---
id: euripides-as-fenicias-grc-murray-1913
type: primary_text
title: Φοίνισσαι
subtitle: As Fenícias
author: Eurípides
editor: Gilbert Murray
base_edition: 'Euripidis Fabulae, vol. 3, ed. Gilbert Murray (Oxford: Clarendon Press, 1913)'
year_original: c. 410 a.C.
publication_year: 1913
language: grc
tags:
- greek-tragedy
- ancient-theatre
- century-5-bce
status: draft
project: pedra_angular
related:
- euripides-as-fenicias-pt-torrano-2016
scope: A tragédia inteira, verso a verso, com o número de verso de Murray (**5**) e a âncora ^v-5; os versos que o editor intercala ou transpõe levam o número dele (94a, 123b)
urn_work: urn:cts:greekLit:tlg0006.tlg015
urn: urn:cts:greekLit:tlg0006.tlg015.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0006/tlg015
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0006/tlg015/tlg0006.tlg015.perseus-grc2.xml
source_commit: e37eed2e8
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil tragedia), 2026-11-03; preparado por Διαφορεύς, Claude Opus 5.5.
---

# Φοίνισσαι

### τὰ τοῦ δράματος πρόσωπα

- Ἰοκάστη
- Παιδαγωγός
- Ἀντιγόνη
- Χορός ἐκ Φοινισσῶν
- Πολυνείκης
- Ἐτεοκλῆς
- Κρέων
- Τειρεσίας
- Μενοικεύς
- Ἄγγελος
- Ἕτερος Ἄγγελος
- Οἰδίπους

