---
id: euripides-heracles-grc-murray-1913
type: primary_text
title: Ἡρακλῆς
subtitle: Héracles
author: Eurípides
editor: Gilbert Murray
base_edition: 'Euripidis Fabulae, vol. 2, ed. Gilbert Murray (Oxford: Clarendon Press, 1913)'
year_original: c. 415 a.C.
publication_year: 1913
language: grc
tags:
- greek-tragedy
- ancient-theatre
- century-5-bce
status: draft
project: pedra_angular
related:
- euripides-heracles-pt-torrano-2018
scope: A tragédia inteira, verso a verso, com o número de verso de Murray (**5**) e a âncora ^v-5; os versos que o editor intercala ou transpõe levam o número dele (94a, 123b)
urn_work: urn:cts:greekLit:tlg0006.tlg009
urn: urn:cts:greekLit:tlg0006.tlg009.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0006/tlg009
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0006/tlg009/tlg0006.tlg009.perseus-grc2.xml
source_commit: e37eed2e8
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil tragedia), 2026-11-03; preparado por Διαφορεύς, Claude Opus 5.5.
---

# Ἡρακλῆς

### τὰ τοῦ δράματος πρόσωπα

- Ἀμφιτρύων
- Μεγάρα
- Χορός
- Λύκος
- Ἡρακλῆς
- Ἶρις
- Λύσσα
- Ἄγγελος
- Θησεύς

*Ἀμφιτρύων*

**1** Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, ^v-1

**2** Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε ^v-2

**3** ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους; ^v-3

**4** ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς ^v-4

**5** σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ^v-5

**6** ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν ^v-6

**7** τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ ^v-7

**8** Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. ^v-8

**9** Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ^v-9

**10** ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε ^v-10

**11** λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς ^v-11

**12** δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. ^v-12

**13** λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, ^v-13

**14** Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς ^v-14

**15** Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ^v-15

**16** ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν ^v-16

**17** Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς ^v-17

**18** ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, ^v-18

**19** καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ^v-19

**20** ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο ^v-20

**21** κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. ^v-21

**22** καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, ^v-22

**23** τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα ^v-23

**24** βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα ^v-24

**25** ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. ^v-25

**26** γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ^v-26

**27** ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος ^v-27

**28** τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, ^v-28

**29** τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς ^v-29

**30** Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. ^v-30

**31** οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, ^v-31

**32** Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών, ^v-32

**33** κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, ^v-33

**34** στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν. ^v-34

**35** ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον ^v-35

**36** κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. ^v-36

**37** τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς ^v-37

**38** ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος ^v-38

**39** τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει ^v-39

**40** κτανὼν δάμαρτά ⟨θʼ⟩, ὡς φόνῳ σβέσῃ φόνον, ^v-40

**41** κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν ^v-41

**42** γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι ^v-42

**43** μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ^v-43

**44** ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν ^v-44

**45** τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς ^v-45

**46** μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός — ^v-46

**47** σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους, ^v-47

**48** βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ^v-48

**49** ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο ^v-49

**50** Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. ^v-50

**51** πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν, ^v-51

**52** σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ ^v-52

**53** πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι ^v-53

**54** δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας. ^v-54

**55** φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, ^v-55

**56** οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. ^v-56

**57** τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· ^v-57

**58** ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ ^v-58

**59** τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. ^v-59

*Μεγάρα*

**60** ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν ^v-60

**61** στρατηλατήσας κλεινὰ Καδμείων δορός, ^v-61

**62** ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. ^v-62

**63** ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης, ^v-63

**64** ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ^v-64

**65** ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι ^v-65

**66** πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα, ^v-66

**67** ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ ^v-67

**68** ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. ^v-68

**69** καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο, ^v-69

**70** ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, ^v-70

**71** οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς ^v-71

**72** σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. ^v-72

**73** οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, ^v-73

**74** Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς; ^v-74

**75** τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι ^v-75

**76** ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω ^v-76

**77** λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν ^v-77

**78** πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ^v-78

**79** ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. ^v-79

**80** νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας ^v-80

**81** ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. ^v-81

**82** ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ· ^v-82

**83** φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους· ^v-83

**84** οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας ^v-84

**85** ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις ^v-85

**86** λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. ^v-86

*Ἀμφιτρύων*

**88** ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε ^v-88

**89** φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου· ^v-89

**87** χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. ^v-87

*Μεγάρα*

**90** λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; ^v-90

*Ἀμφιτρύων*

**91** καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. ^v-91

*Μεγάρα*

**92** κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον. ^v-92

*Ἀμφιτρύων*

**93** ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη. ^v-93

*Μεγάρα*

**94** ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. ^v-94

*Ἀμφιτρύων*

**95** ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος ^v-95

**96** ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν, ^v-96

**97** ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ^v-97

**98** ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων ^v-98

**99** πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, ^v-99

**100** κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. ^v-100

**101** κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, ^v-101

**102** καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· ^v-102

**103** οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ^v-103

**104** ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα. ^v-104

**105** οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι ^v-105

**106** πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ. ^v-106

*Χορός*

**107** —ὑπώροφα μέλαθρα καὶ ^v-107

**108** γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις ^v-108

**109** ἔρεισμα θέμενος, ἐστάλην ^v-109

**110** ἰηλέμων γόων ἀοι- ^v-110

**110a** δὸς ὥστε πολιὸς ὄρνις, ^v-110a

**111** ἔπεα μόνον καὶ δόκη- ^v-111

**112** μα νυκτερωπὸν ἐννύχων ὀνείρων, ^v-112

**113** τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ. ^v-113

**114** ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ, ^v-114

**115** ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- ^v-115

**116** τερ, ἃ τὸν Ἀίδα δόμοις ^v-116

**117** πόσιν ἀναστενάζεις. ^v-117

*Χορός*

**119** —μὴ προκάμητε πόδα βαρύ τε ^v-119

**120** κῶλον ὥστε πρὸς πετραῖον ^v-120

**121** λέπας ζυγηφόρον πῶλον ^v-121

**122** ἀνέντες ὡς βάρος φέρον ^v-122

**122a** τροχηλάτοιο πώλου . ^v-122a

**123** λαβοῦ χερῶν καὶ πέπλων, ^v-123

**124** ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· ^v-124

**125** γέρων γέροντα παρακόμιζʼ, ^v-125

**127** ᾧ ξύνοπλα δόρατα νέα νέῳ ^v-127

**126** τὸ πάρος ἐν ἡλίκων πόνοις ^v-126

**128** ξυνῆν ποτʼ, εὐκλεεστάτας ^v-128

*Χορός*

**130** —ἴδετε, πατέρος ὡς γορ- ^v-130

**131** γῶπες αἵδε προσφερεῖς ^v-131

**132** ὀμμάτων αὐγαί, ^v-132

**133** τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων ^v-133

**134** οὐδʼ ἀποίχεται χάρις. ^v-134

**135** Ἑλλὰς ὦ ξυμμάχους ^v-135

**136** οἵους οἵους ὀλέσα- ^v-136

**137** σα τούσδʼ ἀποστερήσῃ. ^v-137

*Χορός*

**138** —ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς ^v-138

**139** Λύκον περῶντα τῶνδε δωμάτων πέλας. ^v-139

*Λύκος*

**140** τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, ^v-140

**141** εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης ^v-141

**142** ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι. ^v-142

**143** τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; ^v-143

**144** τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν; ^v-144

**145** ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον ^v-145

**146** πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν ^v-146

**147** τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών, ^v-147

**148** σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς, ^v-148

**149** ὡς σύγγαμός σοι Ζεὺς τέκ⟨νου τε κ⟩οινεών, ^v-149

**150** σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. ^v-150

**151** τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ^v-151

**152** ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ^v-152

**153** ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν ^v-153

**154** βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν. ^v-154

**155** τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα ^v-155

**156** τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών; ^v-156

**157** ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας ^v-157

**158** θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος, ^v-158

**159** ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ ^v-159

**160** οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, ^v-160

**161** κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ^v-161

**162** ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας, ^v-162

**163** ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται ^v-163

**164** δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ^v-164

**165** ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ^v-165

**166** ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν ^v-166

**167** Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. ^v-167

**168** οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς ^v-168

**169** χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην. ^v-169

*Ἀμφιτρύων*

