---
id: susana-grc-lxx-swe-teod
type: texto_primario
title: Susana
subtitle: null
author: null
year_original: null
language: grc
edition: "Septuaginta, ed. Henry Barclay Swete (Cambridge University Press, 1901-1909; domínio público), digitalizada pelo Open Greek and Latin Project / First1KGreek (Universidade de Leipzig, 2015) a partir do scan do Internet Archive; texto disponível sob CC BY-SA 4.0. [versão de Teodoção]"
area: Textos Biblicos
era: "trad. sec. III-I a.C.; edição impressa de base: Swete 1901-1909"
tags:
  - biblia
  - antigo-testamento
  - grego
  - septuaginta
status: rascunho
project: pedra_angular
source: "https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0527/tlg055"
processing: "sept_swete_first1k_to_pedra_angular.py v1.0, 2026-08-14"
related: []
---

# Susana

## Capítulo 1

**1** ΚΑΙ ἦν ἀνήρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.[^pa1] ^susth-1-1

**2** καὶ ἔλαβεν γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον. ^susth-1-2

**3** καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. ^susth-1-3

**4** καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. ^susth-1-4

**5** Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνῶν τὸν λαόν. ^susth-1-5

**6** οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι. ^susth-1-6

**7** καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς. ^susth-1-7

**8** καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς. ^susth-1-8

**9** καὶ διέ. στρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων. ^susth-1-9

**10** καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν· ^susth-1-10

**11** ὅτι ήσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ. ^susth-1-11

**12** καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν. ^susth-1-12

**13** καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων. ^susth-1-13

**14** καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην. ^susth-1-14

**15** καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθές καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσω, ὅτι καῦμα ἣν. ^susth-1-15

**16** καὶ οὐκ ἣν ἐκεῖ οὐδεὶς πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν. ^susth-1-16

**17** καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δὴ μοι ἔλαιον καὶ σμήγματα, καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι. ^susth-1-17

**18** καὶ ἐποίησαν καθὼς εἶπεν, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι. ^susth-1-18

**19** καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ, ^susth-1-19

**20** καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συνκατάθου ἡμίν, καὶ γενοῦ μεθʼ ἡμῶν. ^susth-1-20

**21** εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου. ^susth-1-21

**22** καὶ ἀνεστέναξεν Σουσάννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. ^susth-1-22

**23** αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐνπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου. ^susth-1-23

**24** καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα· ἐβόησαν δέ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς. ^susth-1-24

**25** καὶ δραμὼν ὁ εἶς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου. ^susth-1-25

**26** ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ. ^susth-1-26

**27** ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοι οῦτος περὶ Σουσάννης. ^susth-1-27

**28** καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτήν, καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ^susth-1-28

**29** Ἀποστείλατε ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου ἥ ἐστιν γυνὴ Ἰωακείμ. οἱ δὲ ἀπέστειλαν. ^susth-1-29

**30** καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς. ^susth-1-30

**31** ἡ δὲ Σουσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει ^susth-1-31

**32** οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς. ^susth-1-32

**33** ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν. ^susth-1-33

**34** ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλῆν αὐτῆς· ^susth-1-34

**35** 35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ. ^susth-1-35

**36** εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας. ^susth-1-36

**37** καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς. ^susth-1-37

**38** ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπʼ αὐτούς· ^susth-1-38

**39** καὶ ἰδόντες συγγινομένους αὐτούς, ἐκείνου μέν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπέρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι, ^susth-1-39

**40** ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος· ^susth-1-40

**41** καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν. ^susth-1-41

**42** ἀνεβόησεν δέ φωνῇ μεγάλῃ Σουσάννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ^susth-1-42

**43** σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω, μὴ ποιήσασα μηδέν ὅν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ. ^susth-1-43

**44** Καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς αὐτῆς. ^susth-1-44

**45** καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιὴλ. ^susth-1-45

**46** καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. ^susth-1-46

**47** ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας; ^susth-1-47

**48** ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; ^susth-1-48

**49** ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὖτοι κατεμαρτύρησαν αὐτῆς. ^susth-1-49

**50** καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, § ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον. ^susth-1-50

**51** καὶ εἶπεν πρὸς αὐτοὺς Δανιὴλ Διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς. ^susth-1-51

**52** ὡς δὲ διεχωρίσθησαν εἰς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον, ^susth-1-52

**53** κρίνων κρίσεις ἀδίκους, καὶ τοὺς μέν ἀθῴους κατακρίνων, ἀπολύων δέ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. ^susth-1-53

**54** νῦν οὗν ταύτην εἴπερ ἴδες, εἰπόν ῾ Υπὸ τί δένδρον ἴδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπ εν ῾ Υπὸ σχῖνον. ^susth-1-54

**55** εἶπεν δὲ Δανιὴλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἥδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον. ^susth-1-55

**56** καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανάαν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου. ^susth-1-56

**57** οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν. ^susth-1-57

**58** νῦν οὗν λέγε μοι ῾ Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ Υπὸ πρῖνον. ^susth-1-58

**59** εἶπ εν δὲ αὐτῷ Δανιὴλ ᾿Ορθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς. ^susth-1-59

**60** Καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ θεῷ τῷ σώ- ζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν. ^susth-1-60

**61** καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομάρτυρας ὄντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον, ^susth-1-61

**62** ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν οὐτούς· καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ^susth-1-62

**63** Xελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἤνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συνγενῶν πάντων, ὅτι οὐχ εἰρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. ^susth-1-63

**64** Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. ¶ ^susth-1-64

## Notas do Processador

[^pa1]: Texto extraído do TEI-XML do First1KGreek (edição tlg0527, digitalização de 2015 do Old Greek and Latin Project / Universidade de Leipzig, a partir do scan do Internet Archive da edição impressa de Henry Barclay Swete, Cambridge, 1901-1909). O aparato crítico de Swete (notas de variante de manuscrito e siglas marginais 'A', 'D', 'E' etc.) foi omitido nesta leva de conversão — decisão editorial para priorizar ter o texto corrido disponível primeiro; pode ser adicionado depois, livro a livro. Colchetes soltos no meio do texto corrido (ocorreram 0 vez(es) neste arquivo) NÃO são aparato crítico do Swete — são marca de baixa confiança da própria digitalização de 2015 (evidência: a passada de correção do Isaías reduziu esses colchetes em 92% em relação à primeira digitalização). Tratar o texto dentro de colchetes como não-conferido até cotejo com o scan original em archive.org/details/oldtestamentingr01swetuoft. Tratar como texto de trabalho (rascunho) até essa conferência.

---

*Ὁ Διαφορεύς παρῆν*