*Ἰοκάστη*

**1** ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν ^v-1

**2** καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις ^v-2

**3** Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, ^v-3

**4** ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ ^v-4

**5** ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν ^v-5

**6** τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· ^v-6

**7** ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ ^v-7

**8** Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον ^v-8

**9** φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον. ^v-9

**10** ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, ^v-10

**11** — Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ — ^v-11

**12** καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ ^v-12

**13** ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις ^v-13

**14** ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν, ^v-14

**15** ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα ^v-15

**16** παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. ^v-16

**17** ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, ^v-17

**18** μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· ^v-18

**19** εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς, ^v-19

**20** καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος. ^v-20

**21** ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν ^v-21

**22** ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος ^v-22

**23** γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, ^v-23

**24** λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας ^v-24

**25** δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, ^v-25

**26** σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· ^v-26

**27** ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν. ^v-27

**28** Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι ^v-28

**29** φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας ^v-29

**30** ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον ^v-30

**31** μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν. ^v-31

**32** ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος ^v-32

**33** παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα ^v-33

**34** ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων ^v-34

**35** πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, ^v-35

**36** τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν ^v-36

**37** εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα ^v-37

**38** ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. ^v-38

**39** καί νιν κελεύει Λαΐου τροχηλάτης· ^v-39

**40** ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. ^v-40

**41** ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν ^v-41

**42** χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. ^v-42

**43** ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; — ^v-43

**44** παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα ^v-44

**45** Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει ^v-45

**46** Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις, ^v-46

**47** Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, ^v-47

**48** ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, ^v-48

**49** τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως ^v-49

**50** μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· ^v-50

**51** [ὅθεν τύραννος τῆσδε γῆς καθίσταται] ^v-51

**52** καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός. ^v-52

**53** γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας ^v-53

**54** οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη. ^v-54

**55** τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, ^v-55

**56** Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, ^v-56

**57** κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ ^v-57

**58** ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. ^v-58

**59** μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων ^v-59

**60** ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα ^v-60

**61** ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, ^v-61

**62** χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ^v-62

**63** ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, ^v-63

**64** κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη ^v-64

**65** γένοιτο πολλῶν δεομένη σοφισμάτων· ^v-65

**66** ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν ^v-66

**67** ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, ^v-67

**68** θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε. ^v-68

**69** τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους ^v-69

**70** εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ^v-70

**71** ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος ^v-71

**72** φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, ^v-72

**73** Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, ^v-73

**74** ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς ^v-74

**75** καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, ^v-75

**76** φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ^v-76

**77** ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, ^v-77

**78** πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· ^v-78

**79** ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, ^v-79

**80** πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ^v-80

**81** ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν ^v-81

**82** ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ^v-82

**83** ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ^v-83

**84** ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς ^v-84

**85** Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. ^v-85

**86** χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν ^v-86

**87** τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. ^v-87

*Παιδαγωγός*

**88** ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ^v-88

**89** ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν ^v-89

**90** μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον ^v-90

**91** στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ^v-91

**92** ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, ^v-92

**93** μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, ^v-93

**94** κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, ^v-94

**95** σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω ^v-95

**96** ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα, ^v-96

**97** σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ^v-97

**98** ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα. ^v-98

**99** ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, ^v-99

**100** κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· ^v-100

**101** σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς ^v-101

**102** Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον. ^v-102

*Ἀντιγόνη*

**103** ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ ^v-103

**104** χεῖρʼ ἀπὸ κλιμάκων ^v-104

**105** ποδὸς ἴχνος ἐπαντέλλων. ^v-105

*Παιδαγωγός*

**106** ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης· ^v-106

**107** κινούμενον γὰρ τυγχάνει Πελασγικὸν ^v-107

**108** στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους. ^v-108

*Ἀντιγόνη*

**109** ἰὼ πότνια παῖ ^v-109

**110** Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν ^v-110

**111** πεδίον ἀστράπτει. ^v-111

*Παιδαγωγός*

**112** οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, ^v-112

**113** πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων. ^v-113

*Ἀντιγόνη*

**114** ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα ^v-114

**115** λαϊνέοισιν Ἀμφίονος ὀργάνοις ^v-115

**116** τείχεος ἥρμοσται; ^v-116

*Παιδαγωγός*

**117** θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ^v-117

**118** ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. ^v-118

*Ἀντιγόνη*

**119** τίς οὗτος ὁ λευκολόφας, ^v-119

**120** πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ ^v-120

**122** ἀμφὶ βραχίονι κουφίζων; ^v-122

*Παιδαγωγός*

**123** λοχαγός, ὦ δέσποινα. ^v-123

*Ἀντιγόνη*

**123b** τίς, πόθεν γεγώς; ^v-123b

**124** αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; ^v-124

*Παιδαγωγός*

**125** οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, ^v-125

**126** Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ. ^v-126

*Ἀντιγόνη*

**127** ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, ^v-127

**128** γίγαντι γηγενέτᾳ προσόμοιος ^v-128

**129** ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ^v-129

**130** ἁμερίῳ γέννᾳ. ^v-130

*Παιδαγωγός*

**131** τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; ^v-131

*Ἀντιγόνη*

**132** ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. ^v-132

**133** τίς δʼ ἐστὶν οὗτος; ^v-133

*Παιδαγωγός*

**133b** παῖς μὲν Οἰνέως ἔφυ ^v-133b

**134** Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει. ^v-134

*Ἀντιγόνη*

**135** οὗτος ὁ τᾶς Πολυνείκεος, ^v-135

**136** ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ^v-136

**137** ὁμόγαμος κυρεῖ; ^v-137

**138** ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. ^v-138

*Παιδαγωγός*

**139** σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, ^v-139

**140** λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. ^v-140

*Ἀντιγόνη*

**141** [σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε; ^v-141

*Παιδαγωγός*

**142** σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα, ^v-142

**143** σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ^v-143

**144** ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.] ^v-144

*Ἀντιγόνη*

**145** τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ ^v-145

**146** καταβόστρυχος, ὄμμασι γοργὸς ^v-146

**147** εἰσιδεῖν νεανίας, ^v-147

**148** λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ ^v-148

**149** πάνοπλος ἀμφέπει; ^v-149

*Παιδαγωγός*

**150** ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. ^v-150

*Ἀντιγόνη*

**151** ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος ^v-151

**152** Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν, ^v-152

**153** ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων. ^v-153

*Παιδαγωγός*

**154** εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν· ^v-154

**155** ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. ^v-155

*Ἀντιγόνη*

**156** ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς ^v-156

**157** πολυπόνῳ μοίρᾳ; ^v-157

**158** ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον. ^v-158

*Παιδαγωγός*

**159** ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας ^v-159

**160** Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ^v-160

**161** ὁρᾷς; ^v-161

*Ἀντιγόνη*

**161b** ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως ^v-161b

**162** μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα. ^v-162

**163** ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι ^v-163

**164** διʼ αἰθέρος ^v-164

**165** πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας ^v-165

**166** δέρᾳ φιλτάτᾳ βάλοιμʼ ⟨ἐν⟩ χρόνῳ ^v-166

**167** φυγάδα μέλεον. ὡς ^v-167

**168** ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ^v-168

**169** ἑῴοις ὅμοια φλεγέθων βολαῖς [ἀελίου]. ^v-169

*Παιδαγωγός*

**170** ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς, ^v-170

**171** ἔνσπονδος. ^v-171

*Ἀντιγόνη*

**171b** οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ, ^v-171b

**172** ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς; ^v-172

*Παιδαγωγός*

**173** ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε· ^v-173

**174** σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. ^v-174

*Ἀντιγόνη*

**175** ὦ λιπαροζώνου θύγατερ Ἀελίου ^v-175

**176** Σελαναία, χρυσεόκυκλον φέγγος, ^v-176

**177** ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα ^v-177

**178** πώλοις μεταφέρων ἰθύνει. ^v-178

**179** ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει; ^v-179

*Παιδαγωγός*

**180** Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται ^v-180

**181** πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. ^v-181

*Ἀντιγόνη*

**182** ἰώ, ^v-182

**182a** Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, ^v-182a

**183** κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι ^v-183

**184** μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις· ^v-184

**185** ὅδʼ ἐστίν, αἰχμαλώτιδας ^v-185

**186** ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν ^v-186

**187** Λερναίᾳ τε δώσειν τριαίνᾳ, ^v-187

**188** Ποσειδανίοις Ἀμυμωνίοις ^v-188

**189** ὕδασι δουλείαν περιβαλών — ^v-189

**190** μήποτε μήποτε τάνδʼ, ὦ πότνια, ^v-190

**191** χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος ^v-191

**192** Ἄρτεμι, δουλοσύναν τλαίην. ^v-192

*Παιδαγωγός*

**193** ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας ^v-193

**194** ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου ^v-194

**195** ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. ^v-195

**196** ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν, ^v-196

**197** χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς, ^v-197

**198** φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, ^v-198

**199** σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων, ^v-199

**200** πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις ^v-200

**201** γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν. ^v-201

*Χορός*

**202** Τύριον οἶδμα λιποῦσʼ ἔβαν ^v-202

**203** ἀκροθίνια Λοξίᾳ ^v-203

**204** Φοινίσσας ἀπὸ νάσου ^v-204

**205** Φοίβῳ δούλα μελάθρων, ^v-205

**206** ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις ^v-206

**207** Παρνασοῦ κατενάσθη, ^v-207

**208** Ἰόνιον κατὰ πόντον ἐλά- ^v-208

**209** τᾳ πλεύσασα περιρρύτῳ ^v-209

**210** ὑπὲρ ἀκαρπίστων πεδίων ^v-210

**211** Σικελίας Ζεφύρου πνοαῖς ^v-211

**212** ἱππεύσαντος, ἐν οὐρανῷ ^v-212

**213** κάλλιστον κελάδημα. ^v-213

*Χορός*

**214** πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς ^v-214

**215** καλλιστεύματα Λοξίᾳ ^v-215

**216** Καδμείων ἔμολον γᾶν, ^v-216

**217** κλεινῶν Ἀγηνοριδᾶν ^v-217

**218** ὁμογενεῖς ἐπὶ Λαΐου ^v-218

**219** πεμφθεῖσʼ ἐνθάδε πύργους. ^v-219

**220** ἴσα δʼ ἀγάλμασι χρυσοτεύ- ^v-220

**221** κτοις Φοίβῳ λάτρις ἐγενόμαν· ^v-221

**222** ἔτι δὲ Κασταλίας ὕδωρ ^v-222

**223** περιμένει με κόμας ἐμᾶς ^v-223

**224** δεῦσαι παρθένιον χλιδὰν ^v-224

**225** Φοιβείαισι λατρείαις. ^v-225

*Χορός*

**226** ἰὼ λάμπουσα πέτρα πυρὸς ^v-226

**227** δικόρυφον σέλας ὑπὲρ ἄκρων ^v-227

**228** βακχειῶν Διονύσου, ^v-228

**229** οἴνα θʼ ἃ καθαμέριον ^v-229

**230** στάζεις τὸν πολύκαρπον ^v-230

**231** οἰνάνθας ἱεῖσα βότρυν, ^v-231

**232** ζάθεά τʼ ἄντρα δράκοντος οὔ- ^v-232

**233** ρειαί τε σκοπιαὶ θεῶν ^v-233

**234** νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ- ^v-234

**235** λίσσων ἀθανάτας θεοῦ ^v-235

**236** χορὸς γενοίμαν ἄφοβος ^v-236

**237** παρὰ μεσόμφαλα γύαλα Φοί- ^v-237

**238** βου Δίρκαν προλιποῦσα. ^v-238

*Χορός*

**239** νῦν δέ μοι πρὸ τειχέων ^v-239

**240** θούριος μολὼν Ἄρης ^v-240

**241** αἷμα δάιον φλέγει ^v-241

**242** τᾷδʼ, ὃ μὴ τύχοι, πόλει· ^v-242

**243** κοινὰ γὰρ φίλων ἄχη, ^v-243

**244** κοινὰ δʼ, εἴ τι πείσεται ^v-244

**245** ἑπτάπυργος ἅδε γᾶ, ^v-245

**246** Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ. ^v-246

**247** κοινὸν αἷμα, κοινὰ τέκεα ^v-247

**248** τᾶς κερασφόρου πέφυκεν Ἰοῦς· ^v-248

**249** ὧν μέτεστί μοι πόνων. ^v-249

*Χορός*

**250** ἀμφὶ δὲ πτόλιν νέφος ^v-250

**251** ἀσπίδων πυκνὸν φλέγει ^v-251

**252** σχῆμα φοινίου μάχης, ^v-252

**253** ἃν Ἄρης τάχʼ εἴσεται ^v-253

**254** παισὶν Οἰδίπου φέρων ^v-254

**255** πημονὰν Ἐρινύων. ^v-255

**256** Ἄργος ὦ Πελασγικόν, ^v-256

**257** δειμαίνω τὰν σὰν ἀλκάν, ^v-257

**258** καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον ^v-258

**259** εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ [παῖς] ^v-259

**260** ὃς μετέρχεται δόμους. ^v-260

*Πολυνείκης*

**261** τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο ^v-261

**262** διʼ εὐπετείας τειχέων ἔσω μολεῖν. ^v-262

**263** ὃ καὶ δέδοικα μή με δικτύων ἔσω ^v-263

**264** λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα. ^v-264

**265** ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον ^v-265

**266** κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. ^v-266

**267** ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ ^v-267

**268** τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. ^v-268

**269** ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα; ^v-269

**270** ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, ^v-270

**271** ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. ^v-271

**272** πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα, ^v-272

**273** ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν. ^v-273

**274** ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι ^v-274

**275** πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. ^v-275

**276** φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος ^v-276

**277** καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. ^v-277

**278** ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας ^v-278

**279** Ἑλληνικοῖσι δώμασιν πελάζετε; ^v-279

*Χορός*