**170** τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει ^v-170

**171** παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει ^v-171

**172** λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν ^v-172

**173** δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν. ^v-173

**174** πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ ^v-174

**175** τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες — ^v-175

**176** σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν. ^v-176

**177** Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε, ^v-177

**178** ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν ^v-178

**179** Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη ^v-179

**180** τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν· ^v-180

**181** τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος, ^v-181

**182** Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ^v-182

**183** ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν, ^v-183

**184** ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. ^v-184

**185** Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα […] ^v-185

**186** οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου ^v-186

**187** ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν. ^v-187

**188** τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν, ^v-188

**189** μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ. ^v-189

**190** ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων ^v-190

**191** καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς ^v-191

**192** αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, ^v-192

**193** θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι ^v-193

**194** θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον· ^v-194

**195** ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον, ^v-195

**196** ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς ^v-196

**197** ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ^v-197

**198** ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται ^v-198

**199** τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν ^v-199

**200** τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις, ^v-200

**201** ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ ^v-201

**202** σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς ^v-202

**203** σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον. ^v-203

**204** λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν ^v-204

**205** γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. ^v-205

**206** παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις; ^v-206

**207** τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν, ^v-207

**208** εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς ^v-208

**209** δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ, ^v-209

**210** εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, ^v-210

**211** ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, ^v-211

**212** εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. ^v-212

**213** εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις, ^v-213

**214** ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· ^v-214

**215** βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ^v-215

**216** ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. ^v-216

**217** φεῦ· ^v-217

**217a** ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι ^v-217a

**218** λόγους ὀνειδιστῆρας ἐνδατούμενος· ^v-218

**219** τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε; ^v-219

**220** ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν ^v-220

**221** Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν. ^v-221

**222** οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε ^v-222

**223** σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν, ^v-223

**224** ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα ^v-224

**225** φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων ^v-225

**226** χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν. ^v-226

**227** τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις ^v-227

**228** οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον ^v-228

**229** δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ^v-229

**230** ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, ^v-230

**231** γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. ^v-231

**232** εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν, ^v-232

**233** λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους ^v-233

**234** καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν ^v-234

**235** φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. ^v-235

*Χορός*

**236** ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ ^v-236

**237** θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν; ^v-237

*Λύκος*

**238** σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ^v-238

**239** ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς. ^v-239

**240** ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς ^v-240

**241** τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς ^v-241

**242** κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει, ^v-242

**243** βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα ^v-243

**244** ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα ^v-244

**245** πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν ^v-245

**246** κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε. ^v-246

**247** ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι ^v-247

**248** γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε ^v-248

**249** τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου ^v-249

**250** τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ ^v-250

**251** δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. ^v-251

*Χορός*

**252** — ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ ^v-252

**253** λάβρον δράκοντος ἐξερημώσας γένυν, ^v-253

**254** οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ^v-254

**255** ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα ^v-255

**256** καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν ^v-256

**257** ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν; ^v-257

**258** ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ. ^v-258

**259** — οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ ^v-259

**260** ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε, ^v-260

**261** ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε ^v-261

**262** τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς ^v-262

**263** ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. ^v-263

**264** — ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, ^v-264

**265** ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει. ^v-265

**266** — κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς ^v-266

**267** θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ; ^v-267

**268** — ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ^v-268

**269** ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ^v-269

**270** ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με ^v-270

**271** καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ^v-271

**272** ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις ^v-272

**273** στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. ^v-273

**274** οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο. ^v-274

*Μεγάρα*

**275** γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα ^v-275

**276** ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών· ^v-276

**277** ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι ^v-277

**278** πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων, ^v-278

**279** γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ^v-279

**280** ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ ^v-280

**281** ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν ^v-281

**282** δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ ^v-282

**283** ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ^v-283

**284** ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν ^v-284

**285** μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων ^v-285

**286** διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ^v-286

**287** ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· ^v-287

**288** σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ^v-288

**289** ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο· ^v-289

**290** οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις, ^v-290

**291** ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι ^v-291

**292** δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς ^v-292

**293** κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ^v-293

**294** ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον. ^v-294

**295** σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι· ^v-295

**296** ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; ^v-296

**297** καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; ^v-297

**298** ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν; ^v-298

**299** ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών, ^v-299

**300** σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς· ^v-300

**301** ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις. ^v-301

**302** ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα ^v-302

**303** φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον, ^v-303

**304** πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν· ^v-304

**305** ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις ^v-305

**306** ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον. ^v-306

**307** τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως. ^v-307

**308** προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν· ^v-308

**309** τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, ^v-309

**310** πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων· ^v-310

**311** ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. ^v-311

*Χορός*

**312** εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων ^v-312

**313** ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν· ^v-313

**314** νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν ^v-314

**315** ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. ^v-315

*Ἀμφιτρύων*

**316** οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος ^v-316

**317** θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι ^v-317

**318** σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν. ^v-318

**319** ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη ^v-319

**320** κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. ^v-320

**321** μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα· ^v-321

**322** κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος, ^v-322

**323** ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν, ^v-323

**324** ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα ^v-324

**325** πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ, ^v-325

**326** πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. ^v-326

*Μεγάρα*

**327** κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, ^v-327

**328** ⟨ἡμῖν⟩ ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ· ^v-328

**329** κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, ^v-329

**330** δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — ^v-330

**331** ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός. ^v-331

*Λύκος*

**332** ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω. ^v-332

**333** κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. ^v-333

**334** ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ^v-334

**335** ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. ^v-335

*Μεγάρα*

