ^v-354

**355** Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις ^v-355

**356** Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε ^v-356

**357** Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε ^v-357

**358** Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος ^v-358

**359** Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ ^v-359

**360** Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε ^v-360

**361** καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων. ^v-361

**362** αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο ^v-362

**363** πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι. ^v-363

**364** τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, ^v-364

**365** αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης ^v-365

**366** πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα. ^v-366

**367** τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, ^v-367

**368** υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς· ^v-368

**369** τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν, ^v-369

**370** οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν. ^v-370

**371** θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην ^v-371

**372** Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ^v-372

**373** ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, ^v-373

**374** γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι. ^v-374

**375** Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα ^v-375

**376** Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων ^v-376

**377** Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν. ^v-377

**378** Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ^v-378

**379** ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον ^v-379

**380** καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. ^v-380

**381** τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια ^v-381

**382** ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται. ^v-382

**383** Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα ^v-383

**384** Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν· ^v-384

**385** καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, ^v-385

**386** τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, ^v-386

**387** οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, ^v-387

**388** ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται. ^v-388

**389** ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη ^v-389

**390** ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς ^v-390

**391** ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, ^v-391

**392** εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, ^v-392

**393** μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον ^v-393

**394** ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν ^v-394

**395** τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος, ^v-395

**396** τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν. ^v-396

**397** ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε ^v-397

**398** σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός. ^v-398

**399** τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν. ^v-399

**400** αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, ^v-400

**401** παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι. ^v-401

**402** ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ^v-402

**403** ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει. ^v-403

**404** φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν· ^v-404

**405** κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι ^v-405

**406** Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ^v-406

**407** ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, ^v-407

**408** μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. ^v-408

**409** γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ^v-409

**410** ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. ^v-410

**411** ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων ^v-411

**412** Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα, ^v-412

**413** μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. ^v-413

**414** ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς ^v-414

**415** ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. ^v-415

**416** καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ^v-416

**417** ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, ^v-417

**418** κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ ^v-418

**419** ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, ^v-419

**420** καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. ^v-420

**421** ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο ^v-421

**422** καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. ^v-422

**423** οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα, ^v-423

**424** ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, ^v-424

**425** ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, ^v-425

**427** καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· ^v-427

**426** οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, ^v-426

**428** ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. ^v-428

**429** ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν· ^v-429

**434** ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, ^v-434

**430** ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· ^v-430

**431** ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ^v-431

**432** ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι ^v-432

**433** νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. ^v-433

**435** ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, ^v-435

**436** ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν· ^v-436

**437** νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ^v-437

**438** ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. ^v-438

**439** ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν. ^v-439

**440** καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, ^v-440

**441** εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ^v-441

**442** ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ^v-442

**443** ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. ^v-443

**444** ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν· ^v-444

**445** βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν ^v-445

**446** ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα, ^v-446

**447** ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν. ^v-447

**448** οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα ^v-448

**449** πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν. ^v-449

**450** θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην ^v-450

**451** ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. ^v-451

**452** οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί. ^v-452

**453** Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, ^v-453

**454** Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ^v-454

**455** ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει ^v-455

**456** νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον ^v-456

**457** Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, ^v-457

**458** τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. ^v-458

**459** καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος ^v-459

**460** νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, ^v-460

**461** τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ^v-461

**462** ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν. ^v-462

**463** πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, ^v-463

**464** οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι ^v-464

**465** καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· ^v-465

**466** τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων ^v-466

**467** παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον. ^v-467

**468** ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν ^v-468

**469** τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας ^v-469

**470** τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, ^v-470

**471** μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα ^v-471

**472** παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο ^v-472

**473** παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης. ^v-473

**474** οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, ^v-474

**475** καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι ^v-475

**476** ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ. ^v-476

**477** πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ^v-477

**478** ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, ^v-478

**479** Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη ^v-479

**480** Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. ^v-480

**481** ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν ^v-481

**482** πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα ^v-482

**483** ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, ^v-483

**484** Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. ^v-484

**485** τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν ^v-485

**486** Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. ^v-486

**487** τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν ^v-487

**488** σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω ^v-488

**489** ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς ^v-489

**490** λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας ^v-490

**491** τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν. ^v-491

**492** καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ^v-492

**493** ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν ^v-493

**494** Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς ^v-494

**495** ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης ^v-495

**496** [νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.] ^v-496

**497** πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· ^v-497

**498** τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης ^v-498

**499** Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο ^v-499