**280** Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, ^v-280

**281** Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς ^v-281

**282** Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον. ^v-282

**283** μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος ^v-283

**284** μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας — ^v-284

**285** ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. ^v-285

**286** σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας ^v-286

**287** ἑπτάστομον πύργωμα Θηβαίας χθονός. ^v-287

*Πολυνείκης*

**288** πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, ^v-288

**289** ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως· ^v-289

**290** καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. ^v-290

*Χορός*

**291** ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, ^v-291

**292** ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο — ^v-292

*Χορός*

**293** γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ, ^v-293

**294** τὸν οἴκοθεν νόμον σέβουσʼ — ^v-294

**295** ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν. ^v-295

**296** ἰὼ ἰώ· πότνια, μόλε πρόδομος, ^v-296

**297** ἀμπέτασον πύλας. ^v-297

**298** κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ; ^v-298

**299** τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν ^v-299

**300** θιγεῖν τʼ ὠλέναισιν τέκνου; ^v-300

*Ἰοκάστη*

**301** Φοίνισσαν βοὰν ^v-301

**302** κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν ^v-302

**303** πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον, ^v-303

**305** χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις ^v-305

**306** προσεῖδον· ἀμφίβαλλε μα- ^v-306

**307** στὸν ὠλέναισι ματέρος, ^v-307

**308** παρηίδων τʼ ὄρεγμα βο- ^v-308

**308a** στρύχων τε κυανόχρωτα χαί- ^v-308a

**309** τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ^v-309

**310** ἰὼ ἰώ, μόλις φανεὶς ^v-310

**311** ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις. ^v-311

**312** τί φῶ σε; πῶς ἅπαντα ^v-312

**313** καὶ χερσὶ καὶ λόγοισι ^v-313

**314** πολυέλικτον ἁδονὰν ^v-314

**315** [ἐκεῖσε καὶ τὸ δεῦρο] ^v-315

**316** περιχορεύουσα τέρψιν παλαιᾶν λάβω ^v-316

**317** χαρμονᾶν; ἰὼ τέκος, ^v-317

**318** ἔρημον πατρῷον ἔλιπες δόμον ^v-318

**319** φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ^v-319

**320** ἦ ποθεινὸς φίλοις, ^v-320

**321** ἦ ποθεινὸς Θήβαις. ^v-321

**322** ὅθεν ἐμάν τε λευκόχροα κείρομαι ^v-322

**323** δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν, ^v-323

**324** ἄπεπλος φαρέων λευκῶν, ⟨ὦ⟩ τέκνον, ^v-324

**325** δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε ^v-325

**326** σκότιʼ ἀμείβομαι. ^v-326

**327** ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ^v-327

**328** ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ^v-328

**329** ζυγείσας δόμων ^v-329

**330** πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- ^v-330

**331** έχων ἀνῇξε μὲν ξίφους ^v-331

**332** ἐπʼ αὐτόχειρά τε σφαγάν, ^v-332

**333** ὑπὲρ τέραμνά τʼ ἀγχόνας, ^v-333

**334** στενάζων ἀρὰς τέκνοις· ^v-334

**335** σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων ^v-335

**336** σκότια κρύπτεται. ^v-336

**337** σὲ δʼ, ὦ τέκνον, [καὶ] γάμοισι δὴ ^v-337

**338** κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν ^v-338

**339** ξένοισιν ἐν δόμοις ἔχειν ^v-339

**340** ξένον τε κῆδος ἀμφέπειν, ^v-340

**341** ἄλαστα ματρὶ τᾷδε Λα- ^v-341

**342** ίῳ τε τῷ παλαιγενεῖ, ^v-342

**343** γάμων ἐπακτὸν ἄταν. ^v-343

**344** ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς ^v-344

**345** νόμιμον ἐν γάμοις ^v-345

**346** [ὡς πρέπει] ματέρι μακαρίᾳ· ^v-346

**347** ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη ^v-347

**348** λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν ^v-348

**349** πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ^v-349

**350** ὄλοιτο, τάδʼ εἴτε σίδαρος ^v-350

**351** εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, ^v-351

**352** εἴτε τὸ δαιμόνιον κατεκώμασε ^v-352

**353** δώμασιν Οἰδιπόδα· ^v-353

**354** πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη. ^v-354

*Χορός*

**355** δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί, ^v-355

**356** καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος. ^v-356

*Πολυνείκης*

**357** μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην ^v-357

**358** ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει ^v-358

**359** πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει, ^v-359

**360** λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει. ^v-360

**361** οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην, ^v-361

**362** μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, ^v-362

**363** ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως ^v-363

**364** κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ, ^v-364

**365** σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε ^v-365

**366** τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην, ^v-366

**367** χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν ^v-367

**368** γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ· ^v-368

**369** ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν ^v-369

**370** ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον. ^v-370

**371** ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι ^v-371

**372** [κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους] ^v-372

**373** ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. ^v-373

**374** ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων ^v-374

**375** [καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς]. ^v-375

**376** τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, ^v-376

**377** σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο; ^v-377

**378** ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς; ^v-378

*Ἰοκάστη*

**379** κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος· ^v-379

**380** οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ, ^v-380

**381** κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. ^v-381

**382** ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν. ^v-382

**383** ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα, ^v-383

**384** δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα. ^v-384

*Πολυνείκης*

**385** ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς· ^v-385

**386** ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα. ^v-386

*Ἰοκάστη*

**387** καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, ^v-387

**388** τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; ^v-388

*Πολυνείκης*

**389** μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ. ^v-389

*Ἰοκάστη*

**390** τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; ^v-390

*Πολυνείκης*

**391** ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. ^v-391

*Ἰοκάστη*

**392** δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. ^v-392

*Πολυνείκης*

**393** τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. ^v-393

*Ἰοκάστη*

**394** καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. ^v-394

*Πολυνείκης*

**395** ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. ^v-395

*Ἰοκάστη*

**396** αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. ^v-396

*Πολυνείκης*

**397** καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ. ^v-397

*Ἰοκάστη*

**398** οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς; ^v-398

*Πολυνείκης*

**399** ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν. ^v-399

*Ἰοκάστη*

**400** πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; ^v-400

*Πολυνείκης*

**401** ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν. ^v-401

*Ἰοκάστη*

**402** φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν; ^v-402

*Πολυνείκης*

**403** εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς. ^v-403

*Ἰοκάστη*

**404** οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν; ^v-404

*Πολυνείκης*

**405** κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. ^v-405

*Ἰοκάστη*

**406** ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. ^v-406

*Πολυνείκης*

**407** οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον. ^v-407

*Ἰοκάστη*

**408** πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες; ^v-408

*Πολυνείκης*

**409** ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα. ^v-409

*Ἰοκάστη*

**410** ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν. ^v-410

*Πολυνείκης*

**411** κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους. ^v-411

*Ἰοκάστη*

**412** καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον; ^v-412

*Πολυνείκης*

**413** οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην. ^v-413

*Ἰοκάστη*

**414** σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος; ^v-414

*Πολυνείκης*

**415** νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας. ^v-415

*Ἰοκάστη*

**416** κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος; ^v-416

*Πολυνείκης*

**417** ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς. ^v-417

*Ἰοκάστη*

**418** τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν. ^v-418

*Πολυνείκης*

**419** Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. ^v-419

*Ἰοκάστη*

**420** τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν; ^v-420

*Πολυνείκης*

**421** στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι. ^v-421

*Ἰοκάστη*

**422** ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα; ^v-422

*Πολυνείκης*

**423** κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας. ^v-423

*Ἰοκάστη*

**424** ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς; ^v-424

*Πολυνείκης*

**425** οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας. ^v-425

*Ἰοκάστη*

**426** πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν; ^v-426

*Πολυνείκης*

**427** δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, ^v-427

**428** [Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·] ^v-428

**429** ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ. ^v-429

**430** πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι ^v-430

**431** πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ ^v-431

**432** διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι ^v-432

**433** πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως ^v-433

**434** τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ^v-434

**435** ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, ^v-435

**436** μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους ^v-436

**437** παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. ^v-437

**438** πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ· ^v-438

**439** τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, ^v-439

**440** δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ^v-440

**441** ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων ^v-441

**442** λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. ^v-442

*Χορός*

**443** καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε ^v-443

**444** χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν ^v-444

**445** τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. ^v-445

*Ἐτεοκλῆς*

**446** μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς ^v-446

**447** ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου· ^v-447

**448** ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων ^v-448

**449** τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου ^v-449

**450** κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν ^v-450

**451** τόνδʼ εἰσεδέξω τειχέων πείσασά με. ^v-451

*Ἰοκάστη*

**452** ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, ^v-452

**453** βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. ^v-453

**454** σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· ^v-454

**455** οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα ^v-455

**456** Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν. ^v-456

**457** σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, ^v-457

**458** Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων ^v-458

**459** λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους. ^v-459

**460** παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ^v-460

**461** ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ ^v-461

**462** ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ, ^v-462

**463** ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, ^v-463

**464** κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. ^v-464

**465** λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· ^v-465

**466** σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ^v-466

**467** ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις ^v-467

**468** θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν. ^v-468

*Πολυνείκης*

**469** ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, ^v-469

**470** κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· ^v-470

**471** ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος ^v-471

**472** νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ^v-472

**473** ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην ^v-473

**474** τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς ^v-474

**475** ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε, ^v-475

**476** ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός, ^v-476

**477** δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, ^v-477

**478** ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν ^v-478

**479** καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν ^v-479

**480** κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. ^v-480

**481** ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς, ^v-481

**482** ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει ^v-482

**483** τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. ^v-483

**484** καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν ^v-484

**485** στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός, ^v-485

**486** οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν ^v-486

**487** καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις ⟨αὖ⟩ χρόνον, ^v-487

**488** καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν ^v-488

**489** πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, ^v-489

**490** ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι ^v-490

**491** δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, ^v-491

**492** ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ ^v-492

**493** ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. ^v-493

**494** ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς ^v-494

**495** λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς ^v-495

**496** καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ. ^v-496

*Χορός*

**497** ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα ^v-497

**498** τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν. ^v-498

*Ἐτεοκλῆς*

**499** εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα, ^v-499

**500** οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· ^v-500

**501** νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς, ^v-501

**502** πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε. ^v-502

**503** ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· ^v-503

**504** ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς ^v-504

**505** καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, ^v-505

**506** τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα. ^v-506

**507** τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι ^v-507

**508** ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί· ^v-508

**509** ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας ^v-509

**510** τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι, ^v-510

**511** ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν ^v-511

**512** τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε ^v-512

**513** γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς ^v-513

**514** φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν. ^v-514

**515** χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, ^v-515

**516** μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος ^v-516

**517** ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. ^v-517

**518** ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, ^v-518

**519** ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι. ^v-519

**520** ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ; ^v-520

**521** πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, ^v-521

**522** ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων, ^v-522

**523** ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα. ^v-523

**524** εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι ^v-524

**525** κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών. ^v-525

*Χορός*

**526** οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς· ^v-526

**527** οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν. ^v-527

*Ἰοκάστη*