**336** ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ ^v-336

**337** πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ^v-337

**338** ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι. ^v-338

*Ἀμφιτρύων*

**339** ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην, ^v-339

**340** μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν· ^v-340

**341** σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος. ^v-341

**342** ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· ^v-342

**343** παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. ^v-343

**344** σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, ^v-344

**345** τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, ^v-345

**346** σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ^v-346

**347** ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς. ^v-347

*Χορός*

**348** —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ ^v-348

**349** μολπᾷ Φοῖβος ἰαχεῖ ^v-349

**350** τὸν κάλλει φθιτόν, κιθάραν ^v-350

**351** ἐλαύνων πλήκτρῳ χρυσέῳ· ^v-351

**351a** ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ ^v-351a

**352** ἐς ὄρφναν μολόντα, παῖδʼ ^v-352

**353** εἴτε Διός νιν εἴπω, ^v-353

**354** εἴτʼ Ἀμφιτρύωνος ἶνιν, ^v-354

**355** ὑμνῆσαι στεφάνωμα μό- ^v-355

**356** χθων διʼ εὐλογίας θέλω. ^v-356

**357** γενναίων δʼ ἀρεταὶ πόνων ^v-357

**358** τοῖς θανοῦσιν ἄγαλμα. ^v-358

*Χορός*

**359** —πρῶτον μὲν Διὸς ἄλσος ^v-359

**360** ἠρήμωσε λέοντος, ^v-360

**361** πυρσῷ δʼ ἀμφεκαλύφθη ^v-361

**362** ξανθὸν κρᾶτʼ ἐπινωτίσας ^v-362

**363** δεινῷ χάσματι θηρός· ^v-363

*Χορός*

**364** —τάν τʼ ὀρεινόμον ἀγρίων ^v-364

**365** Κενταύρων ποτὲ γένναν ^v-365

**366** ἔστρωσεν τόξοις φονίοις, ^v-366

**367** ἐναίρων πτανοῖς βέλεσιν. ^v-367

**368** ξύνοιδε Πηνειὸς ὁ καλ- ^v-368

**369** λιδίνας μακραί τʼ ἄρου- ^v-369

**369a** ραι πεδίων ἄκαρποι ^v-369a

**370** καὶ Πηλιάδες θεράπναι ^v-370

**371** σύγχορτοί τʼ Ὀμόλας ἔναυ- ^v-371

**372** λοι, πεύκαισιν ὅθεν χέρας ^v-372

**373** πληροῦντες χθόνα Θεσσαλῶν ^v-373

**374** ἱππείαις ἐδάμαζον· ^v-374

*Χορός*

**375** —τάν τε χρυσοκάρανον ^v-375

**376** δόρκαν ποικιλόνωτον ^v-376

**377** συλήτειραν ἀγρωστᾶν ^v-377

**378** κτείνας, θηροφόνον θεὰν ^v-378

**379** Οἰνωᾶτιν ἀγάλλει· ^v-379

*Χορός*

**380** —τεθρίππων τʼ ἐπέβα ^v-380

**381** καὶ ψαλίοις ἐδάμασε πώλους ^v-381

**382** Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα- ^v-382

**383** ζον κάθαιμα σῖτα γένυσι, ^v-383

**384** χαρμοναῖσιν ἀνδροβρῶσι ^v-384

**385** δυστράπεζοι· πέραν δʼ ^v-385

**386** ἀργυρορρύτων Ἕβρου ^v-386

**387** διεπέρασεν ὄχθων, ^v-387

**388** Μυκηναίῳ πονῶν τυράννῳ. ^v-388

*Χορός*

**389** —ἄν τε Πηλιάδʼ ἀκτὰν ^v-389

**390** Ἀναύρου παρὰ πηγὰς ^v-390

**391** Κύκνον ξεινοδαΐκταν ^v-391

**392** τόξοις ὤλεσεν, Ἀμφαναί- ^v-392

**393** ας οἰκήτορʼ ἄμεικτον· ^v-393

*Χορός*

**394** —ὑμνῳδούς τε κόρας ^v-394

**395** ἤλυθεν ἑσπέριον ἐς αὐλάν, ^v-395

**396** χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ- ^v-396

**397** ξων, δράκοντα πυρσόνωτον, ^v-397

**398** ὅς ⟨σφʼ⟩ ἄπλατον ἀμφελικτὸς ^v-398

**399** ἕλικʼ ἐφρούρει, κτανών· ^v-399

**400** ποντίας θʼ ἁλὸς μυχοὺς ^v-400

**401** εἰσέβαινε, θνατοῖς ^v-401

**402** γαλανείας τιθεὶς ἐρετμοῖς· ^v-402

*Χορός*

**403** —οὐρανοῦ θʼ ὑπὸ μέσσαν ^v-403

**404** ἐλαύνει χέρας ἕδραν, ^v-404

**405** Ἄτλαντος δόμον ἐλθών, ^v-405

**406** ἀστρωπούς τε κατέσχεν οἴ- ^v-406

**407** κους εὐανορίᾳ θεῶν· ^v-407

*Χορός*

**408** —τὸν ἱππευτάν τʼ Ἀμαζό- ^v-408

**409** νων στρατὸν Μαιῶτιν ἀμφὶ ^v-409

**410** πολυπόταμον ἔβα διʼ Ἄ- ^v-410

**410a** ξεινον οἶδμα λίμνας, ^v-410a

**411** τίνʼ οὐκ ἀφʼ Ἑλλανίας ^v-411

**412** ἄγορον ἁλίσας φίλων, ^v-412

**413** κόρας Ἀρείας πέπλων ^v-413

**414** χρυσεόστολον φάρος, ^v-414

**415** ζωστῆρος ὀλεθρίους ἄγρας. ^v-415

**416** τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ- ^v-416

**417** βάρου κόρας λάφυρα, καὶ ^v-417

**418** σῴζεται Μυκήναις. ^v-418

*Χορός*

**419** —τάν τε μυριόκρανον ^v-419

**420** πολύφονον κύνα Λέρνας ^v-420

**421** ὕδραν ἐξεπύρωσεν, ^v-421

**422** βέλεσί τʼ ἀμφέβαλʼ ⟨ἰόν⟩, ^v-422

**423** τὸν τρισώματον οἷσιν ἔ- ^v-423

**424** κτα βοτῆρʼ Ἐρυθείας. ^v-424

*Χορός*

**425** —δρόμων τʼ ἄλλων ἀγάλματʼ ^v-425

**426** εὐτυχῆ διῆλθε· τόν τε ^v-426

**427** πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι- ^v-427

**427a** δαν, πόνων τελευτάν, ^v-427a

**428** ἵνʼ ἐκπεραίνει τάλας ^v-428

**429** βίοτον, οὐδʼ ἔβα πάλιν. ^v-429

**430** στέγαι δʼ ἔρημοι φίλων, ^v-430

**431** τὰν δʼ ἀνόστιμον τέκνων ^v-431

**432** Χάρωνος ἐπιμένει πλάτα ^v-432

**433** βίου κέλευθον ἄθεον ἄδι- ^v-433

**434** κον· ἐς δὲ σὰς χέρας βλέπει ^v-434

**435** δώματʼ οὐ παρόντος. ^v-435

*Χορός*

**436** —εἰ δʼ ἐγὼ σθένος ἥβων ^v-436

**437** δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ, ^v-437

**438** Καδμείων τε σύνηβοι, ^v-438

**439** τέκεσιν ἂν προπαρέσταν ^v-439

**440** ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι ^v-440

**441** τᾶς εὐδαίμονος ἥβας. ^v-441

*Χορός*

**442** —ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων ^v-442

**443** ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου ^v-443

**444** δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους, ^v-444

**445** ἄλοχόν τε φίλην ὑπὸ σειραίοις ^v-445

**446** ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν ^v-446

**447** πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ, ^v-447

**448** δακρύων ὡς οὐ δύναμαι κατέχειν ^v-448

**450** γραίας ὄσσων ἔτι πηγάς. ^v-450

*Μεγάρα*

**451** εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων ^v-451

**452** [ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;] ^v-452

**453** ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε. ^v-453

**454** ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ^v-454

**455** ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ^v-455

**456** ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων ^v-456

**457** τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι […] ^v-457

**458** ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην ^v-458

**459** ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. ^v-459

**460** φεῦ· ^v-460

**460a** ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ^v-460a

**461** ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα. ^v-461

**462** σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ, ^v-462

**463** Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους ^v-463

**464** τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, ^v-464

**465** στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ ^v-465

**466** λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο· ^v-466

**467** σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ^v-467

**468** ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ^v-468

**469** ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· ^v-469

**470** ἐς δεξιάν τε σὴν ἀλεξητήριον ^v-470

**471** ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. ^v-471

**472** σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ ^v-472

**473** τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. ^v-473

**474** τρεῖς δʼ ὄντας ⟨ὑμᾶς⟩ τριπτύχοις τυραννίσι ^v-474

**475** πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ· ^v-475

**476** ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, ^v-476

**477** κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς ^v-477

**478** Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς ^v-478

**479** πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα. ^v-479

**480** καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη ^v-480

**481** νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν, ^v-481

**482** ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν. ^v-482

**483** πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, ^v-483

**484** Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός. ^v-484

**485** ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον ^v-485

**486** πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα; ^v-486

**487** τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος ^v-487

**488** μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους, ^v-488

**489** ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ; ^v-489

**490** ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται ^v-490

**491** θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω· ^v-491

**492** θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ, ^v-492

**493** ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς. ^v-493

**494** ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι· ^v-494

**495** ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· ^v-495

**496** κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. ^v-496

*Ἀμφιτρύων*

**497** σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· ^v-497

**498** ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν ^v-498

**499** αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν ^v-499

**500** μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις. ^v-500

**501** καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ· ^v-501

**502** θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει. ^v-502

**503** ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, ^v-503

**504** τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε, ^v-504

**505** ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ^v-505

**506** ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται ^v-506

**507** σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο. ^v-507

**508** ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ^v-508

**509** ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη ^v-509

**510** ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ. ^v-510

**511** ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ ^v-511

**512** βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον ^v-512

**513** πανύστατον νῦν, ἥλικες, δεδόρκατε. ^v-513

*Μεγάρα*

**514** ἔα· ^v-514

**514a** ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ; ^v-514a

*Ἀμφιτρύων*

**515** οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει. ^v-515

*Μεγάρα*

**516** ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, ^v-516

**517** εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν. ^v-517

**518** τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ; ^v-518

**519** οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. ^v-519

**520** δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων, ^v-520

**521** ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς ^v-521

**522** σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος. ^v-522

*Ἡρακλῆς*

**523** ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, ^v-523

**524** ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών. ^v-524

**525** ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων ^v-525

**526** στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ^v-526

**527** ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, ^v-527

**528** πατέρα τε δακρύοντα — συμφορὰς τίνας; ^v-528

**529** φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· ^v-529

**530** γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; ^v-530

*Μεγάρα*

**531** ὦ φίλτατʼ ἀνδρῶν […] ^v-531

*Ἀμφιτρύων*

**531b** ὦ φάος μολὼν πατρί […] ^v-531b

*Μεγάρα*

**532** ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις; ^v-532

*Ἡρακλῆς*

**533** τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ; ^v-533

*Μεγάρα*

**534** διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, ^v-534

**535** εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν· ^v-535

**536** τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, ^v-536

**537** καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ. ^v-537

*Ἡρακλῆς*

**538** Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου. ^v-538

*Μεγάρα*

**539** τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. ^v-539

*Ἡρακλῆς*