**500** σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. ^v-500

**501** λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν ^v-501

**502** Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν· ^v-502

**503** οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, ^v-503

**504** δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν ^v-504

**505** καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· ^v-505

**506** τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. ^v-506

**507** κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην ^v-507

**508** ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν. ^v-508

**509** ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα· ^v-509

**510** τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ^v-510

**511** ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα ^v-511

**512** ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν· ^v-512

**513** πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα ^v-513

**514** παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς ^v-514

**515** εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ ^v-515

**516** εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. ^v-516

**517** Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης ^v-517

**518** πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ^v-518

**519** ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν· ^v-519

**520** ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. ^v-520

**521** δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον ^v-521

**522** δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας· ^v-522

**523** καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ ^v-523

**524** ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη ^v-524

**525** νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. ^v-525

**526** τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς ^v-526

**527** Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν ^v-527

**528** Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων ^v-528

**529** οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, ^v-529

**530** ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη ^v-530

**531** πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. ^v-531

**532** ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· ^v-532

**533** καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, ^v-533

**534** οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. ^v-534

**535** καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι ^v-535

**536** Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ ^v-536

**537** δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. ^v-537

**538** τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ^v-538

**539** ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, ^v-539

**540** τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ ^v-540

**541** εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. ^v-541

**542** δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-542

**543** “Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων, ^v-543

**544** ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.” ^v-544

**545** ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. ^v-545

**546** τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ^v-546

**547** ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης· ^v-547

**548** ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, ^v-548

**549** τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. ^v-549

**550** Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς ^v-550

**551** γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ ^v-551

**552** θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. ^v-552

**553** χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. ^v-553

**554** χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ^v-554

**555** ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. ^v-555

**556** ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων ^v-556

**557** καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. ^v-557

**558** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ^v-558

**559** Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ^v-559

**560** ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. ^v-560

**561** ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· ^v-561

**562** ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ ^v-562

**563** οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο ^v-563

**564** θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. ^v-564

**565** ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο ^v-565

**566** κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν ^v-566

**567** ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, ^v-567

**568** Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ^v-568

**569** ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. ^v-569

**570** αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· ^v-570

**571** γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις ^v-571

**572** παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. ^v-572

**573** ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ^v-573

**574** ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην ^v-574

**575** δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· ^v-575

**576** [ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,] ^v-576

**577** [ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.] ^v-577

**578** ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, ^v-578

**579** τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις ^v-579

**580** ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. ^v-580

**581** τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, ^v-581

**582** κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, ^v-582

**583** τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,— ^v-583

**584** θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν. ^v-584

**585** αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. ^v-585

**586** ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι, ^v-586

**587** κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. ^v-587

**588** θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους, ^v-588

**589** ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. ^v-589

**590** ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, ^v-590

**591** [τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,] ^v-591

**592** πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν ^v-592

**593** οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο. ^v-593

**594** ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι ^v-594

**595** κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων— ^v-595

**596** αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-596

**597** ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, ^v-597

**598** οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους ^v-598

**599** ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται— ^v-599

**600** ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας ^v-600

**601** Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ^v-601

**602** ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο· ^v-602

**603** ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν ^v-603

**604** μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο ^v-604

**605** χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς ^v-605

**606** ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται ^v-606

**607** χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται, ^v-607

**608** κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, ^v-608

**609** τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ^v-609

**610** ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ^v-610

**611** ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην ^v-611

**612** θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν. ^v-612

**613** ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν. ^v-613

**614** οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς ^v-614

**615** τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης ^v-615

**616** καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει. ^v-616

**617** Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ ^v-617

**618** Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ ^v-618

**619** ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος ^v-619

**620** καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. ^v-620

**621** ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες ^v-621

**622** εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, ^v-622

**623** δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες. ^v-623

**624** ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ^v-624

**625** οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, ^v-625

**626** Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις· ^v-626

**627** αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε ^v-627

**628** σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. ^v-628

**629** δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες ^v-629

**630** Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ^v-630

**631** ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, ^v-631

**632** οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, ^v-632

**633** οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, ^v-633

**634** οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα. ^v-634

**635** οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες ^v-635

**636** συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς· ^v-636

**637** οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ ^v-637

**638** οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο. ^v-638

**639** ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, ^v-639

**640** νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, ^v-640

**641** πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. ^v-641

**642** ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, ^v-642

**643** δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-643

**644** “κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, ^v-644

**645** ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-645

**646** ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι ^v-646

**647** νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα ^v-647

**648** Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα. ^v-648

**649** ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους ^v-649

**650** φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ ^v-650

**651** μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ^v-651

**652** ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ^v-652

**653** ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.” ^v-653

**654** ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· ^v-654

**655** Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ ^v-655

**656** ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, ^v-656

**657** ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. ^v-657

**658** σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ^v-658

**659** ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ^v-659

**660** ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. ^v-660

**661** τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ^v-661

**662** ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι ^v-662

**663** μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας. ^v-663

**664** ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, ^v-664

**665** μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς ^v-665

**666** μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν ^v-666

**667** πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, ^v-667

**668** Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ^v-668

**669** οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε ^v-669

**670** δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. ^v-670

**671** τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο ^v-671

**672** πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ^v-672

**673** ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ^v-673

**674** οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ ^v-674

**675** πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. ^v-675

**676** Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας ^v-676

**677** προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον ^v-677

**678** ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων, ^v-678

**679** γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς ^v-679

**680** σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ^v-680

**681** ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα ^v-681

**682** Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ ^v-682

**683** ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων· ^v-683

**684** ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. ^v-684

**685** φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα ^v-685

**686** κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. ^v-686

**687** οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε ^v-687

**688** εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν ^v-688

**689** φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου ^v-689

**690** ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ ^v-690

**691** ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο ^v-691

**692** χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ^v-692

**693** ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε ^v-693

**694** καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη. ^v-694

**695** ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα ^v-695

**696** πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ ^v-696

**697** Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν ^v-697

**698** ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων ^v-698

**699** αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. ^v-699

**700** καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα ^v-700

**701** ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι ^v-701

**702** αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε ^v-702

**703** πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει ^v-703

**704** τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος· ^v-704

**705** τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. ^v-705

**706** σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον ^v-706

**707** βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, ^v-707

**708** κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε ^v-708

**709** ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει ^v-709

**710** σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων. ^v-710

**711** ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες ^v-711

**712** ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. ^v-712

**713** οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν ^v-713

**714** Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, ^v-714

**715** οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν ^v-715

**716** πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι ^v-716

**717** Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης ^v-717

**718** πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν ^v-718

**719** χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, ^v-719

**720** τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· ^v-720

**721** τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ^v-721

**722** ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ^v-722

**723** οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· ^v-723

**724** ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ^v-724

**725** ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. ^v-725

**726** τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ ^v-726

**727** τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν ^v-727

**728** γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. ^v-728

**729** ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι ^v-729

**730** κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο ^v-730

**731** χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. ^v-731

**732** τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων ^v-732

**733** χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. ^v-733

**734** ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος ^v-734

**735** ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. ^v-735

**736** ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος ^v-736

**737** πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ^v-737

**738** ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν ^v-738

**739** ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, ^v-739

**740** χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν ^v-740

**741** οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, ^v-741

**742** ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ ^v-742

**743** ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι ^v-743

**744** τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ ^v-744

**745** ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. ^v-745

**746** τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ^v-746

**747** ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ^v-747

**748** ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ^v-748

**749** ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν ^v-749

**750** χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ^v-750

**751** ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ^v-751

**752** ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα ^v-752

**753** γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα ^v-753

**754** μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται, ^v-754

**755** ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ^v-755

**756** ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. ^v-756

**757** Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ. ^v-757

**758** ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν, ^v-758

**759** Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς ^v-759

**760** Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν ^v-760

**761** οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων. ^v-761

**762** τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης ^v-762

**763** ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, ^v-763

**764** τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ ^v-764

**765** νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν ^v-765

**766** ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν. ^v-766

**767** ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες ^v-767

**768** ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης ^v-768

**769** ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει ^v-769

**770** νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας ^v-770

**771** σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ^v-771

**772** ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων ^v-772

**773** ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. ^v-773

**774** [ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.] ^v-774

**775** ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, ^v-775

**776** δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο ^v-776

**777** πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει ^v-777

**778** μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη ^v-778

**779** κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. ^v-779

**780** παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις ^v-780

**781** ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-781

**782** ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται ^v-782

**783** καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων, ^v-783

**784** Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι ^v-784

**785** τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ ^v-785

**786** ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο ^v-786

**787** ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης ^v-787

**788** ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν ^v-788

**789** Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται· ^v-789

**790** ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης ^v-790