**528** ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, ^v-528

**529** Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία ^v-529

**530** ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ^v-530

**531** τί τῆς κακίστης δαιμόνων ἐφίεσαι ^v-531

**532** Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός· ^v-532

**533** πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας ^v-533

**534** ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων· ^v-534

**535** ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, ^v-535

**536** Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις ^v-536

**537** πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις ^v-537

**538** συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, ^v-538

**539** τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται ^v-539

**540** τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται. ^v-540

**541** καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν ^v-541

**542** Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, ^v-542

**543** νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ^v-543

**544** ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, ^v-544

**545** κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. ^v-545

**546** εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς ^v-546

**547** σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον ^v-547

**548** καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη; ^v-548

**549** τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, ^v-549

**550** τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε; ^v-550

**551** περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν. ^v-551

**552** ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι ^v-552

**553** βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον· ^v-553

**554** ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν. ^v-554

**555** οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, ^v-555

**556** τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα· ^v-556

**557** ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν. ^v-557

**558** [ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.] ^v-558

**559** ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα, ^v-559

**560** πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, ^v-560

**561** ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε; ^v-561

**562** [Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,] ^v-562

**563** ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, ^v-563

**564** ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας ^v-564

**565** βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. ^v-565

**566** ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, ^v-566

**567** γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. ^v-567

**568** σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω· ^v-568

**569** ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο, ^v-569

**570** ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν. ^v-570

**571** φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ — ^v-571

**572** πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί; ^v-572

**573** πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, ^v-573

**574** καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς; ^v-574

**575** “Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς” ^v-575

**576** “ἀσπίδας ἔθηκε;” μήποτʼ, ὦ τέκνον, κλέος ^v-576

**577** τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν. ^v-577

**578** ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ, ^v-578

**579** πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς; ^v-579

**580** ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα ^v-580

**581** Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον ^v-581

**582** ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, ^v-582

**583** κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν. ^v-583

**584** μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν, ^v-584

**585** ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν. ^v-585

*Χορός*

**586** ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν ^v-586

**587** καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε. ^v-587

*Ἐτεοκλῆς*

**588** μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος ^v-588

**589** οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία· ^v-589

**590** οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις, ^v-590

**591** ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός· ^v-591

**592** τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα. ^v-592

**593** καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. ^v-593

*Πολυνείκης*

**594** πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος ^v-594

**595** φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον; ^v-595

*Ἐτεοκλῆς*

**596** ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς; ^v-596

*Πολυνείκης*

**597** εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. ^v-597

*Ἐτεοκλῆς*

**598** κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην; ^v-598

*Πολυνείκης*

**599** ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης. ^v-599

*Ἐτεοκλῆς*

**600** κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. ^v-600

*Πολυνείκης*

**601** καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. ^v-601

*Ἐτεοκλῆς*

**602** οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. ^v-602

*Πολυνείκης*

**603** τοῦ μέρους ἔχων τὸ πλεῖον; ^v-603

*Ἐτεοκλῆς*

**603b** φήμʼ· ἀπαλλάσσου δὲ γῆς. ^v-603b

*Πολυνείκης*

**604** ὦ θεῶν βωμοὶ πατρῴων — ^v-604

*Ἐτεοκλῆς*

**604b** οὓς σὺ πορθήσων πάρει. ^v-604b

*Πολυνείκης*

**605** κλύετέ μου — ^v-605

*Ἐτεοκλῆς*

**605b** τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου; ^v-605b

*Πολυνείκης*

**606** καὶ θεῶν τῶν λευκοπώλων δώματα — ^v-606

*Ἐτεοκλῆς*

**606b** οἳ στυγοῦσί σε. ^v-606b

*Πολυνείκης*

**607** ἐξελαυνόμεσθα πατρίδος — ^v-607

*Ἐτεοκλῆς*

**607b** καὶ γὰρ ἦλθες ἐξελῶν. ^v-607b

*Πολυνείκης*

**608** ἀδικίᾳ γʼ, ὦ θεοί. ^v-608

*Ἐτεοκλῆς*

**608b** Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς. ^v-608b

*Πολυνείκης*

**609** ἀνόσιος πέφυκας — ^v-609

*Ἐτεοκλῆς*

**609b** ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος. ^v-609b

*Πολυνείκης*

**610** ὅς μʼ ἄμοιρον ἐξελαύνεις. ^v-610

*Ἐτεοκλῆς*

**610b** καὶ κατακτενῶ γε πρός. ^v-610b

*Πολυνείκης*

**611** ὦ πάτερ, κλύεις ἃ πάσχω; ^v-611

*Ἐτεοκλῆς*

**611b** καὶ γὰρ οἷα δρᾷς κλύει. ^v-611b

*Πολυνείκης*

**612** καὶ σύ, μῆτερ; ^v-612

*Ἐτεοκλῆς*

**612b** ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. ^v-612b

*Πολυνείκης*

**613** ὦ πόλις. ^v-613

*Ἐτεοκλῆς*

**613b** μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ. ^v-613b

*Πολυνείκης*

**614** εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ. ^v-614

*Ἐτεοκλῆς*

**614b** ἔξιθι χθονός. ^v-614b

*Πολυνείκης*

**615** ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. ^v-615

*Ἐτεοκλῆς*

**615b** οὐκ ἂν τύχοις. ^v-615b

*Πολυνείκης*

**616** ἀλλὰ παρθένους ἀδελφάς. ^v-616

*Ἐτεοκλῆς*

**616b** οὐδὲ τάσδʼ ὄψῃ ποτέ. ^v-616b

*Πολυνείκης*

**617** ὦ κασίγνηται. ^v-617

*Ἐτεοκλῆς*

**617b** τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν; ^v-617b

*Πολυνείκης*

**618** μῆτερ, ἀλλά μοι σὺ χαῖρε. ^v-618

*Ἰοκάστη*

**618b** χαρτὰ γοῦν πάσχω, τέκνον. ^v-618b

*Πολυνείκης*

**619** οὐκέτʼ εἰμὶ παῖς σός. ^v-619

*Ἰοκάστη*

**619b** ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ. ^v-619b

*Πολυνείκης*

**620** ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. ^v-620

*Ἐτεοκλῆς*

**620b** καὶ γὰρ ἀνθυβρίζομαι. ^v-620b

*Πολυνείκης*

**621** ποῦ ποτε στήσῃ πρὸ πύργων; ^v-621

*Ἐτεοκλῆς*

**621b** ὡς τί μʼ ἱστορεῖς τόδε; ^v-621b

*Πολυνείκης*

**622** ἀντιτάξομαι κτενῶν σε. ^v-622

*Ἐτεοκλῆς*

**622b** κἀμὲ τοῦδʼ ἔρως ἔχει. ^v-622b

*Ἰοκάστη*

**623** ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα; ^v-623

*Πολυνείκης*

**623b** αὐτὸ σημανεῖ. ^v-623b

*Ἰοκάστη*

**624** πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς; ^v-624

*Ἐτεοκλῆς*

**624b** ἐρρέτω πρόπας δόμος. ^v-624b

*Πολυνείκης*

**625** ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. ^v-625

**626** τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, ^v-626

**627** ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, ^v-627

**628** δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς· ^v-628

**629** κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ· ^v-629

**630** οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός. ^v-630

**631** καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, ^v-631

**632** ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα. ^v-632

**633** οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε· ^v-633

**634** ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς ^v-634

**635** τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. ^v-635

*Ἐτεοκλῆς*

**636** ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ ^v-636

**637** ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. ^v-637

*Χορός*

**638** Κάδμος ἔμολε τάνδε γᾶν ^v-638

**639** Τύριος, ᾧ τετρασκελὴς ^v-639

**640** μόσχος ἀδάματον πέσημα ^v-640

**641** δίκε τελεσφόρον διδοῦσα ^v-641

**642** χρησμόν, οὗ κατοικίσαι ^v-642

**643** πεδία νιν τὸ θέσφατον ^v-643

**644** πυροφόρα δόμων ἔχρη, ^v-644

**645** καλλιπόταμος ὕδατος ἵνα τε ^v-645

**646** νοτὶς ἐπέρχεται γύας, ^v-646

**647** Δίρκας χλοηφόρους ^v-647

**648** καὶ βαθυσπόρους γύας· ^v-648

**649** Βρόμιον ἔνθα τέκετο μά- ^v-649

**650** τηρ Διὸς γάμοισι, ^v-650

**651** κισσὸς ὃν περιστεφὴς ^v-651

**652** ἕλικος εὐθὺς ἔτι βρέφος ^v-652

**653** χλοηφόροισιν ἔρνεσιν ^v-653

**654** κατασκίοισιν ὀλβίσας ἐνώτισεν, ^v-654

**655** Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι ^v-655

**656** καὶ γυναιξὶν εὐίοις. ^v-656

*Χορός*

**657** ἔνθα φόνιος ἦν δράκων ^v-657

**658** Ἄρεος ὠμόφρων φύλαξ ^v-658

**659** νάματʼ ἔνυδρα καὶ ῥέεθρα ^v-659

**660** χλοερὰ δεργμάτων κόραισι ^v-660

**661** πολυπλάνοις ἐπισκοπῶν· ^v-661

**662** ὃν ἐπὶ χέρνιβας μολὼν ^v-662

**663** Κάδμος ὄλεσε μαρμάρῳ· ^v-663

**664** κρᾶτα φόνιον ὀλεσίθηρος ^v-664

**665** ὠλένας δικὼν βολαῖς, ^v-665

**666** δίας ἀμάτορος ⟨δʼ⟩ ^v-666

**669** ἐς βαθυσπόρους γύας ^v-669

**668** γαπετεῖς δικὼν ὀδόν- ^v-668

**667** τας [Παλλάδος] φραδαῖσιν· ^v-667

**670** ἔνθεν ἐξανῆκε γᾶ ^v-670

**671** πάνοπλον ὄψιν ὑπὲρ ἄκρων ^v-671

**672** ὅρων χθονός· σιδαρόφρων ^v-672

**673** δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. ^v-673

**674** αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι ^v-674

**675** δεῖξεν αἰθέρος πνοαῖς. ^v-675

*Χορός*

**676** καὶ σέ, τὸν προμάτορος ^v-676

**677** Ἰοῦς ποτʼ ἔκγονον ^v-677

**678** Ἔπαφον, ὦ Διὸς γένεθλον, ^v-678

**679** [ἐκάλεσʼ] ἐκάλεσα βαρβάρῳ βοᾷ, ^v-679

**680** ἰώ, βαρβάροις λιταῖς· ^v-680

**681** βᾶθι βᾶθι τάνδε γᾶν· ^v-681

**682** — σοί νιν ἔκγονοι κτίσαν ^v-682

**683** καὶ διώνυμοι θεαί, ^v-683

**684** Περσέφασσα καὶ φίλα ^v-684

**685** Δαμάτηρ θεά, ^v-685

**686** πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, ^v-686

**687** κτήσαντο — πέμπε πυρφόρους ^v-687

**688** θεάς, ἄμυνε τᾷδε γᾷ· ^v-688

**689** πάντα δʼ εὐπετῆ θεοῖς. ^v-689

*Ἐτεοκλῆς*

**690** χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως ^v-690

**691** Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, ^v-691

**692** λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς ^v-692

**693** θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, ^v-693

**694** πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν. ^v-694

**695** καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· ^v-695

**696** ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς. ^v-696

*Κρέων*

**697** ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ ^v-697

**698** Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας ^v-698

**699** φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος. ^v-699

*Ἐτεοκλῆς*

**700** καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· ^v-700

**701** πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς ^v-701

**702** ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. ^v-702

*Κρέων*

**703** ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, ^v-703

**704** κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ^v-704

**705** ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· ^v-705

**706** ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων. ^v-706

*Ἐτεοκλῆς*

**707** τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ. ^v-707

*Κρέων*

**708** ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. ^v-708

*Ἐτεοκλῆς*

**709** λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον; ^v-709

*Κρέων*

**710** μέλλειν [πέριξ πύργοισι Καδμείων πόλιν] ^v-710

**711** [ὅπλοις] ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν. ^v-711

*Ἐτεοκλῆς*

**712** ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει. ^v-712

*Κρέων*

**713** ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν; ^v-713

*Ἐτεοκλῆς*

**714** ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα. ^v-714

*Κρέων*

**715** σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι. ^v-715

*Ἐτεοκλῆς*

**716** ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. ^v-716

*Κρέων*

**717** ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα. ^v-717

*Ἐτεοκλῆς*

**718** θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου. ^v-718

*Κρέων*

**719** θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου. ^v-719

*Ἐτεοκλῆς*

**720** ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. ^v-720

*Κρέων*

**721** καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. ^v-721

*Ἐτεοκλῆς*

**722** βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς; ^v-722

*Κρέων*

**723** πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. ^v-723

*Ἐτεοκλῆς*

**724** εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου; ^v-724

*Κρέων*

**725** εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. ^v-725

*Ἐτεοκλῆς*

**726** ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. ^v-726

*Κρέων*

**727** ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. ^v-727

*Ἐτεοκλῆς*

**728** ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ; ^v-728

*Κρέων*

**729** ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ. ^v-729

*Ἐτεοκλῆς*

**730** βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. ^v-730

*Κρέων*

**731** ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. ^v-731

*Ἐτεοκλῆς*

**732** τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν; ^v-732

*Κρέων*

**733** κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ. ^v-733

*Ἐτεοκλῆς*

**734** τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν; ^v-734

*Κρέων*

**735** μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός. ^v-735

*Ἐτεοκλῆς*

**736** τίς οὖν πρόνοια γίγνεται σοφωτέρα; ^v-736

*Κρέων*

**737** ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ — ^v-737

*Ἐτεοκλῆς*

**738** τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. ^v-738

*Κρέων*

**739** λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις. ^v-739

*Ἐτεοκλῆς*

**740** τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. ^v-740

*Κρέων*

**741** ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. ^v-741

*Ἐτεοκλῆς*

**742** λόχων ἀνάσσειν ἢ μονοστόλου δορός; ^v-742

*Κρέων*

**743** λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. ^v-743

*Ἐτεοκλῆς*

**744** ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις. ^v-744

*Κρέων*

**745** καὶ ξυστρατήγους ⟨γʼ⟩· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ. ^v-745

*Ἐτεοκλῆς*

**746** θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ; ^v-746

*Κρέων*

**747** ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. ^v-747

*Ἐτεοκλῆς*

**748** ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν ^v-748

**749** τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ^v-749

**750** ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. ^v-750

**751** ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν, ^v-751

**752** ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων. ^v-752

**753** ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα. ^v-753

**754** καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν ^v-754

**755** καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. ^v-755

**756** [κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.] ^v-756

**757** γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ ^v-757

**758** Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, ^v-758

**759** σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον ^v-759

**760** τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς. ^v-760

**761** μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν; ^v-761

**762** τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν. ^v-762

**763** πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, ^v-763

**764** ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα· ^v-764

**765** ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. ^v-765

**766** ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον ^v-766

**767** οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, ^v-767

**768** τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν ^v-768

**769** Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, ^v-769

**770** λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· ^v-770

**771** σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, ^v-771

**772** ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην ^v-772

**773** ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. ^v-773

**774** πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον· ^v-774

**775** ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν ^v-775

**776** μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, ^v-776

**777** θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. ^v-777

**778** [σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·] ^v-778

**779** ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα, ^v-779

**780** ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς ^v-780

**781** ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ. ^v-781

**782** τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, ^v-782

**783** προσευχόμεσθα τήνδε διασῷσαι πόλιν. ^v-783

*Χορός*