**540** πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; ^v-540

*Μεγάρα*

**541** Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. ^v-541

*Ἡρακλῆς*

**542** ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; ^v-542

*Μεγάρα*

**543** στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος. ^v-543

*Ἡρακλῆς*

**544** τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος; ^v-544

*Μεγάρα*

**545** κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. ^v-545

*Ἡρακλῆς*

**546** τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων; ^v-546

*Μεγάρα*

**547** μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. ^v-547

*Ἡρακλῆς*

**548** κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; ^v-548

*Μεγάρα*

**549** θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα. ^v-549

*Ἡρακλῆς*

**550** καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ. ^v-550

*Μεγάρα*

**551** φίλων ⟨γʼ⟩ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν. ^v-551

*Ἡρακλῆς*

**552** πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία; ^v-552

*Μεγάρα*

**553** Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. ^v-553

*Ἡρακλῆς*

**554** τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν; ^v-554

*Μεγάρα*

**555** βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους […] ^v-555

*Ἡρακλῆς*

**556** κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι; ^v-556

*Μεγάρα*

**557** αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. ^v-557

*Ἡρακλῆς*

**558** οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων; ^v-558

*Μεγάρα*

**559** φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; ^v-559

*Ἡρακλῆς*

**560** μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; ^v-560

*Μεγάρα*

**561** ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές. ^v-561

*Ἡρακλῆς*

**562** οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης ^v-562

**563** καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου ^v-563

**564** φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες; ^v-564

**565** ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός — ^v-565

**566** πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους ^v-566

**567** καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν ^v-567

**568** ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους ^v-568

**569** κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, ^v-569

**570** τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι· ^v-570

**571** τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι ^v-571

**572** νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου, ^v-572

**573** Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. ^v-573

**574** τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ ^v-574

**575** καὶ παισὶ καὶ […] γέροντι; χαιρόντων πόνοι· ^v-575

**576** μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. ^v-576

**577** καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός, ^v-577

**578** θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν ^v-578

**579** ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε ^v-579

**580** Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων ^v-580

**581** οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς ^v-581

**582** ὁ καλλίνικος ὡς πάροιθε λέξομαι. ^v-582

*Χορός*

**583** δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, ^v-583

**584** πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. ^v-584

*Ἀμφιτρύων*

**585** πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις ⟨τʼ⟩ εἶναι φίλον ^v-585

**586** τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν. ^v-586

*Ἡρακλῆς*

**587** τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ; ^v-587

*Ἀμφιτρύων*

**588** πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ ^v-588

**589** δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, ^v-589

**590** οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν ^v-590

**591** ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις ^v-591

**592** δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας. ^v-592

**593** ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα ^v-593

**594** ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς. ^v-594

*Ἡρακλῆς*

**595** μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· ^v-595

**596** ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις, ^v-596

**597** ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα· ^v-597

**598** ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. ^v-598

*Ἀμφιτρύων*

**599** καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν ^v-599

**600** καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν. ^v-600

**601** ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα ^v-601

**602** ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ· ^v-602

**603** μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται ^v-603

**604** τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν ^v-604

**605** μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον. ^v-605

*Ἡρακλῆς*

**606** δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων. ^v-606

**607** χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν ^v-607

**608** Ἅιδου Κόρης ⟨τʼ⟩ ἔνερθεν, οὐκ ἀτιμάσω ^v-608

**609** θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. ^v-609

*Ἀμφιτρύων*

**610** ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον; ^v-610

*Ἡρακλῆς*

**611** καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. ^v-611

*Ἀμφιτρύων*

**612** μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν; ^v-612

*Ἡρακλῆς*

**613** μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών. ^v-613

*Ἀμφιτρύων*

**614** ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ; ^v-614

*Ἡρακλῆς*

**615** Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις. ^v-615

*Ἀμφιτρύων*

**616** οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω; ^v-616

*Ἡρακλῆς*

**617** οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος. ^v-617

*Ἀμφιτρύων*

**618** χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί; ^v-618

*Ἡρακλῆς*

**619** Θησέα κομίζων ἐχρόνισʼ ⟨ἐξ⟩ Ἅιδου, πάτερ. ^v-619

*Ἀμφιτρύων*

**620** καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον; ^v-620

*Ἡρακλῆς*

**621** βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ^v-621

**622** ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί· ^v-622

**623** καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων ^v-623

**624** πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε ^v-624

**625** καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε· ^v-625

**626** σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ ^v-626

**627** τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων· ^v-627

**628** οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ^v-628

**629** ἆ, ^v-629

**629a** οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων ^v-629a

**630** τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ; ^v-630

**631** ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν, ^v-631

**632** ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι ^v-632

**633** θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα· ^v-633

**634** φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν ^v-634

**635** οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· ^v-635

**636** ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος. ^v-636

*Χορός*

**637** ἁ νεότας μοι φίλον αἰ- ^v-637

**638** εί· τὸ δὲ γῆρας ἄχθος ^v-638

**639** βαρύτερον Αἴτνας σκοπέλων ^v-639

**640** ἐπὶ κρατὶ κεῖται, βλεφάρων ^v-640

**642** σκοτεινὸν φάος ἐπικαλύψαν. ^v-642

**643** μή μοι μήτʼ Ἀσιήτιδος ^v-643

**644** τυραννίδος ὄλβος εἴη, ^v-644

**645** μὴ χρυσοῦ δώματα πλήρη ^v-645

**646** τᾶς ἥβας ἀντιλαβεῖν, ^v-646

**647** ἃ καλλίστα μὲν ἐν ὄλβῳ, ^v-647

**648** καλλίστα δʼ ἐν πενίᾳ. ^v-648

**649** τὸ δὲ λυγρὸν φόνιόν τε γῆ- ^v-649

**650** ρας μισῶ· κατὰ κυμάτων δʼ ^v-650

**651** ἔρροι, μηδέ ποτʼ ὤφελεν ^v-651

**652** θνατῶν δώματα καὶ πόλεις ^v-652

**653** ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ- ^v-653

**654** εὶ πτεροῖσι φορείσθω. ^v-654

*Χορός*

**655** εἰ δὲ θεοῖς ἦν ξύνεσις ^v-655

**656** καὶ σοφία κατʼ ἄνδρας, ^v-656

**657** δίδυμον ἂν ἥβαν ἔφερον ^v-657

**659** φανερὸν χαρακτῆρʼ ἀρετᾶς ^v-659

**660** ὅσοισιν μέτα, κατθανόντες τʼ ^v-660

**661** εἰς αὐγὰς πάλιν ἁλίου ^v-661

**662** δισσοὺς ἂν ἔβαν διαύλους, ^v-662

**663** ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν ^v-663

**664** εἶχεν ζόας βίοτον, ^v-664

**665** καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν ^v-665

**666** γνῶναι καὶ τοὺς ἀγαθούς, ^v-666

**667** ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ- ^v-667

**668** στρων ναύταις ἀριθμὸς πέλει. ^v-668

**669** νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν ^v-669

**670** χρηστοῖς οὐδὲ κακοῖς σαφής, ^v-670

**671** ἀλλʼ εἱλισσόμενός τις αἰ- ^v-671

**672** ὼν πλοῦτον μόνον αὔξει. ^v-672

*Χορός*

**673** οὐ παύσομαι τὰς Χάριτας ^v-673

**674** Μούσαις συγκαταμειγνύς, ^v-674

**675** ἁδίσταν συζυγίαν. ^v-675

**676** μὴ ζῴην μετʼ ἀμουσίας, ^v-676

**677** αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ- ^v-677

**678** ην· ἔτι τοι γέρων ἀοι- ^v-678

**679** δὸς κελαδεῖ Μναμοσύναν· ^v-679

**680** ἔτι τὰν Ἡρακλέους ^v-680

**681** καλλίνικον ἀείδω ^v-681

**682** παρά τε Βρόμιον οἰνοδόταν ^v-682

**683** παρά τε χέλυος ἑπτατόνου ^v-683

**684** μολπὰν καὶ Λίβυν αὐλόν· ^v-684

**685** οὔπω καταπαύσομεν ^v-685

**686** Μούσας, αἵ μʼ ἐχόρευσαν. ^v-686

*Χορός*

**687** παιᾶνα μὲν Δηλιάδες ^v-687

**688** ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν ^v-688

**689** Λατοῦς εὔπαιδα γόνον ^v-689

**690** εἱλίσσουσαι καλλίχορον· ^v-690

**691** παιᾶνας δʼ ἐπὶ σοῖς μελά- ^v-691

**692** θροις κύκνος ὣς γέρων ἀοι- ^v-692

**693** δὸς πολιᾶν ἐκ γενύων ^v-693

**694** κελαδήσω· τὸ γὰρ εὖ ^v-694

**695** τοῖς ὕμνοισιν ὑπάρχει· ^v-695

**696** Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας ^v-696

**697** πλέον ὑπερβάλλων ⟨ἀρετᾷ⟩ ^v-697

**698** μοχθήσας τὸν ἄκυμον ^v-698

**699** θῆκεν βίοτον βροτοῖς ^v-699

**700** πέρσας δείματα θηρῶν. ^v-700

*Λύκος*

**701** ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ· ^v-701

**702** χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις ^v-702

**703** κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ^v-703

**704** ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους ^v-704

**705** ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ^v-705

**706** ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν. ^v-706

*Ἀμφιτρύων*

**707** ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα ^v-707

**708** ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· ^v-708

**709** ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. ^v-709

**710** ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, ^v-710

**711** στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ. ^v-711

*Λύκος*

**712** ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου; ^v-712

*Ἀμφιτρύων*

**713** δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι — ^v-713

*Λύκος*

**714** τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον; ^v-714

*Ἀμφιτρύων*

**715** ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις […] ^v-715

*Λύκος*

**716** ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον. ^v-716

*Ἀμφιτρύων*

**717** καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν. ^v-717

*Λύκος*

**718** ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ. ^v-718

*Ἀμφιτρύων*

**719** οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. ^v-719

*Λύκος*

**720** χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. ^v-720

*Ἀμφιτρύων*

**721** μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε. ^v-721

*Λύκος*

**722** ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον, ^v-722

**723** οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν ^v-723

**724** σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι, ^v-724

**725** ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. ^v-725

*Ἀμφιτρύων*