**791** δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ^v-791

**792** ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. ^v-792

**793** ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ ^v-793

**794** ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, ^v-794

**795** κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· ^v-795

**796** οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον ^v-796

**797** βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος ^v-797

**798** στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. ^v-798

**799** αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, ^v-799

**800** ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. ^v-800

**801** εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, ^v-801

**802** οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας ^v-802

**803** ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις ^v-803

**804** εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν. ^v-804

**805** τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ ^v-805

**806** ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου. ^v-806

**807** ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος ^v-807

**808** πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ^v-808

**809** ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν ^v-809

**810** ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ^v-810

**811** ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς ^v-811

**812** ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, ^v-812

**813** αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων ^v-813

**814** Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο. ^v-814

**815** αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι ^v-815

**816** δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις, ^v-816

**817** Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα ^v-817

**818** γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, ^v-818

**819** δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν. ^v-819

**820** αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, ^v-820

**821** ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη ^v-821

**822** Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην· ^v-822

**823** οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι, ^v-823

**824** καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων ^v-824

**825** ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, ^v-825

**826** γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων ^v-826

**827** θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν· ^v-827

**828** πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο· ^v-828

**829** φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι ^v-829

**830** παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ ^v-830

**831** φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε ^v-831

**832** ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, ^v-832

**833** ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, ^v-833

**834** ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι, ^v-834

**835** ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά. ^v-835

**836** καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ ^v-836

**837** καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, ^v-837

**838** εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. ^v-838

**839** σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα ^v-839

**840** σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε ^v-840

**841** πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. ^v-841

**842** ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος ^v-842

**843** ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα. ^v-843

**844** καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον ^v-844

**845** βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου, ^v-845

**846** πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος. ^v-846

**847** ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα· ^v-847

**848** θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ ^v-848

**849** ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει· ^v-849

**850** τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, ^v-850

**851** Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, ^v-851

**852** ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος. ^v-852

**853** Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα, ^v-853

**854** βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, ^v-854

**855** πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας ^v-855

**856** ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου. ^v-856

**857** αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ^v-857

**858** ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη. ^v-858

**859** φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος ^v-859

**860** οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, ^v-860

**861** πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα ^v-861

**862** ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς ^v-862

**863** τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι ^v-863

**864** θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν. ^v-864

**865** οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ ^v-865

**866** τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν. ^v-866

**867** ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ^v-867

**868** ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν. ^v-868

**869** ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, ^v-869

**870** νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο· ^v-870

**871** οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ· ^v-871

**872** οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν· ^v-872

**873** αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, ^v-873

**874** πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ· ^v-874

**875** ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας ^v-875

**876** ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ ^v-876

**877** ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον· ^v-877

**878** αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν ^v-878

**879** ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων ^v-879

**880** πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. ^v-880

**881** αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν, ^v-881

**882** Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, ^v-882

**883** δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν ^v-883

**884** Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν ^v-884

**885** ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. ^v-885

**886** Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν ^v-886

**887** πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. ^v-887

**888** ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην ^v-888

**889** τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας ^v-889

**890** αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν ^v-890

**891** Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος. ^v-891

**892** τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν ^v-892

**893** ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων. ^v-893

**894** ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι· ^v-894

**895** πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν ^v-895

**896** ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν. ^v-896

**897** αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν ^v-897

**898** ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα· ^v-898

**899** ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, ^v-899

**900** ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. ^v-900

**901** δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, ^v-901

**902** Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, ^v-902

**903** αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, ^v-903

**904** Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, ^v-904

**905** Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι ^v-905

**906** θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε. ^v-906

**907** τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, ^v-907

**908** Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, ^v-908

**909** Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν· ^v-909

**910** τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων ^v-910

**911** λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται. ^v-911

**912** αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ^v-912

**913** ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς ^v-913

**914** ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. ^v-914

**915** Μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, ^v-915

**916** ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο ^v-916

**917** ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. ^v-917

**918** Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, ^v-918

**919** ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, ^v-919

**920** γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. ^v-920

**921** λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν· ^v-921

**922** ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε ^v-922

**923** μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν. ^v-923

**924** αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν ^v-924

**925** δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην ^v-925

**926** πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, ^v-926

**927** Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα ^v-927

**928** γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, ^v-928

**929** ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων. ^v-929

**929a** ⟨Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.⟩ ^v-929a

**929b** ⟨ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν⟩ ^v-929b

**929c** ⟨Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,⟩ ^v-929c

**929d** ⟨ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·⟩ ^v-929d

**929e** ⟨αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο⟩ ^v-929e

**929f** ⟨κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,⟩ ^v-929f

[…]