**784** ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι ^v-784

**785** καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; ^v-785

**786** οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας ^v-786

**787** βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ ^v-787

**788** μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, ^v-788

**789** ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας ^v-789

**790** αἵματι Θήβας ^v-790

**791** κῶμον ἀναυλότατον προχορεύεις. ^v-791

**792** οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, ^v-792

**793** ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων ^v-793

**793a** ἱππείαις ἐπὶ χεύμασι βαίνων ^v-793a

**794** Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας ^v-794

**795** Σπαρτῶν γένναν, ^v-795

**796** ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, ^v-796

**797** ἀντίπαλον κατὰ λάινα τείχεα ^v-797

**798** χαλκῷ κοσμήσας. ^v-798

**798a** ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε ^v-798a

**799** μήσατο πήματα γᾶς βασιλεῦσιν, ^v-799

**800** Λαβδακίδαις πολυμόχθοις. ^v-800

*Χορός*

**801** ὦ ζαθέων πετάλων πολυθηρότα- ^v-801

**802** τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, ^v-802

**803** μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας, ^v-803

**804** ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, ^v-804

**805** χρυσοδέτοις περόναις ἐπίσαμον· ^v-805

**806** μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν ^v-806

**807** πένθεα γαίας ^v-807

**807a** Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, ^v-807a

**808** ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς ^v-808

**809** τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς ^v-809

**810** γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας ^v-810

**811** Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα ^v-811

**812** θάλλει παίδων ^v-812

**813** Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν. ^v-813

**814** οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν, ^v-814

**815** οὐδʼ οἱ μὴ νόμιμοι ^v-815

**816** παῖδες ματρὶ λόχευμα, μίασμα πατρός· ^v-816

**817** ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν. ^v-817

**817a** […] ^v-817a

*Χορός*

**818** ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε, ^v-818

**819** βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις, ^v-819

**820** τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος ^v-820

**821** γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· ^v-821

**822** Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους ^v-822

**823** ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας ^v-823

**824** τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα ^v-824

**825** διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, ^v-825

**826** Δίρκα χλοεροτρόφον ᾇ πεδίον ^v-826

**827** πρόπαρ Ἰσμηνοῦ καταδεύει· ^v-827

**828** Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ, ^v-828

**829** Καδμείων βασιλῆας ἐγείνατο, ^v-829

**830** μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- ^v-830

**831** ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ ^v-831

**832** Ἀρηΐοις στεφάνοισιν. ^v-832

*Τειρεσίας*

**834** ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ ^v-834

**835** ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· ^v-835

**836** δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν, ^v-836

**837** πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· ^v-837

**838** κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, ^v-838

**839** οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν ^v-839

**840** θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. ^v-840

**841** τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι ^v-841

**842** πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς ^v-842

**843** πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, ^v-843

**844** πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. ^v-844

*Κρέων*

**845** θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς ^v-845

**846** ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον· ^v-846

**847** ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ ^v-847

**848** χειρὸς θυραίας ἀναμένειν κουφίσματα. ^v-848

*Τειρεσίας*

**849** εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον; ^v-849

*Κρέων*

**850** οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος ^v-850

**851** καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. ^v-851

*Τειρεσίας*

**852** κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο ^v-852

**853** δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· ^v-853

**854** κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, ^v-854

**855** οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· ^v-855

**856** καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω ^v-856

**857** λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. ^v-857

*Κρέων*

**858** οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· ^v-858

**859** ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ, ^v-859

**860** δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. ^v-860

**861** βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις ^v-861

**862** ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· ^v-862

**863** ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα, ^v-863

**864** τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν. ^v-864

*Τειρεσίας*

**865** Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα ^v-865

**866** χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν, ^v-866

**867** λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ^v-867

**868** ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν ^v-868

**869** πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· ^v-869

**870** αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ ^v-870

**871** θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ^v-871

**872** ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ ^v-872

**873** χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ^v-873

**874** ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ ^v-874

**875** οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ ^v-875

**876** ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς ^v-876

**877** δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ^v-877

**878** ἁγὼ τί ⟨οὐ⟩ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη ^v-878

**879** ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου; ^v-879

**880** ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· ^v-880

**881** πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες ^v-881

**882** Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη ^v-882

**883** πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. ^v-883

**884** σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, ^v-884

**885** εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ^v-885

**886** ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου ^v-886

**887** μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός, ^v-887

**888** ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ^v-888

**889** ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, ^v-889

**890** μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ^v-890

**891** ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς ^v-891

**892** πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις ^v-892

**893** πόλει παρασχεῖν φάρμακον σωτηρίας — ^v-893

**894** ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα ^v-894

**895** τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; ^v-895

*Κρέων*

**896** ἐπίσχες αὐτοῦ, πρέσβυ. ^v-896

*Τειρεσίας*

**896b** μὴ ʼπιλαμβάνου. ^v-896b

*Κρέων*

**897** μεῖνον, τί φεύγεις; ^v-897

*Τειρεσίας*

**897b** ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ. ^v-897b

*Κρέων*

**898** φράσον πολίταις καὶ πόλει σωτηρίαν. ^v-898

*Τειρεσίας*

**899** βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. ^v-899

*Κρέων*

**900** καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; ^v-900

*Τειρεσίας*

**901** θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; ^v-901

*Κρέων*

**902** ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; ^v-902

*Τειρεσίας*

**903** κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. ^v-903

**904** πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ^v-904

**905** ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν; ^v-905

*Κρέων*

**906** ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. ^v-906

*Τειρεσίας*

**907** ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. ^v-907

*Κρέων*

**908** ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. ^v-908

*Τειρεσίας*

**909** βούλῃ παρόντος δῆτά σοι τούτου φράσω; ^v-909

*Κρέων*

**910** κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. ^v-910

*Τειρεσίας*

**911** ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· ^v-911

**912** [ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν] ^v-912

**913** σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας, ^v-913

**914** σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. ^v-914

*Κρέων*

**915** τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον; ^v-915

*Τειρεσίας*

**916** ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. ^v-916

*Κρέων*

**917** ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. ^v-917

*Τειρεσίας*

**918** σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. ^v-918

*Κρέων*

**919** οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. ^v-919

*Τειρεσίας*

**920** ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν. ^v-920

*Κρέων*

**921** χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. ^v-921

*Τειρεσίας*

**922** ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς; ^v-922

*Κρέων*

**923** ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς — ^v-923

*Τειρεσίας*

**924** τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά. ^v-924

*Κρέων*

**925** σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. ^v-925

*Τειρεσίας*

**926** ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν. ^v-926

*Κρέων*

**927** τί δή με δράσεις; παῖδά μου κατακτενεῖς; ^v-927

*Τειρεσίας*

**928** ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται. ^v-928

*Κρέων*

**929** ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν; ^v-929

*Τειρεσίας*

**930** ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων. ^v-930

**931** δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ^v-931

**932** ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, ^v-932

**933** σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς ^v-933

**934** Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ^v-934

**935** ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. ^v-935

**936** καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη. ^v-936

**937** χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος ^v-937

**938** αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ ^v-938

**939** γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν ^v-939

**940** σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν ^v-940

**941** τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. ^v-941

**942** σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους ^v-942

**943** ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο, ^v-943

**944** οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι ^v-944

**945** σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος· ^v-945

**946** κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος. ^v-946

**947** οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει ^v-947

**948** θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. ^v-948

**949** πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε ^v-949

**950** θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, ^v-950

**951** κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν ^v-951

**952** τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. ^v-952

**953** τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον, ^v-953

**954** πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ, ^v-954

**955** μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, ^v-955

**956** πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ· ^v-956

**957** ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων ^v-957

**958** ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον ^v-958

**959** χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα. ^v-959

*Χορός*

**960** Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας; ^v-960

**961** κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. ^v-961

*Κρέων*

**962** τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι. ^v-962

**963** ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς, ^v-963

**964** ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. ^v-964

**965** πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, ^v-965

**966** οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. ^v-966

**967** μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα. ^v-967

**968** αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου — ^v-968

**969** θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. ^v-969

**970** ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ^v-970

**971** ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα, ^v-971

**972** φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός· ^v-972

**973** λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, ^v-973

**974** [πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών·] ^v-974

**975** κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία· ^v-975

**976** ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. ^v-976

*Μενοικεύς*

**977** ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων; ^v-977

*Κρέων*

**978** ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ. ^v-978

*Μενοικεύς*

**979** οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ. ^v-979

*Κρέων*

**980** Δελφοὺς περάσας — ^v-980

*Μενοικεύς*

**980b** ποῖ με χρή, πάτερ, μολεῖν; ^v-980b

*Κρέων*

**981** Αἰτωλίδʼ ἐς γῆν. ^v-981

*Μενοικεύς*

**981b** ἐκ δὲ τῆσδε ποῖ περῶ; ^v-981b

*Κρέων*

**982** Θεσπρωτὸν οὖδας. ^v-982

*Μενοικεύς*

**982b** σεμνὰ Δωδώνης βάθρα; ^v-982b

*Κρέων*

**983** ἔγνως. ^v-983

*Μενοικεύς*

**983b** τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται; ^v-983b

*Κρέων*

**984** πόμπιμος ὁ δαίμων. ^v-984

*Μενοικεύς*

**984b** χρημάτων δὲ τίς πόρος; ^v-984b

*Κρέων*

**985** ἐγὼ πορεύσω χρυσόν. ^v-985

*Μενοικεύς*

**985b** εὖ λέγεις, πάτερ. ^v-985b

**986** χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών, ^v-986

**987** ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω, ^v-987

**988** μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς — ^v-988

**989** [προσηγορήσων εἶμι καὶ σῴσων βίον.] ^v-989

**990** ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. — ^v-990

**991** γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, ^v-991

**992** κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν· ^v-992

**993** ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, ^v-993

**994** καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν ^v-994

**995** γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει, ^v-995

**996** προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο. ^v-996

**997** ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν ^v-997

**998** ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός. ^v-998

**999** αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι ^v-999

**1000** κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι ^v-1000

**1001** στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν, ^v-1001

**1002** πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ· ^v-1002

**1003** ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς ^v-1003

**1004** πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς ^v-1004

**1005** ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι. ^v-1005

**1006** μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον, ^v-1006

**1007** ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ ^v-1007

**1008** Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο. ^v-1008

**1009** ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων ^v-1009

**1010** σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ ^v-1010

**1011** δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο, ^v-1011

**1012** ἐλευθερώσω γαῖαν· εἴρηται λόγος. ^v-1012

**1013** στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει ^v-1013

**1014** δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα. ^v-1014

**1015** εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις ^v-1015

**1016** χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι ^v-1016

**1017** πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων ^v-1017

**1018** πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν. ^v-1018

*Χορός*