**726** σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως ^v-726

**727** ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς ^v-727

**728** κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν ^v-728

**729** στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται ^v-729

**730** ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν ^v-730

**731** ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν ^v-731

**732** πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ ^v-732

**733** ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην. ^v-733

*Χορός*

**735** —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ ^v-735

**736** πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα. ^v-736

**737** ἰώ· ^v-737

**737a** δίκα καὶ θεῶν παλίρρους πότμος. ^v-737a

**740** —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, ^v-740

**741** ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν. ^v-741

**742** —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· ^v-742

**744** πάλιν ἔμολεν — ^v-744

**745** ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν ^v-745

**746** παθεῖν — γᾶς ἄναξ. ^v-746

**747** —ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω ^v-747

**748** σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. ^v-748

*Λύκος*

**750** ἰώ μοί μοι. ^v-750

*Χορός*

**751** —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν ^v-751

**752** φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. ^v-752

**753** >βοᾷ ^v-753

**753a** φόνου φροίμιον στενάζων ἄναξ. ^v-753a

*Λύκος*

**754** ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ. ^v-754

*Χορός*

**755** —καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων ^v-755

**756** τόλμα, διδούς γε τῶν δεδραμένων δίκην. ^v-756

**757** —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, ^v-757

**757a** ἄφρονα λόγον ^v-757a

**758** οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ ^v-758

**759** σθένουσιν θεοί; ^v-759

**760** — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ. ^v-760

**761** — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα. ^v-761

**762** — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω. ^v-762

*Χορός*

**763** —χοροὶ χοροὶ ^v-763

**764** καὶ θαλίαι μέλουσι Θή- ^v-764

**764a** βας ἱερὸν κατʼ ἄστυ. ^v-764a

**765** μεταλλαγαὶ γὰρ δακρύων, ^v-765

**766** μεταλλαγαὶ συντυχίας ^v-766

**767** ⟨νέας⟩ ἔτεκον ἀοιδάς. ^v-767

**768** βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος ^v-768

**770** κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. ^v-770

**771** δοκημάτων ^v-771

**771a** ἐκτὸς ἦλθεν ἐλπίς. ^v-771a

*Χορός*

**772** θεοὶ θεοὶ ^v-772

**772a** τῶν ἀδίκων μέλουσι καὶ ^v-772a

**773** τῶν ὁσίων ἐπᾴειν. ^v-773

**774** ὁ χρυσὸς ἅ τʼ εὐτυχία ^v-774

**775** φρενῶν βροτοὺς ἐξάγεται, ^v-775

**776** δύνασιν ἄδικον ἐφέλκων. ^v-776

**777** Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· ^v-777

**778** νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς ^v-778

**779** ἔθραυσεν ὄλ- ^v-779

**780** βου κελαινὸν ἅρμα. ^v-780

*Χορός*

**781** Ἰσμήνʼ ὦ στεφαναφόρει, ^v-781

**782** ξεσταί θʼ ἑπταπύλου πόλεως ^v-782

**783** ἀναχορεύσατʼ ἀγυιαί, ^v-783

**784** Δίρκα θʼ ἁ καλλιρρέεθρος, ^v-784

**785** σύν τʼ Ἀσωπιάδες κόραι, ^v-785

**786** πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, ^v-786

**788** Νύμφαι, τὸν Ἡρακλέους ^v-788

**789** καλλίνικον ἀγῶνα. ^v-789

**790** Πυθίου δενδρῶτι πέτρα ^v-790

**791** Μουσῶν θʼ Ἑλικωνιάδων ^v-791

**791a** δώματʼ, ὤ, ^v-791a

**792** ἥξετʼ εὐγαθεῖ κελάδῳ ^v-792

**793** ἐμὰν πόλιν, ἐμὰ τείχη, ^v-793

**794** Σπαρτῶν ἵνα γένος ἔφανε ^v-794

**795** χαλκασπίδων λόχος, ὃς γᾶν ^v-795

**796** τέκνων τέκνοις μεταμείβει, ^v-796

**797** Θήβαις ἱερὸν φῶς. ^v-797

*Χορός*

**798** ὦ λέκτρων δύο συγγενεῖς ^v-798

**799** εὐναί, θνατογενοῦς τε καὶ ^v-799

**800** Διός, ὃς ἦλθεν ἐς εὐνὰν ^v-800

**801** Νύμφας τᾶς Περσηίδος· ὡς ^v-801

**802** πιστόν μοι τὸ παλαιὸν ἤ- ^v-802

**803** δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη, ^v-803

**805** λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος ^v-805

**806** τὰν Ἡρακλέος ἀλκάν· ^v-806

**807** γᾶς ὃς ἐξέβα θαλάμων ^v-807

**808** Πλούτωνος δῶμα λιπὼν ^v-808

**808a** νέρτερον. ^v-808a

**809** κρείσσων μοι τύραννος ἔφυς ^v-809

**810** ἢ δυσγένειʼ ἀνάκτων, ^v-810

**811** ἃ νῦν ἐσορᾶν ἔφανε ^v-811

**812** ξιφηφόρων ἐς ἀγώνων ^v-812

**813** ἅμιλλαν, εἰ τὸ δίκαιον ^v-813

**814** θεοῖς ἔτʼ ἀρέσκει. ^v-814

*Χορός*

**815** — ἔα ἔα· ^v-815

**816** ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, ^v-816

**817** γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ; ^v-817

**818** — φυγῇ φυγῇ ^v-818

**819** νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα. ^v-819

**820** — ὦναξ Παιάν, ^v-820

**821** ἀπότροπος γένοιό μοι πημάτων. ^v-821

*Ἶρις*

**822** θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον ^v-822

**823** Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν ^v-823

**824** Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, ^v-824

**825** ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν, ^v-825

**826** ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο. ^v-826

**827** πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, ^v-827

**828** τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ ^v-828

**829** Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ· ^v-829

**830** ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως, ^v-830

**831** Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει ^v-831

**832** παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ. ^v-832

**833** ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν, ^v-833

**834** Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, ^v-834

**835** μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους ^v-835

**836** φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα ^v-836

**837** ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων, ^v-837

**838** ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον ^v-838

**839** τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ ^v-839

**840** γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος, ^v-840

**841** μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, ^v-841

**842** τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην. ^v-842

*Λύσσα*

**843** ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος ^v-843

**844** πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος· ^v-844

**845** τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις ^v-845

**846** οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους, ^v-846

**847** παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, ^v-847

**848** Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις. ^v-848

**849** ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ ^v-849

**850** οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους· ^v-850

**851** ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν ^v-851

**852** ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος ^v-852

**853** τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο· ^v-853

**853a** […] ^v-853a

**854** σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά. ^v-854

*Ἶρις*

**855** μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα. ^v-855

*Λύσσα*

**856** ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ. ^v-856

*Ἶρις*

**857** οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ. ^v-857

*Λύσσα*

**858** Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι. ^v-858

**859** εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει ^v-859

**860** τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, ^v-860

**861** εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως ^v-861

**862** οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων, ^v-862

**863** οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους· ^v-863

**864** καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, ^v-864

**865** τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται ^v-865

**866** παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ. ^v-866

**867** ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο ^v-867

**868** καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας. ^v-868

**869** ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν ^v-869

**870** δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. ^v-870

**871** τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ. ^v-871

**872** στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα· ^v-872

**873** ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους. ^v-873

*Χορός*

**875** —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται ^v-875

**876** σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος· ^v-876

**877** μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν ^v-877

**878** ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας ^v-878

**879** χορευθέντʼ ἐναύλοις. ^v-879

**880** —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, ^v-880

**881** ἅρμασι δʼ ἐνδίδωσι ^v-881

**882** κέντρον ὡς ἐπὶ λώβᾳ ^v-882

**883** Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις ^v-883

**884** ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός. ^v-884

**885** —ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, ^v-885

**886** ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται. ^v-886

*Ἀμφιτρύων*

**887** ἰώ μοι μέλεος. ^v-887

*Χορός*

**888** —ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα ^v-888

**889** λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ ^v-889

**890** κακοῖσιν ἐκπετάσουσιν. ^v-890

*Ἀμφιτρύων*

**890a** ἰὼ στέγαι. ^v-890a

*Χορός*

**891** —κατάρχεται χόρευμα τυμπάνων ἄτερ, ^v-891

**892** οὐ βρομίῳ κεχαρισμένα θύρσῳ […] ^v-892

*Ἀμφιτρύων*

**893** ἰὼ δόμοι. ^v-893

*Χορός*

**894** πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος ^v-894

**895** βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. ^v-895

*Ἀμφιτρύων*

**896** φυγῇ, τέκνʼ, ἐξορμᾶτε. ^v-896

*Χορός*

**896b** —δάιον τόδε ^v-896b

**897** δάιον μέλος ἐπαυλεῖται. ^v-897

**898** κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι ^v-898

**899** Λύσσα βακχεύσει. ^v-899

*Ἀμφιτρύων*

**900** αἰαῖ κακῶν. ^v-900

*Χορός*

**901** —αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω ^v-901

**902** πατέρα τάν τε παιδοτρόφον, ⟨ᾇ⟩ μάταν ^v-902

**903** τέκεα γεννᾶται. ^v-903

**904** —ἰδοὺ ἰδού, ^v-904

**905** θύελλα σείει δῶμα, συμπίπτει στέγη. ^v-905

*Ἡρακλῆς*

**906** ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ; ^v-906

**908** τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς, ^v-908

**909** ἐς δόμους πέμπεις. ^v-909

*Ἄγγελος*

**910** ὦ λευκὰ γήρᾳ σώματʼ […] ^v-910

*Χορός*

**910b** ἀνακαλεῖς με τίνα ^v-910b

**911** βοάν; ^v-911

*Ἄγγελος*

**911b** ἄλαστα τἀν δόμοισι. ^v-911b

*Χορός*

**911c** μάντιν οὐχ ^v-911c

**912** ἕτερον ἄξομαι. ^v-912

*Ἄγγελος*

**913** τεθνᾶσι παῖδες. ^v-913

*Χορός*

**913b** αἰαῖ. ^v-913b

*Ἄγγελος*

**914** στενάζεθʼ, ὡς στενακτά. ^v-914

*Χορός*

**914b** δάιοι φόνοι, ^v-914b

**915** δάιοι δὲ τοκέων χέρες· ὤ. ^v-915

*Ἄγγελος*

**916** οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν. ^v-916

*Χορός*

**917** πῶς παισὶ στενακτὰν ἄταν ἄταν ^v-917

**918** πατέρος ἀμφαίνεις; ^v-918

**919** λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ ^v-919

**920** μέλαθρα κακὰ τάδε, ^v-920

**921** τλήμονάς τε παίδων τύχας; ^v-921

*Ἄγγελος*

