---
id: tales-cartas-grc-hercher-1873
type: primary_text
title: Epistulae
subtitle: 'Cartas atribuídas a Tales: a Ferécides e a Sólon'
author: Tales
editor: Rudolf Hercher
base_edition: 'Epistolographi Graeci, ed. Rudolf Hercher (Paris: A. F. Didot, 1873)'
year_original: pseudepígrafas, época helenística ou imperial
publication_year: 1873
language: grc
tags:
- pre-socratics
- ionians
- letters
- pseudepigrapha
- ancient-philosophy
status: draft
project: pedra_angular
scope: As duas cartas, citadas pelo número (Ep. 1 = [1])
urn_work: urn:cts:greekLit:tlg1705.tlg001
urn: urn:cts:greekLit:tlg1705.tlg001.1st1K-grc1
source: https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg1705/tlg001
source_repo: OpenGreekAndLatin/First1KGreek
source_file: data/tlg1705/tlg001/tlg1705.tlg001.1st1K-grc1.xml
source_commit: 03776b39
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py e conversor_tei.py (perfil fragmentos), 2026-10-14; preparado por Διαφορεύς com o Claude.
---

# Epistulae

### α′. Φερεκύδει

[1] Πυνθάνομαί σε πρῶτον Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φαίνειν. καὶ τάχα μὲν ἡ γνώμη του δικαίη ἐς τὸ ξυνὸν καταθέσθαι γραφὴν ἣ ἐφ’ ὁποιοισοῦν ἐπιτρέπειν χρῆμα ἐς οὐδὲν ὄφελος. εἰ δή τοι ἥδιον, ἐθέλω γενέσθαι λεσχηνευτὴς περὶ ὁτέων γράφεις, καὶ ἢν κελεύῃς, παρὰ σὲ ἀφίξομαι ἐς Σῦρον. ἦ γὰρ ἂν οὐ φρενήρεες εἴημεν ἐγώ τε καὶ Σόλων ὁ Ἀθηναῖος, εἰ πλώσαντες μὲν ἐς Κρήτην κατὰ τὴν τῶν κεῖθι ἱστορίην, πλώσαντες δὲ ἐς Αἴγυπτον ὁμιλήσοντες τοῖς ἐκεῖ ὅσοι ἱερέες τε καὶ ἀστρολόγοι, παρὰ σὲ δὲ μὴ πλώσαιμεν; ἥξει γὰρ καὶ ὁ Σόλων, ἢν ἐπιτρέπῃς. σὺ μέντοι χωροφιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδέ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλά, ὡς ἔλπομαι, ἑνὶ μούνῳ χρήματι πρόσκεαι τῇ γραφῇ. ἡμέες δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τήν τε Ἑλλάδα καὶ τὴν Ἀσίην.

### β′. Σόλωνι

[2] Ὑπαποστὰς ἐξ Ἀθηνέων δοκέεις ἄν μοι ἀρμοδιώτατα ἐν Μιλήτῳ οἶκον ποιέεσθαι παρὰ τοῖς ἀποίκοις ὑμέων· καὶ γὰρ ἐνθαῦτά τοι δεινὸν οὐδέν. εἰ δὲ ἀσχαλήσεις ὅτι καὶ Μιλήσιοι τυραννευόμεθα (ἐχθαίρεις γὰρ πάντως αἰσυμνήτας), ἀλλὰ τέρποιο ἂν σὺν τοῖς ἑτάροις ἡμῖν καταβιούς. ἐπέστειλε δέ τοι καὶ Βίης ἥκειν ἐς Πριήνην· σὺ δὲ εἰ προσηνέστερόν τοι τὸ Πριηνέων ἄστυ κεῖθι οἰκέειν, καὶ αὐτοὶ παρὰ σὲ οἰκήσομεν.