**1019** ἔβας ἔβας, ^v-1019

**1019a** ὦ πτεροῦσσα, γᾶς λόχευμα ^v-1019a

**1020** νερτέρου τʼ Ἐχίδνας, ^v-1020

**1021** Καδμείων ἁρπαγά, ^v-1021

**1022** πολύφθορος πολύστονος ^v-1022

**1023** μειξοπάρθενος, ^v-1023

**1023a** δάιον τέρας, ^v-1023a

**1024** φοιτάσι πτεροῖς ^v-1024

**1025** χαλαῖσί τʼ ὠμοσίτοις· ^v-1025

**1026** Διρκαίων ἅ ποτʼ ἐκ ^v-1026

**1027** τόπων νέους πεδαίρουσʼ ^v-1027

**1028** ἄλυρον ἀμφὶ μοῦσαν ^v-1028

**1029** ὀλομέναν τʼ Ἐρινὺν ^v-1029

**1030** ἔφερες ἔφερες ἄχεα πατρίδι ^v-1030

**1031** φόνια· φόνιος ἐκ θεῶν ^v-1031

**1032** ὃς τάδʼ ἦν ὁ πράξας. ^v-1032

**1033** ἰάλεμοι δὲ ματέρων, ^v-1033

**1034** ἰάλεμοι δὲ παρθένων ^v-1034

**1035** ἐστέναζον οἴκοις· ^v-1035

**1036** ἰηιήιον βοάν, ^v-1036

**1037** ἰηιήιον μέλος, ^v-1037

**1038** ἄλλος ἄλλʼ ἐπωτότυζε ^v-1038

**1038a** διαδοχαῖς ἀνὰ πτόλιν. ^v-1038a

**1039** βροντᾷ δὲ στεναγμὸς ^v-1039

**1040** ἀχά τʼ ἦν ὅμοιος, ^v-1040

**1041** ὁπότε πόλεος ἀφανίσειεν ^v-1041

**1042** ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν. ^v-1042

*Χορός*

**1043** χρόνῳ δʼ ἔβα ^v-1043

**1043a** Πυθίαις ἀποστολαῖσιν ^v-1043a

**1044** Οἰδίπους ὁ τλάμων ^v-1044

**1045** Θηβαίαν τάνδε γᾶν ^v-1045

**1046** τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη· ^v-1046

**1047** ματρὶ γὰρ γάμους ^v-1047

**1048** δυσγάμους τάλας ^v-1048

**1049** καλλίνικος ὢν ^v-1049

**1049a** αἰνιγμάτων συνάπτει, ^v-1049a

**1050** μιαίνει δὲ πτόλιν· ^v-1050

**1051** διʼ αἱμάτων δʼ ἀμείβει ^v-1051

**1052** μυσαρὸν εἰς ἀγῶνα ^v-1052

**1053** καταβαλὼν ἀραῖσι ^v-1053

**1054** τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ, ^v-1054

**1055** ὃς ἐπὶ θάνατον οἴχεται ^v-1055

**1056** γᾶς ὑπὲρ πατρῴας, ^v-1056

**1057** Κρέοντι μὲν λιπὼν γόους, ^v-1057

**1058** τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς ^v-1058

**1059** καλλίνικα θήσων. ^v-1059

**1060** γενοίμεθʼ ὧδε ματέρες ^v-1060

**1061** γενοίμεθʼ εὔτεκνοι, φίλα ^v-1061

**1062** Παλλάς, ἃ δράκοντος αἷμα ^v-1062

**1063** λιθόβολον κατειργάσω, ^v-1063

**1064** Καδμείαν μέριμναν ^v-1064

**1064a** ὁρμήσασʼ ἐπʼ ἔργον, ^v-1064a

**1065** ὅθεν ἐπέσυτο τάνδε γαῖαν ^v-1065

**1066** ἁρπαγαῖσι δαιμόνων τις ἄτα. ^v-1066

*Ἄγγελος*

**1067** ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ; ^v-1067

**1068** ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων. ^v-1068

**1069** ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως ^v-1069

**1070** ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, ^v-1070

**1071** λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων. ^v-1071

*Ἰοκάστη*

**1072** ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων ^v-1072

**1073** Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα ^v-1073

**1074** βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη; ^v-1074

**1075** [τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;] ^v-1075

**1076** τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι. ^v-1076

*Ἄγγελος*

**1077** ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς ⟨σʼ⟩ ἀπαλλάξω φόβου. ^v-1077

*Ἰοκάστη*

**1078** τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί; ^v-1078

*Ἄγγελος*

**1079** ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. ^v-1079

*Ἰοκάστη*

**1080** ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; ^v-1080

*Ἄγγελος*

**1081** ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης ^v-1081

**1082** κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. ^v-1082

*Ἰοκάστη*

**1083** ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι ^v-1083

**1084** οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος. ^v-1084

*Ἄγγελος*

**1085** ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων. ^v-1085

*Ἰοκάστη*

**1086** εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ ^v-1086

**1087** πυλῶν ἀπεστήσασθε πυργηρούμενοι; ^v-1087

**1088** λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας ^v-1088

**1089** ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. ^v-1089

*Ἄγγελος*

**1090** ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν ^v-1090

**1091** πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος ^v-1091

**1092** λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, ^v-1092

**1093** λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας ^v-1093

**1094** πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός, ^v-1094

**1095** σὸς παῖς, ἐφέδρους ⟨δʼ⟩ ἱππότας μὲν ἱππόταις ^v-1095

**1096** ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι, ^v-1096

**1097** ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς ^v-1097

**1098** ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων ^v-1098

**1099** λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν ^v-1099

**1100** Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας ^v-1100

**1101** δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. ^v-1101

**1102** παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ ^v-1102

**1103** ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα. ^v-1103

**1104** καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις ^v-1104

**1105** λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα ^v-1105

**1106** ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος, ^v-1106

**1107** ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει, ^v-1107

**1108** ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον ^v-1108

**1109** χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας ^v-1109

**1110** πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι ^v-1110

**1111** ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων ^v-1111

**1112** ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα. ^v-1112

**1113** Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ ^v-1113

**1114** ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει ^v-1114

**1115** στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, ^v-1115

**1116** τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα ^v-1116

**1117** βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα, ^v-1117

**1118** ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν. ^v-1118

**1119** Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις ^v-1119

**1120** Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι ^v-1120

**1121** χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα ^v-1121

**1122** Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν. ^v-1122

**1123** ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις ^v-1123

**1124** Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι ^v-1124

**1125** ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, ^v-1125

**1126** εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι ^v-1126

**1127** πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. ^v-1127

**1128** ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν ^v-1128

**1129** Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις· ^v-1129

**1130** σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν ^v-1130

**1131** γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν ^v-1131

**1132** φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, ^v-1132

**1133** ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις. ^v-1133

**1134** ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, ^v-1134

**1135** ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ, ^v-1135

**1136** [ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν] ^v-1136

**1137** Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων ^v-1137

**1138** δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. ^v-1138

**1139** παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα ^v-1139

**1140** ξύνθημα παρφέροντι ποιμέσιν λόχων. ^v-1140

**1141** καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις ^v-1141

**1142** ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις ^v-1142

**1143** πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ, ^v-1143

**1144** ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος· ^v-1144

**1145** ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, ^v-1145

**1146** τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις, ^v-1146

**1147** γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται; ^v-1147

**1148** ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· ^v-1148

**1149** πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι, ^v-1149

**1150** ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων ^v-1150

**1151** πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· ^v-1151

**1152** ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς. ^v-1152

**1153** ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος ^v-1153

**1154** τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ ^v-1154

**1155** πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· ^v-1155

**1156** ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ ^v-1156

**1157** Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ ^v-1157

**1158** ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο· ^v-1158

**1159** ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς ^v-1159

**1160** ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν ^v-1160

**1161** καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον ^v-1161

**1162** τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ. ^v-1162

**1163** ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας, ^v-1163

**1164** ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ. ^v-1164

**1165** ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς ^v-1165

**1166** Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα ^v-1166

**1167** πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων ^v-1167

**1168** λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν ^v-1168

**1169** κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, ^v-1169

**1170** πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας ^v-1170

**1171** ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν. ^v-1171

**1172** Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο; ^v-1172

**1173** μακραύχενος γὰρ κλίμακος προσαμβάσεις ^v-1173

**1174** ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε, ^v-1174

**1175** μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς ^v-1175

**1176** τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν. ^v-1176

**1177** καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος ^v-1177

**1178** ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας, ^v-1178

**1179** κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα. ^v-1179

**1180** ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων ^v-1180

**1181** βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ ^v-1181

**1182** χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων ^v-1182

**1183** [ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,] ^v-1183

**1184** [κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,] ^v-1184

**1185** [χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος] ^v-1185

**1186** εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός. ^v-1186

**1187** ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, ^v-1187

**1188** ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν. ^v-1188

**1189** οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας ^v-1189

**1190** ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους ^v-1190

**1191** ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα ^v-1191

**1192** συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά· ^v-1192

**1193** ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, ^v-1193

**1194** τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι, ^v-1194

**1195** νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ. ^v-1195

**1196** πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς ^v-1196

**1197** ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς ^v-1197

**1198** ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει· ^v-1198

**1199** καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις. ^v-1199

*Χορός*

**1200** καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ ^v-1200

**1201** γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ. ^v-1201

*Ἰοκάστη*

**1202** καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει· ^v-1202

**1203** παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. ^v-1203

**1204** Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων ^v-1204

**1205** τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, ^v-1205

**1206** παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, ^v-1206

**1207** ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν, ^v-1207

**1208** τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον. ^v-1208

*Ἄγγελος*

**1209** ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς. ^v-1209

*Ἰοκάστη*

**1210** τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον. ^v-1210

*Ἄγγελος*

**1211** μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους; ^v-1211

*Ἰοκάστη*

**1212** καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν. ^v-1212

*Ἄγγελος*

**1213** μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. ^v-1213

*Ἰοκάστη*

**1214** κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. ^v-1214

*Ἄγγελος*

**1215** κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά. ^v-1215

*Ἰοκάστη*

**1216** ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. ^v-1216

*Ἄγγελος*

**1217** αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου ^v-1217

**1218** φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά; ^v-1218

**1219** τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα ^v-1219

**1220** αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, ^v-1220

**1221** λέξαντες Ἀργείοισι Καδμείοισί τε ^v-1221

**1222** ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον. ^v-1222

**1223** Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς ^v-1223

**1224** πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· ^v-1224

**1225** [ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται] ^v-1225

**1226** Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε, ^v-1226

**1227** Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν ^v-1227

**1228** ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ. ^v-1228

**1229** ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς ^v-1229

**1230** μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· ^v-1230

**1231** κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος, ^v-1231

**1232** ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ· ^v-1232

**1233** ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα ^v-1233

**1234** νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, ^v-1234

**1235** Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. ^v-1235

**1236** τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος ^v-1236

**1237** ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. ^v-1237

**1238** πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε ^v-1238

**1239** Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι. ^v-1239

**1240** ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις ^v-1240

**1241** ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται. ^v-1241

**1242** ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις ^v-1242

**1243** δισσοὶ γέροντος Οἰδίπου νεανίαι· ^v-1243

**1244** φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς ^v-1244

**1245** Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. ^v-1245

**1246** ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην ^v-1246

**1247** μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ. ^v-1247

**1248** παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων ^v-1248

**1249** λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε· ^v-1249

**1250** Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας ^v-1250

**1251** τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον· ^v-1251

**1252** Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς, ^v-1252

**1253** νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς. ^v-1253

**1254** τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην. ^v-1254

**1255** μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς ^v-1255

**1256** ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν ^v-1256

**1257** ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει, ^v-1257

**1258** νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων. ^v-1258

**1259** ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους ^v-1259

**1260** ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα ^v-1260

**1261** δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας· ^v-1261

**1262** κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται ^v-1262

**1263** δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν. ^v-1263

*Ἰοκάστη*