**922** ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς ^v-922

**923** καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν ^v-923

**924** ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης· ^v-924

**925** χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων ^v-925

**926** πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν ^v-926

**927** εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν. ^v-927

**928** μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ^v-928

**929** ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος ^v-929

**930** ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς ^v-930

**931** παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν, ^v-931

**932** ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ^v-932

**933** ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ^v-933

**934** ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος. ^v-934

**935** ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· ^v-935

**936** Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα ^v-936

**937** καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; ^v-937

**938** ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· ^v-938

**939** ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως, ^v-939

**940** ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ^v-940

**941** ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ. ^v-941

**942** τίς μοι δίδωσι τόξα; τίς ⟨δʼ⟩ ὅπλον χερός; ^v-942

**943** πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν ^v-943

**944** μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα ^v-944

**945** φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα ^v-945

**946** στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. ^v-946

**947** αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν ^v-947

**948** ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας ^v-948

**949** κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί. ^v-949

**950** διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ. ^v-950

**951** καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών· ^v-951

**952** Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται; ^v-952

**953** ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας, ^v-953

**954** μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν ^v-954

**955** ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς, ^v-955

**956** κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται ^v-956

**957** θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς ^v-957

**958** Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. ^v-958

**959** κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, ^v-959

**960** πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο ^v-960

**961** αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ^v-961

**962** ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων ^v-962

**963** ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν ^v-963

**964** θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· ^v-964

**965** Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως ^v-965

**966** τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν, ^v-966

**967** οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν ^v-967

**968** πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός, ^v-968

**969** ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται ^v-969

**970** καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως ^v-970

**971** δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ ^v-971

**972** ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν ^v-972

**973** μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν, ^v-973

**974** ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο. ^v-974

**975** βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα ^v-975

**976** κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος. ^v-976

**977** ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ, ^v-977

**978** τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς ^v-978

**979** βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους ^v-979

**980** ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ^v-980

**981** ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε· ^v-981

**982** Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ^v-982

**983** ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ^v-983

**984** ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν ^v-984

**985** ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν. ^v-985

**986** φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, ^v-986

**987** καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, ^v-987

**988** Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ· ^v-988

**989** σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς. ^v-989

**990** ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ^v-990

**991** ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, ^v-991

**992** μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν ^v-992

**993** ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ^v-993

**994** ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών, ^v-994

**995** χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν. ^v-995

**996** ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων ^v-996

**997** μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. ^v-997

**998** ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν ^v-998

**999** σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ ^v-999

**1000** δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει. ^v-1000

**1001** κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· ^v-1001

**1002** ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, ^v-1002

**1003** Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ, ^v-1003

**1004** κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, ^v-1004

**1005** ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον ^v-1005

**1006** καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα ^v-1006

**1007** νῶτον πατάξας, ὃς πεσήμασι στέγης ^v-1007

**1008** διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. ^v-1008

**1010** ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα ^v-1010

**1009** σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων ^v-1009

**1011** ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου ^v-1011

**1012** μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. ^v-1012

**1013** εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, ^v-1013

**1014** παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν ^v-1014

**1015** οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. ^v-1015

*Χορός*

**1016** —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα ^v-1016

**1017** τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι ^v-1017

**1018** τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ- ^v-1018

**1020** έδραμε τὰ τότε κακὰ […] τάλανι διογενεῖ κόρῳ. ^v-1020

**1021** —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι ^v-1021

**1023** θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ ^v-1023

**1024** δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ. ^v-1024

**1025** —αἰαῖ, τίνα στεναγμὸν ^v-1025

**1026** ἢ γόον ἢ φθιτῶν ^v-1026

**1027** ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω; ^v-1027

**1028** —φεῦ φεῦ· ^v-1028

**1029** ἴδεσθε, διάνδιχα κλῇθρα ^v-1029

**1030** κλίνεται ὑψιπύλων δόμων. ^v-1030

**1031** —ἰώ μοι· ^v-1031

**1032** ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς ^v-1032

**1033** ἄθλια κείμενα δυστάνου, ^v-1033

**1034** εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου. ^v-1034

**1035** —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων ^v-1035

**1036** ἐρείσμαθʼ Ἡράκλειον ^v-1036

**1037** ἀμφὶ δέμας τάδε λαΐνοις ^v-1037

**1038** ἀνημμένα κίοσιν οἴκων. ^v-1038

*Χορός*

**1039** —ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων ^v-1039

**1040** ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ ^v-1040

**1041** πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε. ^v-1041

*Ἀμφιτρύων*

**1042** Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- ^v-1042

**1043** γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- ^v-1043

**1044** λαθέσθαι κακῶν; ^v-1044

*Χορός*

**1045** κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ ^v-1045

**1046** τέκεα καὶ τὸ καλλίνικον κάρα. ^v-1046

*Ἀμφιτρύων*

**1047** ἑκαστέρω πρόβατε, μὴ ^v-1047

**1048** κτυπεῖτε, μὴ βοᾶτε, μὴ ^v-1048

**1049** τὸν εὔδιʼ ἰαύονθʼ ^v-1049

**1049a** ὑπνώδεά τʼ εὐνᾶς ^v-1049a

**1050** ἐγείρετε. ^v-1050

*Χορός*

**1050b** οἴμοι. ^v-1050b

**1051** φόνος ὅσος ὅδʼ […] ^v-1051

*Ἀμφιτρύων*

**1051b** ἆ ἆ, ^v-1051b

**1052** διά μʼ ὀλεῖτε. ^v-1052

*Χορός*

**1052b** κεχυμένος ἐπαντέλλει. ^v-1052b

*Ἀμφιτρύων*

**1053** οὐκ ἀτρεμαῖα θρῆνον αἰ- ^v-1053

**1054** άξετʼ, ὦ γέροντες; ^v-1054

**1055** ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, ^v-1055

**1056** ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει. ^v-1056

*Χορός*

**1057** ἀδύνατʼ ἀδύνατά μοι. ^v-1057

*Ἀμφιτρύων*

**1057b** σῖγα, πνοὰς μάθω· ^v-1057b

**1060** φέρε πρὸς οὖς βάλω. ^v-1060

*Χορός*

**1060b** εὕδει; ^v-1060b

*Ἀμφιτρύων*

**1060c** ναί, εὕδει ^v-1060c

**1061** ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ^v-1061

**1064** ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ [τοξεύσας]. ^v-1064

*Χορός*

**1065** στέναζέ νυν — ^v-1065

*Ἀμφιτρύων*

**1065b** στενάζω. ^v-1065b

*Χορός*

**1066** τέκνων ὄλεθρον — ^v-1066

*Ἀμφιτρύων*

**1066b** ὤμοι. ^v-1066b

*Χορός*

**1067** σέθεν τε παιδὸς — ^v-1067

*Ἀμφιτρύων*

**1067b** αἰαῖ. ^v-1067b

*Χορός*

**1068** ὦ πρέσβυ […] ^v-1068

*Ἀμφιτρύων*

**1068b** σῖγα σῖγα· ^v-1068b

**1069** παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, ^v-1069

**1070** ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. ^v-1070

*Χορός*

**1071** θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ. ^v-1071

*Ἀμφιτρύων*

**1072** ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ- ^v-1072

**1073** λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ ^v-1073

**1074** φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα, ^v-1074

**1075** πρὸς δὲ κακοῖς κακὰ μήσεται ^v-1075

**1076** πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει. ^v-1076

*Χορός*

**1078** τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ ^v-1078

**1079** φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας ^v-1079

**1080** Ταφίων περίκλυστον ἄστυ πέρσας. ^v-1080

*Ἀμφιτρύων*

**1081** φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων ^v-1081

**1082** διώκετε· φεύγετε μάργον ^v-1082

**1083** ἄνδρʼ ἐπεγειρόμενον. ^v-1083

**1084** ⟨ἢ⟩ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν ^v-1084

**1085** ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν. ^v-1085

*Χορός*

**1086** ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως ^v-1086

**1087** τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες; ^v-1087

*Ἡρακλῆς*

**1088** ἔα· ^v-1088

**1089** ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ, ^v-1089

**1090** αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε […] ^v-1090

**1091** ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι ^v-1091

**1092** πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω ^v-1092

**1093** μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο. ^v-1093

**1094** ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος ^v-1094

**1095** νεανίαν θώρακα καὶ βραχίονα, ^v-1095

**1096** πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι ^v-1096

**1097** ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων; ^v-1097

**1098** πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ, ^v-1098

**1099** ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν ^v-1099

**1100** ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο. ^v-1100

**1101** οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, ^v-1101

**1102** Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν; ^v-1102

**1103** ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον ^v-1103

**1104** Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. ^v-1104

**1105** ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ; ^v-1105

**1106** ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, ^v-1106

**1107** δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; ^v-1107

**1108** σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. ^v-1108

*Ἀμφιτρύων*

**1109** γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; ^v-1109

*Χορός*

**1110** κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. ^v-1110

*Ἡρακλῆς*