**929g** ⟨ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.⟩ ^v-929g

**929h** ⟨συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν⟩ ^v-929h

**929i** ⟨δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.⟩ ^v-929i

**929j** ⟨τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων⟩ ^v-929j

**929k** ⟨κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην⟩ ^v-929k

**929l** ⟨κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε⟩ ^v-929l

**929m** ⟨πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.⟩ ^v-929m

**929n** ⟨Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα⟩ ^v-929n

**929o** ⟨ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων⟩ ^v-929o

**929p** ⟨πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,⟩ ^v-929p

**929q** ⟨ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων⟩ ^v-929q

**929r** ⟨ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,⟩ ^v-929r

**929s** [αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·] ^v-929s

**929t** ⟨σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.⟩ ^v-929t

**930** Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου ^v-930

**931** Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης ^v-931

**932** πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι ^v-932

**933** ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι ^v-933

**934** ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε ^v-934

**935** δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας ^v-935

**936** ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ, ^v-936

**937** Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν. ^v-937

**938** Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, ^v-938

**939** κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. ^v-939

**940** Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν ^v-940

**941** μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, ^v-941

**942** ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν. ^v-942

**943** Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην ^v-943

**944** μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο. ^v-944

**945** ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, ^v-945

**946** ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. ^v-946

**947** χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, ^v-947

**948** κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. ^v-948

**949** τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ^v-949

**950** ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ^v-950

**951** ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, ^v-951

**952** παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, ^v-952

**953** αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ^v-953

**954** ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας ^v-954

**955** ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ^v-955

**956** ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη ^v-956

**957** Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. ^v-957

**958** Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο ^v-958

**959** κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο ^v-959

**960** γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. ^v-960

**961** ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι ^v-961

**962** γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην. ^v-962

**963** “ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες, ^v-963

**964** νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος. ^v-964

**965** νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι ^v-965

**966** Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, ^v-966

**967** ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι ^v-967

**968** ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.” ^v-968

**969** Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, ^v-969

**970** Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι ^v-970

**971** νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ, ^v-971

**972** ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης ^v-972

**973** πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται, ^v-973

**974** τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον. ^v-974

**975** Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, ^v-975

**976** Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον ^v-976

**977** Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης, ^v-977

**978** γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ. ^v-978

**979** κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ ^v-979

**980** μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, ^v-980

**981** Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων, ^v-981

**982** Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη ^v-982

**983** βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ. ^v-983

**984** Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, ^v-984

**985** Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα. ^v-985

**986** αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, ^v-986

**987** ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα. ^v-987

**988** τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης ^v-988

**989** παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη ^v-989

**990** ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς ^v-990

**991** νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. ^v-991

**992** κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος ^v-992

**993** Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων ^v-993

**994** ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, ^v-994

**995** τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, ^v-995

**996** ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός. ^v-996

**997** τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, ^v-997

**998** ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην ^v-998

**999** Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν. ^v-999

**1000** καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, ^v-1000

**1001** Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων ^v-1001

**1002** Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο. ^v-1002

**1003** αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος, ^v-1003

**1004** ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων ^v-1004

**1005** Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, ^v-1005

**1006** Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα ^v-1006

**1007** γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. ^v-1007

**1008** Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια ^v-1008

**1009** Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι ^v-1009

**1010** Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. ^v-1010

**1011** Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, ^v-1011

**1012** γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι ^v-1012

**1013** Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε· ^v-1013

**1014** [Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.] ^v-1014

**1015** οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων ^v-1015

**1016** πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον. ^v-1016

**1017** Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων ^v-1017

**1018** γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι. ^v-1018

**1019** αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι ^v-1019

**1020** ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. ^v-1020

**1021** νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι ^v-1021

**1022** Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο. ^v-1022

> Ὁ Διαφορεύς παρῆν