**1264** ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος· ^v-1264

**1265** οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι ^v-1265

**1266** νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, ^v-1266

**1267** ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν ^v-1267

**1268** ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ ^v-1268

**1269** ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. ^v-1269

*Ἀντιγόνη*

**1270** τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν ^v-1270

**1271** φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος; ^v-1271

*Ἰοκάστη*

**1272** ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. ^v-1272

*Ἀντιγόνη*

**1273** πῶς εἶπας; ^v-1273

*Ἰοκάστη*

**1273b** αἰχμὴν ἐς μίαν καθέστατον. ^v-1273b

*Ἀντιγόνη*

**1274** οἲ ʼγώ, τί λέξεις, μῆτερ; ^v-1274

*Ἰοκάστη*

**1274b** οὐ φίλʼ, ἀλλʼ ἕπου. ^v-1274b

*Ἀντιγόνη*

**1275** ποῖ, παρθενῶνας ἐκλιποῦσʼ; ^v-1275

*Ἰοκάστη*

**1275b** ἀνὰ στρατόν. ^v-1275b

*Ἀντιγόνη*

**1276** αἰδούμεθʼ ὄχλον. ^v-1276

*Ἰοκάστη*

**1276b** οὐκ ἐν αἰσχύνῃ τὰ σά. ^v-1276b

*Ἀντιγόνη*

**1277** δράσω δὲ δὴ τί; ^v-1277

*Ἰοκάστη*

**1277b** συγγόνων λύσεις ἔριν. ^v-1277b

*Ἀντιγόνη*

**1278** τί δρῶσα, μῆτερ; ^v-1278

*Ἰοκάστη*

**1278b** προσπίτνουσʼ ἐμοῦ μέτα. ^v-1278b

*Ἀντιγόνη*

**1279** ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον. ^v-1279

*Ἰοκάστη*

**1280** ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω ^v-1280

**1281** παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος· ^v-1281

**1283** θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι. ^v-1283

*Χορός*

**1284** αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ ^v-1284

**1285** τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν ^v-1285

**1286** ἔλεος ἔλεος ἔμολε μα- ^v-1286

**1287** τέρος δειλαίας. ^v-1287

**1288** δίδυμα τέκεα πότερος ἄρα ^v-1288

**1289** πότερον αἱμάξει — ^v-1289

**1290** ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ — ^v-1290

**1291** ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν ^v-1291

**1292** διʼ ἀσπίδων, διʼ αἱμάτων; ^v-1292

**1294** τάλαινʼ ἐγὼ τάλαινα, πό- ^v-1294

**1295** τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω; ^v-1295

*Χορός*

**1296** φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες, ^v-1296

**1297** φόνιαι ψυχαὶ δορὶ παλλόμεναι ^v-1297

**1298** πέσεα πέσεα δάιʼ αὐ- ^v-1298

**1299** τίχʼ αἱμάξετον. ^v-1299

**1300** τάλανες, ὅ τι ποτὲ μονομάχον ^v-1300

**1301** ἐπὶ φρένʼ ἠλθέτην, ^v-1301

**1302** βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν ^v-1302

**1303** μελομέναν νεκροῖς δάκρυσι θρηνήσω. ^v-1303

**1304** σχεδὸν τύχα πέλας φόνου· ^v-1304

**1305** κρινεῖ φάος τὸ μέλλον. ἄ- ^v-1305

**1306** ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων. ^v-1306

*Χορός*

**1307** ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ ^v-1307

**1308** πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους. ^v-1308

*Κρέων*

**1310** οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλιν ^v-1310

**1311** στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος ^v-1311

**1312** [τοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι;] ^v-1312

**1313** ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών, ^v-1313

**1314** τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί· ^v-1314

**1315** ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν ^v-1315

**1316** αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν, ^v-1316

**1317** βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέτα ^v-1317

**1318** γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως ^v-1318

**1319** λούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν. ^v-1319

**1320** τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα ^v-1320

**1321** τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν. ^v-1321

*Χορός*

**1322** βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων ^v-1322

**1323** κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί. ^v-1323

*Κρέων*

**1324** ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι. ^v-1324

*Χορός*

**1325** ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ ^v-1325

**1326** ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ. ^v-1326

*Κρέων*

**1327** πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ ^v-1327

**1328** οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι. ^v-1328

*Χορός*

**1329** ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι· ^v-1329

**1330** δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, ^v-1330

**1331** ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. ^v-1331

*Κρέων*

**1332** οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, ^v-1332

**1333** σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου ^v-1333

**1334** στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον. ^v-1334

*Ἄγγελος*

**1335** ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους; ^v-1335

*Κρέων*

**1336** οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. ^v-1336

*Ἄγγελος*

**1337** ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά. ^v-1337

*Κρέων*

**1338** πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί; ^v-1338

*Ἄγγελος*

**1339** οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον. ^v-1339

*Κρέων*

**1340** αἰαῖ· ^v-1340

**1341** μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. ^v-1341

**1342** ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε ^v-1342

**1343** παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων; ^v-1343

*Χορός*

**1344** ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν. ^v-1344

*Κρέων*

**1345** οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, ^v-1345

**1346** [οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.] ^v-1346

*Ἄγγελος*

**1347** εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά. ^v-1347

*Κρέων*

**1348** καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα; ^v-1348

*Ἄγγελος*

**1349** τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. ^v-1349

*Χορός*

**1350** ἀνάγετʼ ἀνάγετε κωκυ- ^v-1350

**1351** τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν. ^v-1351

*Κρέων*

**1352** ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου ^v-1352

**1353** γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. ^v-1353

**1354** πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος ^v-1354

**1355** ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι. ^v-1355

*Ἄγγελος*

**1356** τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς ^v-1356

**1357** οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ^v-1357

**1358** [ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.] ^v-1358

**1359** ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις ^v-1359

**1360** οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ^v-1360

**1361** ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον ^v-1361

**1362** [δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα] ^v-1362

**1363** ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός. ^v-1363

**1364** βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς· ^v-1364

**1365** ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις ^v-1365

**1366** ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα — ^v-1366

**1367** δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν ^v-1367

**1368** καθαιματῶσαι δεξιὰν νικηφόρον· — ^v-1368

**1369** [αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.] ^v-1369

**1370** [πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,] ^v-1370

**1371** [κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.] ^v-1371

**1372** Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος ^v-1372

**1373** βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη, ^v-1373

**1374** δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ^v-1374

**1375** ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν ^v-1375

**1376** κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ^v-1376

**1377** ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς ^v-1377

**1378** σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ^v-1378

**1379** ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· ^v-1379

**1380** κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν ^v-1380

**1381** ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· ^v-1381

**1382** ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις, ^v-1382

**1383** ὅπως σίδηρος ἐξολισθάνοι μάτην. ^v-1383

**1384** εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, ^v-1384

**1385** λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ^v-1385

**1386** ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν ^v-1386

**1387** ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. ^v-1387

**1388** πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς ^v-1388

**1389** ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν. ^v-1389

**1390** Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον ^v-1390

**1391** ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος ^v-1391

**1392** τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί, ^v-1392

**1393** πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, ^v-1393

**1394** κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· ^v-1394

**1395** στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. ^v-1395

**1396** κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν ^v-1396

**1397** ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ ^v-1397

**1398** διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς ^v-1398

**1399** Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ. ^v-1399

**1400** ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν ^v-1400

**1401** χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον ^v-1401

**1402** μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης ^v-1402

**1403** ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν. ^v-1403

**1404** ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων ^v-1404

**1405** ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας ^v-1405

**1406** πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης. ^v-1406

**1407** καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν ^v-1407

**1408** ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός. ^v-1408

**1409** ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, ^v-1409

**1410** λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, ^v-1410

**1411** πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, ^v-1411

**1412** προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ ^v-1412

**1413** καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν. ^v-1413

**1414** ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας ^v-1414

**1415** σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ^v-1415

**1416** ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ^v-1416

**1417** ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν ^v-1417

**1418** τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ^v-1418

**1419** ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ, ^v-1419

**1420** σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, ^v-1420

**1421** μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος. ^v-1421

**1422** Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. ^v-1422

**1423** γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας ^v-1423

**1424** πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. ^v-1424

*Χορός*

**1425** φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω· ^v-1425

**1426** τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός. ^v-1426

*Ἄγγελος*

**1427** ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά. ^v-1427

**1428** ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον, ^v-1428

**1429** ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει ^v-1429

**1430** σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. ^v-1430

**1431** τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς ^v-1431

**1432** ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος ^v-1432

**1433** πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα ^v-1433

**1434** ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον ^v-1434

**1435** στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ· ^v-1435

**1436** ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς ^v-1436

**1437** προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο ^v-1437

**1438** φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ ^v-1438

**1439** ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα ^v-1439

**1440** φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο ^v-1440

**1441** προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ^v-1441

**1442** ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν ^v-1442

**1443** γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε· ^v-1443

**1444** Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ ^v-1444

**1445** καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. ^v-1445

**1446** φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος. ^v-1446

**1447** θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ^v-1447

**1448** ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην ^v-1448

**1449** παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω ^v-1449

**1450** χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ^v-1450

**1451** ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, ^v-1451

**1452** μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι — ^v-1452

**1453** καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος. ^v-1453

**1454** ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον. ^v-1454

**1455** μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν, ^v-1455

**1456** ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφος ^v-1456

**1457** κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος ^v-1457

**1458** ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις ^v-1458

**1459** θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας. ^v-1459

**1460** ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων, ^v-1460

**1461** ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν, ^v-1461

**1462** οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις, ^v-1462

**1463** οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί, ^v-1463

**1464** οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι. ^v-1464

**1465** κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα. ^v-1465

**1466** οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ ^v-1466

**1467** καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι· ^v-1467

**1468** κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον ^v-1468

**1469** Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν. ^v-1469

**1470** κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν ^v-1470

**1471** φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν ^v-1471

**1472** λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ, ^v-1472

**1473** οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας, ^v-1473

**1474** οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν ^v-1474

**1475** σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν. ^v-1475

**1476** ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα ^v-1476

**1477** νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις. ^v-1477

**1478** πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι ^v-1478

**1479** τῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι. ^v-1479

*Χορός*

**1480** οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία ^v-1480

**1481** δώματος ἥκει· πάρα γὰρ λεύσσειν ^v-1481

**1482** πτώματα νεκρῶν τρισσῶν ἤδη ^v-1482

**1483** τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ ^v-1483

**1484** σκοτίαν αἰῶνα λαχόντων. ^v-1484

*Ἀντιγόνη*

**1485** οὐ προκαλυπτομένα βοτρυχώδεος ^v-1485

**1486** ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί- ^v-1486

**1488** ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου, ^v-1488

**1489** αἰδομένα φέρομαι βάκχα νεκύ- ^v-1489

**1490** ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ- ^v-1490

**1491** μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ^v-1491

**1492** ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι. ^v-1492

**1493** ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι· ^v-1493

**1495** σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — ^v-1495

**1496** Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ ^v-1496

**1497** αἵματι δεινῷ, αἵματι λυγρῷ. ^v-1497

**1498** τίνα προσῳδὸν ^v-1498

**1499** ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ ^v-1499

**1500** δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ^v-1500

**1501** ἀγκαλέσωμαι, ^v-1501

**1502** τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα, ^v-1502

**1503** ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος; ^v-1503

**1504** ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, ^v-1504

**1505** τᾶς ἀγρίας ὅτε ^v-1505

**1506** δυσξυνέτου ξυνετὸν μέλος ἔγνω ^v-1506

**1507** Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ^v-1507

**1508** ἰώ μοί μοι, πάτερ, ^v-1508

**1509** τίς Ἑλλὰς ἢ βάρβαρος ἢ ^v-1509

**1510** τῶν προπάροιθʼ εὐγενετᾶν ^v-1510

**1511** ἕτερος ἔτλα κακῶν τοσῶνδʼ ^v-1511

**1512** αἵματος ἁμερίου ^v-1512

**1513** τοιάδʼ ἄχεα φανερά; ^v-1513

**1514** τάλαινʼ, ὡς ἐλελίζει — ^v-1514

**1515** τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ ^v-1515

**1516** ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, ^v-1516

**1517** μονομάτορσιν ὀδυρμοῖς ^v-1517

**1518** ἐμοῖς ἄχεσι συνῳδός; ^v-1518

**1519** αἴλινον αἰάγμασιν ἃ ^v-1519

**1520** τοῖσδε προκλαίω μονάδʼ αἰ- ^v-1520

**1521** ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν ^v-1521

**1522** λειβομένοισιν δάκρυσιν [ἰαχήσω]. ^v-1522

**1524** τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί- ^v-1524

**1525** τας σπαραγμοῖς ἀπαρχὰς βάλω; ^v-1525

**1526** ματρὸς ἐμᾶς ἢ διδύμοι- ^v-1526

**1527** σι γάλακτος παρὰ μαστοῖς ^v-1527

**1528** ἢ πρὸς ἀδελ- ^v-1528

**1529** φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν; ^v-1529

**1530** ὀτοτοτοῖ λεῖπε σοὺς ^v-1530

**1531** δόμους, ἀλαὸν ὄμμα φέρων, ^v-1531

**1532** πάτερ γεραιέ, δεῖξον, ^v-1532

**1533** Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ ^v-1533

**1534** δώμασιν ἀέριον σκότον ὄμμασι ^v-1534

**1535** σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. ^v-1535

**1536** κλύεις, ὦ κατʼ αὐλὰν ^v-1536

**1537** ἀλαίνων γεραιὸν ^v-1537

**1538** πόδʼ ἢ δεμνίοις δύ- ^v-1538

**1538a** στανος ἰαύων; ^v-1538a

*Οἰδίπους*