**1111** πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας, ^v-1111

**1112** τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς; ^v-1112

*Ἀμφιτρύων*

**1113** ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. ^v-1113

*Ἡρακλῆς*

**1114** πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς; ^v-1114

*Ἀμφιτρύων*

**1115** ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. ^v-1115

*Ἡρακλῆς*

**1116** μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις. ^v-1116

*Ἀμφιτρύων*

**1117** ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. ^v-1117

*Ἡρακλῆς*

**1118** εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ. ^v-1118

*Ἀμφιτρύων*

**1119** εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν. ^v-1119

*Ἡρακλῆς*

**1120** παπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν. ^v-1120

*Ἀμφιτρύων*

**1121** καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. ^v-1121

*Ἡρακλῆς*

**1122** οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. ^v-1122

*Ἀμφιτρύων*

**1123** λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ; ^v-1123

*Ἡρακλῆς*

**1124** καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ. ^v-1124

*Ἀμφιτρύων*

**1125** τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. ^v-1125

*Ἡρακλῆς*

**1126** ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; ^v-1126

*Ἀμφιτρύων*

**1127** ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε; ^v-1127

*Ἡρακλῆς*

**1128** ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; ^v-1128

*Ἀμφιτρύων*

**1129** τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. ^v-1129

*Ἡρακλῆς*

**1130** ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. ^v-1130

*Ἀμφιτρύων*

**1131** ἰδού, θέασαι τάδε τέκνων πεσήματα. ^v-1131

*Ἡρακλῆς*

**1132** οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας; ^v-1132

*Ἀμφιτρύων*

**1133** ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. ^v-1133

*Ἡρακλῆς*

**1134** τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; ^v-1134

*Ἀμφιτρύων*

**1135** σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. ^v-1135

*Ἡρακλῆς*

**1136** τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ. ^v-1136

*Ἀμφιτρύων*

**1137** μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα. ^v-1137

*Ἡρακλῆς*

**1138** ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς; ^v-1138

*Ἀμφιτρύων*

**1139** μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. ^v-1139

*Ἡρακλῆς*

**1140** αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. ^v-1140

*Ἀμφιτρύων*

**1141** τούτων ἕκατι σὰς καταστένω τύχας. ^v-1141

*Ἡρακλῆς*

**1142** ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν; ^v-1142

*Ἀμφιτρύων*

**1143** οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. ^v-1143

*Ἡρακλῆς*

**1144** ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; ^v-1144

*Ἀμφιτρύων*

**1145** ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. ^v-1145

*Ἡρακλῆς*

**1146** οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς ^v-1146

**1147** τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; ^v-1147

**1148** κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ^v-1148

**1149** ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας ^v-1149

**1150** τέκνοις δικαστὴς αἵματος γενήσομαι; ^v-1150

**1151** ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, ^v-1151

**1152** δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου; ^v-1152

**1153** ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων ^v-1153

**1154** Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός. ^v-1154

**1155** ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος ^v-1155

**1156** ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν. ^v-1156

**1157** οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν ^v-1157

**1158** εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; ^v-1158

**1159** φέρʼ […] ἄν τι κρατὶ περιβάλω σκότον. ^v-1159

**1160** αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· ^v-1160

**1161** καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν ^v-1161

**1162** οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. ^v-1162

*Θησεύς*

**1163** ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς ^v-1163

**1164** μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, ^v-1164

**1165** σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. ^v-1165

**1166** κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν ^v-1166

**1167** ὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκος ^v-1167

**1168** ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. ^v-1168

**1169** τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς ^v-1169

**1170** σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, ^v-1170

**1171** ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. ^v-1171

**1172** ἔα· ^v-1172

**1172a** τί νεκρῶν τῶνδε πληθύει πέδον; ^v-1172a

**1173** οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν ^v-1173

**1174** ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα; ^v-1174

**1175** τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον; ^v-1175

**1176** οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, ^v-1176

**1177** ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν. ^v-1177

*Ἀμφιτρύων*

**1178** ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ⟨ἄναξ⟩ […] ^v-1178

*Θησεύς*

**1179** τί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις; ^v-1179

*Ἀμφιτρύων*

**1180** ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. ^v-1180

*Θησεύς*

**1181** οἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς; ^v-1181

*Ἀμφιτρύων*

**1182** ἔτεκε μέν ⟨νιν⟩ οὑμὸς ἶνις τάλας, ^v-1182

**1183** τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς. ^v-1183

*Θησεύς*

**1184** εὔφημα φώνει. ^v-1184

*Ἀμφιτρύων*

**1185** βουλομένοισιν ἐπαγγέλλῃ. ^v-1185

*Θησεύς*

**1186** ὦ δεινὰ λέξας. ^v-1186

*Ἀμφιτρύων*

**1187** οἰχόμεθʼ οἰχόμεθα πτανοί. ^v-1187

*Θησεύς*

**1188** τί φῄς; τί δράσας; ^v-1188

*Ἀμφιτρύων*

**1189** μαινομένῳ πιτύλῳ πλαγχθεὶς ^v-1189

**1190** ἑκατογκεφάλου ⟨τε⟩ βαφαῖς ὕδρας. ^v-1190

*Θησεύς*

**1191** Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον; ^v-1191

*Ἀμφιτρύων*

**1192** ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ⟨ὃς⟩ ἐπὶ ^v-1192

**1193** δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- ^v-1193

**1194** σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. ^v-1194

*Θησεύς*

**1195** φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; ^v-1195

*Ἀμφιτρύων*

**1196** οὐκ ἂν εἰδείης ἕτερον ^v-1196

**1197** πολυμοχθότερον πολυπλαγκτότερόν ^v-1197

**1197a** τε θνατῶν. ^v-1197a

*Θησεύς*

**1198** τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; ^v-1198

*Ἀμφιτρύων*

**1199** αἰδόμενος τὸ σὸν ὄμμα ^v-1199

**1200** καὶ φιλίαν ὁμόφυλον ^v-1200

**1201** αἷμά τε παιδοφόνον. ^v-1201

*Θησεύς*

**1202** ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν. ^v-1202

*Ἀμφιτρύων*

**1204** ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων ^v-1204

**1205** πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. ^v-1205

**1206** βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, ^v-1206

**1207** ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ ^v-1207

**1209** γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε ^v-1209

**1210** δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- ^v-1210

**1211** σχεθε λέοντος ἀγρίου θυμόν, ὡς ^v-1211

**1212** βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, ^v-1212

**1213** κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. ^v-1213

*Θησεύς*

**1214** εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας ^v-1214

**1215** αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. ^v-1215

**1216** οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος, ^v-1216

**1217** ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. ^v-1217

**1218** τί μοι προσείων χεῖρα σημαίνεις φόνον; ^v-1218

**1219** ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων; ^v-1219

**1220** οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· ^v-1220

**1221** καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον, ^v-1221

**1222** ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα. ^v-1222

**1223** χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, ^v-1223

**1224** καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, ^v-1224

**1225** συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ^v-1225

**1226** ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα, ^v-1226

**1227** βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, ^v-1227

**1228** φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται. ^v-1228

*Ἡρακλῆς*

**1229** Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων; ^v-1229

*Θησεύς*

**1230** ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. ^v-1230

*Ἡρακλῆς*

**1231** τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ; ^v-1231

*Θησεύς*

**1232** τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. ^v-1232

*Ἡρακλῆς*

**1233** φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν. ^v-1233

*Θησεύς*

**1234** οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. ^v-1234

*Ἡρακλῆς*

**1235** ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι. ^v-1235

*Θησεύς*

**1236** ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν. ^v-1236

*Ἡρακλῆς*

**1237** οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα. ^v-1237

*Θησεύς*

**1238** κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς. ^v-1238

*Ἡρακλῆς*

**1239** ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν; ^v-1239

*Θησεύς*

**1240** ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. ^v-1240

*Ἡρακλῆς*

**1241** τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν. ^v-1241

*Θησεύς*

**1242** δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; ^v-1242

*Ἡρακλῆς*

**1243** αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. ^v-1243

*Θησεύς*

**1244** ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. ^v-1244

*Ἡρακλῆς*

**1245** γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. ^v-1245

*Θησεύς*

**1246** δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; ^v-1246

*Ἡρακλῆς*

**1247** θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. ^v-1247

*Θησεύς*

**1248** εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. ^v-1248

*Ἡρακλῆς*

**1249** σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. ^v-1249

*Θησεύς*

**1250** ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; ^v-1250

*Ἡρακλῆς*

**1251** οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον. ^v-1251

*Θησεύς*

**1252** εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; ^v-1252

*Ἡρακλῆς*

**1253** οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ. ^v-1253

*Θησεύς*

**1254** οὐκ ἄν ⟨σʼ⟩ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν. ^v-1254

*Ἡρακλῆς*