**1539** τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ ^v-1539

**1540** ποδὸς ἐξάγαγες ἐς φῶς ^v-1540

**1541** λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- ^v-1541

**1542** τροτάτοισιν δακρύοισιν, ^v-1542

**1543** πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ ^v-1543

**1544** νέκυν ἔνερθεν ἢ ^v-1544

**1545** πτανὸν ὄνειρον; ^v-1545

*Ἀντιγόνη*

**1546** δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, ^v-1546

**1547** πάτερ, οὐκέτι σοι τέκνα λεύσσει ^v-1547

**1548** φάος οὐδʼ ἄλοχος, παραβάκτροις ^v-1548

**1549** ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, ^v-1549

**1550** ⟨ὦ⟩ πάτερ, ὤμοι. ^v-1550

*Οἰδίπους*

**1551** ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν. ^v-1551

**1553** τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ ^v-1553

**1554** πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα. ^v-1554

*Ἀντιγόνη*

**1555** οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, ^v-1555

**1556** ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ ^v-1556

**1557** ξίφεσιν βρίθων ^v-1557

**1558** καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ^v-1558

**1559** ὦ πάτερ, ὤ μοι. ^v-1559

*Οἰδίπους*

**1560** αἰαῖ. ^v-1560

*Ἀντιγόνη*

**1560b** τί τάδε καταστένεις, ^v-1560b

*Οἰδίπους*

**1561** τέκνα. ^v-1561

*Ἀντιγόνη*

**1561b** διʼ ὀδύνας ἔβας· ^v-1561b

**1562** εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων ^v-1562

**1563** ἀελίου τάδε σώματα νεκρῶν ^v-1563

**1564** ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — ^v-1564

*Οἰδίπους*

**1565** τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· ^v-1565

**1566** ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; ^v-1566

*Ἀντιγόνη*

**1567** δάκρυα γοερὰ ^v-1567

**1567a** φανερὰ πᾶσι τιθεμένα, ^v-1567a

**1568** τέκεσι μαστὸν ἔφερεν ἔφερεν ^v-1568

**1569** ἱκέτις ἱκέτιν ὀρομένα. ^v-1569

**1570** ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα ^v-1570

**1571** λωτοτρόφον κατὰ λείμακα λόγχαις, ^v-1571

**1572** κοινὸν ἐνυάλιον, ^v-1572

**1573** μάτηρ, ὥστε λέοντας ἐναύλους, ^v-1573

**1574** μαρναμένους ἐπὶ τραύμασιν, αἵματος ^v-1574

**1575** ἤδη ψυχρὰν λοιβὰν φονίαν, ^v-1575

**1576** ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης· ^v-1576

**1577** χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω ^v-1577

**1578** σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι. ^v-1578

**1579** πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν, ^v-1579

**1580** ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς ^v-1580

**1581** τάδε τελευτᾷ. ^v-1581

*Χορός*

**1582** πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις ^v-1582

**1583** τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος. ^v-1583

*Κρέων*

**1584** οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου ^v-1584

**1585** μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον ^v-1585

**1586** ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι ^v-1586

**1587** Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς ^v-1587

**1588** Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. ^v-1588

**1589** οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· ^v-1589

**1590** σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε ^v-1590

**1591** σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ^v-1591

**1592** ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω ^v-1592

**1593** οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας ^v-1593

**1594** τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. ^v-1594

*Οἰδίπους*

**1595** ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον ^v-1595

**1596** καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· ^v-1596

**1597** ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ^v-1597

**1598** ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν ^v-1598

**1599** φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. ^v-1599

**1600** ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ ^v-1600

**1601** κτείνει με νομίσας πολέμιον πεφυκέναι· ^v-1601

**1602** χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με ^v-1602

**1603** μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν· ^v-1603

**1604** οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν ^v-1604

**1605** ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ^v-1605

**1606** ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ […] ^v-1606

**1606a** […] δουλεῦσαί τέ μοι ^v-1606a

**1607** δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. ^v-1607

**1608** κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ ^v-1608

**1609** ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, ^v-1609

**1610** παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ^v-1610

**1611** ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. ^v-1611

**1612** οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ ^v-1612

**1613** ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον ^v-1613

**1614** ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην. ^v-1614

**1615** εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ; ^v-1615

**1616** τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ; ^v-1616

**1617** ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι. ^v-1617

**1618** ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι. ^v-1618

**1619** ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον; ^v-1619

**1620** πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον; ^v-1620

**1621** ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. ^v-1621

**1622** οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ ^v-1622

**1623** κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς ^v-1623

**1624** οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς. ^v-1624

*Κρέων*

**1625** σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ^v-1625

**1626** ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα. ^v-1626

**1627** νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν ^v-1627

**1628** ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν ^v-1628

**1629** πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν ^v-1629

**1630** ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός. ^v-1630

**1631** κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· ^v-1631

**1632** ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ ^v-1632

**1633** ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. ^v-1633

**1634** [ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.] ^v-1634

**1635** σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν ^v-1635

**1636** κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω ^v-1636

**1637** καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν ^v-1637

**1638** μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. ^v-1638

*Ἀντιγόνη*

**1639** ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς. ^v-1639

**1640** ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· ^v-1640

**1641** οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ, ^v-1641

**1642** ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ^v-1642

**1643** ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· ^v-1643

**1644** τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός; ^v-1644

**1645** τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; ^v-1645

*Κρέων*

**1646** Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε. ^v-1646

*Ἀντιγόνη*

**1647** ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. ^v-1647

*Κρέων*

**1648** πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν; ^v-1648

*Ἀντιγόνη*

**1649** οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα. ^v-1649

*Κρέων*

**1650** τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται; ^v-1650

*Ἀντιγόνη*

**1651** οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. ^v-1651

*Κρέων*

**1652** εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. ^v-1652

*Ἀντιγόνη*

**1653** οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. ^v-1653

*Κρέων*

**1654** καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. ^v-1654

*Ἀντιγόνη*

**1655** τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς; ^v-1655

*Κρέων*

**1656** ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται. ^v-1656

*Ἀντιγόνη*

**1657** ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. ^v-1657

*Κρέων*

**1658** σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. ^v-1658

*Ἀντιγόνη*

**1659** ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. ^v-1659

*Κρέων*

**1660** λάζυσθε τήνδε κἀς δόμους κομίζετε. ^v-1660

*Ἀντιγόνη*

**1661** οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ. ^v-1661

*Κρέων*

**1662** ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ. ^v-1662

*Ἀντιγόνη*

**1663** κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. ^v-1663

*Κρέων*

**1664** ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν. ^v-1664

*Ἀντιγόνη*

**1665** ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον. ^v-1665

*Κρέων*

**1666** μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε. ^v-1666

*Ἀντιγόνη*

**1667** σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα. ^v-1667

*Κρέων*

**1668** ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει. ^v-1668

*Ἀντιγόνη*

**1669** ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν. ^v-1669

*Κρέων*

**1670** οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. ^v-1670

*Ἀντιγόνη*

**1671** ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι. ^v-1671

*Κρέων*

**1672** οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις. ^v-1672

*Ἀντιγόνη*

**1673** ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε; ^v-1673

*Κρέων*

**1674** πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος; ^v-1674

*Ἀντιγόνη*

**1675** νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν. ^v-1675

*Κρέων*

**1676** εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν; ^v-1676

*Ἀντιγόνη*

**1677** ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος. ^v-1677

*Κρέων*

**1678** τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων; ^v-1678

*Ἀντιγόνη*

**1679** συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί. ^v-1679

*Κρέων*

**1680** γενναιότης σοι, μωρία δʼ ἔνεστί τις. ^v-1680

*Ἀντιγόνη*

**1681** καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω. ^v-1681

*Κρέων*

**1682** ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα. ^v-1682

*Οἰδίπους*

**1683** ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας. ^v-1683

*Ἀντιγόνη*

**1684** ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ; ^v-1684

*Οἰδίπους*

**1685** μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά. ^v-1685

*Ἀντιγόνη*

**1686** καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ; ^v-1686

*Οἰδίπους*

**1687** πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ. ^v-1687

*Ἀντιγόνη*

**1688** ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; ^v-1688

*Οἰδίπους*

**1689** ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν. ^v-1689

*Ἀντιγόνη*

**1690** οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν; ^v-1690

*Οἰδίπους*

**1691** αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί. ^v-1691

*Ἀντιγόνη*

**1692** οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ. ^v-1692

*Οἰδίπους*

**1693** προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. ^v-1693

*Ἀντιγόνη*

**1694** ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. ^v-1694

*Οἰδίπους*

**1695** ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη. ^v-1695

*Ἀντιγόνη*

**1696** οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά. ^v-1696

*Οἰδίπους*

**1697** Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ; ^v-1697

*Ἀντιγόνη*

**1698** τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. ^v-1698

*Οἰδίπους*

**1699** πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ. ^v-1699

*Ἀντιγόνη*

**1700** ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. ^v-1700

*Οἰδίπους*

**1701** ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός. ^v-1701

*Ἀντιγόνη*

**1702** ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί. ^v-1702

*Οἰδίπους*

**1703** νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. ^v-1703

*Ἀντιγόνη*

**1704** ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά; ^v-1704

*Οἰδίπους*

**1705** ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον. ^v-1705

*Ἀντιγόνη*

**1706** ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; ^v-1706

*Οἰδίπους*

**1707** ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ. ^v-1707

**1708** ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί, ^v-1708

**1709** ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς. ^v-1709

*Ἀντιγόνη*

**1710** ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, ^v-1710

**1711** πάτερ γεραιέ, πομπίμαν ^v-1711

**1712** ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν. ^v-1712

*Οἰδίπους*

**1713** ⟨ἰδοὺ⟩ ἰδού, πορεύομαι· ^v-1713

**1715** τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. ^v-1715

*Ἀντιγόνη*

**1716** γενόμεθα γενόμεθʼ, ἄθλιαί ^v-1716

**1717** γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. ^v-1717

*Οἰδίπους*

**1718** πόθι γεραιὸν ἴχνος τίθημι; ^v-1718

**1719** βάκτρα πρόσφερʼ, ὦ τέκνον. ^v-1719

*Ἀντιγόνη*

**1720** τᾷδε τᾷδε βᾶθί μοι, ^v-1720

**1721** τᾷδε τᾷδε πόδα τιθείς, ^v-1721

**1722** ὥστʼ ὄνειρον ἰσχύν. ^v-1722

*Οἰδίπους*

**1723** ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς ^v-1723

**1724** ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας. ^v-1724

**1725** ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς. ^v-1725

*Ἀντιγόνη*

**1726** τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς, ^v-1726

**1727** οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας. ^v-1727

*Οἰδίπους*

**1728** ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- ^v-1728

**1729** λίνικον οὐράνιον ἔβαν ^v-1729

**1730** ⟨μειξο⟩παρθένου κόρας ^v-1730

**1731** αἴνιγμʼ ἀσύνετον εὑρών. ^v-1731

*Ἀντιγόνη*

**1732** Σφιγγὸς ἀναφέρεις ὄνειδος. ^v-1732

**1733** ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν. ^v-1733

**1734** τάδε σʼ ἐπέμενε μέλεα πάθεα ^v-1734

**1735** φυγάδα πατρίδος ἄπο γενόμενον, ^v-1735

**1736** ὦ πάτερ, θανεῖν που. ^v-1736

**1737** ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις ^v-1737

**1738** λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας ^v-1738

**1739** ἀπαρθένευτʼ ἀλωμένα. ^v-1739

**1740** φεῦ τὸ χρήσιμον φρενῶν ^v-1740

**1741** ἐς πατρός γε συμφορὰς ^v-1741

**1742** εὐκλεᾶ με θήσει· ^v-1742

**1743** τάλαινʼ ἐγὼ ⟨σῶν⟩ συγγόνου θʼ ὑβρισμάτων, ^v-1743

**1744** ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται ^v-1744

**1745** μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, ^v-1745

**1746** σκότια γᾷ καλύψω. ^v-1746

*Οἰδίπους*

**1747** πρὸς ἥλικας φάνηθι σάς. ^v-1747

*Ἀντιγόνη*

**1748** ἅλις ὀδυρμάτων ἐμῶν. ^v-1748

*Οἰδίπους*

**1749** σὺ δʼ ἀμφὶ βωμίους λιτὰς — ^v-1749

*Ἀντιγόνη*

**1750** κόρον ἔχουσʼ ἐμῶν κακῶν. ^v-1750

*Οἰδίπους*

**1751** ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς ^v-1751

**1752** ἄβατος ὄρεσι μαινάδων. ^v-1752

*Ἀντιγόνη*

**1753** Καδμείαν ᾧ νεβρίδα ^v-1753

**1755** στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας ^v-1755

**1756** θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, ^v-1756

**1757** χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα; ^v-1757

*Οἰδίπους*

**1758** ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε, ^v-1758

**1759** ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ, ^v-1759

**1760** ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, ^v-1760

**1761** νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός. ^v-1761

**1762** ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι; ^v-1762

**1763** τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν. ^v-1763

*Χορός*

**1764** ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν ^v-1764

**1765** βίοτον κατέχοις ^v-1765

**1766** καὶ μὴ λήγοις στεφανοῦσα. ^v-1766