**1255** ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις ^v-1255

**1256** πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι ^v-1256

**1257** ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. ^v-1257

**1258** πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν ^v-1258

**1259** μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν ^v-1259

**1260** ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ^v-1260

**1261** ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ^v-1261

**1262** ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. ^v-1262

**1263** Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο ^v-1263

**1264** Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον· ^v-1264

**1265** πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· ^v-1265

**1266** ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις ^v-1266

**1267** ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς ^v-1267

**1268** ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ^v-1268

**1269** ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην ^v-1269

**1270** ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; ^v-1270

**1271** ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους ^v-1271

**1272** Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ ^v-1272

**1273** κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα; ^v-1273

**1274** τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα ^v-1274

**1275** ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων ^v-1275

**1276** διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, ^v-1276

**1277** Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος ^v-1277

**1278** ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως. ^v-1278

**1279** τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον, ^v-1279

**1280** παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ^v-1280

**1281** ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις ^v-1281

**1282** Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ^v-1282

**1283** ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων ^v-1283

**1284** εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ^v-1284

**1285** ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; ^v-1285

**1286** φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν; ^v-1286

**1287** κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, ^v-1287

**1288** γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· ^v-1288

**1289** Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε ^v-1289

**1290** δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; ^v-1290

**1291** κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ ^v-1291

**1292** αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς ^v-1292

**1293** ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν. ^v-1293

**1294** ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε· ^v-1294

**1295** φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με ^v-1295

**1296** μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν ^v-1296

**1297** πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον ^v-1297

**1298** Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. ^v-1298

**1299** καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν, ^v-1299

**1300** ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. ^v-1300

**1301** τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν ^v-1301

**1302** βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι; ^v-1302

**1303** χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ ^v-1303

**1304** κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα. ^v-1304

**1305** ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, ^v-1305

**1306** ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις ^v-1306

**1307** ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ ^v-1307

**1308** τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα ^v-1308

**1309** λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας ^v-1309

**1310** Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. ^v-1310

*Χορός*

**1311** οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ^v-1311

**1312** ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ. ^v-1312

*Θησεύς*

**1313** […] ^v-1313

**1313a** παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. ^v-1313a

**1314** οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, ^v-1314

**1315** οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. ^v-1315

**1316** οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, ^v-1316

**1317** συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας ^v-1317

**1318** πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως ^v-1318

**1319** Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες. ^v-1319

**1320** καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς ^v-1320

**1321** φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; ^v-1321

**1322** Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ^v-1322

**1323** ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ^v-1323

**1324** ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, ^v-1324

**1325** δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος. ^v-1325

**1326** ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους ^v-1326

**1327** δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, ^v-1327

**1328** σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς ^v-1328

**1329** τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα ^v-1329

**1330** σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται ^v-1330

**1331** ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς, ^v-1331

**1332** θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι ^v-1332

**1333** τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις. ^v-1333

**1334** καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο ^v-1334

**1335** ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. ^v-1335

**1336** κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας ^v-1336

**1337** τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. ^v-1337

**1338** θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· ^v-1338

**1339** ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ. ^v-1339

*Ἡρακλῆς*

**1340** οἴμοι· πάρεργα ⟨μὲν⟩ τάδʼ ἔστʼ ἐμῶν κακῶν, ^v-1340

**1341** ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις ^v-1341

**1342** στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν ^v-1342

**1343** οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι, ^v-1343

**1344** οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. ^v-1344

**1345** δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, ^v-1345

**1346** οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ^v-1346

**1347** ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, ^v-1347

**1348** μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος· ^v-1348

**1349** ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, ^v-1349

**1350** οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος. ^v-1350

**1351** ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν ^v-1351

**1352** τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. ^v-1352

**1353** ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· ^v-1353

**1354** ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων ^v-1354

**1355** ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ ^v-1355

**1356** ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν· ^v-1356

**1357** νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον. ^v-1357

**1358** εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, ^v-1358

**1359** ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν· ^v-1359

**1360** δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς ^v-1360

**1361** δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος — ^v-1361

**1362** πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας, ^v-1362

**1363** κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας ^v-1363

**1364** διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς, ^v-1364

**1365** οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως ^v-1365

**1366** ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. ^v-1366

**1367** ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ ^v-1367

**1368** ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν, ^v-1368

**1369** ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ ^v-1369

**1370** εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. ^v-1370

**1371** σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα ^v-1371

**1372** ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, ^v-1372

**1373** μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας. ^v-1373

**1374** οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ, ^v-1374

**1375** ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι ^v-1375

**1376** τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων ^v-1376

**1377** τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι. ^v-1377

**1378** ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, ^v-1378

**1379** ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· ^v-1379

**1380** Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις ^v-1380

**1381** παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις ^v-1381

**1382** οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, ^v-1382

**1383** ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι, ^v-1383

**1384** ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; ^v-1384

**1385** οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. ^v-1385

**1386** ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς ^v-1386

**1387** κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, ^v-1387

**1388** λύπῃ τι παίδων μὴ πάθω μονούμενος. ^v-1388

**1389** ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, ^v-1389

**1390** κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον ^v-1390

**1391** παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε ^v-1391

**1392** νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν ^v-1392

**1393** Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. ^v-1393

*Θησεύς*

**1394** ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις. ^v-1394

*Ἡρακλῆς*

**1395** οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. ^v-1395

*Θησεύς*

**1396** καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. ^v-1396

*Ἡρακλῆς*

**1397** φεῦ· ^v-1397

**1397a** αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. ^v-1397a

*Θησεύς*

**1398** παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ. ^v-1398

*Ἡρακλῆς*

**1399** ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. ^v-1399

*Θησεύς*

**1400** ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. ^v-1400

*Ἡρακλῆς*

**1401** παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν. ^v-1401

*Θησεύς*

**1402** δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ. ^v-1402

*Ἡρακλῆς*

**1403** ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. ^v-1403

**1404** ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον. ^v-1404

*Ἀμφιτρύων*

**1405** ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. ^v-1405

*Ἡρακλῆς*

**1406** Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. ^v-1406

*Θησεύς*

**1407** ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ; ^v-1407

*Ἡρακλῆς*

**1408** ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω. ^v-1408

*Ἀμφιτρύων*

**1409** ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. ^v-1409

*Θησεύς*

**1410** οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; ^v-1410

*Ἡρακλῆς*

**1411** ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά. ^v-1411

*Θησεύς*

**1412** εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει. ^v-1412

*Ἡρακλῆς*

**1413** ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. ^v-1413

*Θησεύς*

**1414** ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. ^v-1414

*Ἡρακλῆς*

**1415** σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; ^v-1415

*Θησεύς*

**1416** ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. ^v-1416

*Ἡρακλῆς*

**1417** πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς; ^v-1417

*Θησεύς*

**1418** πρόβαινε. ^v-1418

*Ἡρακλῆς*

**1418b** χαῖρʼ, ὦ πρέσβυ. ^v-1418b

*Ἀμφιτρύων*

**1418c** καὶ σύ μοι, τέκνον. ^v-1418c

*Ἡρακλῆς*

**1419** θάφθʼ ὥσπερ εἶπον παῖδας. ^v-1419

*Ἀμφιτρύων*

**1419b** ἐμὲ δὲ τίς, τέκνον; ^v-1419b

*Ἡρακλῆς*

**1420** ἐγώ. ^v-1420

*Ἀμφιτρύων*

**1420b** πότʼ ἐλθών; ^v-1420b

*Ἡρακλῆς*

**1420c** ἡνίκʼ ἂν θάψῃς τέκνα. ^v-1420c

*Ἀμφιτρύων*

**1421** πῶς; ^v-1421

*Ἡρακλῆς*

**1421b** εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. ^v-1421b

**1422** ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ· ^v-1422

**1423** ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον, ^v-1423

**1424** Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες. ^v-1424

**1425** ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων ^v-1425

**1426** ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ. ^v-1426

*Χορός*

**1427** στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, ^v-1427

**1428** τὰ μέγιστα φίλων ὀλέσαντες. ^v-1428
